Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 15. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΛΕΩΝΙΔΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΙΕ΄!!
ΛΕΩΝΙΔΗΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΘΗΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Ἀθηναίων οἱ δῆμοι δεῦτε τιμήσωμεν, τοῦ θείου Λεωνίδου, τὴν πανέορτον μνήμην· ποιμὴν γὰρ ἀνεδείχθη ἡμῶν θαυμαστός, προμηθείᾳ τῇ ἄνωθεν, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Ἱεραρχίας τὴν χλαῖναν ἀμφιεσάμενος, ἐν εὐσεβείᾳ πάσῃ, καὶ ὀρθότητι βίου, ἱέρευσας ὁσίως Χριστῷ τῷ Θεῷ, Λεωνίδα μακάριε, καὶ σεαυτὸν ὡς θυσίαν μαρτυρικῶς, τῇ Τριάδι προσενήνοχας.

Τοὺς σπαραγμοὺς τῆς σαρκός σου στεῤῥῶς ὑπήνεγκας, ὡς θεῖος Ἱεράρχης, Λεωνίδα παμμάκαρ, καὶ ξέσεις καρτερήσας ὀδυνηράς, τὴν ἀπάτην κατέξανας, τῇ τῆς ψυχῆς σου ἀνδρείᾳ τῇ θαυμαστῇ, καὶ τῶν ἄθλων τῇ στεῤῥότητι.

Τὴν τῶν λειψάνων σου θήκην πάλαι ἐκέκτητο, τῶν Ἀθηνῶν ἡ πόλις, ὡς θησαύρισμα θεῖιον, νῦν τῇ προστασίᾳ σου δὲ τῇ σεπτῇ, καυχωμένη ἀγάλλεται, καὶ τὴν σὴν ἄθλησιν μέλπει τὴν ἱεράν, Λεωνίδα ἱερώτατε.

Δόξα. Ἦχος β΄.
Τοῦ Εὐαγγελίου τὸν λόγον τρανώσας, ἔργον πᾶσιν ὑπέδειξας, τὴν ἐκφανθεῖσαν ἀλήθειαν, Λεωνίδα μακάριε. Λελαμπρυσμένος γὰρ τῷ Πνεύματι, τῆς εὐσεβείας ἐκλάμπεις τὰς δωρεάς, ὡς Ἱεράρχης θεόληπτος, ἐν τῇ λαχούσῃ σοι ποίμνῃ. Καὶ τὸ ἀληθινὸν φῶς ἐκφαίνων, τοῖς ἐν σκότει τῆς πλάνης καθημένοις, μαρτυρικὸν ἀγῶνα διήνυσας, καὶ παρὰ Χριστοῦ ἀξίως δεδόξασαι. Ὃν ἱκέτευε Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χρίσματι νοητῷ, τῆς θείας εὐδοκίας, ἔνθεος Ἱεράρχης, ἐδείχθης Λεωνίδα, καὶ ἤθλησας ὡς ἄσαρκος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Λύχνος θεοφεγγής, ἐν ταῖς Ἀθήναις ὤφθης, τῷ σῷ ἁγίῳ βίῳ, ἐν τῇ Ἑλλάδι πάσῃ, ἐκλάμπων θείῳ Πνεύματι.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἄθλοις σου ἱεροῖς, κατέβαλες τὴν πλάνην, παμμάκαρ Λεωνίδα, καὶ τοῦ Χριστοῦ τὸ πάθος, ἐδόξασας τῷ πάθει σου.

Δόξα. Τριαδικόν.
Ἕνα Σε τοῦ παντός, Θεὸν τρισὶ προσώποις, ὁ θεῖος Λεωνίδας, Τρισήλιε Θεότης, θεοπρεπῶς ἐκήρυξε.

Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου Παρθένε, λαβὼν ὁ θεῖος Λόγος, διπλοῦς ἐκ Σοῦ ἐτέχθη, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἱερώτατος καὶ Ἱεράρχης σοφός, τῆς πόλεως γέγονας τῶν Ἀθηνῶν τῆς κλεινῆς, Λεωνίδα μακάριε, ὅθεν ἱερατεύσας, τῷ Σωτῆρι ὁσίως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες, καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὸν Ἱεράρχην; Τὸ λαμπρὸν τοῦ Πνεύματος σκήνωμα, καὶ τῶν ἀρετῶν τὸ θησαύρισμα, τὸν τῆς εὐσεβείας ὑποφήτην, τὸ θρέμμα, τὸ τῆς Ἑλλάδος τὸ πανθαύμαστον, ποιμένα, τῶν Ἀθηνῶν τὸν οὐρανόφρονα, τὸν ἱερὸν Λεωνίδαν, τὸν ὑπὲρ Κυρίου, ἐναθλήσαντα καρτερῶς, καὶ πᾶσιν αἰτούμενον, ἱλασμὸν καὶ μέγα ἔλεος.

Ποίοις, ᾀσματικοῖς μέλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; Τοῦ Εὐαγγελίου τὸν κήρυκα, καὶ Θεοῦ τὸ στόμα τὸ εὔσημον, τὸν φωταγωγὸν τῶν ἐν τῷ σκότει, τὸν λύχνον, τῆς Ἐκκλησίας τὸν πολύφωτον, τὸ κλῆμα, τῆς ἀφθαρσίας τὸ γλυκύκαρπον, τὸν εὐκλεῆ Λεωνίδαν, τὸν σκληρὰς βασάνους, ὑποστάντα ὑπὲρ Χριστοῦ, καὶ δόξης τὸν στέφανον, ἐπαξίως κομισάμενον.

Ποίοις, πνευματικοῖς ᾄσμασιν, εὐφημήσωμεν τὸν Ἱεράρχην; Τὸν ἐν ἱερεῦσι περίδοξον, καὶ ἐν Ἀθλοφόροις ἀήττητον, τὸν κατ’ ἄμφω λάμψαντα τῷ κόσμῳ, Χριστῷ γάρ, οἷάπερ ἄγγελος ἱέρευσε, καὶ ἄθλοις, μαρτυρικοῖς στεῤῥῶς ἠγώνισται, σὺν Γυναιξὶ θεοφόροις, ὡς σοφὸς ἀλείπτης, εὐσεβείας καὶ παιδευτής· μεθ’ ὧν θείαν ἄφεσιν, ἐξαιτεῖται ταῖς ψυχαῖς ἡμῶν.

Ἔτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἐν βίῳ θεόληπτος, Λεωνίδα μακάριε, Ἱεράρχης ἔνθεος ἐχρημάτισας, καὶ θεοφρόνως ἐποίμανας, ἐφ’ ὕδωρ τῆς γνώσεως, καὶ νομὰς ζωοποιούς, Ἀθηνῶν τὴν λαχοῦσάν σοι, πόλιν Ἅγιε· ὑπὲρ ἧς καὶ λαμπρῶς Πάτερ ἀθλήσας, τῶν εἰδώλων τὴν ἀπάτην, περιφανῶς ἐθριάμβευσας.

Τοῦ Σωτῆρος τοῖς πάθεσι, συμμορφούμενος Ἅγιε, ἀνδρικῶς διήνυσας τὸ μαρτύριον, σὺν Γυναιξὶ ταῖς θεόφροσιν, ὡς ἄλλου γὰρ πάσχοντος, ἐπὶ ξύλου ὑψωθείς, κατεξέσθης τὰς σάρκας σου, καὶ τοῖς ῥεύμασι, τῶν αἱμάτων σου ἤρδευσας πλουσίως, ἀναθάλλειν ἐν τῇ πίστει, τῶν εὐσεβῶν τὴν διάνοιαν.

Ὥσπερ πλοῦτον οὐράνιον, τὴν σορὸν τῶν λειψάνων σου, πάλαι εἶχεν Ἅγιε ἡ Μητρόπολις, τῶν Ἀθηνῶν ἡ ἐξάκουστος· νῦν δὲ μακαρίζει σε, ὡς ποιμένα εὐκλεῆ, καὶ θερμὸν ἀντιλήπτορα, καὶ πρὸς Κύριον, πρεσβευτὴν καὶ μεσίτην Λεωνίδα, ἐκτελοῦσά σου τὴν μνήμην, Ἱερομάρτυς τὴν ἔνδοξον.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἔαρ νοητὸν ἐπέφανεν, ἡ τοῦ Ἱερομάρτυρος Λεωνίδου μνήμη, τὴν Ἐκκλησίαν εὐφραίνουσα, τοῖς ἄνθεσι τῶν ἀγώνων αὐτοῦ. Δεῦτε οὖν, ὀσμῆς ζωῆς ἐμφορηθῶμεν, καὶ ἐν πνεύματι καὶ ἀληθείᾳ ἑορτάσωμεν, βοῶντες πρὸς αὐτόν· χαίροις, ὁ τὴν ἱερωσύνην τῷ βίῳ κοσμήσας, καὶ ἀθλητικοῖς σκάμμασι, τὴν δοθεῖσάν σοι χάριν σφραγίσας· χαίροις, ὁ τῷ οἰκείῳ ὑποδείγματι, τὰς φιλοθέους Γυναῖκας διδάξας, ἐπὶ τὸν προκείμενον ἀγῶνα· χαίροις, ὁ τῆς Ἑλλάδος βλαστός, καὶ τῶν Ἀθηνῶν πρόεδρος σεπτός, καὶ θεῖος λαμπαδοῦχος. Ἀλλ’ ὡς τῷ θρόνῳ τῆς μεγαλωσύνης παριστάμενος, πρέσβευε Πάτερ δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις Ἀθηνῶν, Λεωνίδαν τὸν θεσπέσιιον, ποιμενάρχην πλουτήσασα. Εὐαγγελικῇ γὰρ πολιτείᾳ, ἀποστολικῶν ἐπλήσθη δωρεῶν, καὶ τῆς εὐσεβείας τὸ μυστήριον, ἐν λόγῳ, ἐν ἀναστροφῇ, καὶ τῇ ἐκφάνσει τῶν κρειττόνων, τοῖς πᾶσιν ἐτράνωσε. Καὶ ὡς ποιμὴν ἀληθινός, ὑπὲρ τῶν οἰκείων προβάτων, τὴν ψυχὴν αὐτοῦ τέθεικε, τὸν Χριστὸν μιμούμενος· ἵνα ἡμεῖς ἀπαλλαγῶμεν, τῆς πατροπαραδότου ματαίας ἀναστροφῆς, καὶ προσφορὰ εὐπρόσδεκτος γενώμεθα, τῷ Σωτῆρι βοῶντες· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Τοῦ Παρακλήτου δεδεγμένος τὴν ἔλλαμψιν, νομίμως τὰ πρὸς Θεὸν τελέσας, ὡς φωστὴρ λόγον ζωῆς ἐπέχων, Ἱεράρχα ἀνέλαμψας. Καὶ τῷ φωτὶ τῶν ἔργων σου, εἰδωλομανίας τὴν νύκτα ἐμείωσας, καὶ τὸ φῶς τὸ θαυμαστὸν ὑπέδειξας, τῆς ἐν Χριστῷ ἐπιγνώσεως. Ἀλλ’ ὡς ἐν ἄθλοις ἀήττητος, καὶ ἐν ἱερεῦσι θεοειδής, Ἱερομάρτυς Λεωνίδα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τὴν ἱερατικὴν ἀμπεχόνην σου, ταῖς βαφαῖς τῶν αἱμάτων φοινίξας, λαμπροτέραν ἐτέλεσας, Ἱερομάρτυς ἀξιάγαστε· ὡς γὰρ ἀρνίον παρέδωκας, σεαυτὸν πρὸς σφαγήν, τοῖς διώκταις ἐχθροῖς, προκινδυνεύσας τῆς ποίμνης σου. Καὶ ἐπὶ ξύλου ἀναρτηθείς, καὶ ἀπηνῶς καταξανθείς, τοὺς δερματίνους χιτῶνας, ἀπεβάλου τῆς νεκρώσεως· ὅθεν, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς τρυφῶν, ταύτης ἱκέτευε καὶ ἡμᾶς τυχεῖν, Λεωνίδα ἱερώτατε, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.




Δόξα. Ἦχος δ΄.
Τῷ λόγῳ τῆς χάριτος ποιμαίνων, τὸν λαὸν τοῦ Θεοῦ τὸν περιούσιον, τοῦ μαρτυρίου τοὺς ἀγῶνας ἀνεδέξω, μεγαλόφρονι ψυχῇ, Ἱεράρχα μακάριε. Καὶ ἐν αὐτοῖς ἀνδραγαθήσας, τὴν ἀκαταμάχητον τῆς εὐσεβείας δύναμιν, ἐν ἀσθενείᾳ σαρκός, θριαμβεύουσαν ἔδειξας. Πάντα γὰρ ὑπέμεινας, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, ἱερὲ Λεωνίδα· ὅθεν, σὺν ταῖς Ἁγίαις Γυναιξί, ταῖς μετὰ σοῦ ἀθλησάσαις, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, τὸ τῆς Ἑλλάδος ἱερώτατον βλάστημα, τοῦ ἄστεως τῆς Παλλάδος, ὁ φωτοφόρος πυρσός, καὶ ποιμὴν καὶ στῦλος ἀπερίτρεπτος, εἰκὼν θεοτύπωτος, ἱερῶν ἀναβάσεων, βίου ἁγίου, φυτοκόμος πανάριστος, θείας χάριτος, λειτουργὸς ἐνθεώτατος, σκεῦος τὸ καθαρώτατον, τῶν θείων ἐλλάμψεων, ὁ τὰς ψυχὰς ἐκκαθαίρων, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος· Χριστὸν ἐκδυσώπει, Λεωνίδα ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ὁ καθαρῶς τῷ Χριστῷ, ἱερατεύσας Λεωνίδα Πατὴρ ἡμῶν, ἀμέμπτῳ σου πολιτείᾳ, καὶ ταπεινώσει ψυχῆς, καὶ χερσὶν ὁσίαις καθὰ γέγραπται· ἐντεῦθεν ὡς ἄμωμος, προσφορὰ καὶ εὐπρόσδεκτος, τῇ σῇ ἀθλήσει, τῇ δι’ αἵματος Ὅσιε, προσενήνεξαι, τῷ λαμπρῶς σε δοξάσαντι· ὅθεν ὡς Ἱεράρχην σε, καὶ Μάρτυρα ἔνδοξον, τῶν τοῦ Χριστοῦ παθημάτων, ἀνευφημοῦντες βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πόλις, τῶν Ἀθηνῶν ἡ λαμπρά, ἡ εὐαγής σου κληρουχία μακάριε, ἣν ἴθυνας θεοφρόνως, ποιμαντορίᾳ τῇ σῇ, πρὸς ζωῆς εἰσόδους θείῳ Πνεύματι, χορεύει τῇ μνήμῃ σου, καὶ γεραίρει τοῖς ᾄσμασι, τῶν ἀρετῶν σου, Λεωνίδα τὴν ἔλλαμψιν, καὶ ἀθλήσεως, τῆς στεῤῥᾶς σου τὰ σκάμματα· ἥνπερ ἀεὶ περίεπε, καὶ σκέπε ἑκάστοτε, τῇ ἀντιλήψει σου Πάτερ, πάσης ἀνάγκης καὶ θλίψεως, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.


Δόξα. Ἦχος πλ. δ΄.
Τῆς εὐσεβείας τὸν δρόμον, τῇ δι’ αἵματος ἀθλήσει, καλῶς ἐτέλεσας Ὅσιε· ὡς γὰρ θεῖος μυσταγωγός, τὸ τοῦ Χριστοῦ μαρτύριον, οὐκ ἐπῃσχύνθης Πάτερ, ἀλλ’ ἀνενδότῳ ψυχῇ, τὰς τοῦ σώματος ὑποστὰς ὀδύνας, ἔξω κόσμου καὶ σαρκὸς ἐδείχθης, σαὐτὸν ἀπαρνησάμενος. Καὶ νῦν ὑπερκοσμίου δόξης, ἀνακεκαλυμμένως κοινωνῶν, Ἱερομάρτυς Λεωνίδα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἱερώτατος καὶ Ἱεράρχης σοφός, τῆς πόλεως γέγονας τῶν Ἀθηνῶν τῆς κλεινῆς, Λεωνίδα μακάριε, ὅθεν ἱερατεύσας, τῷ Σωτῆρι ὁσίως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες, καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.














ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ἐν Ἀθήναις ἐκλάμψας, ἠγώνισαι στεῤῥῶς, ὑπὲρ τῆς ἀληθείας, καὶ ἤθλησας ὡς ἄσαρκος, Λεωνίδα Πατὴρ ἡμῶν· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, δι’ οἶκτον τὴν ἡμῶν, προσλαβόμενον φύσιν, σωτήριος εἴσοδος, πρὸς Αὐτὸν ἀναδέδειξαι, τοῖς προστρέχουσι, τῇ κραταιᾷ Σου πρεσβείᾳ, καὶ ὑμνοῦσί Σε, ὡς ἀληθῆ Θεοτόκον, καὶ μόνην ἀειπάρθενον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, καλλιεργήσας, σπόρον ἔνθεον, ἐν ταῖς καρδίαις, τῶν εὐσεβούντων Λεωνίδα θεόσοφε, μαρτυρικῶς τὸν σὸν βίον ἐφαίδρυνας, καὶ τοῖς σοῖς ἄθλοις τὴν πλάνην κατήσχυνας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Πύλη ἔμψυχος, ἐσφραγισμένη, ὤφθης πάναγνε, δι’ ἧς διῆλθε, σαρκωθεὶς ὁ ὑπερούσιος Κύριος, καὶ κεκλεισμένην Σε πάλιν κατέλιπε, καὶ σωτηρίας τὰς πύλας ἠνέῳξε, τοῖς δοξάζουσι, τὸν Τόκον Σου τὸν ἀπόῤῥητον, καὶ Σὲ Θεογεννήτριαν κηρύττουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀρετῶν διαλάμπων θείῳ φωτί, Ἱεράρχης ἐδείχθης θεοειδής, καὶ τὸ Εὐαγγέλιον, τοῦ Χριστοῦ ἱερούργησας, τῶν Ἀποστόλων φέρων, τὸν ζῆλον τὸν ἔνθεον, καὶ τοῦ Σταυροῦ τῷ ὅπλῳ, ῥωννύμενος Ὅσιε· ὅθεν καὶ Μαρτύρων, τοὺς ἀγῶνας ἀνύσας, ξεσμοὺς τοὺς τοῦ σώματος, ἀνενδότως ὑπέμεινας, Λεωνίδα Πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Τὴν ἁγίαν νηδύν Σου καὶ καθαράν, οὐρανῶν πλατυτέραν ὡς ἀληθῶς, εἰργάσατο πάναγνε, ὁ ὑπέρθεος Κύριος, ἐν Σοὶ κατασκηνώσας, δι’ ἄφατον ἔλεος, ἐξ ἧς καὶ ἐγεννήθη, ἀτρέπτως ὡς ἄνθρωπος· ὅθεν σεσωσμένοι, τῇ κυήσει Σου Κόρη, ὑμνοῦμεν τὸ μέγεθος, τῶν πολλῶν μεγαλείων Σου, Θεοτόκε πανάχραντε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ Σῇ ἀγαθότητι.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Στόμα δικαίου μελετήσει σοφίαν καὶ χείλη ἀνδρὸς ἐπίστανται χάριτος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ποιμαντικῶς Χριστῷ εὐαρεστήσας, ἀθλητικοῖς ἀγῶσιν ὡμίλησας, ὑπὲρ τοῦ Εὐαγγελίου τῆς ζωῆς Ὅσιε· ὅθεν, ἐν ἀμφοτέροις εὐδοκιμήσας, ἐπαξίως ἐδέξω, τῆς ἄνω Βασιλείας τὸ δηνάριον. Ἀλλ’ ὦ Ἱερομάρτυς Λεωνίδα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς ἢ τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Θείους ἄθλους Λεωνίδου, μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεὲ τρισυπόστατε, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, τὸν νοῦν μου καταύγασον, τῇ Σῇ λαμπρότητι, ὡς ἂν Κύριε, τοῦ θείου Λεωνίδου, ὑμνήσω τὴν ἄθλησιν, καὶ τὰ παλαίσματα.
Ἐνθέως ἐβίωσας, Εὐαγγελίου ἐντάλμασι, καὶ πλήρης τῆς χάριτος, ὤφθης τοῦ Πνεύματος· ὅθεν ἄξιος, ἐδείχθης Ἱεράρχης, καὶ μύστης θεόληπτος, τῶν ὑπὲρ ἔννοιαν.
Ἰθύνεις πρὸς Κύριον, τῇ βακτηρίᾳ τῶν λόγων σου, ποιμὴν ὡς θεόσοφος, Πάτερ τὴν ποίμνην σου· διὰ τοῦτό σε, γεραίρει Λεωνίδα, τοὺς πόνους τὰ σκάμματα, καὶ τοὺς ἱδρῶτάς σου.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, τοῦ Ποιητοῦ πάσης κτίσεως, ἐδείχθης πανάχραντε, τοῦτον γεννήσασα, ἐξ ἀχράντων Σου, αἱμάτων ὑπὲρ λόγον· διὸ κἀμὲ ἔργασαι, σκεῦος τῆς χάριτος.













ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑπῆλθες Μαρτύρων τοὺς ἀγῶνας, ὁμοῦ σὺν Ἁγίαις Γυναιξί, καὶ ἀκαμπὴς καὶ ἄσειστος, ὑπῆρξας ἐν τῷ ξέεσθαι, τὰς σάρκας σου καὶ ᾔσχυνας, τῇ σῇ ἐνστάσει τοὺς ἄφρονας.
Σταυρῷ ὑψωθεὶς ὡς ὁ Δεσπότης, παθῶν κοινωνὸς ζωοποιῶν, ἐδείχθης ἱερώτατε, καὶ τοῖς ξεσμοῖς τοῦ σώματος, πᾶν τῆς φθορᾶς ἀπέῤῥιψας, ὡς ἀληθῶς ἀχθοφόρημα.
Ἀθῆναι ἡ πόλις σου θεόφρον, καυχᾶται τῇ σῇ ἐπισκοπῇ, ὦ Λεωνίδα πάνσοφε, καὶ μέλπει τοὺς ἀγῶνάς σου, δι’ ὧν ὑπὲρ τὸν ἥλιον, τῇ Ἐκκλησίᾳ ἐξέλαμψας.
Θεοτοκίον.
Θεὸν σωματώσασα ἀτρέπτως, θεοῦντα τὴν φύσιν τοῦ Ἀδάμ, τοῦ σώματός μου ἴασαι, Παρθένε τὴν ἀσθένειαν, καὶ τὴν ψυχήν μου λάμπρυνον, τῇ ἀγλαΐᾳ τῆς δόξης Σου.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν νοῦν καθηράμενος πάσης προσύλου ῥοπῆς, δοχεῖον ἐπάξιον τῆς ἐπιπνοίας Θεοῦ, ἐδείχθης μακάριε· ὅθεν καὶ τὴν σὴν κλῆσιν, νουνεχῶς διεξάγων, θῦμα Χριστῷ προσήχθης, ἐναθλήσας νομίμως· ᾯ πρέσβευε Λεωνίδα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Ἀφθόρως κυήσασα τὸν Βασιλέα Χριστόν, φθορᾶς ἠλευθέρωσας καὶ καταδίκης πικρᾶς, Ἀδὰμ τὸν κατάκριτον· ὅθεν Σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, μέλπομεν Θεοτόκε, καὶ πιστῶς Σοι βοῶμεν· φθοροποιῶν παθημάτων, ῥύου ἡμᾶς ἄχραντε.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Λαμπρυνθεὶς τῇ ἐπιλάμψει Ἱεράρχα τοῦ Πνεύματος, φωστὴρ ἀληθείας, ὤφθης ἐν Ἑλλάδι πολύφωτος, καταφωτίζων πρὸς γνῶσιν τὴν σωτήριον, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ὁ θεόφρων Ἱεράρχης Λεωνίδας ὁ ἔνθεος, τὴν τῶν Ἀποστόλων, χάριν προφανῶς κληρωσάμενος, ὑπὲρ τῆς ποίμνης μαρτύριον ἤνεγκε, καὶ ἀθάνατον, θανατωθεὶς ζωὴν εὕρηκε.
Ὑφαπτόμεναι τῷ πόθῳ τῆς Χριστοῦ ἀγαπήσεως, αἱ σεμναὶ Γυναῖκες, ἤθλησαν σὺν σοὶ ἀξιάγαστε, καὶ εἰς βυθὸν ποντισθεῖσαι θαλάττιον, κατεπόντισαν, τὴν μαινομένην δυσσέβειαν.
Σπαραγμοὺς τοὺς ἀνυποίστους τοῦ ἁγίου σου σώματος, καὶ τῆς ἁρμονίας, πάσης ὑποστὰς τὴν διάλυσιν, τῆς ἀσεβείας διέλυσας ζόφωσιν, Πάτερ Ὅσιε, ταῖς ἀστραπαῖς τῶν ἀγώνων σου.
Θεοτοκίον.
Λύτρωσιν τὴν αἰωνίαν τῆς τοῦ ᾍδου χειρώσεως, ἡ βροτεία φύσις, Κόρη εὑραμένη τῷ τόκῳ Σου, τῇ τοῦ Ἀγγέλου φωνὴν πιστῶς κραυγάζει Σοι· χαῖρε Δέσποινα, Μῆτερ Θεοῦ ἀειπάρθενε.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐφοίνιξας Ὅσιε, τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἱερωσύνης σου τὴν χλαῖναν· μεθ’ ἧς εἰσῆλθες εἰς τὸ οὐράνιον, Πάτερ καταπέτασμα φαιδρός, καὶ Χριστῷ παρέστηκας, Λεωνίδα γηθόμενος.
Ὡς εἶδόν σε Ὅσιε, οἱ ξέοντες τὰς σάρκας σου, φέροντα ἀνδρείως τὰς ὀδύνας, καὶ ἐφιέμενον παθεῖν πλείονα, ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ἅπαν διεσπάραξαν, τὸ πολύαθλον σῶμά σου.
Ναόν σου τὸν ἅγιον, ὡς ἱερὸν ἁγίασμα, πάλαι ἡ σὴ ποίμνη κεκτημένη, ἠγαλλιᾶτο τούτῳ προστρέχουσα, καὶ ἁγιασμοῦ τὰς δωρεάς, Λεωνίδα Ἅγιε, ἐξ αὐτοῦ ἐπορίζετο.
Θεοτοκίον.
Ἰλύος ἐκκάθαρον, παθῶν ψυχῆς καὶ σώματος, κεχαριτωμένη Θεοτόκε, τοὺς προσιόντας πιστῶς τῇ σκέπῃ Σου, καὶ πρὸς φῶς ὁδήγησον ἡμᾶς, ἐνταλμάτων ἄχραντε, τοῦ ἐκ Σοῦ ἀνατείλαντος.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Δύναμιν θείαν παρέχει σοι, Χριστὸς ὑπὲρ Οὗ πάσχειν προήρησο· ὅθεν ὑπέμεινας, τὸν σκορπισμὸν τοῦ σοῦ σώματος, παμμάκαρ Λεωνίδα καταξαινόμενος.
Ὁ Ἀθηνῶν θεῖος πρόεδρος, καὶ πάσης τῆς Ἑλλάδος τὸ καύχημα, ἀνευφημείσθω μοι, ὁ Λεωνίδας ὁ ἔνδοξος, τῶν Ἱερομαρτύρων τὸ ἐγκαλλώπισμα.
Ὑψώσας Πάτερ τὴν ἔφεσιν, ψυχῆς σου πρὸς ζωὴν τὴν αἰώνιον, θάνατον βίαιον, ὑπὲρ Χριστοῦ σπαρασσόμενος, ὑπέστης Λεωνίδα ἀγαλλιώμενος.
Θεοτοκίον.
Μήτηρ ἐδείχθης ἀπείρανδρος, ἀλλ’ ἔμεινας Παρθένος πανάφθορος, μετὰ τὴν κύησιν· Θεὸν γὰρ Κόρη γεγέννηκας, τὸν ξένα μεγαλεῖα, ἐν Σοὶ ποιήσαντα.
                                       
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱεράρχης ἐνθεώτατος Πάτερ, μαρτυρικῶς τὸν σὸν ἐτέλεσας βίον, ἱερομάρτυς Λεωνίδα ἔνδοξε· χαίρων γὰρ ὑπήνεγκας, τῆς σαρκὸς τὰς ὀδύνας, ὅθεν μεταβέβηκας, πρὸς οὐράνιον λῆξιν, ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Χριστόν, τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.
Ὁ Οἶκος.
Εὐαγγελίου τῆς ζωῆς, ὀρθοτομῶν τὸν λόγον, ὡς Ἀποστόλων μιμητής, καὶ λειτουργὸς θεοειδής, τῆς ἀληθινῆς σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, πλείστοις πόνοις σεαυτὸν ἐξέδωκας Πάτερ. Καὶ τῆς λογικῆς σου προκινδυνεύσας ποίμνης, ὑπὲρ ταύτης τὴν ζωήν σου τέθεικας, καὶ σκληροτάτοις βασάνοις, τὸ σῶμά σου ἀνήλωσας, κατὰ τῆς ἀσεβείας στεῤῥῶς παραταξάμενος· ὑψωθεὶς γὰρ ἐν ἰκρίῳ, παραπλησίως τῷ Κυρίῳ, ἀπηνῶς τὰς σάρκας κατεξάνθης, καὶ τοῖς ῥεύμασι τῶν αἱμάτων σου, Ἱερομάρτυς Λεωνίδα πολυθαύμαστε, τῶν εὐσεβῶν τὴν διάνοιαν ἤρδευσας, τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.

Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυς Λεωνίδου, ἐπισκόπου Ἀθηνῶν.
Σκότος συνέσχε τὰς Ἀθήνας ἀθρόον,
δύναντος αὐταῖς ἡλίου Λεωνίδου.
Πέμπτῃ Λεωνίδας κάτθανε δεκάτῃ τε καταξανθείς.
Οὗτος, ἐν τοῖς διωγμοῖς Δεκίου, ἀνακρεμάσθει και κατεξάνθει. Οὗ τὸ Ἱερὸν πρὸς τῇ κοίτῃ Ἰλισοῦ ἀνέσκαπται.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος
Θάμβος βλέπειν Κρήσκεντα τοῦ πυρὸς μέσον,
ἡγούμενον λειμῶνα τερπνὸν τὴν φλόγα.
Οὗτος ἦν ἐκ πόλεως Μύρων τῆς Λυκίας, γένους ἐνδόξου, τὴν ἡλικίαν προβεβηκώς. Ὁρῶν δὲ τὴν ἀσέβειαν κομῶσαν, καὶ τὴν τῶν εἰδώλων θρησκείαν ἐπαιρομένην, καὶ πολλοὺς τῇ πλάνῃ δεδουλωμένους, καὶ σέβας τοῖς ἀψύχοις προσάγοντας, παρήνει τῆς ματαιότητος ἀποστῆναι, προσελθὼν μέσον αὐτῶν, καὶ πρὸς τὸν Θεὸν ἐπιστρέφειν τὸν παρὰ τοῖς Χριστιανοῖς σεβαζόμενον, μόνον ὄντα Δημιουργόν, καὶ πνοῆς καὶ ζωῆς ἁπάσης χορηγόν. Τοῦ δὲ ἡγεμόνος κακοδαίμονα τὸν Ἅγιον ὀνομάσαντος, ὅτι δὴ αὐθαιρέτως πρὸς τὰ δεινὰ χρεῖν ἔγνωκε. Τῆς ἐσχάτης μὲν οὖν εὐκλείας καὶ εὐδαιμονίας, ἀντέφησεν ὁ Ἅγιος, τὸ πάσχειν ὑπὲρ Χριστοῦ· ἐρωτώμενος δὲ τύχων καὶ πατρίδα καὶ ὄνομα, ἀντὶ πάντων Χριστιανὸν ἑαυτὸν εἶναι ἔλεγε. Μὴ καταδεξάμενος μηδὲ ἐν σχήματι σέβας τοῖς εἰδώλοις προσενεγκεῖν, καθὼς ὁ ἡγεμὼν συνεβούλευσεν, ἀλλ’ ἐπὶ πάντων τῷ Θεῷ ἐξομολογούμενος, καὶ φάσκων μὴ δύνασθαι ἄλλοτι τὸ σῶμα ποιῆσαι, παρὰ τὸ δοκοῦν τῇ ψυχῇ, ὡς παρ’ αὐτῆς ἀγόμενον καὶ κινούμενον. Πρῶτον μὲν ἀναρτηθεὶς τύπτεται, εἶτα ξέεται καὶ μετὰ τοῦτο πυρᾶς ἐξαφθείσης, ἐν αὐτῇ βληθῆναι κατεκρίθη. Τοῦ δὲ πυρὸς μηδὲ τριχὸς αὐτοῦ διαφθείραντος, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Θεόδωρος ὁ Πρεσβύτερος καὶ Παυσολύπιος οἱ ἐν Θράκῃ, ξίφει τελειοῦνται.
Παυσολυπίῳ καὶ Θεοδώρῳ θύτῃ,
δῶρόν τι παυσίλυπον ὄντως τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἁγίες Μάρτυρες Ἀναστασία καὶ Βασιλίσσα, ξίφει τελειοῦνται
Ἀμνοῦ Θεοῦ σφάττουσιν ἀμνάδας δύο,
Ἀναστασίαν καὶ Βασίλισσαν ἅμα.
Αὗται ὑπῆρχον ἐκ τῆς μεγαλοπόλεως Ῥώμης, εὐγενεῖς καὶ πλούσιαι, μαθήτριαι γεγονυῖαι τῶν Ἁγίων Ἀποστόλων. Μετὰ δὲ τὴν ἐκείνων τελείωσιν, τὰ τίμια αὐτῶν λείψανα νυκτὸν ἀνελόμεναι, καὶ κηδεύσασαι, διεγνώσθησαν τῷ βασιλεῖ Νέρωνι. Καταμηνυθεῖσαι δέ, τότε μὲν εἰς φυλακὴν παρεπέμφθησαν, ὕστερον δὲ ἐξαχθεῖσαι, καὶ τῇ εἰς Χριστὸν ὁμολογίᾳ ἐμμένειν εἰποῦσαι, ἀναρτῶνται, καὶ τοὺς μασθοὺς καὶ τὰς χεῖρας, καὶ τοὺς πόδας καὶ τὰς γλώσσας ἀποτέμνονται, καὶ τέλος, μαχαίρᾳ κατατομοῦνται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Πατέρνος, επίσκοπος Βάννες τῆς Βρεττάνης, ἐν ἔτει 565, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἀνανίας Μητροπολίτης Λακεδαιμονίας, τρωθεὶς τῇ καρδίᾳ, ὑπὸ τῶν Ἀγαρηνῶν τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σουκίου καὶ τῶν σὺν αὐτῷ Δέκα Ἐννέα Μάρτυρες, οἱ ἐν Γεωργίᾳ

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μστισλάβος Βλαντιμίροβιτς, ὁ μετονομασθεὶς Θεόδωρος, πρίγκιπας τοῦ Κιέβου, ἐν ἔτει 1134, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Βασίλειος ὁ Θαυματουργός, ὁ Μολδαβός, ἐν ἔτει 1451, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Διονύσιος τοῦ Περεγιασλάβλ, ὁ Ῥωσσος, ἐν ἔτει 1645, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἐγεώργησας ἀρότρῳ τῷ τοῦ λόγου σου Πάτερ τῆς ποίμνης σου, ἀρούρας τὰς λογικάς, καὶ ταύτας ἐπότισας, ῥείθροις αἱμάτων σου· ὅθεν ἔφυσαν, θεογνωσίας στάχυας, καὶ καρποὺς ζωῆς ἁγίας.
Λαμπρυνόμενος ὡς Ἱεράρχης ὅσιος φωτὶ τῶν ἔργων σου, φωτοειδὴς λειτουργός, καὶ μύστης τῆς χάριτος, ὤφθης θεόσοφος, ἄγων Ἅγιε, πρὸς εὐσεβείας ἔλλαμψιν, τοὺς ἐν σκότει τῆς ἀγνοίας.
Παθῶν σύμμορφος τῶν τοῦ Δεσπότου γέγονας ξύλῳ αἰρόμενος, ὦ Λεωνίδα σοφέ, καὶ διορυττόμενος, ξεσμοῖς τὸ σῶμά σου· ὅθεν μέτοχος, καὶ τῆς Αὐτοῦ λαμπρότητος, ἀνεδείχθης καὶ τῆς δόξης.
Θεοτοκίον.
Ὡς κυήσασα τὸν Ποιητὴν τῆς κτίσεως ἐν ὕλῃ σώματος, δι’ εὐσπλαγχνίαν πολλήν, Παρθένε πανάμωμε, μεγίστην κέκτησαι, Κόρη δύναμιν, σώζειν τοὺς Σοὶ προστρέχοντας, ἐκ δεινῶν πειρατηρίων.









ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Γέγονεν ἡ ἄθλησίς σου Πάτερ, τῆς πλάνης τῆς δεισιδαίμονος κατάλυσις, τῆς σεπτῆς δὲ ποίμνης σου, στήριγμα ἀκλόνητον· διὸ τῶν Ἀθηναίων σε δῆμοι γεραίρουσι, κομῶντες εὐσεβείᾳ ἁπάσῃ, καὶ ὀρθοδοξίᾳ, σοφὲ Ἱερομάρτυς.
Ἔχων συναθλούσας σοι γενναίως, Γυναῖκας τὰς φιλοθέους καὶ θεόφρονας, τούτων διεξέκαυσας, ἐπὶ πλεῖον λόγοις σου, τὸν τῆς καρδίας ἔρωτα πρὸς τὸν Νυμφίον Χριστόν· μεθ’ ὧν καλῶς ἀνύσας τὸ σκάμμα, Πάτερ Λεωνίδα, λαμπρῶς ἐμεγαλύνθης.
Ῥήξατε καὶ ξέετε τὰς σάρκας, ἐβόα τοῖς σὲ σπαράττουσιν ὁ τύραννος, ἕως οὗ εἰς θάνατον, τοῦτον ἀφανίσητε, σὺ δὲ καταικιζόμενος ἔχαιρες Ἅγιε, ὁρῶν τοῖς ψυχικοῖς ὀφθαλμοῖς σου, τὸν Σωτῆρα Πάτερ, παρέχοντα ἰσχύν σοι.
Θεοτοκίον.
Ἄγγελοι ὑμνοῦσί Σου τὴν δόξαν, Παρθένε δεδοξασμένη ὑπερένδοξε, καὶ πάντες οἱ ἄνθρωποι, μέλπουσι τὴν χάριν Σου, κοινὸν γὰρ συναπτήριον ὤφθης κυήσασα, Χριστὸν τὸν Βασιλέα τῆς δόξης· Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Στέφανον διπλοῦν, τελέσας τὸν δρόμον σου ἐδέξω Ἅγιε, παρὰ τοῦ παντάνακτος, ὡς Ἱεράρχης καὶ Μάρτυς ἔνδοξος· καὶ νῦν τοῦ ξύλου Ὅσιε, κατατρυφῶν τῆς ζωῆς, ἐκδυσώπει, σώζεσθαι ἑκάστοτε, Λεωνίδα ἡμᾶς πάσης θλίψεως.
Ἴσχυσαν σὺν σοί, γυναῖκες αἱ πάνσεμναι ἐνδυναμούμεναι, σθένει τοῦ παντάνακτος, ἐχθρὸν ὀλέσαι τὸν πολυμήχανον, ὡς γὰρ ποιμὴν πανάριστος, Πάτερ τοὺς ἄρνας σου, τῷ Ποιμένι, τῷ καλῷ ὡδήγησας, καὶ ἐπάξιον εὗρες ἀντάμειψιν.
Μνήμην τὴν σεπτήν, τῆς θείας ἀθλήσεως τῆς σῆς μακάριε, ἑορτάζει χαίρουσα, ἡ τῆς Παλλάδος πόλις πολύφημος· μετὰ Διονυσίου γάρ, τοῦ θεοῤῥήμονος, Λεωνίδα, καὶ Ἱεροθέου τε, ποιμενάρχην σε θεῖον ἐκτήσατο.
Ὁ τῆς ἀληθοῦς, σκηνῆς τὴν εὐπρέπειαν καὶ ὡραιότητα, Λεωνίδα Ἅγιε, ὡς κληρονόμος ταύτης θεώμενος, Ἱερομάρτυς πρόσδεξαι, τοῦτον τὸν ὕμνον μου, ὡς τῆς χήρας, τὰ λεπτὰ ὁ Κύριος, καὶ τῇ σῇ με συνέτισον χάριτι.
Θεοτοκίον.
Ὕψος οὐρανοῦ, ἐκάλυψεν ἄχραντε τοῦ μυστηρίου Σου, γνῶσις ἡ ἀπόκρυφος· Θεὸν γὰρ ἔτεκες τὸν ὑπέρθεον, σαρκὸς ἐν ὁμοιώματι, κόσμον καινίζοντα· ἔνθεν Κόρη, πᾶσα γῆ δοξάζει Σε, φωτισθεῖσα φωτὶ τῷ τοῦ τόκου Σου.


Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.
Σαρκὸς ὀδύνας ἐνεγκών, Ἱερομάρτυς ἔνδοξε, ἀξίως ἐμεγαλύνθης, τῇ θεοσδότῳ δωρεᾷ, ὦ Λεωνίδα πάνσοφε, καὶ χάριν ἀεὶ παρέχεις, τοῖς σὲ γεραίρουσι μάκαρ.
Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Σαρκὶ τεκοῦσα ὑπὲρ νοῦν, τὸν Βασιλέα Κύριον, Παρθένε δεδοξασμένη, πρὸς Βασιλείαν οὐρανῶν, εἰσάγοντα πανάμωμε, τοὺς πίστει Σε Θεοτόκον, ἁγνὴν μεγαλύνοντας.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Λεωνίδα ἔνδοξε, θείου φωτὸς τὰς αὐγάς, τῇ ψυχῇ σου δεξάμενος, βίου καθαρότητι, ὥσπερ ἥλιος ἄδυτος, τῆς εὐσεβείας τὴν θείαν ἔλλαμψιν, ἔργῳ καὶ λόγῳ λαμπρῶς ἐξήστραψας· ὢ τῆς δοθείσης σοι, δωρεᾶς καὶ χάριτος παρὰ Θεοῦ! ὅθεν μακαρίζομεν, τὰς ἀριστείας σου.

Πάτερ, Λεωνίδα ἔντιμε, τῇ θεϊκῇ ἐκλογῇ, Ἱεράρχης θεόσοφος, καὶ ποιμὴν πανάριστος, Ἀθηνῶν ἐχρημάτισας, καὶ τὴν σὴν ποίμνην καλῶς ὡδήγησας, ἐπὶ λειμῶνας, ζωῆς τῆς κρείττονος· ὢ τῶν καμάτων σου, τῶν πολλῶν θεσπέσιε! Δι’ ὧν σαυτόν, τύπον καὶ παράδειγμα, πιστοῖς παρέστησας.

Πάτερ, Λεωνίδα πάνσοφε, ἀκαταπλήκτῳ ψυχῇ, καὶ γενναίῳ φρονήματι, μαρτυρίου ἤνυσας, τὸν ἀγῶνα τὸν κάλλιστον, καὶ ὥσπερ ἄλλου πάσχοντος ἤνεγκας, τοὺς ἀνυποίστους, ξεσμοὺς τοῦ σώματος· ὢ τῆς ἀνδρείας σου! ὢ τῆς καρτερίας σου! Δι’ ἧς πρὸς γῆν, τοῦ ἐχθροῦ ἡ ἔπαρσις, καταπεπάτηται.

Πάτερ, Λεωνίδα Ὅσιε, ὥσπερ θυσίαν δεκτήν, σεαυτὸν προσενήνοχας, μαρτυρίου ἄνθραξι, τῷ τῶν ὅλων δεσπόζοντι· ὅθεν γεραίρει τοὺς θείους ἄθλους σου, καὶ ἑορτάζει λαμπρῶς τὴν μνήμην σου, πόλις ἡ ἔνδοξος, Ἀθηνῶν χορεύουσα ἣν ἀσινῆ, πάντοτε περίσωζε, ἐκ πάσης θλίψεως.

Δόξα. Ἦχος πλ. α΄.
Τοῦ Εὐαγγελίου τὸν σπόρον, νουνεχῶς καλλιεργήσας, τῆς ἀπάτης τὴν ἄκανθαν, ἐξέτεμες Πάτερ· ἐν γὰρ τῷ λόγῳ τῆς ἀληθείας, ἀποστολικῶς ἐκοπίασας, καὶ μέχρις αἵματος ἠγώνισαι, ὑπὲρ τῆς εὐσεβείας, ἀθλητικὸν ἀνύσας δίαυλον· ὅθεν ἡ πόλις τῶν Ἀθηνῶν, ἡ πνευματική σου φυτεία, εἰς ἑκατὸν ἐβλάστησε, τοὺς καρποὺς τῶν ἱδρώτων σου· καὶ καυχωμένη τῇ δόξῃ σου, τὴν σὴν παγγέραστον μνήμην ἑορτάζει· ἀλλ’ ὦ Ἱερομάρτυς Λεωνίδα σοφέ, φύλαττε αὐτὴν ἐκ πάσης περιστάσεως, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς τυχούσης Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις τῆς Ἑλλάδος θεῖος βλαστός, ἱερομαρτύρων Λεωνίδα ἡ καλλονή, χαίροις Ἀθηναίων, ὁ θεῖος ποιμενάρχης, καὶ πρὸς Χριστὸν μεσίτης, Πάτερ θερμότατος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου