Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 29. ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΚΘ΄!!
ΑΛΕΞΑΝΔΡΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀποστόλου Παπαχρήστου,)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους  δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄ Τὴν Ἀνάστασίν σου.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, ἄκτιστον Τριάδα καὶ παντουργόν, τὴν πρὸς φῶς αὐτῆς ἡμᾶς ὁδηγήσασαν, διὰ τοῦ ἱεράρχου Ἀλεξάνδρου.

Χαίροις Ἀλεξάνδρεια ἡ λαμπρά, σήμερον ἑόρταζε τὴν σεπτήν, ἱεράρχου σου τὴν μνήμην καὶ χόρευε, σκέπει σε γάρ, καὶ πᾶσαν οἰκουμένην.

Χαίροις τῆς Τριάδος ὁ λατρευτής, χαίροις τῶν αἱρέσεων ὀλετήρ, τῶν θαυμάτων παροχεύς, χαίροις ἔνδοξε ἡμῶν τε πάντων, χαίροις ὁ προστάτης.

Γνώμην τοῦ Ἀρείου τὴν πονηράν, βλέπων βασιλέως τὴν προσταγήν, ἐξηρνήσω μὴ δεχθείς, Πάτερ Ἄρειον, ὡς ἀληθὴς ποιμὴν καὶ ἱεράρχης.

Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν ποιμένων ποιμένα, τῶν ὀρθοδόξων προστάτην καὶ πλάνης καθαιρέτην, τῆς Ἐκκλησίας τὸ καύχημα, τῶν ἰαμάτων τὴν κρήνην, τὸν πρέσβυν τὸν ἀκοίμητον πρὸς Κύριον, τὸν μέγιστον Ἀλέξανδρον ἀδελφοί, ᾀσματικῶς εὐφημήσωμεν· οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς, λατρεύειν Τριάδα ὁμοούσιον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.












Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὁ λόγος σου σοφέ, ὥσπερ βροντὴ ἐξῆλθε, σείων τὴν οἰκουμένην, ὀρθοδοξίας φέρων, τὰ δόγματα Ἀλέξανδρε.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Αἱ τρεῖς σου ἐπιστολαί, πυξίδες θεοφόρε, ἐδείχθησαν ἡμῖν γάρ, δεικνύουσαι πορείαν, τὴν σώτειραν Ἀλέξανδρε.

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Ἀλέξανδρε σοφέ, σὺν τῷ Ἀθανασίῳ, ἅμα πατράσι πρώτης, Συνόδου τὸν Δεσπότην, Χριστὸν ἡμῶν πρεσβεύσατε.

Δόξα. Τριαδικόν.
Υἱὲ μονογενές, ὁ γεννηθεὶς ἀχρόνως, Πατρὸς ἐξ ἀγεννήτου, σὺν τούτῳ Σε καὶ Πνεῦμα, Θεὸν ἀεὶ κηρύττομεν.

Καὶ νῦν. Θεοτοκίον.
Ἱκέτευε Χριστόν, Παρθένε Θεοτόκε, Ὃν ἔτεκες ἐν δύο, ταῖς φύσεσιν ἀσπόρως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Πρὸ Συνόδου τῆς πρώτης ἀνεδείχθης μακάριε, φύλαξ ὀρθοδόξων δογμάτων, καὶ τοῦ Πνεύματος ὄργανον, ἐδίωξας τῆς ποίμνης τοῦ Χριστοῦ, τὸν Ἄρειον τὸν ἄφρονα σοφέ, καὶ Χριστὸν Θεὸν ἐκήρυξας καὶ πάντων κτίστην, Ἀλέξανδρε Πατὴρ ἡμῶν· δόξα τῷ σὲ φωτίσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.










ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸ τοῦ Πνεύματος ὄργανον, τῶν αἱρέσεων θέριστρον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, Ἀποστόλων τοῖς σεπτοῖς, θείοις λόγοις ἑπόμενον, εὐφημήσωμεν, ἱεραῖς μελῳδίαις τὸν ποιμένα, ἀληθὴ Ἀλεξανδρέων, τὸν θεηγόρον Ἀλέξανδρον.

Ὁ λαμπτὴρ ὁ φανότατος, τὸ ταμεῖον τῆς χάριτος, Νεῖλος ὁ προχέων θεῖα διδάγματα, ἱεραρχῶν τὸ σεβάσμιον, καὶ θεῖον κειμήλιον, ὀρθοδόξων ὁ πατήρ, τῶν Ἀγγέλων ἐφάμιλλος, ὁ θεόπνευστος, τοῦ σεπτοῦ Μάρκου ὕμνοις, ὁ διάδοχος ὁ γνήσιος τιμάσθω, ὁ θεοφόρος Ἀλέξανδρος.

Ὡς ποιμὴν ἀληθέστατος, τὸν λαόν σου ἐποίμανας, ὑπὸ τοῦ παντάνακτος ποιμαινόμενος, καὶ ἀρχιποίμενος ἔνδοξε, παμμάκαρ Ἀλέξανδρε, καὶ Θεοῦ ἡμῶν Χριστοῦ, ταῖς νευραῖς τῶν δογμάτων σου, ἀπεδίωξας, ὥσπερ λύκον τὸν Ἄρειον τῆς ποίμνης σου, Χριστὸν ὅνπερ δυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τὰ στίφη τῶν πιστῶν, συνελθόντα πνευματικῶς πανηγυρίσωμεν, καὶ τὸν σεβάσμιον ποιμένα καὶ ἱεράρχην, χρεωστικῶς τοῖς ὕμνοις, καταστέψωμεν λέγοντες· χαίροις, ὁ τῆς ἀληθείας ὑπέρμαχος φανείς, καὶ τὸν δυσσεβῆ καὶ παράφρονα Ἄρειον, τῇ στεντορείᾳ τῶν λόγων σου ἀπέλεγξας, καὶ τῆς καθολικῆς Ἐκκλησίας τοῦτον ἀποβαλών, ὡς βλασφημίαν λαλήσαντα κατὰ τοῦ Σωτῆρος ἡμῶν· χαίροις, ὁ ἀποστολικαῖς ῥήσεσι πανεύφημε χρώμενος, τό· ἐν ἀρχῇ ἦν ὁ Λόγος, σαφῶς ἑρμηνεύσας, καὶ τό· ὁ ἑωρακὼς ἐμὲ καὶ τὸν Πατέρα ἑώρακεν, ἐπεξηγῶν, τὸ ὁμοούσιον τοῦ Χριστοῦ πρὸς τὸν Πατέραν, ἡμῖν ἀποδείξας· χαίροις, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ, εἰκόνα τοῦ Πατρός, καὶ χαρακτῆρα ἔκτυπον αὐτοῦ, ὁμολογῶν ἡμᾶς ἐῤῥύσω· ἀλλ’ ὦ Πατέρων ἐκλόγιον, θεοφάντορ Ἀλέξανδρε, μὴ διαλείπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν πιστῶς ἐκτελούντων σου τὰ μνημόσυνα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.




Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

Λιτή. Ἦχος α΄.
Εὐφραίνου καὶ ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, σκίρτα καὶ χόρευε σήμερον τιμῶσα, πατριαρχῶν τὴν ἀκρότητα, Ἀλέξανδρον τὸν ἔνδοξον. Οὗτος γὰρ ἐν ὕψει θεολογίας καθήμενος, καὶ τὸν Παράκλητον συνεργὸν κεκτημένος, τὰς μεθοδείας τοῦ ἀρχεκάκου διαβόλου, εὐστόχως ἀπεκρούσατο, καὶ σὲ ὡς νύμφην ἄμωμον καὶ ἄσπιλον, ῥυτίδα μὴ ἔχουσαν, δεδοξασμένην τῷ νυμφίῳ σου παρέδωκε, Χριστῷ τῷ Θεῷ, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὅτε τῆς ὀρθῆς, πανόλβιε Ἀλέξανδρε, καὶ ἀμώμου πίστεως ἐξέκλινεν ὁ Ἄρειος, ἐβόας πρὸς αὐτόν· πῶς εἰπεῖν ἐτόλμησας, ἢ πῶς κηρῦξαι ἴσχυσας τοῖς κτίσμασι, συνάπτων ἀφρόνως τὸν Κύριον; Τίς σοι ὑπέδειξε νοῆσαι ὡς δοῦλον, τὸν Δεσπότην καὶ Θεὸν ἡμῶν, παράνομε; Τὸν θεῖον καὶ ἄῤῥαφον Χριστοῦ χιτῶνα, ὃν οἱ στρατιῶται διαμερίσαι οὐκ ἠθέλησαν, τοῦτον σὺ διέῤῥηξας δόλιε, καὶ ἐκ τόπου εἰς τόπον πορευόμενος, τὰς ἀγέλας τῶν πιστῶν εἰς ὄλεθρον ὁδηγῶν, καὶ σπήλαια ληστῶν, μετὰ τῶν συνακολούθων σου καὶ θεομάχων, ἐργαστήρια ποιούμενος, σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσω. Καὶ σὺ μὲν τὴν σὴν ψυχήν, τῷ διαβόλῳ παρέδωκας, ἡμεῖς δὲ Χριστὸν ὁμολογοῦμεν, τὸν Θεὸν ἡμῶν, δοξάζοντες Αὐτόν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι.

Ἦχος δ΄.
Ὢ τοῦ παραδόξου θαύματος!  Πρὸ τῆς Συνόδου τῆς σεπτῆς, τῶν ὀρθοδόξων δογμάτων ἑπόμενος, καὶ τῇ χειρὶ τοῦ Θεοῦ, πρὸς γνῶσιν θείαν ὁδηγούμενος, ἀρχιερέων ὤφθης κανὼν ἀκριβέστατος· ὅθεν, τὸν Χριστόν, Θεὸν ἀληθινὸν εἶναι κηρύξας, θεόφρον Πάτερ Ἀλέξανδρε, συνοδικῶς τὴν Ἐκκλησίαν, λατρεύειν τοῦτον προσέταξας· διὸ νῦν αὐτῷ παριστάμενος αἴτησαι, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.



Ἦχος βαρύς.
Δεῦτε ἅπαντες σήμερον πιστοί, χρεωστικῶς εὐφημήσωμεν, τὸν Χριστοῦ ἱεράρχην, τῆς Ἐκκλησίας τὸν φρουρόν, τὸν πάνσοφον Ἀλέξανδρον· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ Κυρίου, ταῖς ἀρεταῖς ηὐξήθη ὡς δένδρον ὑψίκορμον, καὶ τὴν ὀρθόδοξον πίστιν κρατύνας, τὰς παρατάξεις τῶν ἐχθρῶν εἰς χάος ἐβύθισε, καὶ νῦν παριστάμενος, τῇ Τριάδι καὶ Θεῷ, ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν τιμώντων αὐτόν.

Δόξα. Ἦχος πλ. δ΄.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ ἱεράχου, καὶ σοφωτάτου διδασκάλου· οὗτος γὰρ ὑπὲρ τῆς πίστεως ἡμῶν, στεῤῥῶς ἀγωνισάμενος, καὶ τὸν ληρώδη Ἄρειον ὡς λύκον νοητόν, τῆς ποίμνης αὐτοῦ ἐξωστράκισεν· ὅθεν καὶ ἐπιστολάς, πρὸς ἅπασαν τὴν Ἐκκλησίαν ἀποστείλας, τοὺς ποιμένας προτρέπει τὴν ὀρθόδοξον πίστιν κρατύνειν, καὶ κοινωνίαν μετ’ αὐτοῦ μὴ ἔχειν· διὸ καὶ ἡμεῖς χρεωστικῶς, οἱ φωτισθέντες δι’ αὐτοῦ αὐτῷ ἐκβοήσωμεν· πανάγιε Ἀλέξανδρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ στεῤῥῶς ἠγωνίσω, καὶ τοὺς στεφάνους τῆς νίκης, παρ’ αὐτοῦ κομισάμενος, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὤφθης, θείων δογμάτων κανών, πρὸ τῆς Συνόδου ταῦτα Πάτερ ἐκθέμενος, τῆς πρώτης τὰς θεοπνεύστους, Γραφὰς σαφῶς ἐρευνῶν, ὁδηγῶν πρὸς πίστιν θείαν ἅπαντας· διὸ καὶ τὸν Ἄρειον, τὸν Ἰούδαν τὸν δεύτερον, τὸν ὑβριστήν στε, τοῦ Θεοῦ καὶ μετέωρον, ἀπεμάκρυνας, τῆς σῆς ποίμνης Ἀλέξανδρε· ὅθεν καὶ σοῦ δεόμεθα, Χριστὸν καθικέτευε, τὴν Ἐκκλησίαν ῥυσθῆναι, ἐκ τῶν δεινῶν καὶ αἱρέσεων, εἰρήνην τε πᾶσι, καὶ ὁμόνοιαν δοθῆναι, καὶ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Ἀλεξανδρέων ποιμήν, ὀρθοδοξίας πύργος ὄντως ὁ ἄσειστος, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν φωτισμός, τῶν ἀρχιερέων ἐγκαλλώπισμα, λιμὴν γαληνότατος, τῶν ἀνθρώπων καὶ εὔδιος, πατὴρ χηρῶν τε, ὀρφανῶν πενομένων τε, πλουτιστὴς σοφέ, καὶ πταιόντων συγχώρησις· ὅθεν σε μακαρίζομεν, θεόφρον Ἀλέξανδρε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Πνεῦμα, τὸ ζωηφόρον ἐν σοί, σκηνῶσαν οἶκον ἑαυτοῦ ἀπειργάσατο, τερπνότατον καὶ ὡραῖον, καὶ τῶν αὐτοῦ ἐννοιῶν, θησαυρὸν καὶ κρήνην σε ἀείῤῥοον· διὸ τὰ νοήματα, τῶν Γραφῶν τὰ οὐράνια, ὡς ὑψιπέτης, ἀετὸς κατενόησας, καὶ μετέδωκας, τοῖς πιστοῖς τὴν ἀλήθειαν· ὅθεν Πατὴρ Ἀλέξανδρε, καὶ μέγας διδάσκαλος, Ἀθανασίου τοῦ θείου, καὶ ὁδηγὸς ἐχρημάτισας, μεθ’ οὗ ἐκδυσώπει, τὸν Κύριον ἡμῶν τοῖς πᾶσι, δοῦναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος γ΄.
Ἀποστολικῶν παραδόσεων φύλαξ γενόμενος, Ἀλέξανδρε μακάριε, τοῦ γὰρ Ἀρείου τοῦ δεινοῦ, τὴν ψυχόλεθρον πλάνην, διὰ τῶν λόγων σου κατήσχυνας, καὶ τοῦτον συνοδικῶς, τῆς ποίμνης σου ἐξωστράκισας· διὸ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζομεν, βοῶντές σοι καὶ λέγοντες· ὁ τὸν Χριστόν, Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς ἀνακηρύξας, Ἀλέξανδρε θεόπνευστε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, τοῦ ῥυσθῆναι ἐκ πάσης αἱρέσεως καὶ πλάνης, ἡμᾶς τοὺς τιμῶντάς σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Πρὸ Συνόδου τῆς πρώτης ἀνεδείχθης μακάριε, φύλαξ ὀρθοδόξων δογμάτων, καὶ τοῦ Πνεύματος ὄργανον, ἐδίωξας τῆς ποίμνης τοῦ Χριστοῦ, τὸν Ἄρειον τὸν ἄφρονα σοφέ, καὶ Χριστὸν Θεὸν ἐκήρυξας καὶ πάντων κτίστην, Ἀλέξανδρε Πατὴρ ἡμῶν· δόξα τῷ σὲ φωτίσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν εὐσέβειαν, τὸν Ἀλέξανδρον πιστοὶ πάντες τιμήσωμεν· οὗτως ἐδίδαξεν ἡμᾶς, τὸν Χριστὸν εἶναι Θεόν, καὶ κτίστην πρὸ τῶν αἰώνων, σὺν τῷ Πατρὶ ἀεὶ ὄντα, κἂν σάρκα εἴληφε δι’ οἴκτον ἡμῖν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Δόξα Κύριε, τῇ Σῇ προνοίᾳ, ὅτι δέδωκας, τῇ Ἐκκλησίᾳ, πλοῦτον καὶ στήριγμα τὸν θεῖον Ἀλέξανδρον, Σὲ γὰρ Θεὸν πρὸ αἰώνων ἐκήρυξε, σὺν τῷ Πατρὶ ὄντα ἀεὶ καὶ τῷ Πνεύματι· ὅθεν Δέσποτα Χριστὲ ταῖς αὐτοῦ δεήσεσιν, ἐκ πλάνης καὶ παθῶν ἡμᾶς διάσωσον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάλλεται φαιδρῶς, ἡ σεπτὴ Ἐκκλησία, σκιρτᾷ καὶ τὴν αὐτῆς, νῦν ἐνδύεται δόξαν, τὴν μνήμην σου γεραίρουσα, θεοφόρε Ἀλέξανδρε, καὶ κραυγάζει σοι· ἐκ τῶν σκανδάλων με ῥῦσαι, καὶ αἱρέσεων, καὶ τῶν σχισμάτων εὐχαῖς σου, πρὸς Κύριον Ἅγιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Εὐαγγέλιον, τοῦ ἱεράρχου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν ποιμένων ποιμένα, τῶν ὀρθοδόξων προστάτην καὶ πλάνης καθαιρέτην, τῆς Ἐκκλησίας τὸ καύχημα, τῶν ἰαμάτων τὴν κρήνην, τὸν πρέσβυν τὸν ἀκοίμητον πρὸς Κύριον, τὸν μέγιστον Ἀλέξανδρον ἀδελφοί, ᾀσματικῶς εὐφημήσωμεν· οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς, λατρεύειν Τριάδα ὁμοούσιον.



Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀλεξάνδρῳ ὕμνον ᾄδω χαίρων. Ἀποστόλου.
ᾌσωμεν τῷ Κυρίῳ τῷ ἡμᾶς πρὸς πίστιν ὁδηγήσαντι, διὰ τοῦ ἱεράρχου, ὅτι μόνος ἐνδόξως δεδόξασται.
Λόγον μοι δὸς παμμάκαρ, ὅπως τὸ βραχὺ τοῦτο ἐγκώμιον σοὶ προσάξω· Χριστὸν γὰρ τὸν Σωτῆρα, ἐν κόσμῳ ἐδόξασας.
Ἔχων πρὸς τὸν Δεσπότην, παῤῥησίαν ἔνδοξε Ἀλέξανδρε, τῶν πταισμάτων τὴν λύσιν, ἐκδυσώπει δοθῆναι τοῖς δούλοις Σου.
Θεοτοκίον.
Ξένον ἐν γῇ Παρθένε, ἡμῖν πᾶσιν ἔδειξας τὸν τόκον Σου, ξένον· ὅθεν τοῦ κόσμου καὶ φθορᾶς μοι ἀπέργασον δέομαι.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἀλέξανδρε πάντιμε, τοῦ Ἀποστόλου ἐκόσμησας, τοῦ ἱεροῦ Μάρκου τὴν καθέδραν, ὃν καὶ χαίρων ἐζήλωσας.
Νοὸς καθαρότητι, καὶ ἀρετῶν τῇ λαμπρότητι, τοῦ παντουργοῦ Πνεύματος ἐδέξω, τὰς ἐλλάμψεις πανόλβιε.
Δεικνύων τὴν ἔνθεον, πίστιν τοῖς πέρασιν Ὅσιε, Υἱὸν Θεοῦ τὸν Χριστὸν καὶ κτίστην, προσκυνεῖσθαι ἐδίδαξας.
Θεοτοκίον.
Ῥοὰς δακρύων μου, δέξαι Θεόνυμφε Δέσποινα, τοῦ ἀληθῆ Σὲ ὁμολογοῦντος, Θεοτόκον καὶ σῶσόν με.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀρετῶν οἰκητήριον γεγονώς, καὶ ναὸς τοῦ Κυρίου ἀναδειχθείς, εἰσέδυς Πάτερ Ὅσιε, εἰς τὸν γνόφον τοῦ Πνεύματος, καὶ ἐν ψαλμοῖς ἑρμηνεύσας Υἱοῦ τὴν θεότητα, δι’ αὐτῶν δεικνύων τό· υἱός μου εἶ σύ, λέξαντος Πατρὸς πρὸς τὸν Υἱόν, καί· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ἔφραξας τῶν ἀθέων τὰ στόματα, θεοφόρε Ἀλέξανδρε, καὶ Λόγον καὶ σοφίαν αὐτὸν τοῦ Πατρὸς καὶ δύναμιν ἐκήρυξας, Ὃν ἱκέτευε σῶσαι τὴν ποίμνη σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς ἀστὴρ φαεινότατος, ἥλιός τε Ἅγιε παμφαέστατος, πρὸς Χριστὸν λαοὺς ὡδήγησας, τὸν δικαιοσύνης μέγαν Ἥλιον.
Ὑπερβὰς ὦ Ἀλέξανδρε, μέτρον τὸ ἀνθρώπινον ζῶν ὡς ἄγγελος, τοῦ Χριστοῦ οἶκος γεγένηκας, ὃν Θεὸν τοῖς πᾶσιν ἀνεκήρυξας.
Μηδαμῶς ἀνεχόμενοι, τὸν Θεὸν ὑβρίζεσθαι πανσεβάσμιε, ὑπ’ Ἄρείου τοῦ παράφρονος, ὃν καὶ τῆς σῆς ποίμνης ἀπεμάκρυνας.
Θεοτοκίον.
Νέον βρέφος τὸν Κύριον, ἐπὶ γῆς Σὺ τέτοκας Μητροπάρθενε· ὅθεν πάντες Σὲ κηρύττομεν, Θεοτόκον ὡς φησὶν Ἀλέξανδρος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οὗτος ὁ Θεός, ἀνεκραύγαζες Ἀλέξανδρε, ὁ Χριστὸς ἡμῶν ἐστὶ καὶ οὐχ ἕτερος, πᾶσαν τὴν πλάνην τῶν αἱρέσεων ἐδίωξας.
Νόσον τῶν δεινῶν, ἀπεδίωξας αἱρέσεων, ὡς ἰατρὸς Πάτερ πανάριστος, ψυχῶν ὑπάρχων καὶ σωμάτων ἀξιάγαστε.
Ἄνακτι πιστῷ, Κωνσταντίνῳ Πάτερ ἔπεισας, τοῦ συγκροτῆσαι τὴν θείαν Σύνοδον, τὴν ὀρθοδόξων ἐπικύρωσασαν τὰ δόγματα.
Θεοτοκίον.
Δύναμιν Θεοῦ, σοφίαν Λόγον τὸν συνάναρχον, τοῦ Πατρὸς Παρθένε τέτοκας Χριστόν· διό Σε Θεοτόκον πάντες σέβομεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὢ θαύματος! Πῶς σαφῶς ἐξέθεσας, καὶ ὀρθῶς ἡμῖν τὰ δόγματα Πάτερ, καὶ ἀκριβῶς, πρὸ Συνόδου τῆς πρώτης, τὸν γὰρ Χριστὸν Θεὸν εἶναι ἐκήρυξας, καὶ κτίστην καὶ δημιουργόν, σὺν Πατρὶ ἀεὶ ὄντα καὶ Πνεύματι.
Χαρᾶς πολλῆς, θυμηδίας ἔμπλεως, εὐφροσύνη τε ἡ σὴ μνήμη πᾶσιν, ἡ φωταυγής, καὶ πανέορτος Πάτερ, πλήρης ἐπέστη χαρίτων τοῦ Πνεύματος, ἐν ᾗ δοξάζομεν Χριστόν, τὸν δοξάζοντα τοὺς τοῦτον δοξάζοντας.
Ἀγάλλονται, Ὀρθοδόξων τὰ πλήθη, κεκτημένα σε φρουρὸν καὶ προστάτην, καὶ ἀρωγόν, θησαυρὸν καὶ ποιμένα, θεομακάριστε Πάτερ Ἀλέξανδρε, καὶ πρόμαχον τῆς εὐκλεοῦς, Ἐκκλησίας καὶ πύργον ἀσάλευτον.
Θεοτοκίον.
Ἱκάνωσόν, με Παρθένε πάναγνε, τοῦ ὑμνεῖν Σε τὴν τεκοῦσαν τὸν Λόγον, τὸν τοῦ Πατρός, τὸν ἀχώρητον πᾶσι, καὶ χωρηθέντα βουλήσει ἐν μήτρᾳ Σου, Θεὸν ὁμοῦ τε καὶ βροτόν, εἰς ἡμῶν σωτηρίαν θεόνυμφε.

Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Τῆς εὐσεβείας τὸν σοφὸν διδάσκαλον, καὶ ἀσεβείας τὸν στεῤῥὸν ἀντίπαλον, ὕμνοις πάντες καταστέψωμεν, καὶ πρὸς αὐτὸν πιστῶς βοήσωμεν· Πατέρων χαίροις πρώτιστε Ἀλέξανδρε, Ἀρείου καταστρέψας τὰ μυθεύματα, Χριστὸν κηρύττων Πατρὶ συνάναρχον.
Ὁ Οἶκος.
Τὸν ἱεράρχην καὶ πάνσοφον δεῦτε πάντες τιμήσωμεν, τὸν ἱερὸν Ἀλέξανδρον, καὶ ποιμένων ποιμένα γενόμενον, ὕμνοις ἐγκωμίων καταστέφοντες εἴπωμεν· χαίροις, ὁ τῶν Ἀποστόλων ὁμότροπος δειχθείς, καὶ τοῦ θείου Μάρκου διάδοχος γνήσιος γενόμενος· χαίροις, ὁ τὸν Χριστὸν Υἱὸν καὶ Λόγον, καὶ σοφίαν τοῦ Πατρὸς κηρύξας ἅμα, καὶ ἀεὶ σὺν αὐτῷ ὄντα, καὶ δι’ ἡμᾶς πτωχεύσαντα, καὶ σάρκα φορέσαντα ἐκ τῆς ἁγίας Θεοτόκου, φύσει καὶ οὐ δοκήσει, καὶ ἐν δύσι ταῖς φύσεσιν ἡμῖν ἐπιφανέντα, ἵνα ἡμεῖς δι’ αὐτοῦ σωθῶμεν· χαίροις, Πατέρων πρώτιστε Ἀλέξανδρε, Ἀρείου καταστρέψας τὰ μυθεύματα, Χριστὸν κηρύττων Πατρὶ συνάναρχον.

Συναξάριον.
Τῇ ΚΘ΄  τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου Πατριάρχου Ἀλεξανδρείας.
Σεπτὴν τελευτὴν τὴν Ἀλεξάνδρου σέβω,
ὃν οἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ μεγάλου, ἐν ἔτει 320, πρὸ τῆς Οἰκουμενικῆς πρώτης Συνόδου. Ἔγινε δὲ Πατριάρχης Ἀλεξανδρείας μετὰ τὸν Ἀχιλλᾶν. Οὗτος καὶ τὸν δυσσεβῆ καὶ κακόφρονα Ἄρειον ἐδίωξε καὶ ἀπέβαλεν ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Διαλάμψας δὲ εἰς τὸν θρόνον χρόνους εἰκοσιτρεῖς, ἀφῆκε διάδοχόν του τὸν Μέγα Ἀθανάσιον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας, τῆς Κωνσταντινουπολιτίσσης καὶ τῶν σὺν αὐτῆς.
Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
Αὗτη, κατήγετο ἀπὸ γονεῖς περιβοήτους εἰς τὴν εὐσέβειαν, πλουσίους κατὰ πολύ. Ὅθεν καὶ ἡ Ἁγία, ἀπὸ μικρᾶς ἡλικίας ἐπαιδεύθη ἐν εὐσεβείᾳ καὶ ἐν πάσῃ ἀρετῇ. Εἰς ἡλικίαν ἑπτὰ ἐτῶν ἐστερήθη τὸν πατέρα της, ἡ μήτηρ της τὴν ἔκαμε καλογραίαν εἰς Μοναστήριόν τι τῆς Κωνσταντινουπόλεως. Δὲν παρῆλθε πολὺς καιρός, καὶ ἀπέθανε καὶ ἠ μήτηρ της. Ἡ δὲ Θεοδοσία τότε, ἐμοίρασεν ὅλα τὰ πλούτη εἰς τοὺς πτωχούς. Κατὰ τὴν ἐποχὴν τῆς αἱρέσεως τῶν εἰκονομάχων, ἡ Ἁγία Θεοδοσία ἦτο ἡγουμένη τοῦ Μοναστηρίου της. Βλέπουσα τὸν διωγμὸν κατὰ τῶν ἱερῶν Εἰκόνων καὶ αὐτὴ ἡ ἰδία ὑπερεμάχει τῆς Ὀρθοδόξου πίστεως ως πρὸς τὸν σεβασμὸν τῶν ἱερῶν Εἰκόνων, καὶ τὰς ἄλλας καλογραίας ἐνεθάῤῥυνεν εἰς τοῦτο. Κάποτε, ὁ σπαθάριος τοῦ εἰκονομάχου βασιλέως Λέοντος τοῦ Ἰσαύρου, ἀνέβη εἰς κλίμακα ἵνα καταῤῥίψῃ τὴν περίφημον εἰκόνα Χριστοῦ τοῦ Ἀντιφωνητοῦ, ἀνηρτημένην εἰς τὴν Χάλκην Πύλην. Ἡ Αγία, ἀφοῦ παρέλαβε μεθ’ ἑαυτῆς καὶ ἄλλας μοναχάς, ἀφήρεσαν ἀτρόμητοι τὴν κλίμακα καὶ ὁ ὑβριστὴς τῶν ἱερῶν Εἰκόνων, καταπεσών, ἐφονεύθη. Τὸ ἱερὸν τοῦτο ἀνδραγάθημα, ἔφερεν αὐτὰς καὶ εἰς τὸ Μαρτύριον. Αἱ μοναχαί, ἀπεκεφαλίσθησαν ἀμέσως. Ἡ δὲ Ἁγία Θεοδοσία, ὑποστᾶσα δεινὰ βασανιστήρια, ἐπνίγη μὲ ἕν κέρατον κριοῦ, τὸ ὁποῖον της ἔχωσαν εἰς τὸ στόμα της.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας, τῆς Τυρίας.
Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Αὕτη ἡ ἱερὰ καὶ Ἁγία κόρη, Τυρία ἧν τὸ γένος. Ὀκτωκαιδέκατον δὲ ἄγουσα τῆς ἡλικίας ἔτος, συλλαμβάνεται ὑπὸ τῶν εἰδωλολατρῶν, καὶ δεσμεῖται, μέλλουσα δίκας διδόναι, ὡς ὁμολογοῦσα τὸν Θεόν. Ἄρτι γὰρ προκαθεζομένων τῶν δικαστῶν, ἤχθη Οὐρβανῷ τῷ ἄρχοντι, ὁ δὲ θύειν τοῖς εἰδώλοις αὐτῇ προστάττει. Ἐπεὶ δὲ οὐκ ἐπείσθη, δεινὰς κατὰ τῶν πλευρῶν, καὶ κατὰ τῶν μαζῶν ἐπιθεὶς αὐτῇ βασάνους, μέχρις ὀστέων αὐτῶν τε ἤδη καὶ τῶν ἔσω σπλάγχνων ὁ ἀνήλεως ἐχώρει, ἐπιμόνως τὴν παῖδα ὁρῶν τιμωρουμένην, καὶ σιγῇ τὰς βασάνους δεχομένην. Ἔτι δὲ αὐτὴν ἐμπνεύουσαν, ἠρώτα θύειν παρακελευόμενος. Ἡ δέ, διάρασα τὸ στόμα, καὶ τοις ὀφθαλμοῖς ἀτενίσασα, ἐπιμειδιῶντι τῷ προσώπῳ: Τί δὴ πλανᾶσαι, φησίν, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι τῆς τοῦ Θεοῦ μαρτυρίας κοινωνίας τυχεῖν ἠξιώθην; Ὁ δέ, ἐπεὶ συνεῖδεν ἑαυτὸν γελώμενον ὑπὸ τῆς κόρης, μείζοσιν ἤ πρῶτον αἰκίζεται ταῖς βασάνοις. Εἶθ’ οὕτω τοῖς θαλαττίοις ἀκοντίζει ῥεύμασιν, ἐν οἷς τὸ μακάριον τέλος ἐδέξατο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου καὶ τῶν μαθητῶν αὐτοῦ.
Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.
Ὃς ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, ἐν ὑπατείᾳ Ἀλεξάνδρου καὶ Μαξίμου, καὶ ἤχθη ἐπὶ Ἰουλίου καὶ Αἰλιανοῦ, ἡγεμόνων τῆς Ἀσίας. Ὑπὸ τούτων δὲ ἐρωτώμενος, καὶ μὴ πειθόμενος θῦσαι, γυμνοῦται τῶν ἱματίων, καὶ ὀβελίσκοις πεπυρακτωμένοις τὰ σπλάγχνα διαπείρεται καὶ κατακαίεται, εἶτα φρουρεῖται. Καὶ εἰς δευτέραν ἐρώτησιν ἀχθείς, καὶ μὴ ἐνδούς, γυμνοῦται, καὶ τὰς σάρκας ξέεται σφοδρῶς. Πυρᾶς δὲ ἐξαφθείσης μεγίστης, καὶ εἰς ὕψος ἀρθείσης ἐπὶ πολύ, ἐν αὐτῇ ἀκοντίζεται, καὶ ἐν αὐτῇ τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνὴρ καὶ ἡ τούτου Σύζυγος, ξύλοις τὰ ὀστᾶ συντριβέντες, τελειοῦνται.
Τοῖς ἀνδρὸς ὀστοῖς συγκατεθλάσθης, γύναι,
Κἀγὼ σὸν ὀστοῦν, πρὸς τὸν ἄνδρα φαμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νάννος, ἤτοι Ἰωάννης, ὁ Θεσσαλονικεύς, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει 1802, ξίφει τελειοῦται.
Καὶ ὁ Νάννος ὤφθη χαριτώνυμος νέος,
Μάρτυς Κυρίου, ὦ ἄκρας εὐδοξίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς θλιβερῆς ἁλώσεως τῆς Βασιλίδος τῶν Πόλεων, ἤτοι τῆς Κωνσταντινουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Σισινίου τοῦ διακόνου, Μαρτυρίου καὶ Ἀλεξάνδρου, τῶν μαρτυρησάντων ἐν ἔτει 397, ἐν Μεδιολάνῳ τῆς Ἰταλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαξιμίνου, ἐπισκόπου Τρεβήρων, πολεμίου τοῦ ἁρειανισμοῦ, καὶ περιθάλψαντος κατὰ τὸν διωγμὸ αὐτοῦ τὸν Μέγα Ἀθανάσιο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀνδρέου τοῦ Ἀργέντη, τοῦ ἐκ Χίου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1465.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Εὐθυμίου, Ἐπισκόπου Ζήλων, τοῦ ἐκ Παρακοίλων τῆς Λέσβου ὁρμωμένου, καὶ ἐν Ἀμασείᾳ τοῦ Πόντου, ὑπὸ τῶν Ἀγαρηνῶν ἐν βαρυτάτῃ εἱρκτῇ ἐκλεισθέντος, μαρτυρικῶς τελειωθέντος, ἐν ἔτει 1921ῳ.
Ὁ Εὐθύμιος ἐν εἱρκτῇ μαρτυρήσας,
Προσετέθη χορείᾳ Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ διὰ Χριστὸν σαλλοῦ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐθελμπέρτου τοῦ βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱερεμίου τοῦ Δαμασκηνοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἐγγύησης τῶν Ἀμαρτωλῶν, ἐν τῇ Ῥωσσίᾳ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥήσεσι Προφητῶν καὶ Ἀποστόλων, Πάτερ χρώμενος αἱρέσεων τὴν πλάνην, κατεβάλου Χριστῷ, δὲ ἔψαλλες κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὢ πῶς ἐτόλμησας συνάψας, τοῖς κτιστοῖς τὸν κτίστην ἀνεβόα, καὶ Θεὸν ὁ κλεινός, Ἀλέξανδρος Ἀρείῳ, Χριστῷ μὴ ψάλλων ἄνομε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Νῦν ὁ ἀντίχριστος ἐπέστη, γράφεις Ἄρειος ποιμέσιν ἱεράρχα· διὸ σύμψυχοι οὖν γενώμεθα χιτῶνα, πάντες Χριστοῦ τὸν ἄῤῥαφον, ἀδιάῤῥηκτον τηρῆσαι.
Θεοτοκίον.
Ἄνασσα χαῖρε ἡ τεκοῦσα, δι’ ἡμᾶςἐν γῇ Θεὸν σεσαρκωμένον, ὡς φησὶν ὁ κλεινός, Ἀλέξανδρος μεθ’ οὗ Σύ, εὐλογημένη κράζομεν, εἶ Παρθένε εἰς αἰῶνας.

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες παῖδες.
Πατέρων Πάτερ σὺ θλίψεις, στενοχωρίας, διὰ Χριστὸν ὑπομένων, καὶ κόποις χαίρων ἐκραύγαζες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ οὐρανόφρων Ἀλέξανδρος ζῶν ἐν κόσμῳ, τὰ τοῦ Θεοῦ διηγεῖται, καῖ ψάλλειν πάντας προτρέπεται, εὐλογείτω πᾶσα ἡ κτίσις, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Τριαδικόν.
Σωτὴρ τοῦ κόσμου καὶ Λόγε Χριστοῦ, ὁ πάντων πρὸ τῶν αἰώνων ὑπάρχων, σὺν τῷ Πατρί Σου καὶ Πνεύματι, Σὲ εὐλογοῦμεν πάντα τὰ ἔργα, ὡς κτίστην καὶ Κύριον.
Θεοτοκίον.
Τυραννικῆς ἐξουσίας τοῦ διαβόλου, ἀπαλλαγέντες Παρθένε, διὰ τὸν τόκον Σου ψάλλομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.




ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ὅπου ἡ ἄληκτος χαρά, ὅπου ἦχος θεοφόρε Ἀλέξανδρε, ὁ καθαρώτατος ἑορταζόντων, ἐκεῖ κατεσκήνωσας, ᾄδων τῷ πρυτάνι Θεῷ, ᾠδὴν τὴν τρισάγιον· Ἅγιος Ἅγιος ὁ Θεός, Ἅγιος εἶ ἀλληλούϊα.
Λόγους ἐν γῇ καταλιπών, σοὺς ὠθοῦντας πρὸς ζωὴν ἡμᾶς ἄληκτον, Πάτερ Ἀλέξανδρε, καὶ νῦν ὁρᾷς πρὸς πρόσωπον Χριστόν, ὡς πρέσβευε πταισμάτων πᾶσι δωρήσασθαι λύσιν, εἰρήνην τε Ἐκκλησίᾳ, καὶ τῷ κόσμῳ ἀσφάλειαν.
Ὅλος φῶς Πάτερ γεγονώς, καὶ θεὸς νῦν χρηματίζεις ἐν χάριτι· ὅθεν γηθόμενος σὺν Ἀποστόλοις, Προφήταις καὶ Μάρτυσιν, Ὁσίων δήμοις καὶ χοροῖς Ἀγγέλων, δικαίοις τε ἱεραρχῶν τῇ πληθύι, καθικέτευε Χριστὸν τοῦ σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Ὕμνον βραχὺν καὶ πενιχρόν, τοῦ προσάξαντάς σοι Ἅγιε πρόσδεξαι, καὶ νῦν ἱκέτευε, τὸν τοῦ Πατρὸς μονογενῆ Υἱὸν παμμακάριστε, σὺν τῇ ἁγίᾳ Θεοτόκῳ, δοῦναι πταισμάτων μου Πάτερ συγχώρησιν, καὶ ὑγείαν καὶ ζωὴν τὴν αἰώνιον.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τριακοσίων δέκα τε καὶ ὀκτὼ κεκτημένοι, ἕνα πατέρων σὲ πάτερ, τὸ στόμα Χριστοῦ τοῦ Λόγου, μεθ’ ὧν Χριστὸν ἱκέτευε, ἡμᾶς ἐκ νόσων ῥύσασθαι, καὶ τῶν δαιμόνων τὴς πλάνης, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, Ἀλέξανδρε θεηγόρε.
Ἕτερον. Ἦχος β΄. Τοῖς Μαθηταῖς.
Πάτερ ἡμῶν Ἀλέξανδρε, σὺ στεῤῥῶς ἠγωνίσω, ὑπὲρ τῆς θείας πίστεως, καὶ ἀμώμου· Χριστὸν γάρ, Θεὸν ἀεὶ σὺν Πατρί τε, καὶ τῷ Πνεύματι εἶναι, ἐκήρυξας καὶ ἄνθρωπον, φύσει καὶ οὐ δοκήσει, σῶσαι ἡμᾶς, ἐπὶ γῆς φανέντα καὶ διὰ πάθους, αὐτοῦ καὶ ἀναστάσεως, πάντας ζωοποιῆσαι.
Καὶ τὸ τῆς Ἑορτῆς.













Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανιων Ταγμάτων.
Δεῦτε ἀκούσωμεν πάντες τοῦ θεοσόφου Πατρός, τὰ τοῦ Χριστοῦ λαλοῦντος, Ἀλεξάνδρου τοῦ θείου, φησὶ Χριστὸς ἀεὶ τοῦ Πατρός, ἦν Υἱὸς καὶ εἰκὼν ἀπαράλλακτος, καὶ χαρακτὴρ αὐτοῦ ἔκτυπος ἀνενδεής, ἀναλλοίωτος καὶ τέλειος.

Ὀρθοδοξίας τὰ δόγματα κατεφύτευσας, τῇ Ἐκκλησίᾳ Πάτερ, πρὸ Συνόδου τῆς πρώτης, γράφων τοῖς ποιμέσι πιστεύειν ὀρθῶς, καὶ κηρύσσειν Χριστὸν σὺν Πατρί, ἅμα καὶ Πνεύματι εἶναι Θεόν, ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα ἔκτισται.

Χρεωστικῶς σοῦ τὴν μνήμην Πάτερ γεραίρομεν, οἱ διὰ σοῦ τῆς πλάνης, τοῦ Ἀρείου ῥυσθέντες, ὅνπερ καὶ καθεῖλες δυνάμει Θεοῦ, ὡς δεινὸν καὶ ἀκέφαλον, καὶ νῦν Ἀλέξανδρε χάριτι θεωθείς, ὑπερεύχου τῶν τιμώντων σε.

Πάτερ Πατέρων Ἀλέξανδρε πανσεβάσμιε, ὑπὲρ Χριστοῦ τῆς δόξης, ἠγωνίσω ἐν κόσμῳ, καὶ νῦν αὐτοῦ τὸ κάλλος ὁρῶν καὶ τελῶν, λειτουργίαν τὴν ἄϋλον, ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς ἐκδυσωπῶν, τῆς κολάσεως ῥυσθῆναι ἡμᾶς.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων καταστέψωμεν, τὸν ἀεισέβαστον παναοίδιμον Ἀλέξανδρον· οὗτος γὰρ τοῦ ἀτρέπτου Λόγου τὴν γέννησιν, ἐκ Πατρὸς ἀνάρχου σαφῶς δογματίσας, ἄναρχον διδάσκειν εἶναι, ἀνεκδιήγητον καὶ ἄῤῥητον. Καὶ πάντα ζόφον κακίστων αἱρέσεων καθελών, καὶ πᾶσαν ἀπάτην τῶν δυσμενῶν καταβαλών, τῇ τοῦ παντάνακτος ἰσχύι, τούτους τῷ ἀναθέματι παρέδωκεν, ὡς βλασφημίαν λαλήσαντας, κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου· διὸ αὐτῷ βοήσωμεν· Ὀρθοδοξίας τὸ στήριγμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις θείου Πνεύματος ὁ ναός, καὶ τῆς Ἐκκλησίας ὁ ποιμὴν ὁ ἀληθινός, χαίροις ὁ Ἀρείου, τὴν αἵρεσιν ὀλέσας, Ἀλέξανδρε θεόφρον, σκέπε τοὺς δούλους Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου