ΜΑΪΟΣ ΙΗ΄!!
ΗΡΑΚΛΕΙΟΣ ΜΑΡΤΥΣ
& ΣΥΝ ΑΥΤῼ ΕΠΤΑ ΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς
εὐσεβείας τοῖς ἔργοις κατακοσμούμενος, ἐνήθλησας νομίμως, δι’ ἀγάπην Κυρίου,
Ἡράκλειε θεόφρον καὶ τοῦ ἐχθροῦ, τὴν ὀφρὺν καταβέβληκας· διὸ ἐδέξω ἀξίως παρὰ
Χριστοῦ, ἀφθαρσίας τὸ διάδημα.
Ἀπεριτρέπτῳ
καρδίᾳ Μάρτυς Ἡράκλειε, ὡμίλησας αἰκίαις, καὶ πικραῖς τιμωρίαις, καὶ ἔδειξας
τοῖς πᾶσι τὴν τοῦ Χριστοῦ, ἐν σοὶ χάριν καὶ δύναμιν, καὶ ἐκτμηθεὶς τὸν αὐχένα
πρὸς τὴν ζωήν, τὴν οὐράνιον ἀνέδραμες.
Ἐξ
Ἀθηνῶν ἀνατείλας ὡς ἄστρον ἄδυτον, ἀθλήσει καταυγάζεις, τῶν πιστῶν τὰς καρδίας,
Ἡράκλειε θεόφρον· ἐντεῦθεν ἐν σοί, καυχωμένη γεραίρει σε, ἡ τὴν ἁγίαν σου
κλῆσιν καὶ ἱεράν, πόλις αὕτη Μάρτυς φέρουσα.
Ὑπὲρ
Χριστοῦ ἐναθλήσας στεῤῥῶς Ἡράκλειε, σὺν τῷ Διονυσίῳ, Βενεδίμῳ καὶ Πέτρῳ,
Χριστίνῃ καὶ Ἀνδρέᾳ καὶ Παύλῳ ὁμοῦ, καὶ Παυλίνῳ καθείλετε, τὴν τοῦ ἐχθροῦ
δυναστείαν καὶ τοῖς χοροῖς, τῶν Ἀγγέλων ἠριθμήθητε.
Δόξα.
Ἦχος β΄.
Τὴν
τῶν Μαρτύρων ὀκτάριθμον χορείαν, φιλομαρτύρων οἱ δῆμοι τιμήσωμεν, Χριστὸν
δοξάζοντες· ἐν αὐτοῖς γὰρ Ἡράκλειος, διαλάμπει ὁ θαυμάσιος, μεθ’ ὧν καὶ
συνήθλησεν, ὁμοφώνῳ γνώμῃ ὑπεριδὼν τὰ σφαλλόμενα· καὶ νῦν Ἀγγέλοις συνόντες,
Κυρίῳ πρεσβεύουσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
τῶν Ἀθηνῶν, βλαστὸς ἠγλαϊσμένος, Ἡράκλειε τρισμάκαρ, καὶ θεῖος ἀντιλήπτωρ, τῆς
Ἡρακλείου πόλεως.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἤθλησας
ἀνδρικῶς, σὺν τοῖς συναθληταῖς σου, Ἡράκλειε θεόφρον, μεθ’ ὧν ἀεὶ δυσώπει, ὑπὲρ
ἡμῶν πρὸς Κύριον.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμαστώσεν ὁ Κύριος.
Κλήσει
σου τῇ σεπτῇ, ἡ πόλις αὕτη Μάρτυς, λαμπρῶς σεμνυνομένη, Ἡράκλειε γεραίρει, τὴν
φωτοφόρον μνήμην σου.
Δόξα.
Τριαδικόν.
Σύστημα
Ἀθλητῶν, Τριὰς ὑπεραγία, τῇ θείᾳ Σου δυνάμει, κατήσχυνε τὴν πλάνην, καὶ ἄθλοις
Σε ἐδόξασε.
Καὶ
νῦν. Θεοτοκίον.
Πάναγνε
Μαριάμ, τῷ φίλτρῳ τοῦ Υἱοῦ Σου, ἐνήθλησαν ἀνδρείως, οἱ Μάρτυρες οἱ θεῖοι,
κηρύττοντες τὴν δόξαν Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Τοῦ Ἁγίου Ἡρακλείου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἰσχὺν
ἐνδυσάμενος τὴν θεϊκὴν Ἀθλητά, ἀνδρείως ἐνήθλησας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
Ἡράκλειε ἔνδοξε· ὅθεν ταύτην τὴν πόλιν, τὴν πιστῶς σε τιμῶσαν, φύλαττε πάσης
βλάβης, ὡς αὐτῆς πολιοῦχος, πρεσβεύων ὑπὲρ πάντων, ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα.
Τῶν Ὀκτὼ Μαρτύρων. Ὁ αὐτός. Ὁ ὑψωθείς.
Τῶν
Ἀθλοφόρων τὸν ὀκτάριθμον δῆμον, μαρτυρικοῖς ἐγκωμιάσωμεν ὕμνοις, Παυλῖνον
Διονύσιον καὶ Πέτρον ὁμοῦ, Ἀνδρέαν καὶ Βενέδιμον, τὸν θεόφρονα Παῦλον,
Ἡράκλειον τὸν ἔνδοξον, καὶ Χριστίναν τὴν θείαν· οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί,
ὑπὲρ τοῦ κόσμου, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Καὶ
νῦν. Τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Ὀκτάριθμον
σύστημα κλεινῶν, Ἀθλητῶν ὑμνήσωμεν, μαρτυρικοῖς μελῳδήμασι, θεῖον Ἡράκλειον,
Βενέδιμον Πέτρον, Παῦλον Διονύσιον, Ἀνδρέαν καὶ Παυλῖνον, τὴν πάνσεμνον,
Χριστίναν μέλποντες· τῷ Σωτῆρι γὰρ πρεσβεύουσιν, ἡμῖν δοῦναι, πταισμάτων
συγχώρησιν.
Ἐκ
πόλεως τῆς τῶν Ἀθηνῶν, ὥσπερ ἄνθος εὔοσμον, Μάρτυς Ἡράκλειε ἤνθησας, καὶ κόσμῳ
ἔπνευσας, θείαν εὐωδίαν, ἐναθλήσας ἄριστα· διό σε ὡς θερμὸν ἀντιλήπτορα, καὶ
θεῖον ἔφορον, εὐφημοῦμεν καὶ βοῶμέν σοι· ἡμᾶς ῥύου, πάσης περιστάσεως.
Ὑμνοῦντες
τὴν ἄθλησιν τὴν σήν, Ἀθλητὰ Ἡράκλειε, σὲ πολιοῦχον καὶ ἔφορον, ἐπιγραφόμεθα, ἡ
παροῦσα πόλις, ἡ τῇ θείᾳ κλήσει σου, λαμπρῶς σεμνυνόμενη, καὶ κράζει σοι·
ἀπαύστως πρέσβευε, σὺν τοῖς θείοις σου συμμάρτυσιν, ἡμᾶς πάσης, ἐκλυτροῦσθαι
θλίψεως.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
τὴν ἄνωθεν δύναμιν, δεδεγμένος Ἡράκλειε, τοῦ ἐχθροῦ κατήσχυνας τὰ βουλεύματα,
καὶ διὰ πόνων ἀθλήσεως, Χριστὸν ἐμεγάλυνας, σὺν τοῖς σοῖς συναθληταῖς, μεθ’ ὧν
πρέσβευε Ἅγιε, δοῦναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου τὴν θείαν, ἱλασμὸν
ἁμαρτημάτων, καὶ πειρασμῶν ἀπολύτρωσιν.
Ὡς
θεόλεκτον σύστημα, ὁμοφρόνως ἠθλήσατε, συμφωνίᾳ πίστεως ἀριστεύσαντες,
Μεγαλομάρτυς Ἡράκλειε, τρωθεὶς θείῳ ἔρωτι, σὺν τοῖς σοῖς συναθληταῖς, καὶ
ἐχθρῶν διωλέσατε, τὰ συστήματα, καὶ Ἀγγέλων συνήφθητε χορείαις, ἱκετεύοντες
ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον.
Ὡς
βλαστὸν ἐνθεώτατον, Ἀθηνῶν εὐφημοῦμέν σε, Ἀθλητὰ Ἡράκλειε θείοις ᾄσμασι, καὶ ὡς
προστάτην καὶ ἔφορον, Ἡρακλείου πόλεως, οὕσης ἐν τῇ Ἀττικῇ, τῆς τιμώσης τὴν
μνήμην σου, καὶ βοώσης σοι· παῤῥησίαν ὡς ἔχων τῷ Κυρίῳ, καθικέτευε ἀπαύστως,
πάσης ῥυσθῆναί με θλίψεως.
Δόξα.
Ἦχος πλ. β΄.
Ὑπελθὼν
εὐσεβείας τὸν ἀγῶνα, μαρτυρικῶς ἠγωνίσω, σεαυτὸν ἀρνησάμενος, Ἀθλοφόρε
Ἡράκλειε· τὸν γὰρ Σωτῆρα Χριστόν, εὐτόνως ὁμολογῶν, ὑπερεῖδες σαρκὸς καὶ
αἵματος, καὶ πικρῶν τιμωριῶν ἀνώτερος ὤφθης, ἐν τῇ ἑνώσει τοῦ κρείττονος· καὶ
ἀξίως δοξασθεὶς σὺν τοῖς σοῖ συνάθλοις, πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἀθηναίων
ἡ περίδοξος πόλις, τοῖς σοῖς σπαργάνοις ἐγκαυχᾶται, καὶ τὴν σεπτήν σου ἄθλησιν
γεραίρει, Ἀθλοφόρε Ἡράκλειε· ἐξαιρέτως δὲ Ἅγιε, ἡ τῇ σῇ προσηγορίᾳ κεκλημένη
πόλις σου, πολιοῦχόν σε ἐπιγράφουσα, καὶ πρὸς Χριστὸν πρεσβευτὴν θερμότατον· ᾗ
πάντοτε ἐξαίτει, θεϊκῶν οἰκτιρμῶν δωρεάς, καὶ κινδύνων ἀπολύτρωσιν.
Ἦχος
β΄.
Μαρτυρικὴν
ἐπιδειξάμενος ἔνστασιν, τυραννικὴν ὀφρὺν ἐξεφαύλισας, τῇ σῇ λαμπρᾷ ὁμολογίᾳ,
Ἀθλοφόρε Ἡράκλειε· καὶ στεῤῥοτάτῃ καρδίᾳ, πᾶσαν ποινὴν ἐνεγκών, τῆς ἀληθείας τὸ
κράτος ὑπέδειξας, ἐν ἀσθενείᾳ φύσεως· τῇ γὰρ ἄνωθεν ῥοπῇ, τὸν ἰσχυρὸν ἐν κακίᾳ
κατεπάλαισας· καὶ τρόπαιον νίκης ἔγειρας, σὺν τοῖς σοῖς συναθληταῖς, οὐρανίων
ἠξιώθης ἀμοιβῶν· μεθ’ ὧν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Ἀνδρικῶς
παραταξάμενος, κατὰ τῆς δυσσεβείας, καὶ τῶν ἀντικειμένων τὰς τάξεις διώλεσας,
ἀθλητικοῖς σου πόνοις, Μεγαλομάρτυς Ἡράκλειε· τῆς γὰρ Χριστοῦ οἰκονομίας τὸ
μυστήριον ἐκήρυξας, καὶ τοῖς σοῖς ἀγῶσιν ἐδόξασας, ὑπερφυῶς ἀγωνισάμενος· ἔνθεν
κατ’ ἀξίαν δεδόξασαι, ὡς τοῦ Σωτῆρος στρατιώτης περίδοξος, καὶ ὁπλίτης ἀήττητος
μακάριε· διὸ ἑορτάζομεν, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ἦχος δ΄.
Τὴν
ὀκτάριθμον χορείαν, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν·
χαίρετε, βοῶντες, Ἡράκλειε Παυλῖνε καὶ Βενέδιμε, τῶν Ἀθηνῶν βλαστήματα, τοῦ
Εὐαγγελίου κήρυκες, καὶ Μάρτυρες Χριστοῦ ἀήττητοι· χαίρετε, Πέτρε καὶ Ἀνδρέα,
Διονύσιε καὶ Παῦλε, οἱ τὸν Σωτῆρα ἀθλητικῶς δοξάσαντες· χαίροις, παρθενίας
ἄνθος, καὶ νύμφη Χριστοῦ ἄμωμε, παρθενομάρτυς Χριστίνα. Ἀλλ’ ὦ Μάρτυρες Χριστοῦ
πολύαθλοι, Ἀγγέλων συμπολῖται, σὺν αὐτοῖς πρεσβεύετε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στόματι
κηρύττων ἱερῷ, τοῦ Εὐαγγελίου τὸν λόγον, Μάρτυς Ἡράκλειε, πᾶσαν ἐστηλίτευσας,
ἀπάτην Ἅγιε, τῶν εἰδώλων καὶ ἤνυσας, ἀτρέπτῳ καρδίᾳ, δρόμον τῆς ἀθλήσεως, τὸν
ἐνθεώτατον· ὅθεν, οὐρανίων ἐπάθλων, παρὰ τοῦ Χριστοῦ ἠξιώθης, καὶ Ἀγγέλων
γέγονας συμμέτοχος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δῆμον
Ἀθλοφόρων θαυμαστῶν, ἔχων συναθλοῦντα προθύμως, Μάρτυς Ἡράκλειε, σὺν αὐτοῖς
ἠρίστευσας, καὶ καταβέβληκας, τὸν πολέμιον δράκοντα, φρονήματι θείῳ, ἔχων
συνεργοῦσάν σοι, Χριστοῦ τὴν δύναμιν· ὅθεν, τὴν σεπτὴν ὑμῶν μνήμην, ἄγοντες
ὁπλῖται Κυρίου, τοὺς ὑμῶν ἀγῶνας μακαρίζομεν.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμαστώσεν ὁ Κύριος.
Χαίρει,
ἡ τῇ κλήσει σου σοφέ, ἐν τῇ Ἀττικῇ καυχωμένη, πόλις Ἡράκλειε, καὶ τὴν θείαν
μνήμην σου πανηγυρίζουσα, τῇ θερμῇ ἀντιλήψει σου, προστρέχει βοῶσα· σκέπη ἔσο
πάντοτε, ταύτῃ τῇ πόλει σου, οἷα, βοηθὸς ἡμῶν θεῖος, καὶ πρὸς τὸν Σωτῆρα
μεσίτης, καὶ πρέσβυς ἑκάστοτε θερμότατος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὸν
ὀκτάριθμον χορόν, συμπληρῶν τῶν Μαρτύρων, τὸ τῆς Ἁγίας Τριάδος μυστήριον, σὺν
αὐτοῖς κηρύττεις, Μάρτυς Ἡράκλειε ἀοίδιμε· καὶ τὸ πῦρ τῆς χάριτος ἐμφαίνων,
ὑλικοῦ πυρὸς κατετόλμησας, καὶ αἱμάτων τοῖς ῥείθροις, τὴν φλόγα τῆς πλάνης
κατέσβεσας, αἰτούμενος πᾶσιν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Τοῦ Ἁγίου Ἡρακλείου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἰσχὺν
ἐνδυσάμενος τὴν θεϊκὴν Ἀθλητά, ἀνδρείως ἐνήθλησας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
Ἡράκλειε ἔνδοξε· ὅθεν ταύτην τὴν πόλιν, τὴν πιστῶς σε τιμῶσαν, φύλαττε πάσης
βλάβης, ὡς αὐτῆς πολιοῦχος, πρεσβεύων ὑπὲρ πάντων, ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα.
Τῶν Ὀκτὼ Μαρτύρων. Ὁ αὐτός. Ὁ ὑψωθείς.
Τῶν
Ἀθλοφόρων τὸν ὀκτάριθμον δῆμον, μαρτυρικοῖς ἐγκωμιάσωμεν ὕμνοις, Παυλῖνον Διονύσιον
καὶ Πέτρον ὁμοῦ, Ἀνδρέαν καὶ Βενέδιμον, τὸν θεόφρονα Παῦλον, Ἡράκλειον τὸν
ἔνδοξον, καὶ Χριστίναν τὴν θείαν· οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί, ὑπὲρ τοῦ
κόσμου, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Καὶ
νῦν. Τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
Μάρτυρα Χριστοῦ, καὶ γενναῖον ὁπλίτην, Ἡράκλειε σοφέ, εὐφημοῦμέν σε ὕμνοις,
νομίμως γὰρ ἠγώνισαι, καὶ Ἀγγέλων συνόμιλος, ὤφθης Ἅγιε, μεθ’ ὧν δυσώπει
ἀπαύστως, δοῦναι ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάνσεπτον μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πίστεως, ἀνακηρύττων, τὴν ἀλήθειαν, τοῖς ἐν τῇ πλάνῃ, μαρτυρίου τὸν ἀγῶνα
διήνυσας, καὶ ἀφθαρσίας τὸ γέρας Ἡράκλειε, σὺν τοῖς συνάθλοις ἀξίως ἀπείληφας·
μεθ’ ὧν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας
τοῖς τρόποις ἀνδραγαθῶν, καὶ τῆς πλάνης τὸν ζόφον ἀπομειῶν, ὑπῆλθες στεῤῥότατα,
μαρτυρίου τὰ σκάμματα, καὶ τοῦ ἐχθροῦ καθεῖλες, τὴν ἔπαρσιν Ἅγιε, Χριστὸν
ὁμολογήσας, Θεὸν παντοδύναμον· ὅθεν καὶ τῷ ξίφει, ἐκτμηθεὶς τὸν αὐχένα, ζωὴν
πρὸς οὐράνιον, ἐν χαρᾷ ἀνελήλυθας, Ἀθλοφόρε Ἡράκλειε. Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμαστώσεν ὁ Κύριος.
Εὐαγγέλιον μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τῇ
μαρτυρικῇ λελαμπρυσμένος δόξῃ, τῷ Βασιλεῖ τῶν ἁπάντων παρίστασαι, σὺν Ἀσωμάτων
δήμοις, Ἀθλοφόρε Ἡράκλειε· καὶ τῶν ὑπὲρ λόγον ἐντρυφῶν ἐλλάμψεων, σκοτασμοῦ
ἁμαρτίας ἀπάλλαξον, ταῖς φωτοφόροις πρεσβείαις σου, τοὺς εἰλικρινῶς σε
γεραίροντας.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ Ἀθλητῇ
Ἡρακλείῳ ὕμνος. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Ταῖς
τοῦ Παρακλήτου ἀστραπαῖς, καταυγαζόμενος Μάρτυς Ἡράκλειε, φωτισμόν μοι αἴτησαι,
ὅπως ὑμνήσω τοὺς θείους ἀγῶνάς σου, δι’ ὧν τὸν Σωτῆρα, τῶν ὅλων Μάρτυς
ἐδόξασας.
Ὥσπερ
ἀγλαόκαρπον βλαστόν, τῶν Ἀθηναίων ἡ πόλις προβάλλει σε, Ἀθλητὰ Ἡράκλειε,
καρποφοροῦντα Μαρτύρων τὴν εὔκλειαν· ὅθεν καὶ γεραίρει, τὴν παναοίδιμον μνήμην
σου.
Ἅπασαν
τὴν αἴσθησιν σοφέ, τῇ πρὸς Χριστὸν ἀγαπήσει παρέδραμες, καὶ χαίρων ἐχώρησας,
πρὸς μαρτυρίου Ἡράκλειε σκάμματα, θεϊκῇ δυνάμει, τὸ ἀσθενές σου ῥωννύμενος.
Θεοτοκίον.
Θρόνος
ὑψηλότατος Θεοῦ, τοῦ σαρκωθέντος ἐκ μήτρας Σου πέφηνας· τοῦτον γὰρ πανάμωμε, ἐν
ταῖς ἀγκάλαις βαστάζεις ὡς νήπιον, τὸν διακρατοῦντα, πᾶσαν τὴν κτίσιν τῷ
νεύματι.
ᾨδὴ
γ΄. Ὁ μόνος εἰδώς.
Λαμπρύνας
τὸν νοῦν σου τῷ φωτί, τῆς εὐσεβείας Ἅγιε, Εὐαγγελίου πᾶσιν Ἡράκλειε, τὸν θεῖον
λόγον λαμπρῶς ἐκήρυξας, καὶ Χριστῷ ἐκραύγαζες· Ἅγιος εἶ Κύριε, ὁ ἀνείκαστος ἐν
ἀγαθότητι.
Ἠγώνισαι
γνώμῃ σταθερᾷ, κατὰ τοῦ πολεμήτορος, καὶ τὴν μανίαν αὐοτῦ κατήσχυνας, τῇ σῇ
ἐνστάσει Μάρτυς Ἡράκλειε, καὶ Χριστὸν ἐδόξασας, θείοις σου παλαίσμασιν, ὡς
αὐτοῦ στρατιώτης ἀήττητος.
Τὴν
μνήμην σου Μάρτυς τὴν σεπτήν, λαμπροφανῶς γεραίρουσα, αὕτη ἡ πόλις σου
μακαρίζει σε, καὶ πολιοῦχόν σε ἐπιγράφεται, ἣν ἀπαύστως φύλαττε, πάσης
περιστάσεως, καὶ δεινῶν συμπτωμάτων Ἡράκλειε.
Θεοτοκίον.
Ἡ
μόνη Θεὸν σωματικῶς, ὑπερφυῶς κυήσασα, καὶ μετὰ τόκον μείνασα ἄφθορος, ὡς ᾖς
πρὸ τόκου Παρθένε ἄχραντε, τὴν ψυχήν μου κάθαρον, ἐκ πάσης φαυλότητος, καὶ
δεινῶν ἐννοιῶν τοῦ ἀλάστορος.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῇ
ἀθλήσει σου Μάρτυς Χριστοῦ τὴν δύναμιν, ἐφανέρωσας πᾶσι καὶ καταβέβληκας, τοῦ
ἐχθροῦ τοῦ δυσμενοῦς τὰ πανουργεύματα, καὶ οὐρανίων ἀμοιβῶν, ἠξιώθης ἀληθῶς,
τελέσας σου τὸν ἀγῶνα, Ἡράκλειε Ἀθλοφόρε, σὺν τοῖς κλεινοῖς συναθλοφόροις σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ΄. Ὄρος σε τῇ χάριτι.
Ἤθλησας
στεῤῥότατα, ἀνδρείῳ φρονήματι, καὶ κατεπάλαισας ἐχθροῦ, τὰς παρατάξεις Ἀθλητά·
ποινῶν γὰρ ἀνώτερος, καὶ ῥαβδισμῶν ἀνεδείχθης Ἡράκλειε, Χριστοῦ ὁρῶν νοερῶς τὴν
λαμπρότητα.
Ῥωννύμενος
χάριτι, τῇ θείᾳ Ἡράκλειε, ὥσπερ τρυφὰς τὰς χαλεπάς, τῷ σώματί σου ἀληθῶς,
στρεβλώσεις λελόγισαι, Χριστὸν ὑμνῶν τὸν ἰσχύν σοι παρέχοντα, ὡς στρατιώτης
αὐτοῦ ἀκαθαίρετος.
Ἁγίων
συνέλευσις, Μαρτύρων ὑμνείσθω μοι, Ἡράκλειος ὁ θαυμαστός, Πέτρος καὶ Παῦλος οἱ
στεῤῥοί, ὁμοῦ Διονύσιος, σὺν Βενεδίμῳ Παυλῖνος τοῖς ᾄσμασι, καὶ
ἡ παρθένος Χριστίνα ἡ σύναθλος.
ἡ παρθένος Χριστίνα ἡ σύναθλος.
Θεοτοκίον.
Κῆπος
εὐωδέστατος, λειμών τε μυρίπνοος, τῆς παρθενίας ἀληθῶς, καὶ ἀρετῶν ὑπερφυῶν,
ἐδείχθης πανάμωμε, καὶ ἀνηρότως Χριστὸν ἀνεβλάστησας, ζωῆς τῷ κόσμῳ ὀσμὴν
διαπνέοντα.
ᾨδὴ
ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Λαμπρυνόμενοι
τῷ φέγγει τῆς ἀρίστης ἀθλήσεως, οὐκ ἐφλέχθητε ῥιφέντες τῷ πυρὶ ἀξιάγαστοι,
Ἡράκλειε Βενέδιμε ὁμοῦ, Παυλῖνε δεδεγμένοι, τὴν θείαν δρόσον τοῦ Πνεύματος.
Ἐν
ἀθλήσεως ἀγῶσι νικηφόροι γεγόνατε, Διονύσιε Χριστίνα Πέτρε Παῦλε μακάριε, καὶ
Ἀνδρέα· ὅθεν πρὸς Χριστοῦ, εἰλήφατε ἀξίως, βραβεῖα νίκης γηθόμενοι.
Ἱλασμὸν
ἡμῖν ἐξαίτει καὶ πταισμάτων συγχώρησιν, στρατιῶτα τοῦ Σωτῆρος Ἀθλοφόρε
Ἡράκλειε, καὶ τῇ πόλει ταύτῃ ἐσαεί, δίδου τὴν ἀρωγήν σου, ὡς βοηθὸς αὐτῆς
ἕτοιμος.
Θεοτοκίον.
Ὡς
τῶν πάντων Βασιλέα ἀποῤῥήτως κυήσασα, τῶν Ἀγγέλων καὶ ἀνθρώπων ἀνεδείχθης
Βασίλισσα, Θεοτόκε Δέσποινα· διό, τῆς ἄνω Βασιλείας, ἡμῖν τὰς πύλας ὑπάνοιξον.
ᾨδὴ
στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Ὑψώσας
τῆς καρδίας σου τὸν ἔρωτα, πρὸς τὸν Χριστὸν Ἡράκλειε, τῶν ἐν κόσμῳ σφαλλομένων
νουνεχῶς, γνώῃ θεολήπτῳ κατεφρόνησας, καὶ Ἀθλητῶν, πρὸς τοὺς ἀγῶνας Μάρτυς
ἐχώρησας.
Μεγίστοις
διαπρέπων προτερήμασιν, ὡς δοῦλος γνησιώτατος, τοῦ τῶν ὅλων Βασιλέως καὶ Θεοῦ,
ἤνυσας ἀθλήσεως τὸ στάδιον, γνώμῃ στεῤῥᾷ, Μάρτυς Ἡράκλειε παμμακάριστε.
Ναμάτων
μυστικῶν Μάρτυς πληρούμενος, σταγόνα θείας χάριτος, ἐπόμβρησον Ἡράκλειε ἡμῖν,
καὶ τῇ πόλει ταύτῃ τῇ τιμώσῃ σε, αἴτει ἀεί, εἰρήνην καὶ θείαν χρηστότητα.
Θεοτοκίον.
Ὁλόφωτον
παλάτιον πανάχραντε, Χριστοῦ τοῦ παντοκράτορος, τὴν καρδίαν μου δοχεῖον τῆς
Αὐτοῦ, δεῖξον ἐνεργείας ἱκετεύω Σε· Σὺ γὰρ ἰσχύς, τῶν πεπτωκότων καὶ
ἐπανόρθωσις.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μαρτυρίου
σκάμμασιν, ἀνδραγαθήσας, Ἀθλητὰ Ἡράκλειε, σὺν ἑπταρίθμοις Ἀθληταῖς, ὑπὲρ ἡμῶν
καθικέτευε, τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.
Ὁ
Οἶκος.
Εὐσεβείας
ἐμπρέπων ταῖς πράξεσιν, μαρτυρίου ὑπῆλθες τὰ σκάμματα, ἀπεριτρέπτῳ λογισμῷ,
ἀνακηρύξας τοῦ Χριστοῦ, τὴν σάρκωσιν τὴν θείαν· τούτου γὰρ πτερωθεὶς τῇ ἀγάπῃ,
σαρκὸς ἠλόγησας φθειρομένης, καὶ βασάνων καὶ ποινῶν κατατολμήσας Ἡράκλειε, καὶ
πυρὸς μὴ δείσας τὴν δριμύτητα, τῆς δυσσεβείας τὴν ὕλην ἔφλεξας, τοῖς ἄνθραξι
τῶν ἄθλων σου, καὶ νικηφόρος Χριστῷ ἀνέδραμες, σὺν τοῖς ἑπταρίθμοις συμμάρτυσι·
μθε’ ὧν ἱκέτευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.
Συναξάριον.
Τη ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἡρακλείου, Πέτρου, Διονυσίου, Χριστίνης
παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, καὶ Παυλίνου.
Eἷς ἄθλος
Ἡράκλειε σὸς πρὸς τὸ ξίφος,
ἄθλους καλύπτει τοὺς ὅλους Ἡρακλέους.
Bληθεὶς ὁ Πέτρος τῶν τροχαντήρων μέσον,
ζωῆς παρήκε τοὺς τροχοὺς τῆς ἀστάτου.
Tρεῖς συντρίβουσι πίστεως στεῤῥους λίθους,
Παῦλον Διονύσιον Ἀνδρέαν λίθοις.
Ὁρῶν με Bενέδιμε τὸν σὸν Παυλῖνον,
τμηθέντα συντμήθητι φησὶ Παυλῖνος.
Xριστῷ παρέστης ἠγλαϊσμένη ὅλη,
αἵμασι τοῖς σοῖς παρθενικὴ Xριστίνα.
Ὀγδοὰς Ἀθλοφόρων ἐκ γαίης εἰς πόλον ἤρθη.
ἄθλους καλύπτει τοὺς ὅλους Ἡρακλέους.
Bληθεὶς ὁ Πέτρος τῶν τροχαντήρων μέσον,
ζωῆς παρήκε τοὺς τροχοὺς τῆς ἀστάτου.
Tρεῖς συντρίβουσι πίστεως στεῤῥους λίθους,
Παῦλον Διονύσιον Ἀνδρέαν λίθοις.
Ὁρῶν με Bενέδιμε τὸν σὸν Παυλῖνον,
τμηθέντα συντμήθητι φησὶ Παυλῖνος.
Xριστῷ παρέστης ἠγλαϊσμένη ὅλη,
αἵμασι τοῖς σοῖς παρθενικὴ Xριστίνα.
Ὀγδοὰς Ἀθλοφόρων ἐκ γαίης εἰς πόλον ἤρθη.
Ὧν ὁ μὲν Ἅγιος Πέτρος ἦν ἐκ Λαμψάκου τῆς πόλεως.
Ἀχθεὶς δὲ Δάκνῳ ἄρχοντι τῆς Εὐριδινῶν πόλεως (ἤ Δεκίῳ τῆς Ἀβυδηνῶν), καὶ θῦσαι
προσταχθεὶς τῇ Ἀφροδίτῃ, καὶ μὴ πεισθείς, ἀλλὰ τὸν Χριστὸν Θεὸν ὁμολογήσας,
δεσμοῖς καὶ ξύλοις καὶ τροχαντῆρσι ὅλον τὸν σῶμα συντρίβεται καὶ τὸ πνεῦμα
παραδίδωσι. Παῦλος δὲ καὶ Ἀνδρέας ἐκ Μεσοποταμίας ὄντες, ἅμα τῷ ἄρχοντι Δάκνῳ
ὑφ’ ὅν ἐστρατεύοντο τὰς Ἀθήνας καταλαμβάνουσι. Συλληφθέντων δὲ ἐν αὐταῖς
Διονυσίου καὶ Χριστίνης, τὴν αὐτῶν πιστεύονται φυλακήν. Τὴν δὲ Ἁγίαν Χριστίναν,
παρθένον οὖσαν καὶ εὐπρεπῆ καὶ γάμου ἔχουσαν ὥραν, ἐκκαλοῦνται πρὸς μίξιν. Τῆς
δὲ μὴ πεισθείσης ἀντὶ τοῦ ταύτην βιάσασθαι μεταβληθέντες ταῖς παραινέσεσιν
αὐτῆς, ἐπίστευσαν τῷ Χριστῷ· ὅθεν αὐτοὶ μὲν καὶ ὁ Διονύσιος νιφάσι τῶν λίθων
κατεχώσθησαν· ἡ δὲ Ἁγία Χριστίνα ἐπιπεσοῦσα αὐτοῖς τὴν κεφαλὴν ἀπετμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἁγίες Παρθενομάρτυρες Τεκοῦσα,
Ἀλεξανδρία, Κλαυδία, Φαεινή, Εὐφρασία, Ματρώνα, Ἰουλία καὶ Θεοδότη οἱ έξ
Ἀγκύρας Γαλατίας, ἐν τῷ βυθῷ τῆς θαλάσσης τελειοῦνται καὶ Θεόδοτος ὁ Μάρτυρας,
ξίφει τελειοῦται.
Eὐφρασίαν πεσοῦσαν εἰς βυθοῦ δίνας,
εὔφραινε Σῶτερ σοῦ παράστασις θρόνου.
Λίθον φέρουσα ἐπὶ τραχήλου λίμνῃ,
εὔφραινε Σῶτερ σοῦ παράστασις θρόνου.
Λίθον φέρουσα ἐπὶ τραχήλου λίμνῃ,
ἐνεβλήθης, Κλαυδία παρθενομάρτυς.
Λίμνη
γυναικῶν ἑπτὰς ἐμβεβλημένη,
χαίρει βίου ῥέοντος ἐκβεβλημένη.
χαίρει βίου ῥέοντος ἐκβεβλημένη.
Ἡ Ἁγία παρθενομάρτυς Κλαυδία ἤθλησεν ἐν τῇ Ἀγκύρᾳ τῆς
Γαλατίας ἐν τοῖς χρόνοις τοῦ μεγάλου ἐν αὐτῇ διωγμοῦ (περὶ τῷ 303) διοικοῦντος
τὴν πόλιν αἱμοδιψοῦς καὶ σκληροκαρδίου ἀνδρός, εἰδωλοφρονος, οὗ ἡ κλήσις
Θεότεκνος. Οὗτος διέταξε συλλαβεῖν τὰς παιδιόθεν ἀφιερωθείσας τῷ Θεῷ ἑπτὰ
παρθένους, Τεκούσαν, Εὐφρασίαν, Ἰουλίαν, Ματρώναν, Ἀλεξάνδραν, Φαεινήν, καὶ
Κλαυδίαν, καὶ εἱρκτῇ διὰ τὴν πίστιν μονῶσαι. Τὸ ἀκατάβλητον αὐτῶν τῆς πίστεως
κατιδών, παρέδωκεν αὐτὰς ἐκλύτοις νέοις ἀτιμάσαι αὐτῶν τὰ σώματα. Θείᾳ ὅμως
χάριτι αἱ τοῦ Χριστοῦ ἀμνάδες διετήρησαν τὴν παρθενίαν ἀμόλυντον, ὅθεν
αἰσχυνόμενος ὁ τύραννος ἐγύμνωσε τὰς παρθένους καὶ ἐφ᾿ ἅρματος περιέφερεν
αὐτάς, ἀνὰ τὰς ῥύμας τῆς πόλεως ἄχρι τῆς παρακειμένης λίμνης. Ἐκεῖ θεὶς λίθους
βαρυτάτους ἐπὶ τῶν αὐτῶν τραχήλων ἐβύθισεν αὐτὰς εἰς τὸ ὕδωρ καὶ οὕτως ἔλαβον
αἱ μακάριαι τὸν τῆς νίκης στέφανον. Ἀλιεύσας τὰ σώματα τῶν παρθενομαρτύρων
Θεόδοτος, ὁ τῆς Τεκούσης ἀνεψιός, εὐλαβῶς καὶ ἐντίμως ἐνεταφίασε. Μαθὼν αὐτὸ ὁ
ἀπάνθρωπος τύραννος διέταξε τὴν ἐκταφὴν τῶν ἁγίων σκηνωμάτων καὶ τὴν εἰς τὸ πῦρ
αὐτῶν παράδοσιν, ἵνα μὴ οἱ Χριστιανοὶ αὐτὰς καθηκόντως τιμῶσι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐκ τοῦ
διαῤῥέοντος ἐξέβη βίου,
Στέφανος οὐ στέφανος οὐ διαῤῥέει.
Στέφανος οὐ στέφανος οὐ διαῤῥέει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Ἰουλιανός,
ἐν ἀκάνθαις βάτου συρόμενος τελειοῦται.
Ἰουλιανὸς
ἆθλον εὗρε τὴν βάτον,
Tιμῶν Θεοῦ
σάρκωσιν, ἧς τύπος βάτος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς
Θεόδωρος, Πάπας Ῥώμης, ξεώμενος τελειοῦται.
Ἀνθρωποτρῶκται
δημίους λέγω λύκοι,
Θεοδώρου
τρώγουσι τὰς σάρκας ξέσει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας
Ἀναστασῶ, τῆς ἐν τοῖς Λευκαδίου.
Ἀναστασὼ ζῇ
κἂν μύη κοινῷ νόμῳ,
Ἀνάστασιν
μένουσα κοινὴν τοῦ γένους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Μαρτινιανοῦ, τοῦ ἐν τοῖς Ἀρεοβίνθου.
Mαρτινιανὸς
ἐξέδυ ἐκ τῶν κάτω,
Kαὶ εἰσέδυ
νῦν εἰς τὰ τοῦ πόλου πλάτη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Γαλακτίας.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, κληρικοί τε καὶ
λαϊκοί, οἱ ἀναιρεθέντες ὑπὸ τοῦ αὐτοκράτορος Οὐάλη, ἐν καιομένῳ πλοίῳ
βληθέντες, τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους τοῦ νέου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Δαβίδ, καὶ Ταριχάνι
οἱ αὐτάδελφοι, ἐν Περσίᾳ ἐν ἔτει 693 τελειοῦνται
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Ποταμώνος, ἐπισκόπου Ἡρακλείας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βεναντίου,
ἐν Καμερίνῳ Ἀγκώνας Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Φήλιξ, ἐπίσκοπος
Σπολέτο τῆς Οὐμβρίας Ἰταλίας, ἐν ἔτει 304, τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διόσκορος, ἐν
Κυνοπόλει τῆς Αἰγύπτου, ἐν ἔτει 305 τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου, τοῦ
Ἱεραποστόλου τῶν Ἀλταΐων τῆς Ῥωσσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Σὲ νοητήν.
Σῶμα
τὸ σόν, αἰκισμοῖς ἐκδέδωκας, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, καὶ τὸ κάλλος τὸ ἑαυτοῦ,
ἀκλινῶς φαντάζεσθαι τὴν ψυχὴν ἐπτέρωσας, ἀνακραυγάζων Ἡράκλειε· ὁ αἰνετὸς τῶν
Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γέρας
ζωῆς, αἰωνίου εἴληφας, Ἡράκλειε παρὰ Χριστοῦ, τῶν γηΐνων ὡς ἀποστάς, καὶ
ἀθλήσας ἄριστα, γνώμῃ οὐρανόφρονι, ἀνακραυγάζων μακάριε· ὁ αἰνετὸς τῶν Πατέρων,
Θεὸς καὶ ὑπερένδοξος.
Ἐν
τῷ πυρί, ἄφλεκτος διέμεινας, δρόσῳ τῆς ἄνωθεν ῥοπῆς, καὶ ἀγώνων σου τῷ πυρί,
τῶν εἰδώλων ἔφλεξας, τὴν ἀπάτην ἅπασαν, καταπυρσεύων τοῖς ἄθλοις σου, Ἡράκλειε
τὰς καρδίας, τῶν εὐσεβῶς τιμώντων σε.
Θεοτοκίον.
Ῥῦσαι
ἁγνή, τῆς παθῶν ὀχλήσεως, καρδίαν μου τὴν ῥυπαράν, καὶ κατάβαλε τοῦ ἐχθροῦ, τὴν
κακίαν Δέσποινα, ἐφορμῶντος πάντοτε, καταπιεῖν με τὸν δείλαιον· Σὺ γὰρ θερμή
μου προστάτις, καὶ μέγα καταφύγιον.
ᾨδὴ
η΄. Ἐν καμίνῳ παῖδες.
Ἀθλητὴς
Χριστοῦ περιφανής, Ἡράκλειε ἐδείχθης, καὶ πρόμαχος εὐσεβείας, καὶ προστάτης
ἀληθής, καὶ μέγα προπύργιον, τῶν ὑμνούντων τὴν ἄθλησίν σου Μάρτυς, καὶ
ὑπερυψούντων, Χριστὸν τὸν ἀθλοθέτην.
Σὲ
προστάτην καὶ καταφυγήν, ἡ πόλις Ἡρακλείου, Ἡράκλειε κεκτημένη, εὁρτάζει
εὐλαβῶς, τὴν μνήμην σου ψάλλουσα· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱεραῖς
ὑμνήσωμεν φωναῖς, Ἡράκλειον τὸν μέγαν σὺν αὐτῷ δὲ καὶ τοὺς λοιπούς, ἑπταρίθμους
Ἀθλητάς, βοῶντες καὶ λέγοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μὴ
φλεχθεῖσα Κόρη τῷ πυρί, θεότητος τῆς ἀστέκτου, ἐκύησας ἀποῤῥήτως, τὸν Σωτῆρα
τοῦ παντός, σώζοντα τοὺς κράζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Τύπον τῆς ἁγνῆς.
Ὄμβροις
μυστικοῖς κατάσβεσον, τῶν πειρασμῶν τὴν φλόγα Μάρτυς Ἡράκλειε, τῶν προστάτην
σε, καταπλουτούντων καὶ ἔφορον, καὶ παράσχου ταῖς σαῖς παρακλήσεσι, πρὸς τὸν
Δεσπότην πάντων, ἡμῖν πταισμάτων τὴν συγχώρησιν.
Ὅρμῳ
νοητῷ προσώρμησαι, ὡς διαπλεύσας Μάρτυς βίου τὴν θάλασσαν, καὶ μετέσχηκας, τῆς
ὑπὲρ νοῦν ἀναπαύσεως, καὶ γαλήνης Ἡράκλειε κρείττονος· διὸ καὶ ἡμᾶς ῥῦσαι, τῶν
ἐν τῷ βίῳ περιστάσεων.
Ὕψους
ἐπιβὰς Ἡράκλειε, τῆς θεϊκῆς εὐκλείας καὶ ὡραιότητος, ἐκτελέσας σου, τὸν ἀγῶνα
τὸν κάλλιστον, ἐθεώθης μεθέξει τῇ κρείττονι· διό σε δυσωποῦμεν, ὑπὲρ ἡμῶν
ἀπαύστως πρέσβευε.
Θεοτοκίον.
Ὕψος
τοῦ ἀῤῥήτου τόκου Σου, πᾶσα πνοὴ δοξάζει πιστῶς πανύμνητε· Σὺ γὰρ ἔτεκες, τὸν
Βασιλέα καὶ Κύριον, τῆς ἀρχαίας κατάρας λυτρούμενον, δι’ ἄκραν εὐσπλαγχνίαν,
τοὺς Θεοτόκον Σε κηρύττοντας.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ
τοῦ Σωτῆρος ὄνομα, τοῖς ἐν πλάνῃ κηρύττων, πρὸς μαρτυρίου σκάμματα,
προσεχώρησας χαίρων, Ἡράκλειε Ἀθλοφόρε, παριδὼν τὰς αἰκίας, καὶ ἐκτμηθεὶς τὴν
κάραν σου, τὴν ὀφρὺν καταβέβληκας τοῦ ἐχθροῦ, καὶ Χριστῷ ἀνέδραμες νικηφόρος,
ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε πόθῳ.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε
Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Ἡράκλειε, ἐνδεδυμένος τὴν ἄνωθεν, ἰσχὺν καὶ δύναμιν,
ἐν πίστει τελείᾳ, ἐχθρῶν τὴν παράταξιν, ἀθλήσεως ἀγῶσι κατέβαλες, καὶ νῦν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος
Πυρὸς
ἰσχυρότερος φανείς, Ἀθλητὰ Ἡράκλειε, δρόσῳ τοῦ Πνεύματος Ἅγιε, ἄφλεκτος
ἔμεινας, ῥιφεὶς ἐν καμίνῳ, καὶ πυρὶ τῆς πίστεως, ἐνέπρησας ἐχθρῶν τὰ
βουλεύματα· διὸ αἰτοῦμέν σε· τῶν παθῶν ἡμῶν κατάφλεξον, τὰς ἀκάνθας, πρεσβειῶν
σου ἄνθραξι.
Προστάτην
καὶ θεῖον ἀρωγόν, Ἀθλητὰ Ἡράκλειε, καὶ πολιοῦχόν σε κέκτηται, ἡ τῷ ὀνόματι, τῷ
σῷ τιμωμένη, πόλις αὕτη Ἅγιε, καὶ πᾶσαν Ἀττικὴν εὐφημεῖσαί σε, καλεῖται
σήμερον, ἑορτάζουσα τὴν μνήμην σου, καὶ ὑμνοῦσα, τὸν σὲ θαυμαστώσαντα.
Τὸ
στάδιον ἤνυσας καλῶς, τῆς στεῤῥᾶς ἀθλήσεως, Μεγαλομάρτυς Ἡράκλειε, καὶ τὸν
αὐχένα σου, ἐκτμηθεὶς τῷ ξίφει, τοῦ ἐχθροῦ συνέκοψας, ἁπάσας νοουμένου τὰς
φάλαγγας, καὶ νίκης στέφανον, ἐκ χειρὸς τοῦ Παντοκράτορος, ἐκομίσω, ὡς Μάρτυς
ἀήττητος.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀθλητικῇ
ἐνστάσει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, σαφῶς ἐτράνωσας, Ἀθλητὰ Ἡράκλειε·
μαρτυρικαῖς γὰρ ἀριστείαις, τὴν κεκρυμμένην ἐν σοὶ χάριν ἐκφαίνων, ὥσπερ ἄλλου
πάσχοντος, ἐν ταῖς βασάνοις διέκεισο· καὶ νομίμως ἀγωνισάμενος, οὐρανίων
ἐπάθλων, κληρονόμος ἐγένου· διὸ δυσωποῦμέν σε· ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ὦ πανθαύμαστε Ἀθλητά, Ἡράκλειε Μάρτυς, Ἀθηναίων εὖχος λαμπρόν· χαίροις
πολιοῦχος, πόλεως Ἡρακλείου, ἐν Ἀττικῇ τῆς οὔσης, καὶ θεῖον σέμνωμα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
κληρονόμος τῆς ζωῆς τῆς ἀλήκτου, καὶ κοινωνὸς τῆς ὑπὲρ νοῦν εὐφροσύνης,
Μεγαλομάρτυς Ἅγιε Ἡράκλειε, πάσης ἡμᾶς λύτρωσαι, δυσπραγίας καὶ λύπης, καὶ
πάσης κακώσεως, καὶ σκανδάλων παντοίων, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου σοφέ,
ὡς ἀντιλήπτωρ, ἡμῶν καὶ ὑπέρμαχος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Σὺ εἶ Ἡράκλειε ἡμῶν
φύλαξ. Γερασίμου..
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Στεφάνῳ κοσμούμενος τῆς
ζωῆς, Ἡράκλειε Μάρτυς, καθικέτευε ἐκτενῶς, ἐκ πάσης λυτροῦσθαι ἐπηρείας, τοὺς
ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Ὑψίστου τῷ θρόνῳ
παρεστηκώς, ὕψωσον τὸν νοῦν μου, τῆς γεώδους ἐπιφορᾶς, Ἡράκλειε Μάρτυς τοῦ
Σωτῆρος, καὶ πρὸς ἀγάπην αὐτὸν θείαν πτέρωσον.
Ἐκ πάσης ἀνάγκης ῥύου ἡμᾶς,
Ἡράκλειε Μάρτυς, τῇ θερμῇ σου ἐπισκοπῇ, τοὺς πίστει καὶ πόθῳ προσιόντας, τῇ
πρὸς Χριστὸν ἱκεσίᾳ σου Ἅγιε.
Θεοτοκίον.
Ἰσχὺν ἡμῖν δίδου κατὰ
παθῶν, κεχαριτωμένη, Θεοτόκε Μῆτερ Χριστοῦ, καὶ σύντριψον πᾶσαν τὴν μανίαν, τὴν
καθ’ ἡμῶν κινουμένην τοῦ ὄφεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ
θερμή σου πρεσβεία πρὸς τὸν Χριστον γένοιτο, τεῖχος καὶ ἀντίληψις θεία, καὶ
ἱλαστήριον, Μάρτυς Ἡράκλειε, τοῖς ἀληθῆ σε προστάτην, κεκτημένοις Ἅγιε, καὶ
ἀντιλήπτορα.
Ῥῶσιν
σώματος δίδου καὶ ψυχικὴν ἴασιν, καὶ πειρατηρίων παντοίων τὴν ἀπολύτρωσιν,
Μάρτυς Ἡράκλειε, τοῖς εὐλαβῶς προσιοῦσι, ταῖς σαῖς ἀντιλήψεσι, καὶ σὲ
γεραίρουσι.
Καθελὼν
ἐναθλήσας τὴν τοῦ ἐχθροῦ ἔπαρσιν, τούτου καθ’ ἡμῶν τὴν μανίαν, Μάρτυς
κατάργησον, καὶ βίον ἥρεμον, δίδου ἡμῖν διανύειν, ἔνδοξε Ἡράκλειε,
καθικετεύομεν.
Θεοτοκίον.
Ἀειπάρθενε
Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τῆς ἁμαρτίας τὴν ζάλην ἐξαφανίσασα, τὸν νοῦν μου
λύτρωσαι, τῆς ἐμπαθοῦς συνηθείας, καὶ τῆς μετανοίας με, φωτὶ καταύγασον.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις Ἡράκλειε Ἀθλοφόρε, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων,
τοὺς ἀνυμνοῦντας τὰς θείας σου ἀριστείας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ Ἀθλητὰ Ἡράκλειε
ἀήττητε, δυσώπει ἀεί, λυτροῦσθαι πάσης θλίψεως, τοὺς πίστει σε γεραίροντας, καὶ
πταισμάτων διδόναι συγχώρησιν, καὶ κινδύνων δεινῶν ἀπαλλαγήν, τοὺς σπεύδοντας
Μάρτυς τῇ σῇ χάριτι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνόμενος χάριτι, Ἅγιε
Ἡράκλειε τῆς ἀθλήσεως, σκοτασμοῦ παθῶν ἀπάλλαξον, τοὺς εἰλικρινῶς σε
μακαρίζοντας.
Ἐξ ἐχθρῶν ἀοράτων με, τῆς
μανίας λύτρωσαι Μάρτυς ἔνδοξε, καὶ ἀνδρῶν συκοφαντούντων με, ἅπασαν ἐπίνοιαν
διάλυσον.
Ἴδε ταύτην τὴν πόλιν σου,
τὴν ἀνακειμένην τῇ προστασίᾳ σου, καὶ παράσχου ταύτῃ Ἅγιε, τῶν σῶν ἀντιλήψεων
τὰς χάριτας.
Θεοτοκίον.
Ἐκ γαστρός Σου ἀνέτειλε,
τῆς δικαιοσύνης Κόρη ὁ Ἥλιος, οὗ ταῖς αἴγλαις φωταγώγησον, τὴν ἐσκοτισμένην μου
διάνοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤθλησας στεῤῥῶς, καὶ
καθεῖλες τὸν ἀντίπαλον, οὗ τῆς ῥύμης ἀπολύτρωσαι ἡμᾶς, τοὺς προστρέχοντας
Ἡράκλειε τῇ σκέπῃ σου.
Μέγας ἀρωγός, Ἡρακλείου
ὤφθης πόλεως· διὰ τοῦτο οἱ ἐν ταύτῃ εὐσεβεῖς, καταφεύγομεν Ἡράκλειε τῇ σκέπῃ
σου.
Ὥσπερ ἀθλητης, τοῦ Χριστοῦ
ἀκαταγώνιστος, ἀγωνίζεσθαι καλῶς δίδου ἰσχύν, τοῖς ὑμνοῦσί σε Ἡράκλειε
πανθαύμαστε.
Θεοτοκίον.
Νέκρωσον ἁγνή, τῆς σαρκός
μου τὰ κινήματα, ἡ τεκοῦσα τὴν ζωὴν τὴν ἀληθῆ, τὴν νεκρώσασαν τὸν ὄφιν τὸν
ἀρχέκακον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Φωστῆρά σε, εὐσεβείας
εἰδότες, ὦ Ἡράκλειε Χριστοῦ Ἀθλοφόρε, ἀπὸ ψυχῆς σοι βοῶμεν παμμάκαρ· δίδου ἡμῖν
φωτισμὸν θείας χάριτος, καὶ τὰ νυκτώδη ἀφ’ ἡμῶν, τῶν παθῶν ἀποδίωξον φάσματα.
Ὑδάτων, πεπληρωμένος ἀΰλων,
τῶν τοῦ Πνεύματος πλουσίων χαρίτων, βλῦσον ἡμῖν ζωῆς ὕδωρ τὸ θεῖον, ταῖς
ἐπομβρίαις τῶν σῶν παρακλήσεων, Ἡράκλειε τοῖς ἐν δεινῇ, τῶν παθῶν ἀνομβρίᾳ
στενάζουσι.
Λεόντων, τῶν νοητῶν καθ’ ἑκάστην,
καθ’ ἡμῶν ὠρυομένων τὰς μύλας, τῇ σιδηρᾷ σου πρεσβείᾳ καὶ θείᾳ, σύντριψον
θᾶττον παμμάκαρ Ἡράκλειε, καὶ διατήρησον ἡμῶν, τὴν ζωὴν ἐν εἰρήνῃ δεόμεθα.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις,
ἀσυγκρίτως Θεοτόκε Παρθένε, ὡς τετοκυῖα τὸν τούτων Δεσπότην· ὅθεν κἀμὲ παντὸς
ἄγους ἀπόπλυνον, καὶ ἁγιότητα ζωῆς, γεωργεῖν με ἐνίσχυσον ἄχραντε.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις Ἡράκλειε Ἀθλοφόρε, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ
θλίψεων, τοὺς ἀνυμνοῦντας τὰς θείας σου ἀριστείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ἱεροῖς σου ἀγῶσιν
Ἡράκλειε, μαρτυρικῶν δωρεῶν κατηξίωσαι, ἐξ ὧν ἡμῖν δίδου ἑκάστοτε, τοῖς σὲ
θερμὸν ἀντιλήπτορα ἔχουσιν, αἰτούμενος πᾶσι θεῖον ἔλεος.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἔχων πρὸς τὸν Κύριον,
μαρτυρικὴν παῤῥησίαν, Ἀθλητὰ Ἡράκλειε, ὃν λαμπρῶς ἐκήρυξας καὶ ἐδόξασας,
ἐκτενῶς πρέσβευε, σὺν τοῖς σοῖς συνάθλοις, τῶν πταισμάτων δοῦναι ἄφεσιν, καὶ
ἀπολύτρωσιν, πάσης συμφορᾶς καὶ κακώσεως, ἡμῖν τοῖς εὐφημοῦσί σε, καὶ τὴν σὴν
ζητοῦσι βοήθειαν· σὺ γὰρ ἡμῶν πρέσβυς, καὶ ἕτοιμος μεσίτης πρὸς Χριστόν, καὶ
ἀῤῥαγὲς περιτείχισμα, ταύτης τῆς μερίδος σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξένος ὤφθης τοῦ κόσμου τῇ
στεῤῥᾷ σου ἀθλήσει Μάρτυς Ἡράκλειε, καὶ ξένων χαρισμάτων, παρὰ Χριστοῦ
μετέσχες, περιέπων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γενναιότητι γνώμης
κατεπάλαισας Μάρτυς τὸν πολυμήχανον· ἐντεῦθεν ἀπαλλάττεις, αὐτοῦ τῆς ἐπηρείας,
τοὺς βοῶντας Ἡράκλειε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν τῇ σῇ προστασίᾳ ἡ
παροῦσά σου πόλις καυχᾶται Ἅγιε, καὶ πίστει καταφεύγει, τῇ σῇ ἐπιστασίᾳ,
ἐκβοῶσα Ἡράκλειε· σύ μου ταχὺς βοηθός, καὶ πύργος ἀσφαλείας.
Θεοτοκίον.
Ῥυπωθεὶς ἁμαρτίας τοῦ Θεοῦ
ἐμακρύνθην ὁ ἄνους Δέσποινα· ἀλλὰ Σὺ Θεοτόκε, ἀπόπλυνόν με αὖθις, καὶ Χριστῷ με
οἰκείωσαι, τῷ Σῷ εὐσπλάγχνῳ Υἱῷ, ἵνα Σε μεγαλύνω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀθλήσας Μάρτυς, καὶ
δοξασθεὶς κατ’ ἀξίαν, ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων, κάθαρον λιταῖς σου,
Ἡράκλειε θεόφρον.
Σκέπη καὶ τεῖχος, γενοῦ
Ἡράκλειε Μάρτυς, τῆς τῇ κλήσει σου πόλεως καυχωμένης, ἐξ αὐτῆς διώκων, τὴν
συστροφὴν σκανδάλων.
Ἴασαι Μάρτυς, τὴν
ἀσθενοῦσαν ψυχήν μου, καὶ ἀνάστειλον τὴν ῥύμην ἁμαρτίας, δι’ ἧς καθυπείκω,
ἐχθροῦ τῇ τυραννίδι.
Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ
ἀειπάρθενε Κόρη, τὴν ῥυπῶσάν μου καρδίαν ἐμπαθείᾳ, πλῦνον δυσωπῶ Σε, ἐλέους Σου
τοῖς ῥείθροις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ πίστει προσιόντες, τῇ σῇ
προστασίᾳ, τῶν αἰτημάτων καρποῦνται τὴν πλήρωσιν, καὶ εὐφροσύνης πληροῦνται
θείας Ἡράκλειε.
Οὐράνωσον τὸν νοῦν μου,
θείᾳ ἀγαπήσει, Μεγαλομάρτυς Ἡράκλειε ἔνδοξε, καὶ τῶν πταισμάτων μου αἴτει
Μάρτυς τὴν ἄφεσιν.
Ὑμνοῦντές σου τοὺς ἄθλους,
Μάρτυς ἐκβοῶμεν· πλήρου ἡμῶν τὰ αἰτήματα ἅπαντα, ἡμῖν εἰρήνην βραβεύων καὶ
χάριν ἄνωθεν.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε, Μῆτερ τοῦ
Κυρίου, τὴν ἄναγνόν μου καρδίαν καθάγνισον, καὶ μετανοίας ἀκτῖσι τὸν νοῦν μου
λάμπρυνον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίρων ὡμολόγησας τὸν
Χριστόν, πρὸ κριτῶν ἀδίκων, καὶ ἠγώνισαι καρτερῶς, πολλῇ εὐτολμίᾳ, Ἡράκλειε
θεόφρον· διὸ καὶ ἀφθαρσίας, στέφανον εἴληφας.
Ῥαβδισμοῖς τὸ σῶμά σου
στομωθέν, Ἡράκλειε Μάρτυς, ξίφος ὤφθης ὡς ἀληθῶς, τῶν ἐχθρῶν συγκόπτον, τὸ
σθένος καὶ τὸ θράσος, μαρτυρικοῖς ἀγῶσι, Πνεύματος χάριτι.
Φέρων τὸ οὐράνιον θεῖον
πῦρ, οὐδολως ἐφλέχθης, ἐν καμίνῳ τῇ τοῦ πυρός· διὸ ἡμῶν φλέξον, ἀκάνθας
ἁμαρτίας, πυρὶ τῶν πρεσβειῶν σου, Μάρτυς Ἡράκλειε.
Χαίροις πολιοῦχος καὶ
ἀρωγός, τῆς σεμνυνομένης, τῇ σῇ κλήσει ὡς ἀληθῶς, πόλεως θεόφρον, Ἡράκλειε ἣν
ῥύου, ἐκ πάσης δυσπραγίας, καὶ περιστάσεως.
Ἄνθος ἐκ τῆς πόλεως Ἀθηνῶν,
εὐῶδες ἐφύης, καὶ διέπνευσας μυστικῶς, κόσμῳ εὐωδίαν, Ἡράκλειε τὴν θείαν,
ἀθλητικοῖς ἀγῶσι, Πνεύματος χάριτι.
Πάσης δυσχερείας καὶ
συμφορᾶς, ἀπάλλαττε Μάρτυς, καὶ στενώσεων χαλεπῶν, καὶ παντοίας νόσου, Ἡράκλειε
λιταῖς σου, τοὺς πίστει προσιόντας, τῇ προστασίᾳ σου.
Πίστει στρατευσάμενοι τῷ
Χριστῷ, θεόπλοκος δῆμος, καὶ γεννῖος συνασπισμός, ὤφθητε ἐν ἄθλοις, ὀκτάριθμοι
ὁπλῖται, ἐχθρῶν τὰς παρατάξεις, περιτρεψάμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄθλοις, διαπρέψας ἱεροῖς,
τῶν ὑπερκοσμίων ἐπάθλων, Μάρτυς Ἡράκλειε, παρὰ τοῦ παντάνακτος, Χριστοῦ
ἠξίωσαι, ὃν δυσώπει δεόμεθα, ἐκ πάσης ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ νόσων
ῥύεσθαι, πάντας τοὺς πιστῶς προσιόντας, τῇ σῇ προστασίᾳ καὶ σκέπῃ, καὶ
ὑμνολογοῦντας τοὺς ἀγῶνάς σου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου