Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 7. ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΠΑΧΩΜΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΙΟΥ 7!!
ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΧΩΜΙΟΥ ΤΟΥ ΝΕΟΥ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀπεξεδύσω τὸ πάθος, σαρκὸς Παχώμιε, ὅτε τῶν οὐρανίων, σὲ κατέθελξε πόθος, διὸ καὶ ὡς ἀρνίον πρὸς τὴν σφαγήν, χαίρων ἦλθες μακάριε, ὅπως μετάσχῃς τοῦ δείπνου τοῦ μυστικοῦ, εἰς αἰῶνα ἀτελεύτητον.

Ὑπαλειφθεὶς πρὸς ἀγῶνα, τοῦ μαρτυρίου σοφῶς, ὑπὸ τοῦ Ἀκακίου, ἀσκητοῦ πανοσίου, κατέβαλες γενναίως καὶ ἀνδρικῶς, τὸν ἐχθρὸν ὢ Παχώμιε, καὶ τὴν σκοτώδη θρησκείαν Ἀγαρηνῶν, ἀφοβίᾳ ἐξεφαύλισας.

Κατανοήσας πανσόφως, τὴν ματαιότητα, τοῦ φαινομένου κόσμου, ἐπεζήτησας Μάρτυς, τυχεῖν τῶν ἀσαλεύτων ἐν οὐρανοῖς, διὸ ἤθλησας ἀρίστᾳ, τοῖς ἐν δουλεία γενόμενος χαρμονή, καὶ ὑπόδειγμα Παχώμιε.

Τὴν τοῦ βαπτίσματος χάριν, ἐπανανέωσας, Παχώμιε τρισμάκαρ, βαπτισθεὶς αἵματι σου, διὰ τοῦ μαρτυρίου ὅθεν φαιδρῶς, ὑπεδέχθη σε Κύριος, καὶ ἔστεψε σε στεφάνῳ ὑπομονῆς, ὡς νυμφίον ἀγαλλόμενον.

Δόξα. Ἦχος ὁ αὐτός.
Τὴν ἀσκητικήν σου ζωὴν πολλῷ πλεῖον ἐλάμπρυνας, ἀθλητικὴ ἀριστεία, Ὁσιομάρτυς Παχώμιε· θείῳ γὰρ ἐρωτι ἀναφλεχθείς, ὅλος θεόληπτος ὤφθης, μεταρσιούμενος τῷ πνεύματι, πρὸς ὑπερτέρας ἀναβάσεις. Καὶ τὸν Σωτῆρα ὁμολογήσας ἀνενδότῳ φρονήματι, ὑπὲρ αὐτοῦ τὸ αἷμα ἐξέχεας, καλῶς ἀγωνισάμενος καὶ νῦν ταῖς τῶν Μαρτύρων συνὼν χορείαις, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Ἀπόστιχα. Ἦχος β’ . Οἶκος τὸν Ἐφραθᾶ.
Ἤσκησας νουνεχώς, ἐν ἐγκράτεια πάσῃ καὶ πράξεσιν ὁσίαις, καὶ ἠθλησας νομίμως, ὑπὲρ Χριστοῦ Παχώμιε.

Στίχ. Δίκαιος ὡς φοῖνιξ...
Αἵματι τοῖς σεπτοῖς, στολὴν σου τὴν ὁσίαν, Παχώμιε φοινίξας, Ὁσιομάρτυς νέος, τῆς Ἐκκλησίας πέφηνας.

Στίχ. Θαυμαστὸς ὁ Θεός...
Ἔσχες νυμφαγωγόν, πρὸς μαρτυρίου τρῖβον, Ἀκάκιον τὸν θεῖον, μεθ’ οὗ νῦν ἀπολαύεις, τὴν δόξαν ὦ Παχώμιε.

Δόξα. Τριαδικόν.
Ὕμνον τὸν νοερόν, σὺν Ἀσωμάτων δήμοις, Τριάδι τῇ ἀνάρχῳ, Παχώμιε προσάδεις, ὡς ἀθλοφόρος ἔνθεος.

Καὶ νῦν. Θεοτοκίον.
Φύλαττε ἀσινεῖς, τῇ θεία ἀρωγή σου, τούς σε τιμῶντας Μῆτερ, ἐκ πάσης ἐπηρείας, καὶ βλάβης τοῦ ἀλάστορος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Καθαρθεὶς ἐγκρατείας ταῖς ἐπιδόσεσι καὶ ἀγωγῆς θεοδέκτου ταῖς ἀναβάσεσι, καὶ τῆς ἀθλήσεως ἐλῶν στεῤῥῶς τὰ σκάμματα, νικητικὼς τοῦ δυσμενοῦς, πάσας καθεῖλες τὰς ὁρμάς, καὶ ἤθλησας θεοφρόνως, Παχώμιε θεομάκαρ, ὑπὲρ ἡμῶν Χριστῷ δεόμενος.
Ἕτερον. Δόξα. Ἦχος δ΄ . (Σεραφείμ).
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ Ἄθῳ, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ. Εἶτα δὲ πρὸς ἄθλησιν ἀνδρικῶς ἀπεδύσω καὶ τελέσας ἄριστα μαρτυρίου τὸν δρόμον, ὑπὸ Χριστοῦ ἐστέφθης ἀθλητά, Ὁσιομάρτυς Παχώμιε ἔνδοξε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.










ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Παχώμιε Χριστοῦ, ἑλλαμφθεὶς τῇ χάριτι, δελεασμοῖς οὐκ ἐνάρκησας, οὐδὲ ἐπτόησας τυράννων ἀθέων, ἀπειλὰς καὶ μάστιγας· ἐν πέτρα γὰρ ἐνθέῳ ἐστήριξας· ὅθεν ἀκλόνητος, δεδειγμένος ὑπεσκέλισας, τοῦ δολίου, θυμοφόρα ἐνέδρα.

Παμμάκαρ Παχώμιε κημῷ, σῶμα τὸ δυσήνιον, ἀσκητικῆς βιοτεύσεως, διεχαλίνωσας τῆς ψυχῆς ζωώσας, θείαις ἀναβάσεσιν, ἐνθέως τὰς δυνάμεις νευρούμενος, καὶ ἀπλανέστατα, εὐδρομὼν ἐπὶ τὰ κρείττονα, Ἀκακίου, θείαις παραινέσεσι.

Παμμάκαρ Παχώμιε φωτί, ἀσκητῶν φῶς εἴληφας θεοτερποὺς διαθέσεως, καὶ γὰρ φραξάμενος, τοῦ Σταυροῦ τῷ ὅπλῳ, ὥρμησας αὐτόκλητος, διαύλῳ μαρτυρίας ἐν χάριτι, ὁ καὶ παρήμειψας, τὴν ἀσέβειαν τροπούμενος καὶ κηρύττων πίστιν τὴν σωτήριον.

Ἕτερα Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πόνοις τῆς ἀσκήσεως προσομιλήσας ἠρίστευσας, ἐν ἀθλήσει Παχώμιε, στέφει γὰρ σεμνύνεσθαι, ἱέμενος πόθῳ, θείων ἀθλοφόρων τὰς παρατάξεις τοῦ ἐχθροῦ, θεία δυνάμει κατετραυμάτισας, ἀθλητικοῖς παλαίσμασι, καὶ τοῖς Ἀγγέλοις ἠρίθμησαι, ἀπολαύσας φαιδρότατα, ὡς ἐπόθεις μακάριε.

Λόγων σου ἁπλότητι καὶ τῇ τῶν τρόπων σεμνότητι, θείαν χάριν ὡς γέγραπται, θεόθεν ἐφέλκυσας δι’ ἧς τῶν ἀνόμων, ἤλεγξας τὴν πλάνην καὶ ὡμολόγησας τρανῶς, οἰκονομίας Θεοῦ τὸ μέγεθος, καὶ τῆς συγκαταβάσεως τὸ μυστήριον, θεομάκαρ Παχώμιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Γνώσει θεούμενος τῇ μεθεκτῇ πρὸς τὸν κτίσαντα, Θεὸς θέσει γεγένησαι, ἀπαύστως δεόμενος σὺν τῷ Ἀκακίῳ, Παχώμιε μάκαρ καὶ Ῥωμανῷ συναθλητῇ, καὶ Νικοδήμῳ τῷ Χριστομάρτυρι, ῥυσθῆναι τοὺς ὑμνοῦντας σε, πάσης δεινῶν ἐπιτάσεως, καὶ ἐν ὥρᾳ τῆς Κρίσεως, τοῦ πυρὸς τῆς κολάσεως.





Δόξα. Ἦχος πλ. β’ .
Σήμερον ἐνθέως ἐξέλαμψεν, ἐν ὁλοφαεῖ ὁρίζοντι, ἡ φωτοφόρος μνήμη τοῦ Ὁσιομάρτυρος Παχωμίου, ἐπιδαψιλεύουσα ἡμῖν, ἀκτινοειδῆ φωτισμόν, καὶ διεγείρουσα πρὸς αἶνον τοὺς τοῦτον νευρώσαντας. Δεῦτε οὖν, αἱ ταῖς τῆς ἀθανάτου μετοχῆς ἠγλαϊσμένοι τῇ Ἀναστάσει Χριστοῦ, ζωηφόροις χιτῶσι τοῦτο προσείπωμεν ὡς καὶ δι’ αὐτοῦ ἀρτίως ἑλλαμφθέντες. Χαίροις ὁ τὸ πάχος τῆς σαρκὸς ἀσκητικῶς λεπτύνας καὶ τὸν ἄϋλον ἐχθρόν, ὕλη σώματος ἀθλητικαῖς ὁρμαῖς καταβαλών. Χαίροις ὁ τῆς ὑλώδους ἐμφάσεως καὶ γεώδους κακίας, ἀπλανῶς ὑπεραρθεὶς καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ προσεγγίσας. Χαίροις Ὁσιομαρτύρων συνέριθε καὶ τῆς ἡλιοβόλου Ἐκκλησίας νεολαμπέστατος ἀστήρ. Διὸ παμμάκαρ Παχώμιε, φλογερωτάταις συνὼν χοροστασίαις, καταύγασον τὰ τῶν καρδιῶν ἡμῶν νοήματα, καὶ τοῦ νοὸς τὰς κινήσεις θείῳ φωτὶ τῆς γνώσεως εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.




















Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἀϊδίως ἐν ταῖς τῶν ἁγίων λαμπρότησι, θεοφόρε Ἀκάκιε, τὰς τῶν καμάτων ἐπικαρπίας κομιζόμενος, καὶ τὸν τῆς θεώσεως ὄλβον θεοειδὼς κληρωσάμενος. Ἰδοὺ γὰρ δρᾷς διηνεκῶς ἀθλητικῶς κεκοσμημένους, οὓς ἐν εὐσέβεια ἀνέθρεψας, καὶ τῷ τῆς ἀσκήσεως ὕδατι κατήρδευσας καὶ πρὸς μαρτυρικοὺς ἀγῶνας ὑπήλειψας καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος Χριστοῦ, τελείους ἄνδρας φθάσαντας ἱεροὺς φοιτητάς σου, Ῥωμανὸν τὸν θεϊκῇ ῥώμῃ ἀριστεύσαντα, Νικόδημον τὸν Παλαμναῖον νικήσαντα καὶ Παχώμιον τὸν τῆς ὕλης τὸ πάχος ἐλάσαντα. Μεθ’ ὧν καὶ τὸ μακάριον ἀναφωνῶν μελώδημα, τῷ Σωτῆρι προφητικῶς ἀνέκραζες· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκας Κύριε, ἀθλοφορικῶς σοι προσήξα καὶ τῇ Ἐκκλησία θεμελίους ἀνέδειξα. Διὸ παράσχου ἡμῖν Τρισάγιε, ταῖς αὐτῶν παρακλήσεσιν, ἄφεσιν ἁμαρτιῶν καὶ εἰρηναίαν συμβίωσιν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Ἦχος β’ .
Ἀσκητικῆς ἐπιβεβηκὼς πράξεως, ἀθλητικῆς λαμπρότητος εὗρες τὴν ἀπόλαυσιν. Τοῖς γὰρ θεοφθόγγοις διδαχαῖς ὁλοσχερῶς ὑπαχθείς, τοῦ θείου Ἀκακίου, τὸ χεῖρον τῷ πνεύματι ἐδούλωσας καὶ τῶν ἀντιθέων τὰς φλυαρίας εὐθαρσῶς διέλυσας. Ἀγγελικαῖς δὲ συναγελάζουν τάξεσιν καὶ συνηδόμενος, ἀπαύστως ὑπὲρ ἡμῶν ἱκέτευε, Παχώμιε παμμακάριστε.

Ἦχος γ’.
Ταῖς νηστείαις πιαινόμενος καὶ τοῖς δάκρυσιν ἀρδευόμενος, ἀκορέστῳ διαθέσει τῷ θείῳ κάλλει τὸν νοῦν σου ἀπηώρησας καὶ τῆς καρδίας τὴν ἔφεσιν τῷ ἱερωτάτῳ μαρτυρίῳ ἐπέδησας, τὰ μακάρια πάθη ἀναπολὼν τῷ νοΐ, καὶ γλυκερὼς φανταζόμενος. Ὅθεν θεόθεν πιστωθεὶς καὶ ταῖς τῶν Πατέρων εὐχαῖς περιφραχθείς, τοὺς τῆς ἀθλήσεως εἷλες πόνους, οἷα εὐσταλὴς σταδιοδρόμος, καὶ ταῖς θεϊκαῖς ἐπιγνώσεσιν, ἐν ἁπλότητι λόγων, τὰς ψυχοφθόρους ἐπινοίας κατήργησας, καὶ τοῖς τῶν αἱμάτων ῥείθροις τὴν Ἐκκλησίαν ἐφοίνιξας, ἢν διαφυλάττειν ἀπήμαντον τῆς ὀρθοδόξου ἐχομένην ὁμολογίας, μὴ διαλίπῃς Παχώμιε ὁσιόαθλε.

Ἦχος δ΄ .
Σοὶ τὸ πάχος τῆς σαρκός, ἐν καρτερικαῖς φυλακαῖς αἰσθήσεων καὶ σοφαῖς κατευθύνσεσι τῶν νοερῶν δυνάμεων ἐκμαράναντι, ἐπιγείων παροχὴν δαψιλεστάτην ὑπούλως ὑπέσχετο, ὁ παρανόμως δικάζων καὶ αἰκιῶν ἀνυποίστων τὴν ἐπιφορὰν ἠπείλει, ὢ οὐδαμῶς ὑποκλίνας ἀκοήν, ἐν εἱρκτῇ ζοφερωτάτῃ καθείρξαι, βροτείου παραμυθίας ἄμοιρος, ὁ οὐρανίου εὐμοιρήσας παρακλήσεως. Ὅθεν καὶ τῇ τοῦ ξίφους ἀκμὴ ὑποσχὼν τὸν αὐχένα σου, μαρτυρικοῖς χοροῖς συνηρίθμησαι. Ἰδὼν δὲ ἐν τῷ τόπῳ κείμενον, τὸ πεφοινιγμένον σῶμα σου ὁ σὸς θεῖος Πατήρ, ὁ καλῶς συνοδοιπορήσας σοι καὶ μετασχὼν τῶν καμάτων σου, ἐν χαρὰ ἀνεβόα· ἰδοὺ ποθεινὲ μοι Παχώμιε ὅτι κέκτησαι ὁ ἐπόθεις, τρύφα τοίνυν ἀνεκλαλήτοις τρυφαῖς, ὁρῶν ἀνακεκαλυμμένως ὡς ἐφικτὸν τὸν ὑπερούσιον Ἥλιον, καὶ πρέσβευε ὑπὲρ ἐμοῦ καὶ παντὸς τοῦ χριστωνύμου πληρώματος.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε Ὀρθοδόξων τὸ σύστημα, τὸν ὄκνον ἀποθέμενοι, χαρμονικῶς μακαρίσωμεν, τὸν ἐν ἀμφοτέροις ἐκλάμποντα Παχώμιον τὸν ἀοίδιμον. Οὗτος γάρ, ὡς κρίνον νεόφυτον μαρτυρικῶς ἑξανθήσας ἐν ταῖς αὐλαῖς τοῦ κτίσαντος τῇ τῶν αἱμάτων ἐρυθρὰ ῥοὴ βεβαμένον, τὰς τῶν εὐσεβῶν διανοίας κατηύφρανε καὶ τὰς τῶν μισοχρίστων φληναφίας, ἐκ μέσου πεποίηκε. Τέρπου οὖν ἡ Ἐκκλησία Χριστοῦ τῇ τούτου εὐωδία ἀποκρούουσα δυσωδεστάτης λύμης τὴν ὁμίχλην, βοῶσα τῷ Νυμφίῳ σου δεδοξασμένος εἰ Κύριε, ὁ καὶ ἐν τοῖς ζοφεροῖς χρόνοις ἀναδείξας Μάρτυρας, εἰς στηριγμὸν τῶν βοώντων Σοι, Κύριε, δόξα σοι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Πόνοις τοῖς πρακτικοῖς φυτευθείς, καθάπερ δένδρον ἐν λειμῶνι κυπρίζοντι, ἀρδόμενον τῇ πλημμύρα τῆς θεϊκῆς ἀρωγῆς, καὶ ταῖς ἐπομβρίαις τῶν δακρύων σου, καλῶς ἐπαυξήσας δέ, καὶ καρποὺς ἐνεγκάμενος, δι’ ὧν καρδία, καὶ πεινώσαι διάνοιαι, διατρέφονται, τῇ τομὴ τῆς ἀθλήσεως, ὄρη πρὸς τὰ αἰώνια, σαφῶς ἀναπέφυσαι, ταῖς τῶν αἱμάτων σταγόσιν, ἐπηνθισμένος Παχώμιε, ζωῆς ὁ χειμάῤῥους, ἔνθα ῥεῖ ἀκαταλήπτως καὶ φῶς ἀνέσπερον.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ...
Χαίροις ὁ ἀριστεύσας στεῤῥῶς, μυστικωτάταις συμμαχίαις τῆς χάριτος, καὶ πᾶσαν δεινὴν μανίαν, φαλαγγαρχὼν ζοφερῶν, ἐν ὑστέροις χρόνοις τροπωσάμενος· πηγὴ προσπελάσας γάρ, ἀπλανέσιν εὐθύνσεσι, τοῦ θεοφόρου, Ἀκακίου ἀσκήσεως, ἀνεστόμωσαι καὶ ὁσίως ἐπέφρανσαι, ὅθεν τὰ θολερώτατα, πλανήσεως ῥεύματα, καὶ τὴν φορὰν φληναφούντων, μαρτυρικῶς ἐπανέστειλας, ῥοὴ ζωηφόρος, γεγονὼς καιρῷ αὐχμώδει, τῇ Ἐκκλησία Χριστοῦ.

Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Ὅλην τὴν τοῦ νοὸς σου ῥοπὴν καὶ τῆς καρδίας τὰς κινήσεις Κυρίῳ σου, ἀπλήστως ἀπηωρήσας, καὶ κατευνάσας παθῶν, τὰς ἐπαναστάσεις τελεώτατα, ὑπῆλθες ἀσκήσεως, ἱερώτατα σκάμματα, δι’ ὧν ἀνήχθης, μυστικὴν δίκην κλίμακος, πρὸς σκηνώματα, ἀληθῶς ἀξιέραστα· τρύφα οὖν γλυκερώτατα, ὁρῶν ὃν ἠγάπησας, ἐπιλαβόμενος θείας καὶ αἰωνίου βιώσεως, ἡμῶν μνημονεύων, τῶν οἰκτρῶν σου νῦν προσφύγων, θεῖε Παχώμιε.

Δόξα. Ἦχος πλ. δ΄.
Τοῖς ἀσκητικοῖς ἱδρῶσι, καὶ τῶν δακρύων τοῖς ὄμβροις, τοὺς σταλαγμοὺς συγκεράσας τῶν αἱμάτων σου, μῦρον πολύτιμον ἀθλητικῶς ἐσκεύασας, ὅπερ ταῖς χερσὶ σου λαβών, δίκην μυροφόρου, ἐν ὄρθρῳ τῇ ἀρχὴ σοι τῆς ἀλήκτου ζωῆς, τῷ ἀθλοθετήσαντι Χριστῷ ἔδραμες, οὐχὶ ἐν μνημείῳ τεθαμμένῳ, ἀλλ’ ἐν ναῷ ἐπουρανίῳ, καὶ Πατρικῇ συνεδρίᾳ καὶ δόξῃ συνόντι ἐξ ἧς οὐδέποτε κεχώρισται, δῶρον ἀνενέγκας, ὁ καὶ προσδεξάμενος τῇ αὐτοῦ Ἐκκλησία ἐπέχεεν, εἰς εὐφροσύνην τῶν καταπεπονημένων καὶ σὲ θαλάμοις ἀχειροποιήτοις κατῴκησε Παχώμιε ἔνδοξε ὑπὲρ ἡμῶν διηνεκῶς πρεσβεύοντα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Καθαρθεὶς ἐγκρατείας ταῖς ἐπιδόσεσι καὶ ἀγωγῆς θεοδέκτου ταῖς ἀναβάσεσι, καὶ τῆς ἀθλήσεως ἐλῶν στεῤῥῶς τὰ σκάμματα, νικητικῶς τοῦ δυσμενοῦς, πάσας καθεῖλες τὰς ὁρμάς, καὶ ἤθλησας θεοφρόνως, Παχώμιε θεομάκαρ, ὑπὲρ ἡμῶν Χριστῷ δεόμενος.
Δόξα. Ἕτερον. Δόξα. Ἦχος δ΄ . (Σεραφείμ).
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ Ἄθῳ, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ. Εἶτα δὲ πρὸς ἄθλησιν ἀνδρικῶς ἀπεδύσω καὶ τελέσας ἄριστα μαρτυρίου τὸν δρόμον, ὑπὸ Χριστοῦ ἐστέφθης ἀθλητά, Ὁσιομάρτυς Παχώμιε ἔνδοξε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.












ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τὸ πάχος τῆς σαρκός, φερωνύμως λεπτύνας, ἐκτήσω ἀθλητῶν, ἀδιάδοχον δόξαν, σκηναῖς αὐλιζόμενος, ἀφθαρσίας Παχώμιε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἐορτάζοντες, ὑπὲρ ἡμῶν τοῦ πρεσβεύειν, Κυρίῳ αἰτούμεθα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείως ὑπήνεγκας τὰς ἐν ἀθλήσει ποινάς, καὶ πάσας διέλυσας, τὰς τοῦ δολίου πλοκάς, συνδέσμῳ τῶν πόνων σου ὅλον γὰρ ἀνατείνας, σοῦ τὸν πόθον Κυρίῳ, ὄναρ καὶ ὡς μὴ ὄντα, γῆς τὰ ὄντα ἡγήσω, καρπούμενος θεόθεν, θείαν παράκλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Καθάπερ τεῖχος ἀκλινῶν ἐρηρεισμένον, ἐν ἀληθείᾳ τῷ θεμέθλῳ ἀνεδείχθης, ταῖς προσρήξεσι καὶ ζάλαις τῶν ἐναντίων ἐν σοι γὰρ τῆς ἀνομίας κλύδων σφοδρός, ἐλύθη ὡς τὸν θαλάσσιον ἀφρισμόν, ἡ δὲ ναῦς ἡ ἀκύμαντος, διαπεφύλακται ταῖς σαῖς, ἐνστάσεσιν ἀχείμαστος, τῆς αὐτοῦ βλάβης ἔνδοξε.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν εἱρκτῇ συγκέκλεισαι κριτοῦ κελεύσει, φυλακτὴρ ὡς μέγιστος, ὁμολογίας τῆς ὀρθῆς, καὶ ἐκτμηθεὶς τὸν αὐχένα σου, τῶν νοουμένων, διέκοψας στράτευμα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἑδρασθεὶς ὑπόβαθρα ἀσκητική, ὑπερήρθης βαθμίδι ἀθλητικῇ, πρὸς γνόφον τὸν ἄδυτον, θεωρίας τῆς κρείττονος, πρὸς φάος σελαγίζον, τριφώτου θεότητος, μαρμαρυγαῖς ἐκλάμπων, καλλίστων ἀγώνων σου, ὅθεν σου τὸ σκῆνος, ἐπὶ γῆς καταλείψας, ἰάσεων πέλαγος, τοῖς ἐν Πάτμῳ ἀνέδειξας, ἀθλοφόρε Παχώμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Στίχος: Πεφυτευμένος ἐν οἰκῶ Κυρίου.
Εὐαγγέλιον. Τοῦ Ἁγίου Γεωργίου.
Δόξα. Ταῖς τοῦ Νεοάθλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ἐλέησον με ὁ Θεός...
Σήμερον ἡ ὀρθόδοξος ἐκκλησία, τὰ σὰ κροτοῦσα νικητήρια, τῷ νικοποιῷ Χριστῷ, προσάγει εὐχαριστήριον αἴνεσιν, τῷ σε νικηφόρον ἀναδείξαντι κατ’ ἄμφω Παχώμιε, καὶ ταῖς εὐλογίαις καταστέφει, τοὺς ταύτης τροφίμους. Ἡ δὲ ἀποστήσασα, φλήναφος ὁμήγυρις, τῇ καρδία διαπρίεται, ὁρῶσα σοῦ τὴν δόξαν καὶ ἀθλητικὴν λαμπρότητα, ἢν μετὰ τὴν ἑωσφορικὴν αὐτῆς ἀνταρσίαν, οὐκ ἠξιώθη εὐμοιρῆσαι ἡ τλήμων, ἐξ ἧς καὶ ἡμᾶς ταῖς λυμαντικαῖς καὶ ὑπούλοις ἐπιχύσεσιν, ἀλωβήτους διατήρησον, ἐν ὀρθοδοξία περιφράσσων, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κανὼν πρῶτος. Ποίημα Γερασίμου Μικραγιαννανίτου οὑ ἡ ἀκροστιχίς: Τὰ τοῦ Παχωμίου ἀεθλα ὕμνεω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ταῖς θεαρχικαῖς μαρμαρυγαῖς, ἱερῶς λαμπόμενος, καὶ ἀνενδότῳ μεθέξει θεούμενος, τῆς πρὸς τὴν ἀρχίφωτον καὶ ἀπερινόητον πηγὴν μάκαρ Παχώμιε, φωτισμὸν μοι βράβευσον φρονήσεως, τολμῶντι ἀνυμνῆσαι σε.
ποῤῥίψας ἅπαν γεηρόν, ἄχθος καὶ ἐπίκηρον, ἀκλινεστάτῃ ἐφέσει Παχώμιε, τῷ ζυγῷ ὑπέκλινας, τοῦ Κυρίου σου τῷ χρηστῷ νουνεχέστατα, πρακτικῷ ὀργάνῳ τῆς καρδίας σου, δοξάζων τὸν ἀπρόσιτον.
Ταῖς φωτολαμπέσιν ἀστραπαῖς, μάκαρ ῥυθμιζόμενος καὶ ὑποθήκαις σεπταῖς γυμναζόμενος, ἔνδοξε Παχώμιε, τοῦ ἀστράψαντος Ἀκακίου ἐν Ἄθωνι, πρὸς μαρτυρικὴν ἤχθης ἀκρώρειαν, καὶ κλέος ἀδιάδοχον.
Θεοτοκίον.
Οὐρανὸς Θεοῦ ὁ λογικός, θρόνος ὁ πυρίμορφος, ὁ ζωηφόρος καὶ ἔμπνους Παράδεισος, ἐν ὢ ἀσπόρως ἤνθησε, τὸ ζωόβρυτον ξύλον καὶ ἄφθαρτον, ὕμνοις ἱεροῖς μακαριζέσθω μοι, ἡ Θεοτόκος Δέσποινα.

Κανὼν δεύτερος. ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
κ τῶν σκανδάλων τοῦ βίου καὶ τῶν παθῶν, τῶν παρενοχλούντων μοι, εἰρηνεῦσαί μου τὸν νοῦν, ἀθλητὰ πανόσιε τὴν σήν, εὐφημῆσαι γαληνῶς μνήμην ἀξίωσον.
θλητικοὺς τοὺς στεφάνους ὡς ἀθλητής, εἰληφὼς πανόσιε, μετετέθης ἐκ τῆς γῆς, πρὸς εἰρήνην ἄμαχον καὶ φῶς, καὶ ζωὴν ἀληθινὴν θεομακάριστε.
είθροις αἱμάτων τὴν φλόγαν τῶν διωκτῶν, κατασβέσας ἤρδευσας, διανοίας τῶν πιστῶν, ἀναθάλλειν ἔρωτα ζωῆς, αἰωνίου εὐσεβῶς Μάρτυς Παχώμιε.
Θεοτοκίον.
τὸν ἀχώρητον Λόγον τῇ σὴ γαστρί, χωρηθέντα τέξασα, θεοχώρητε σκηνή, τῆς στενοχωρούσης με δεινῆς, τρικυμίας τῶν κακῶν Ἁγνὴ ἀπάλλαξον.

Κανὼν πρῶτος. ᾨδὴ γ΄. Ἐν πέτρα με τῆς πίστεως.
ψούμενος ἐν πράξεσι θεαρέστοις, ἐπέβης μαρτυρίου τῇ φωταυγείᾳ, ἐχθρῶν κατατροπώσας φαλαγγαρχίας, κράζων Παχώμιε, οὐκ ἐστὶν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἐστὶ δίκαιος, πλὴν Σου Κύριε.
Παθῶν τὰ ὑπεκαύματα κατασβέσας, καὶ λόγῳ τῶν ὀλέθρων κατακρατήσας, κατῄσχυνας τὸν δῆμον τῶν παρανόμων, ἄδων Παχώμιε, οὐκ ἐστὶν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἐστὶ δίκαιος, πλὴν Σου Κύριε.
σκήσεως τοῖς δάκρυσι ἠρδευμένος, καὶ ῥείθροις τῶν αἱμάτων πεφοινιγμένος, ὁλόφωτος ἐπέστης τῷ Ἀθλοθέτῃ, μέλπων Παχώμιε, οὐκ ἐστὶν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἐστὶ δίκαιος, πλὴν Σου Κύριε.
Θεοτοκίον.
Χειμάῤῥων με ἐκλύτρωσαι ἀνομίας, καὶ πόματι κατάρδευσον μετανοίας, ὡς κρήνη ζωηφόρου ῥείθρου Παρθένε, ὡς ἂν κραυγάζω σοι, οὐκ ἐστὶν ἄχραντος ὡς σὺ Θεόνυμφε, καὶ οὐκ ἐστὶ ἄμωμος πλήν σου Δέσποινα.

Κανὼν δεύτερος. ᾨδὴ γ΄. Οὐκ ἐστὶν Ἅγιος ὡς σύ.
Νευρούσαι σθένει θεϊκῷ, καὶ χωρεῖς πρὸς ἀγῶνα, θαρσαλέως παμμάκαρ, ὑπομένειν οἰκισμούς, καὶ στρεβλὰς τῶν διωκτῶν, ἀθλοφόρε Ὅσιε Παχώμιε.
Ἰσχὺν σοι δίδωσι Χριστός, ἀθλοθέτης ὁ μέγας, διλέσαι τὴν πλάνην, καταισχύναι τε ἐχθρόν, καυχώμενον ἀναιδῶς, καὶ ἀκαίρως μάτην φρυαττόμενον.
Θεοτοκίον.
Ἣν εἶδε πάλαι Ἰακώβ, ἀπὸ γῆς τεταμένην, πρὸς οὐράνιον ὕψος, θείαν κλίμακα σαφῶς, Μαρίαν τὸ καθαρόν, τοῦ Δεσπότου μέλψωμεν παλάτιον.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ἀτελεύτητον, λαβῶν ἀπόλαυσιν, καὶ τὴν ἀνέσπερον, δόξαν καρπούμενος, ἀναφωνεῖς τῷ Ποιητῇ, ὕμνον τὸν Τρισάγιον τῆς ὁδοιπορίας γάρ, τῆς στενῆς καθ’ ἃ γέγραπται, ὁδοιπόρος δέδειξαι, ἀκλινὴς καὶ εὐθύτατος, ἐχόμενος φρονήσει τῆς πάλαι, ἠριστευκόσιν ὦ Παχώμιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.









Κανὼν πρῶτος. ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοὴ γὰρ Κύριε.
ς ἔλαφος διψῶσα ἔδραμες, ἐν Ἄθῳ ἁγιωνύμῳ, ἁγιωσύνης σκάμμασι, τὸν νοῦν λεπτύνας· θεοσδότως, καὶ γὰρ οὐκ ἠνέσχου διαλέγεσθαι καὶ συμβιοῦν, ἀνόμοις ἐμφρονέστατα.
Μοχλῷ τῶν σῶν ἀγώνων διολώλεκας, παρατάξεις τὰς δαιμονίους· ἕκοντι ὑπέσχες γάρ, τῷ Ἀκακίῳ ἀπονήρως, καρδίας τὰς θελήσεις καὶ κινήματα, καὶ τοῦ νοὸς τὰς ἐνθυμήσεις, τέμνων πάντοτε.
λύος ἐμπαθοῦς καθαρᾶς σου, ἐζωσμένος τὴν θείαν ῥώμην, καὶ ἀναλαβόμενος, πνευματικὸν βίον ἐν Ἄθῳ, ψυχὴν σὺν τῷ σώματι Παχώμιε, ἐν ἐπιγνώσει πελάζων τῷ Κυρίῳ σου.
Θεοτοκίον.
Σε νοῦς μου ἐνεπάγη Δέσποινα, τῇ ἰλύϊ τῆς ἁμαρτίας, καὶ ἡ καρδία μου, προσήλωται τοῖς ἐπιγείοις, διό σοι προσφεύγω νῦν δεόμενος, λυτρωθῆναι τῆς τούτων δουλώσεως.

Κανὼν δεύτερος. ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Νομίμως ἤσκησας, νομίμως ἤθλησας, καὶ νομίμως ἐστέφθης τῷ τοῦ Θεοῦ, λόγῳ, κρατυνόμενος καὶ ὑπεράτρωτον σεαυτόν, συντηρῶν Μάρτυς Παχώμιε.
Μὴ στεγῶν Ὅσιε, τῇ πλάνη νήχεσθαι, τῇ θεογένεσι, ἃ ὡς νουνεχής, χαίρων προσεχώρησας, φῶς νοερὸν ἀναλαβὼν καὶ φωστὴρ ἀποδεικνύμενος.
Θεοτοκίον.
Παρθένος ἔμεινας, μετὰ τὴν κύησιν, ὥσπερ ἧς πρὸ τοῦ τόκου ὅτι Θεόν, Λόγον ἀπεκύησας, τὸν λυτρωσάμενον ἡμᾶς, μεσιτεία σου πανάμωμε.

















Κανὼν πρῶτος, ᾨδή ε΄. Μεσίτης Θεοῦ.
φάψας ἐν σοί, ἀγαπήσεως Χριστοῦ τὸ ἄϋλον πῦρ, πρακτικαῖς ἀσκήσεσι, καὶ πνευματικοῖς ἐν θεωρήμασιν, ἐν φέγγει ἀπροσίτῳ, κατέπαυσας Παχώμιε.
πλέτῳ φωτί, θείῳ φίλτρῳ βεβλημένος Χριστοῦ λαμπρυνθεὶς Παχώμιε, αὐτόκλητος, τῷ σκάμματι ἐχώρησας, ἀθλήσεως τῆς θείας, δι’ ἧς σαφῶς δεδόξασαι.
Εὐτόνως Χριστῷ, μετεωριζόμενος, ἐν νήψει στεῤῥά, ὕλην κακίας ἔφλεξας, ἄνθραξι ἀσκήσεως Παχώμιε, καὶ φωτὸς αἰωνίου, σὺ κοινωνὸς γεγένησαι.
Θεοτοκίον.
Θεὸν ἐν γαστρί, τὸν ἀχώρητον χωρήσασα μόνη ἁγνή, τὴν ἐμπαθῆ καρδίαν μου, τῆς κακίας χώρισον καὶ πέδησον, βουλευμάτων ἀρίστων, συνδέσμῳ θεόνυμφε.

Κανὼν δεύτερος, ᾨδή ε΄. Τῷ θείῳ φέγγει σου Ἀγαθέ.
Ῥομφαῖα τέτρωται ὁ ἐχθρός, τῆς ὑπομονῆς τῆς καρτερᾶς τοῦ γενναιόφρονος Μάρτυρος, καὶ ταῖς τούτου πτέρναις καθυποτέτακται καὶ γέλως καθορᾶται καταισχυνόμενος.
Οὗ τὴν κακίαν τῶν διωκτῶν, ἄκακος ἀκέραιος ὀφθείς, Μάρτυς ἀπώσω πανόλβιε καὶ τῇ τελειώσει σου τῇ δι’ αἵματος, στεφάνοις ἀφθαρσίας κατεστεφάνωσαι.
Θεοτοκίον.
Νοήσας πόῤῥωθεν μυστικώς, ὁ τῶν Προφητῶν θεολαμπὴς χορὸς Παρθένε Θεόνυμφε, τὸ τοῦ τοκετοῦ σου βάθος ἀπόῤῥητον, συμβόλοις ἱεροῖς σε προδιεχάραξε.

















Κανὼν πρῶτος. ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Λελυμένος γεώδους φρονήσεως, ὑπὲρ τὰ δρώμενα ἀναδέδειξαι, ἀθλητικῶς δὲ ἔδραμες, τῷ Κυρίῳ, λυθεὶς τοῦ σαρκίου σου.
ριστόκλεον φρόνημα εἴληφας· τλήσας πολιτείαν γὰρ πρῴην ἰσάγγελον μαρτυρικοῖς παλαίσμασιν, ἐστεφάνωσας σοῦ τὰ πυκτεύματα.
φηγούμενος ἔστης ἀπτόητος, πρὸ βημάτων ἔνδοξε, Χριστοῦ τὴν σάρκωσιν, δι’ ἧς γένος ἠφθάρτισται, τῶν βροτῶν θεοσδότως Παχώμιε.
Θεοτοκίον.
Μαρίαν τὴν τοῦ Κτίστου Λοχεύτριαν, καὶ ὑπὲρ κατάληψιν μητέρα ἄφθορον, ἔχων σοφὲ συλλήπτορα, νικητὴς ἀπεφάνθης Παχώμιε.

Κανὼν δεύτερος. ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἐπέβης τοῖς ὕδασι κυβερνώμενος χειρί, ζωαρχικὴ Πατὴρ ἡμῶν, διεσώθης δὲ τούτοις τῶν διωκτῶν, βυθίσας σεβάσματα, προσευχὴ ἐπιμόνῳ ἱερώτατε.
Μικροῖς ἀντωνούμενος, τὰ μεγάλα ἑαυτόν, τοῖς αἰκισμοῖς ἐξέδωκας, Ὅσιε Πάτερ καὶ τὸν πτερνιστήν, τῆς Εὔας ἐν Πνεύματι, ἐθανάτωσας ὄφιν ἐμφανέστατα.
Θεοτοκίον.
Ἰδοὺ νῦν σεσάρκωται, ἐξ αἱμάτων σου ἁγνῶν, Παρθενομῆτορ Κύριος καὶ τοῖς βροτοῖς ἑνοῦται δίχα τροπῆς, δι’ ἄφατον ἔλεος, τὴν ἡμῶν σωτηρίαν ἐργαζόμενος.

Κοντάκιον. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς ὑποθήκαις Ἀκακίου τοῦ θείου, καταυγασθεὶς μαρτυρικοὺς πρὸς ἀγῶνας, ἐχώρησας Παχώμιε καὶ ἤθλησας στεῤῥῶς· ὅθεν ἀγαλλόμενος, σὺν αὐτῷ αἰωνίως, πάντων τῶν τιμώντων σε, τὰ αἰτήματα πλήρου, ἁμαρτημάτων συγχώρησιν ἀεί, ἐπιβραβεύων ταῖς σαῖς παρακλήσεσιν.
Ὁ Οἶκος.
Τὴν κοσμικὴν λιπὼν λειότητα, καὶ τοῦ Σωτῆρος τὸν Σταυρὸν ἀράμενος, ὁλοψύχως τῷ θείῳ Ἀκακίῳ ὑποτέταξαι, ἀσκητικῶς ἀγωνιζόμενος, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι, ὅθεν καὶ ὅλος ἁλοὺς τῷ ἀκορέστῳ τοῦ Κυρίου ἔρωτι, μαρτυρικοὺς ὑπῆλθες ἐν ἀνδρεία ἀγῶνας, καὶ τῶν πάλαι ἀθλητῶν ἐφάμιλλος καὶ ἰσότιμος ἐν δόξῃ δέδειξαι μεθ’ ὧν τὰς τῶν καμάτων ἐπικαρπίας δρεπόμενος, μὴ παύσαι κατοπτεύων τοὺς σε μακαρίζοντας, κινδύνων παντοίων ῥυόμενος, καὶ ἁμαρτημάτων συγχώρησιν ἀεί, ἐπιβραβεύων ταῖς σαῖς παρακλήσεσιν.






Συναξάριον.
Τῇ 7η τοῦ αὐτοῦ μηνός, μνήμην τοῦ Ἁγίου Ὁσιομάρτυρος Παχωμίου, ἀσκήσαντος ἐν τῇ Νέα Σκήτη καὶ τῇ Σκήτη τῶν Καυσοκαλυβίων ἐν τῇ Καλύβη τοῦ Γέροντος αὐτοῦ Ἁγίου Ἀκακίου καὶ ἀθλήσαντος ἐν ἔτει 1730 τῇ ἡμέρα τῆς Ἀναλήψεως τοῦ Κυρίου.
Ποῦ πάχος ἐν σοι Παχώμιε εὑρέθη,
Πόνοις ξίφεσι τε λεπτύναντι τὸ βρίθον;
Ἤμματι ἑβδόμῳ τε Παχωμίοιο κέκαρται δειρή.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.
Ζωμοὺς χύτρας σῆς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.
Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.
Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ταρασίου τοῦ ἐν Λυκαονίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ὁσίου Νείλου τοῦ Μυροβλύτου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς καταθέσεως τῶν λειψάνων τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανὼν πρῶτος. ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Μεστὸν δολερῶς, ἐξ ἰοῦ θανατηφόρου καθωράθη, τὸ τοῦ διώκτου στόμα ἄνομον, ὑπούλως σοι φθεγγόμενον, τὴν τοῦ Χριστοῦ ἀπαρνήσασθαι κλῆσιν καὶ ταγῆναι ληρήμασιν, ἀλλὰ ταῖς σαῖς ζωτικαῖς, κατενεφράγη φθογγαῖς.
Νοῶν τῆς τρυφῆς, ἐπειγόμενος τυχεῖν ἀπλέτῳ πόθῳ, στεῤῥῷ  φρονήματι ὑπήνεγκας, εἱρκτῆς ζοφώδους τὴν κάθειρξιν, παράκλησιν δεχόμενος θείαν, καὶ ψάλλων γηθόμενος, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Εἰ πειθαρχήσῃς μοι νῦν καὶ θρησκεύσης τῷ Μωάμεθ ὁλοψύχως, τὴν εὐσέβειαν ὠθούμενος, μέτοχον ὄλβου ποιήσω σε, καὶ ἡδυπαθείας ἁπάσης, κληρονόμον καὶ συγκάθεδρον, τῷ ἀθλητῇ ἀναιδῶς, προσεφώνει ὁ Κριτής.
Θεοτοκίον.
τῆς πολλῆς ἀναιδείας καὶ πωρώσεως! ἀντέφη ὁ ἀθλητὴς τῷ δικάζοντι, δι’ ἧς φθαρτά, ὑπισχνείσαι μοι· Χριστὸν γὰρ ἐκ Παρθένου τεχθέντα, τρυφὴν καὶ λαμπρότητα, προσκεκτημένος στεῤῥὰν ἐναποπτεύω τὰ σά.

Κανὼν δεύτερος. ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Συμπαθείας τῆς πρὸς σάρκας διαζεύξας σου, τὸν νοῦν μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδὴν εὐλογητὸς εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀπελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σὲ ἀσκητὴν καὶ Μάρτυρα Χριστοῦ καὶ Ὅσιον μέλποντα θερμῶς εὐλογητὸς εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ῥαθυμία με κρατούμενον διέγειρον, πρὸς ἐργασίαν Ἄχραντε, θείων πράξεων ἐνισχύουσα με κατ’ ἐχθρῶν, ἀεὶ πολεμούντων με δεινῶς, καὶ ἐναντίοις λογισμοῖς δελεαζόντων με.











Κανὼν πρῶτος. ᾨδὴ η΄. Τὸν ἐκ καμίνῳ τοῦ πυρός.
Γεηπονήσας ἀρετῶν, τῆς καρδίας σου τὴν χθόνα τῷ ἀρότρῳ καὶ τῶν δακρύων λιβάσιν ἀρδεύσας καλῶς, καρποὺς μαρτυρίας ἐξήνεγκας, ταμείοις αἰωνίοις, θεόφρον τηρουμένους.
ρωτος κάτοχος ὀφθείς, τοῦ ἀλήκτου ἀναβάσεσιν ἀρίσταις, ὡς τὸ πάχος λεπτύνας, φερωνύμως σαρκὸς σταδίῳ ἀθλήσεως Παχώμιε, ἐχώρησας ἀνδρείως, τὴν πλάνην διελέγχων.
ύποις μολύναι τὴν ψυχήν, ἀνασχόμενος μηδόλως ἀπέχθεσιν, ἐμπτύσματα φέρεις καὶ ἐμπαιγμῶν τὴν φοράν, τμηθῆναι τὴν κάραν σου ἀγόμενος, καὶ τοῖς αἰωνίοις ἐνθέως συναφθῆναι.
Θεοτοκίον.
χραντον ᾤκησας νηδύν, ὁ ἀπρόσιτον οἰκῶν φῶς Φωτοδότα, ἵνα λύτρωση τοῦ ᾍδου, διαμονῆς ζοφερός, Ἀδὰμ τὸν φθαρέντα ἀγαθότητι ὅθεν σὲ ὑμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Κανὼν δεύτερος. ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Τοῖς ἀσκήσεως πόνοις κατατηκόμενος, καὶ μαστίγων τῷ κάλλει καλλωπιζόμενος, τῷ Νικοποιῷ ἐμφανίσθης πανόλβιε, νίκης τὰ βραβεῖα πρὸς τούτου δεδεγμένος.
Ὑψωθεὶς τῇ ἀγάπη τοῦ Παντοκράτορος, ἐπηρμένην δαιμόνων ὀφρὺν κατέβαλλες, Πνεύματος τὴν χάριν μακαριότατε, ἔχων ἐνοικοῦσαν ἐν σοι εἰς τοὺς αἰῶνας.
Συμπαθείας με θείας Μάρτυς ἀξίωσον, πειρασμῶν καὶ κινδύνων θεομακάριστε, ἀπελευθέρων τὸν τιμῶντα σε Ὅσιε, καὶ ὑπὸ τὴν σκέπην τὴν σὴν καταφυγόντα.
Θεοτοκίον.
Χαῖρε ἅγιον ὅρος καὶ θεοβάδιστον, ἀποῤῥήτων πραγμάτων χαῖρε φανέρωσις, ἄκουσμα φρικτὸν δυσθεώρητον ὅραμα, χαῖρε τῶν πεσόντων ἀνάκλησις Παρθένε.














Κανὼν πρῶτος. ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Στεῤῥῶς τὴν κάραν σου κλίνας, ἐκτομὴ τοῦ φασγάνου, ἀνῆλθες νικηφόρως ἀθλητά, ἔνθα Μαρτύρων φωτοειδὴς στρατιά, ἔνθα δῆμος Ὁσίων, μεθέξαι τῆς εὐκλείας τῆς αὐτῶν, ὡς περίδοξος Μάρτυς, καὶ Ὅσιος θεόληπτος.
δοὺ πεπλήρωται μάκαρ, σοῦ ὁ ἔνθεος πόθος, τελέσαντος τὸν δρόμον ἀκλινῶς σκίρτα οὖν θείως ἐν ἀπροσίτῳ φωτί, ἐν σκηναῖς ὑπερλάμπροις, ὁρῶν τὸν σοι ποθούμενον Ἰησοῦν, ἱκετεύων ἀπαύστως ὑπὲρ ἡμῶν Παχώμιε.
Μὴ δειλίας ἀνεβόας, ἐπιστὰς ἐν ὀνείρῳ, λαμπρότατος τῷ σῷ θείῳ Πατρὶ τήν του ζοφώδους μανίαν δεινήν, ταῖς ἐμαῖς γὰρ λυτροῦσαι, λιταῖς ἐξ ἐπηρείαις τῆς αὐτοῦ, καὶ ἐμπλήσθητι πάσης χαρᾶς καὶ παρακλήσεως.
λολαμπὴς τῷ Δεσπότῃ, παρεστὼς θεομάκαρ, μὴ παύσῃ δυσωπῶν ὑπὲρ ἡμῶν, σὺν τῷ σῷ ὑπαλείπτῃ πατρί, ἱερῷ Ἀκακίῳ, καὶ θείῳ Ῥωμανῷ συναθλητῇ, καὶ κλεινῷ Νικοδήμῳ, ῥυσθῆναι πάσης θλίψεως.
Θεοτοκίον.
περαγία Παρθένε, θησαυρὲ σωτηρίας, λιμὴν τῶν ἐν πελάγει συμφορῶν, σκέπη ψυχῶν καὶ ἀντίληψις, σωτηρία γενοῦ μοι, καὶ πλοῦτος καὶ πανεύδιος λιμὴν τὴν ψυχήν μου ῥιγῶσαν, σκεπάζουσα καὶ θάλπουσα.

Κανὼν δεύτερος. ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Οὐ τὸ ἔσχατον καὶ ἀκρότατον, τῶν ἐφετῶν κατείληφας θεόφρον Πατὴρ ἡμῶν, καὶ μεθέξει θεὸς ἐχρημάτισας, ψάλλων σὺν Ἀσωμάτοις Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.
Ῥυσθεὶς παγίδων τῶν θηρευόντων σε, πρὸς χορὸν οὐράνιον κατέπαυσας Ὅσιε, καὶ Μαρτύρων συνήφθης στρατεύμασι, μετὰ τῶν Ἀσωμάτων καὶ νῦν ἱκέτευε, ὑπὲρ ἡμῶν πάντων, ὅπως σε νῦν μακαρίζομεν.
Ἰσχὺν καὶ κράτος Χριστὸν τιθέμενος, τὸν χαλεπὸν δαίμονος διεπέρασας τάραχον, καὶ πρὸς τοὺς ἄνω λιμένας κατήντησας, ὅλος ὡραϊσμένος, ὅλος τοῦ Πνεύματος, ταῖς φωτοχυσίαις δαψιλῶς περιεχόμενος.
Θεοτοκίον.
Νοεῖν τὸ θαῦμα τὸ ἀκατάληπτον, τοῦ τοκετοῦ τοῦ σου, Παρθενομῆτορ μὴ σθένοντες, σιωπὴ μᾶλλον τοῦτο δοξάζομεν, καὶ σὲ δοξολογοῦμεν τὴν παμμακάριστος μόνην καὶ καλήν, ἐν γυναιξὶ καὶ παναμώμητον.






Ἐξαποστειλάριον. Ὁ Οὐρανὸς τοῖς ἄστροις.
Τῷ τῆς ἀσκήσεως ἄρτῳ, διατραφεὶς ἐν ἀρεταῖς, τελειότατη ἀθλήσει, τέλειος ὤφθης τῷ Χριστῷ, ἐν ἀμφοτέροις ἐμπρέπων, Παχώμιε ἀθλοφόρε.
Ἕτερον. Ὅμοιον.
Μαρμαρυγαῖς ἀκηράτοις, τῆς Τρισηλίου ἀστραπῆς, καὶ μετοχὴ πρὸς τὸν Κτίστην, θεούμενος ὡς ἐφικτόν, Παχώμιε θεοφόρε, ὑπὲρ ἡμῶν ἐκδυσώπει.
Ἕτερον. Ταῖς Μαθηταῖς συνέλθωμεν. (Σεραφείμ).
Παχώμιον τὸν ἔνδοξον, εὐφημήσωμεν πάντες, ἐνθέως ἐορτάζοντες, τὴν σεπτὴν αὐτοῦ μνήμην, οἱ εὐσεβεῖς μετὰ πόθου, οὗτος γὰρ τῶν ἀθέων Ἀγαρηνῶν τὸ φρόνημα, θαρσαλέως ἐλέγξας καὶ ὑπ’ αὐτῶν, ἐκτμηθεὶς τὴν πάντιμον αὐτοῦ κάραν, βραβεία νίκης εἴληφε, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Τῆς Ἑορτῆς.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐν ἀσκήσει ἀκάματος, ἐν ἀθλήσει ἀήττητος, ἐν τῇ δόξῃ μέτοχος τοῦ ποιήσαντος, ὀφθεὶς θεόφρον Παχώμιε, χοροῖς συνηρίθμησαι, Ἀσωμάτων λειτουργῶν, παντουργῷ καλλυνόμενος, φέγγει πάντοτε, καὶ στεφόμενος, κάλλει τῶν σῶν πόνων, καὶ δεόμενος ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ἰσαγγέλῳ φαιδρότητι, ἀναβάσεις ποιούμενος, ἐν ἀθλήσει εἴληφας τὴν ἀκρώρειαν, τῆς θεωρίας τῆς κρείττονος, ὡς Μάρτυς θεόληπτος, ὡς υἱὸς θεοειδής, ὡς τῆς ἄνω λαμπρότητος, θεῖος μέτοχος, καθορῶν τὴν Τριάδα ἐν Μονάδι, καὶ Μονάδα ἐν Τριάδι, ὕμνον προσάδων Τρισάγιον.

Στομωθεὶς ταῖς ἀσκήσεσι, λαμπρυνθεὶς ταῖς ἀθλήσεσι, ξίφος ὤφθης δίστομον τέμνων πάντοτε, τὰς παρατάξεις τοῦ δράκοντος, καὶ πᾶσαν προθέλυμνον, φυτουργίαν ἀσεβῶν, ὅθεν σήμερον ἅπαντες θείοις ᾄσμασι, τοὺς λαμπροὺς σου Παχώμιε ἀγῶνας, μεγαλύνομεν προφρόνως, τὸν Ζωοδότην δοξάζοντες.

Τῆς σαρκὸς τὴν παχύτητα, ἀποβρίψας ἐκαίνισας, τῆς ψυχῆς Παχώμιε τὴν κατάστασιν, καὶ λαμπροτάτην ἐτέλεσας, βαφαῖς τῶν αἱμάτων σου, καὶ ἀνέδραμες φαιδρός, λευκοπόρφυρον ἔνδυμα, περικείμενος, ἔνθα νέφος αὐλίζεται Μαρτύρων, τῆς ζωῆς ἀπολαμβάνων, τοῦ θείου ξύλου μακάριε.




Δόξα. Ἦχος πλ. α΄.
Τὸ οὐράνιον πῦρ, ὁ ἦλθε βαλεῖν, ἐπὶ γῆς ὁ Κύριος, ἐν σοι ἀναφθὲν ζωηρώς, ὅλον σε διεθέρμανε, καὶ ἔξω σεαυτοῦ πεποίηκεν, ὃν ἐπειγόμενος φθάσαι, ἀσκητικῶς ἠρίστευσας, καὶ ἀθλητικῶς πρὸς Αὐτὸν ἀνελήλυθας· ὅθεν καὶ τῆς αὐτοῦ, ἀπολαύσας γλυκείας καλλονῆς, τῆς σῆς ἐφέσεως ἔστης, θεαρχικαῖς καταστραπτόμενος ἐπιβολαῖς, καὶ ἀγγελικαῖς συνὼν στρατιαῖς, μεθ’ ὧν ἱκέτευε Ὁσιομάρτυς Παχώμιε, καταυγασθῆναι ἡμᾶς ταῖς μυστικαῖς φρυκτωρίαις, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον. (Νικόδημου).
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, κάραν τὴν ἁγίαν, Παχωμίου νεοφανούς, τοῦ ἐνηθληκότος, ὑπὲρ Χριστοῦ ἀγάπης, καὶ τοὺς αὐτὸν τιμῶντας καθαγιάζοντος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου