ΙΟΥΝΙΟΥ 15.
ΑΥΓΟΥΣΤΙΝΟΥ ΙΠΠΩΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὴν α΄ στάσιν τοῦ Ψαλτηρίου,
ἱστῶμεν στίχους στ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Θεολόγον τὸν κράτιστον, συγγραφέα
τὸν ἄριστον, καὶ ῥητόρων πάντων τὸ ἐγκαλλώπισμα, τὸν Αὐγουστῖνον ὑμνήσωμεν, ἐν
ᾄσμασιν ἅπαντες καὶ ᾠδαῖς πνευματικαῖς, πρὸς αὐτὸν ἀνακράζοντες, Πάτερ Ἅγιε,
παῤῥησίαν ὡς ἔχων τὴν Τριάδα, ὑπὲρ πάντων ἐκδυσώπει, τῶν ἐκτελούντων τὴν
μνήμην.
Ὁ γινώσκων τὰ μέλλοντα,
Αὐγουστῖνε θεσπέσιε, προειδὼς καρδίας Σου τὴν εὐθύτητα, ἐκ τοῦ βυθοῦ ἀφαρπάζει
σε, σοφῶς τῶν αἰρέσεων, ταῖς εὐχαῖς τῆς σῆς μητρὸς, καὶ Ἱππῶνος καθίστησι,
ποιμενάρχης τε, καταγαύζων ἐκεῖθεν ταῖς ἀκτῖσι, τῶν σῶν λόγων θεοφάντορ, τῆς
οἰκουμένης τὰ πέρατα.
Τὸν Δαβὶδ ἐκμιμούμενος,
Αὐγουστῖνε μακάρις, τὴν στρωμνήν σου ἔβρεχες ἐν τοῖς δάκρυσιν, ἀναπεμπάζων τὰ
πρότερον τοῦ βίου σου ἔνδοξε, ὀλισθήματα δεινὰ, καὶ ἐβόας ἑκάστοτε τῷ Κυρίῳ
σου, ἐκ μυχίων καρδίας, ἄνες ἄφες, ἁμαρτάδων μου τὸ χρέος, ὡς πολυεύσπλαγχνος
Δέσποτα.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὡ τοῦ
παραδόξου θαύματος.
Χάριν εἰληφὼς τοῦ Πνεύματος,
ἀναγεννήσει σοφὲ, τῇ τοῦ θείου Βαπτίσματος, ταύτην διετήρησας, ἀμιγῆ καὶ
ἀμείωτον· ἀλλὰ καὶ πλείω, ταύτην ἐπηύξησας, τοῖς σοῖς ἱδρῶσι καὶ ἀγωνίσμασιν·
ὅθεν καὶ γέγονας, τῆς Τριάδος ὄργανον πανευσεβὲς, Αὐγουστῖνε ἔνδοξε, καὶ
ἐνδιαίτημα.
Βλέπων ὁ σοφὸς Ἀμβρόσιος, τὸν
κατὰ χάριν Υἱὸν, σὲ ὁσίως ὑψούμενον, Αὐγουστῖνε ἔνδοξε, ταῖς τοῦ Πνεύματος
λάμψεσι, καὶ ζήλῳ θείῳ, ἀεὶ φλεγόμενον, καὶ τῆς Τριάδος οἶκον γενόμενον, σφόδρα
ἠγάλλετο, καὶ Θεὸν ἐδόξαζε, τὸν θαυμαστῶς, ἐκ βυθοῦ ἐλκύσαντα, τῆς ἀπογνώσεως.
Παῦλον τὸν μέγαν μιμούμενος,
νυχθημερὸν ὡς αὐτὸς, οὐκ ἐπαύσω τὰ κρείττονα πᾶσιν ἐνδεικνύμενος, διϋλίζων
σαφέστατα· τῆς ἀληθείας, πλάνης τὰ φάσματα, καὶ τρίβου θείας ἐχθροῦ τὰ ἔνεδρα,
γνώστης ὡς ἄριστος, καὶ σοφὸς διδάσκαλος ποδηγετῶν, πάντας πρὸς εὐσέβειαν, καὶ
βίον ἔνθεον.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοὶ, τῆς εὐσεβείας τὸν
κήρυκα καὶ Ἐκκλησίας τὴν στήλην, τῶν θεολόγων τὸ εὖχος, τῆς εὐστροφίας τὴν
γλῶτταν, καὶ τῶν ἐνθέων νοημάτων τὸ πέλαγος, εὐφημήσωμεν σήμερον, ἐν ᾄσμασι
πνευματικοῖς, τὸν μέγαν Ἱεράρχην, Αὐγουστῖνον τὸν ἔνδοξον. Οὗτος γὰρ διὰ τῆς
ἐμπόνου μετανοίας, καὶ ἀεννάου τῶν δακρύων ῥοῆς, διὰ τῆς τῶν προσκαίρων
ὑπεροψίας καὶ τῶν μελλόντων ἐφέσεως, ὑπερήρθη τοῦ γηΐνου φρονήματος καὶ τὴν
ἀκρώρειαν τῆς τοῦ Θεοῦ ἀγάπης κατέφθασε· διὸ καὶ φῶς γέγονε τῇ τοῦ Πνεύματος
χάριτι, φωτίζων τοὺς ἔμφρονας τοῖς θεοσόφοις αὐτοῦ συγγράμμασι· νῦν δὲ
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ
φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνεναστράφει· ἐκ Παρθένου
γὰρ Ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθὼν, μετὰ τῆς προσλήψεως,
εἰς ἐστὶν Υἱὸς, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον Αὐτὸν
Θεὸν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦσιν Χριστὸν τὸν Θεὸν
ἡμῶν· ὅν ἱκέτευε Μῆτερ Ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος· Φῶς ἱλαρὸν· Προκείμενον τῆς
ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´
13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ
θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ
ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον
αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ
ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ
μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν
ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς
ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν
ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν,
σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ
μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα
τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ
τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα
γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν,
χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ
ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς
γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης
τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν.
Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ
εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει·
καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας·
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί.
Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομώντος τὸ Ἀνάγνωσμα.
Ἐγκωμιαζομένου δικαίου,
εὐφρανθήσονται λαοί· ἀθανασία γὰ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ
γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστῆ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε. Ἀρχὴ γὰρ αύτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ’ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἔστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερὸν, ἅγιον ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν· φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβαις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων καὶ ἀγῶνα ἰσχυρὸν
ἐβράβευσεν, ἀυτοῖς ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ λοὐ μὴ κατισχύσῃ ποτὲ κακίας σοφίας· οὐδ’ οὐ μὴ παρελεύσεται πονηροὺς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦνται τοῖς
ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν
ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν
ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ,
καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται
τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων. Ἴδωμεν οὖν, εἰ
οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει ἀυτοῦ. Ὕβρει καὶ βασάνῳ
ἐτάσωμεν αὐτὸν, ἴνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν
αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπῃ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ
ἐπλανήθησαν, ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια
Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἷ ὁ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν
ἐξουσίαν, καὶ σώζων ἐκ καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ· ὁ οἰκτίρμων
καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς
ὑπερηφάνοις ἀντιτασσόμενος.
Εἰς τὴν Λιτήν· στιχηρὰ ἱδιόμελα.
Ἦχος α΄.
Τῆς μετανοίας τὸν κήρυκα καὶ
ἔμπρακτον ὑπόδειγμα ταύτης, τὸν ἕρμαιον γεγονότα τοῦ παμπονήρου διαβόλου διὰ
τῆς τῶν ἠθῶν παρατροπῆς καὶ τοῦ πτώματος τῶν αἱρέσεων Αὐγουστῖνον τὸν θεῖον,
δεῦτε ἅπαντες ὑμνήσωμεν προφρόνως. Οὗτος γὰρ ὁ μέγας, ἀδελφοὶ, εἰ καὶ πρὸς
καιρὸν ἐνεπαίχθη ὑπὸ τοῦ δολίου, ἀλλ’ ὅμως ἐπανελθὼν ὅθεν ἐκπέπτωκεν,
ἀντέπαιξεν αὐτὸν καὶ εἰς τέλος κατέβαλεν, ἐκδηλώσας αὐτοῦ τὰς πάγας ἁμαρτωλοῖς
καὶ δικαίοις· καὶ νῦν πρεσβεύει στεφηφόρος ἐν Οὐρανῷ σὺν τοῖς λοιποῖς Ἱεράρχαις,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ὁ τῆς Ἄννης τὰ δάκρυα μὴ
παραβλέψας, καὶ τῶν προσευχῶν τῶν δικαίων ἀεὶ ἐπακούων Κύριος. Αὐτὸς τῆς σῆς
μητρὸς, ἐπιβοώσης ἐν κλαυθμῷ καὶ τοῦ ἁγιωτάτου Σιλβέστρου θερμῶς ὑπὲρ σοῦ
προσευχομένου, τοὺς πόνους οὐ παρεῖδεν. Ὅθεν διήγειρέ σου τὸν τῆς συνειδήσεως
ἔλεγχον, καὶ πιεζόμενος ἔσωθεν προσέπεσας ἐν κατανύξει πρὸς Αὐτὸν, ζητῶν τὴν
τρίβον τῆς ἀληθείας. Διὸ φωνῆς οὐρανόθεν ἀκήκοας, λεγούσης: λάβε καὶ ἀνάγνως.
Λαβὼν δὲ καὶ ἀναγνοὺς, ἤκουσας τοῦ Ἀποστόλου Παύλου λέγοντός σοι· Ὥρα ἡμῖν ἤδη
ἐξ ὕπνου ἐγερθῆναι... ἀποθώμεθα οὗν τὰ ἔργα τοῦ σκότους... καὶ ἐνδυσώμεθα τὸν
Κύριον Ἰησοῦν Χριστόν. Ὅθεν ἐνδυσάμενος Αὐτὸν διὰ τοῦ θείου Βαπτίσματος καὶ
ἀφομοιωθεὶς Αὐτῷ διὰ τῆς τῶν ἀρετῶν προσκτήσεως, ἀπῆλθες πρεσβεύειν ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄.
Τοῦ προτέρου βίου σου τὰ
προστρίμματα, σφόδρα ὑπερηκόντισαν οἱ ὑπὲρ τῆς εὐσεβείας ἀγῶνες, καὶ οἱ πόνοι
τῶν ἀρετῶν, οὕς κατέβαλες, Αὐγουστῖνε μακάριε. Τῆς γὰρ ἐν Καρχηδόνῃ Ἁγίας
Τοπικῆς Συνόδου· ὑπέρμαχος γέγονας, διέλεγξας τοῖςν θεοσόφοις λόγοις σου
Πελάγιον καὶ Κελεστῖνον τοὺς κακόφρονας, τοῦς ἀρνουμένους τὴν ἐν τοῖς ἀγαθοῖς
ἔργοις σύμπραξιν τῆς θείας χάριτος ἐν τῷ ἀνθρώπῳ, Δονάτον τὸν αἰρετίζοντα καὶ
Ἀπιάριον, τὸν ἀνίερον πρεσβύτερον καὶ πρόδρομον τῶν φρονημάτων τῆς Δυτικῆς
Ἐκκλησίας. Ἀλλ’ ὦ Πατέρων μέγιστε, ὡς παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν, μὴ διαλίπῃς
πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα
πνευματικῶς ἑορτάσωμεν, τὴν ἐτήσιον μνήμην τοῦ θεοφόρου Πατρὸς ἡμῶν Αὐγουστῖνου
τοῦ ἔνδοξου καὶ μελωδικῶς πρὸς αὐτὸν ἐκβοήσωμεν λέγοντες: Χαίροις τῆς Ὀρθοδόξου
Ἐκκλησίας ὁ φωστὴρ, πεπλανημένος ὁ ὁδηγὸς, εὐδρομούντων ὁ ποδηγέτης καὶ
μετανοούντων ἡ χειραγωγία. Πρέσβευε θεόσοφε Ἱεράρχα, τῷ ἐλεήμονι Θεῷ ὑπὲρ τῶν
ἐκτελούντων τὴν φωτοφόρον καὶ σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε...
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄.
Χαίροις άσκητικῶν.
Χαίροις, θεολογίας ὁ νοῦς, ὁ τῶν
Γραφῶν ἑρμηνευτὴς καὶ διδάσκαλος, φωστὴρ ὁ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων Ποιμὴν,
ὁ κηρύξας πᾶσι τὴν εὐσέβειαν, ἡ γλῶσσα ἡ εὔλαλος, ὁ ἡδὺς καὶ πρᾳότατος,
αἱρετιζόντων μάστιξ ὅντως ἡ ἔνθεος καὶ πολέμιος· Αὐγουστῖνε μακάριε, μέμνησο
τῶν τιμώντων σου τὴν μνήμην τὴν πάνσεπτον, καὶ γεραιρόντων ἐκ πόθου, καὶ τὸν
Χριστὸν ἐκδυσώπησον, τοῦ δοῦναι πταισμάτων τὴν συγχώρησιν θεόφρον, καὶ μέγα
ἔλεος.
Στ.: Οἱ Ἱερεῖς Σου Κύριε
ἐνδύσονται δικαιοσύνην...
Χαίροις ἱεραρχῶν καλλονὴ,
διδασκαλεῖον, τῶν πιστῶν εὐσεβέστατον, ὁ δείκτης τῆς μετανοίας, ἡ τῶν δακρύων πηγὴ,
ἐραστὴς τῆς θείας ἀνατάσεως, αγάπης τὸ ἔπαθλον, Ἰησοῦ ὁ ἐράσμιος, ὁ ἐξ ἀγάπης,
ἐσαεὶ προσευχόμενος καὶ τερπόμενος, τῶν δακρύων τοῖς χεύμασι· λύχνος ὁ
φωταγεύστατος, ὁ φαίνων τὴν σύμπασαν, ταῖς τῶν σῶν λόγων ἀκτῖσιν, ὁ πρέσβυς
ὅντως ὁ ἔνθερμος, ἡμῶν τῶν ἐκ πόθου, τὴν ἑπέτειον σου μνήμην, ὑμνολογούντων
νῦν.
Στ.: Τό στόμα μου λαλήσει
σοφίαν...
Χαίροις, ὁ ἀναβάσεις ἀεὶ, ἐν Σῇ
καρδίᾳ διαθέμενος Ὅσιε, ἁγίας, δι’ ὧν ἡ χάρις, ἐπιφοιτήσασα σοὶ, ἡ τοῦ
Παρακλήτου ἐναπέφηνε, παθῶν ἀυτοκράτορα, ἀρετῶν ἐνδιαίτημα, καὶ γραμματέα,
ὀξυγράφον πανόλβιε, ἀποῤῥήτων δὲ, μυστηρίων ἐκφάντορα· ἅλας καὶ φῶς παγκόσμιον,
καὶ ὄργανον ἥδιον, θεοτερπὲς Αὐγουστῖνε, καὶ πρέσβυν ὄντως θερμότατον, ἡμῶν τῶν
ἐκ πόθου, τὴν σὴν μνήμην ἐκτελούντων, ἐν θείος ᾄσμασι.
Δόξα. Ὴχος πλ. β΄.
Δεῦτε, ἅπαντες πιστοὶ, τὴν
σήμερον ἡμέραν πνευματιῶς ἑορτάσωμεν ἐπὶ τῇ ἐπετείῳ μνήμῃ τοῦ τρισμάκαρος
Αὐγουστίνου καὶ χαρμονιῶς πρὸς αὐτὸν ἐκβοήσωμεν λέγοντες: Χαίροις, ὁ τῆς δύσεως
ὄρπυξ καὶ τῆς ἐώας τὸ καύχημα· χαίροις, ὁ τὴν Τριάδα ἐν Μονάδι ἐν Τριάδι· χαίροις,
ὁ τὸν ατέρα ἀγέννητον εἶναι τρανώσας, τὸν δὲ Υἱὸν ἐκ τοῦ Πατρὸς γεννητὸν καὶ τὸ
Πνεῦμα τὸ Ἅγιον, ἐκ μόνου τοῦ Πατρὸς ἐκπορευόμενον. Ἀλλ’ ὦ θεσπέσιε Πάτερ, ὡς
τῷ θρόνῳ τῷ Δεσποτικῷ παριστάμενος, καὶ παῤῥησίαν μεγίστην πλουτῶν, πρέσβευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ ἡ ἄμπελος...
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν
Συνάναρχον Λόγον...
Αὐγουστῖνον τὸν μέγαν
ἀνευφημήσωμεν, τὸν Ἱεράρχην τὸν θεῖον τῆς Ἐκκλησίας Χριστοῦ καὶ σοφὸν ὑφηγητήν·
τῆς ἄνω πόλεως, τὸν θεολόγον τὸν κλεινὸν, προσευχῆς τὸν ἔραστὴν, καὶ στήλην τῆς
μετανοίας· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν· κάθισμα.
Ἦχος δ΄. Τὸν Τάφον Σου Σωτήρ.
Ἀγγέλων οἱ χοροὶ, καὶ Ἁγίων οἱ
δῆμοι, εὐφράνθησαν σοφὲ, ὅτε αἵρεσιν πᾶσαν ἀπέπτυσας καὶ ἔσπευσας, εὐσεβείας τὰ
δόγματα, ἐγκολπώσασθαι, καὶ τὴν ζωήν σου ῥυθμῖσαι καὶ ἀνύμνησαν, τὴν Παναγίαν
Τριάδα. Ἥν πρέσβευε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία ἡ ἐλπὶς, χριστωνύμον
ἁπάντων, ἡ σκέπη ἡ φρουρὸς, τεθλιμμένων ὁ ὅρμος, ἡ δόξα ἡ τῆς φύσεως, τῶν βροτῶν
δὲ ἡ Σώτειρα, ἡ ἐξάρασα, ἐκ τῆς φθορᾶς τῷ Σῷ Τόκῳ, τὸ ἀνθρώπινον, πρὸς θείαν
δόξαν, μὴ λίπῃς, ἡμᾶς περιέπουσα.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.
Ἦχος πλ. δ΄. Κατεπλάγη Ἰωσήφ.
Αὐγουστῖνον τὸν σοφὸν, τὸν
Ἱεράρχην τὸν κλεινὸν εὐφημήσωμεν πιστοὶ, ὅτι κατέλιπε ἡμῖν, καθὰ Πατὴρ
φιλόπαις, τὴν συγγραμμάτων, πληθὺν αὐτοῦ· ἐν ῇ καλλιγραφεῖ ἐμφανῶς, τὸν νοῦν
τὸν τῆς Τριάδος ἄριστα, ἐκθέτει τὰς ἐνεργείας, καὶ Σάρκωσιν τοῦ Θεοῦ Λόγου, ὡς
θεολόγος, καὶ θεόπνευστον ὄργανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξαπόστειλον ἡμῖν, Θεογεννῆτορ
Μαριὰμ, οὐρανόθεν φωτισμὸν, εἰς τὰς καρδίας καὶ τὸν νοῦν, φῶς γὰρ τὸ φαῖνον, τὰ
σύμπαντα ἐν τῇ γαστρί Σου, ἐβάστασας Ἁγνὴ, ὑπερφυῶς, ὑπὲρ νοῦν διὸ ὡς φωταυγὴς,
καὶ φωτοφόρος Σκηνὴ, καὶ Θεοῦ Μήτηρ Δέσποινα, ἰσχύεις ὅσα θέλεις Πανύμνητε· διὸ
προσφύγων, τῶν Σῶν Παρθένε, πλήρου ἅπασαν αἴτησιν.
Μετὰ τὸν Πολυέλεον· κάθισμα. Ἦχος
γ΄. Τὴν ὡραιότητα.
Ζήλος ὁ ἔνθερμος, ἐν σοὶ
ἐγνώρισται, θεομακάριστε, Πνεῦμα γὰρ Ἅγιον, μετὰ Πατρὸς καὶ τοῦ Υἱοῦ, οἰκῆσαν
ἐν σοὶ ἐξῆττε, τοῦτον· ὅθεν ἀνεδείχθης πολέμιος, Μάνωντος τοῦ ἔκφρονος καὶ
Δονάτου ἀθέου τε· καὶ μέγας πρόμαχὼν εὐσεβείας ἔνδοξε Πάτερ Αὐγουστῖνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Νύμφη ἀπείρανδρος, καὶ Μήτηρ
ἄφθορος, ὑπάρχεις Δέσποινα, καὶ ὑπεράμωμις, τοῦ Οὐρανοῦ δὲ καὶ τῆς γῆς
Βασίλισσα καὶ Κυρία. Λόγον γὰρ τὸν Ἄναρχον ὑπὲρ λόγον ἐκύησας. Ὅθεν ὡς Μήτρι
Θεοῦ, πάντα Σοὶ ὑποτέτακται· διὸ ἐκ συμφορῶν καὶ κινδύνων, σῶζε τοὺς ὑμνοῦντάς
Σε Κόρη.
Οἱ Ἀναβαθμοὶ τοῦ δ΄ ἦχου.
Προκείμενον: Οἱ ἱερείς Σου
Κυριε...
Εὐαγγέλιον τὸ ἐν τῇ μνήμῃ τοῦ
θείου Χρυσοτόμου λεγόμενον.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Καὶ τὸ τροπάριον τὸν πλ. β΄ τῆς
Λιτῆς:Του προτέρου βίου σου.
Ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τοῦ
Ἁγίου, οὖ ἡ ἀκροστιχίς: Αυγουστῖνον τὸν θεῖον ὑμνῶ. Ἱωάννου Μ. Ν.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοῖξω τὸ στόμα
μου.
Ἀύλως τῷ Πνεύματι, τῷ Παναγίῳ
ἑνούμενος, Αὐτὸ καθικέτευε, ὦ Αὐγουστῖνε σοφὲ, χάριν δοῦναί μοι, φαιδρῶς ὅπως
ὑμνήσω, ἔν ᾀσμασι μνήμην σου, πάτερ τὴν ἔνδοξον.
Ὑψώθης τῷ πνεύματι, ταπεινωθεὶς
τῷ φρονήματι, Χριστὸν ἐκμιμούμενος, θεομάκαριστε. Ὅθεν γέγονας, περίβλεπτος ἐν
πᾶσιν, ἐν λόγοις καὶ πράξεσι καὶ τοῖς συγγράμμασι
Γεραίρων τὴν μνήμην σου, χαρᾶς
ἀπλέτου ἐμπόπλαμαι, καὶ λόγον ἐρεύξαντι ἐκ τοῦ βυθοῦ τῆς πλάνης, καὶ φῶς καταστήσαντίσε,
πάτερ παγκόσμιον.
Θεοτοκίον.
Ὁ πάλαι προέφησεν, ὁ Ἠσαΐας ἐν
Πνεύματι, ἐν Σοὶ ἐκτετέλεσται, θεοκυῆτορ Ἁγνή. Ὅτι λήψεται ἐν τῇ γαστρὶ
Παρθένος, καὶ ξένως τὸν ἄχρονον, τέξῃ καὶ Κύριον.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑπέρμαχος ὤφθης θεοῤῥῆμον,
δογμάτων τῶν θείων τοῦ Χριστοῦ, καὶ στύλος ἀπερίτρεπτος, τῆς Ἐκκλησίας ἔνδοξε,
Ἱεραρχῶν ἀγλάϊσμα, καὶ Ὀρθοδόξων τὸ σέμνωμα.
Συνάψας παιδείᾳ τὴν σοφίαν, τὴν ἄνωθεν Πάτερ ὡς σοφὸς, ὄργανον ἐχρημάτισας, τοῦ Παναγίου Πνεύματος, ἐκτραγωδήσας ἄριστα, τὰ θεῖα μεγαλουργήματα.
Τὰ πάθη κατάξας ὡς ἐχέφρων, καὶ νοῦν ἡγεμόνα κατ’ αὐτῶν, στησάμενος κατῄσχυνας, τῇ χάριτι τοῦ Πνεύματος, τὸν πτερνιστὴν τὸν πρότερον, δόλῳ σε Πάτερ ζωγρήσαντα.
Θεοτοκίον.
Ἱμείρω Ἁγνὴ τῆς τοῦ Υἱοῦ Σου, τερπνῆς ἐνθυμήσεως τυχεῖν, καὶ ἔχειν ταύτην ἄληστον, ἀεὶ ἐν τῇ καρδίᾳ μου, ἥν δώρησαί μοι Ἄχραντε, ὅπως θερμῶς μεγαλύνω Σε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τῆν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν ζηλώσας τὴν τοῦ Θεοῦ, καὶ ἐκ ταύτης πλησθῆναι ἐπιποθῶν, τὸν νοῦν σου ἐπέστησας, ἐν τοῖς λόγοις τοῦ Πνεύματος, ἀνιχνεύων μάκαρ, ὡς ἕμφρων τὰ κρύφια, καὶ ἀρδεύων θείως, ψυχῆς σου τὰς αὔλακας. Ὅθεν ὡσεὶ δένδρον, ἐν ἐξόδοις ὑδάτων, χλοάζον ταῖς πράξεσι, καὶ καρποῦν θεωρήμασιν, ἀνεδείχθης μακάριε· πρέσβευε Χριστῷ τῷ Θεω, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτερ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπὰ, θεράπευσον δέομαι, καὶ συγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἵμοι! Τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· Σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλος Σου Ἄχραντε.
Ὠδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Νάματα θεόῤῥυτα, Πάτερ σοφὲ, αἱ τῶν προσευχῶν βίβλοι χέουσιν, ἅπερ καρδίας, καὶ ψυχὰς τῶν ἐξ αὐτῶν, ἀρδευομένων σμήχουσιν, οἶκους δὲ Θεοῦ ἀπεργάζονται.
Ὅλην σου τὴν ἕφεσιν ἔχων, σοφὲ, πρὸς τὸν Ἰησοῦν ἐκ μυχίων σου, ἐν κατανύξει, καρδίας συντριβῇ, τὰς σὰς εὐχὰς ἐκέκραγες, ἄφεσιν τῶν πρὶν ἐξαιτούμενος.
Νέος Μωϋσῆς, Αὐγουστῖνε σοφὲ, δέδειξαι ἐξάξας τὴν ποίμνην σου, ἐκ τῆς Αἰγύπτου, τῶν παθῶν καὶ εἰς τὴν γῆν τῶν ἀρετῶν εἰσήγαγες, ταῖς διδασκαλίαις σου Ἅγιε.
Θεοτοκίον.
Τὸν ζεζοφομένον μου νοῦν Ἀγαθὴ, καὶ τῆς διανοίας τὴν πώρωσιν, καὶ τῆς ψυχῆς μου, τὴν νωχέλειαν ταχὺ, ὡς συμπαθὴς ἐξίασαι, πάντα γὰρ ἰσχύεις Πανάχραντε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ Ἄδυτος ἥλιος, σὲ ὡς ἀστέρα πολύφωτον, Πάτερ Αὐγουστῖνε καταστήσας, θεῖον ποιμένα, τῆς Ἐκκλησίας Αὐτοῦ, ποιμένειν λαὸν τὸν ἐκλεκτὸν, μάκαρ προχειρίζεται, καὶ μεσίτην θερμότατον.
Νομὴν τὴν σωτήριον, τὴν ποίμνην σου ἐξέθρεψας, τὴν ἐν ταῖς τοῦ Πνεύματος λειμῶσιν, ἥν καὶ προσῆξας τῷ ἐπὶ πάντων Θεῷ, καὶ γέγονας ὡς φησὶ, Πατὴρ θείως εὐφραινόμενος, ἐπὶ τέκνοις μακάριε.
Θεῷ εὐηρέστησας, ἐπισκοπεύσας ἄριστα, Πόλιν εἰς Ἱππῶνα, Αὐγουστῖνε, ἔνθεν δὲ Πάτερ διδασκαλίας τὰς σὰς, ἐφήπλωσας ὥσπερ ἁλιεὺς, πάντας τοὺς ἐγκύπτοντας, ἐν αὐταῖς ἀνορθούμενος.
Θεοτοκίον.
Ἐπάκουσον Δέσποινα, ταχὺ τῶν δεομένων Σου, καὶ μηχανιῶν τῶν τοῦ δολίου, ῥῦσαι καὶ πάσι, χειραγωγία γενοῦ, καὶ σθένος πρὸς πᾶσαν ἀρετὴν, ὅπως ἀνυμνῶμέν Σε, ὡς προστάτιν καὶ πρόμαχον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἱεροθύτης ἐγένεσο, ἀναίμακτος τὸν Μόσχον τὸν ἄμωμον, θύων μακάριε, ὡς καθαρὸς καὶ ἀμόλυντος, καὶ θείας κοινωνός τε γέγονας φύσεως.
Οἱ λόγοι πάντες ἀνάμεστοι, σοφίας τῆς ἐνιὸς καὶ τῆς θύραθεν· αὖθις τὰ ἔργα σου, Ἄγγελοι Πάτερ εὐφήμησαν, ὁ δὲ Χριστὸς τοὺς πόνους, πάντας σοι ἔστεψε.
Ναὸς Θεοῦ ἐχρημάτισας, καθαρὰς τὴν ψυχὴν καὶ τὸ σῶμά σου, καὶ τὴν διάνοιαν, ὅθεν ὡς ἥλιος ἔλαμψας, αὐγάσας τοὺς ἐν σκότει, παθῶν καθεύδοντας.
Θεοτοκίον.
Ὑψίστου Μήτηρ γεγένησαι, τὸν Λόγον τοῦ Πατρὸς γὰρ ἐγέννησας, τὸν Ὁμοούσιον. Ὅν περ Ἁγνὴ καθικέτευε, παθῶν ἐκλυτρωθῆναι, τοὺς Σὲ δοξάζοντας.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὸ φῶς τοῦ Χριστοῦ, δεχθεὶς ἐν τῇ καρδίᾳ σου, καὶ φῶς γεγονὼς, πιστοὺς ἐφωταγώγησας, τοὺς δὲ ἐχθροὺς κατέφλεξας, τοῖς σοφοῖς σου Πάτερ συγγράμμασιν, Αὐγουστῖνε μακάρ Χριστὸν, ἀεὶ ἐκδυσώπει, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἐκ τοῦ κρατῆρος τοῦ Πνεύματος πλησθεὶς καὶ τὰ βάθη τῆς τοῦ Θεοῦ σοφίας ἐκεῖθεν μυηθεὶς, γέγονας τοῖς πᾶσι περίβλεπτος. Ποιμὴν δὲ τῆς Ἐκκλησίας προχειρισθεὶς πνευματικοῖς τε ἄνθεσιν τὴν Ποίμνην σου ἐκθρέψας καὶ πρὸς Θεὸν χειραγωγήσας, ἀπῆλθες πρὸς τὸν Χριστόν· ὅν ἐκδυσώπει ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Αὐγουστίνου, ἐπισκόπου Ἱππῶνος.
Στίχοι:
Ἔρωτι φλεχθεὶς τοῦ Θεοῦ Αὐγουστῖνε.
Φωστὴρ ἐδείχθης παμφαέστατος, μάκαρ.
Ἀμφὶ πέμπτῃ δέκατῃ θαν’ Αὐγουστῖνος ὁ περίπτυστος.
Ὁ θείος καὶ ἱερὸς οὗτος Αὐγουστῖνος, ὁ καὶ Αὐρήλιος ὁνομαζόμενος, ἐγεννήθῃ ἐν Ταγέστῃ τὴς ἐν Καρθαγένῃ [ἧτοι τῷ νῦν Τουνεζίῳ] Νουμιδίας, καὶ ἥκμασεν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μεγάλου ἐν ἔτει 380. Διήρκεσε δὲ καὶ ἕως τῶν χρόνων Ἀρκαδίου καὶ Ὁνωρίου τῶν υἱῶν αὐτοῦ, γενόμενος ὁγδοήκοντα χρονῶν γέωντας. Σπουδάσας δὲ τὴν ἑλληνικὴν γλῶσσαν, προθυμότερον ἐσπούδασε τὴν λατινικὴν. Ὅθεν καὶ ἔγινε ἐμπειρότατος εἰς τὴν φιλοσοφίαν, καὶ μάλιστα εἰς τὴν ρητορικὴν καὶ τὴν διαλεκτικὴν.
Ὅταν δὲ ἔγινε τριάντα χρονῶν νεναίας, ὄχι μόνον ἀπὸ τὸ πῦρ τῶν σαρκικῶν παθῶν περιφλέχθη, γεννήσας καὶ υἱὸν ἐκ παλλακίδος, Ἀδεόδατον καλούμενον, ἀλλὰ καὶ Μανιχαῖος γέγονεν ἔτη ἑννέα. Ἔπειτα, ἀπελθῶν εἰς Ῥώμην καὶ εἰς Μεδιόλανα διὰ νὰ διδάξη ἐκεῖ τὴν ρητορικὴν, καὶ γνωρισθεῖς μὲ τὸν Ἅγιον Ἀμβρόσιον, ἡλευθερώθῃ τὴς πλάνης μὲ τὴν ἑκεῖνου διδασκαλίαν καὶ μὲ ταῖς τῆς μητρὸς τοῦ προσευχαῖς καὶ ἐβαπτίσθῃ. Μετανοήσας δὲ ἐπὶ τοῖς πεπραγμένοις, τοσούτον πλούσιον ἔλαβε παρὰ Θεοῦ τὸ τῆς κατανύξεως χάρισμα, ὥστε ὁποῦ, εὐκολώτερον ἦτον νὰ στήσῃ τινας τὰ νάματα τῶν πηγῶν, παρὰ νὰ στήσῃ τὰ ἐκεῖνου ἀείῤῥυτα δάκρυα, διὰ τὰ ὁποία καὶ θεῖας ἐλλάμψεως καὶ φωτισμοῦ κατηξιώθη ὁ τρισμακάριστος, καὶ τὴν θεολογίαν χάριν ἄφθονον καὶ δαψιλῇ ἐκομίσατο.
Ὅθεν καὶ ἐπίσκοπος Ἱππώνος τῆς ἐν Καρθαγένι ἐχειροτονήθῃ, καὶ εὑρέθῃ παρῶν εἰς τὴν ἐν Καρθαγένῃ συγκροτηθείσαν Σύνοδον. Ἐπειδὴ δὲ, ὡς λέγει ὁ Δοσίθεος, τὰ συγγράμματα αὐτοῦ ἐνοθεύθησαν ἀπὸ τοῦς αἱρετικοῦς, διὰ τούτο καὶ οἱ Ὀρθόδοξοι Χριστιανοὶ δὲν δέχονται ταῦτα ἀπλῶς καὶ ὡς ἔτυχεν. Ἀλλ’ ὅσα συμφωνούσι μὲ τὴν κοινὴν δόξαν τὴς Καθολικὴς Ἐκκλησίας. Ἀρρωστήσας δὲ ὁ Ἅγιος, καὶ λυπηθεῖς διὰ τὴν ἄλωσιν ὁποῦ ἔκαμαν οἱ Ἀρειανισταὶ Βάνδαλοι εἰς τὴν Ἀφρικῆν, ὑπὸ τῶν ὁποίων καὶ ἡ Ἱππῶν κατεκάη, καὶ ὅλος εὑρισκόμενος εἰς τὴν προσευχὴν, ἐν εἰρήνῃ τῷ Θεῷ τὸ πνεῦμα παρέδωκεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς.
Στίχοι
Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος,
Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι.
Οὗτος ἦν πατὴρ Ἠσαΐου τοῦ Προφήτου, καὶ ἐγεννήθη ἐν Θεκουὲ, ἐν γῇ Ζαβουλὼν, καὶ προεφήτευσεν ἔτη πεντήκοντα. Ἀμεσίας δὲ ὁ ἱερεὺς Βαιθὴλ, συχνῶς αὐτὸν τυμπανίσας, ἐνήδρευσεν αὐτὸν καὶ ἐλοιδόρει. Εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμεσίου, ῥοπαλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχε περὶ τῆς ἐνέδρας τῶν δαμάλεων τῶν χρυσῶν. Ἦλθε δὲ ἔτι ἐμπνέων εἰς τὴν γῆν αὐτοῦ, καὶ μετὰ δύο ἡμέρας ἐκοιμήθη, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. Τὸ δὲ Ἀμὼς, ἑρμηνεύεται κρατερός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ.
Στίχοι
Δουλᾶς, ξοάνοις δουλικὸν μὴ δοὺς σέβας,
Ἤνεγκε σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις.
Οὗτος ἦν ἐκ τῆς Ζεφυρίου Πραιτωριάδος, Ἐπαρχίας τῆς Κιλικίας· διὰ δὲ τὸ τὸν Χριστὸν σέβειν καὶ προσκυνεῖν, ἤχθη πρὸς τὸν Ἡγεμόνα Μάξιμον, καὶ τύπτεται ῥάβδοις. Διεξελθὼν δὲ τὰ κατὰ τὸν Ἀπόλλωνα καὶ τὴν Δάφνην, ὅτι ἐρασθεὶς αὐτῆς καὶ καταδιώξας, οὐκ ἐπέτυχε τῆς ἐπιθυμίας, ἐξεκαλέσατο εἰς πλείονα θυμὸν τὸν Ἡγεμόνα καὶ ὀργήν. Ὅθεν πάλιν τύπτεται κατὰ τῆς γαστρὸς ὕπτιος· καὶ ὄξει καὶ ὀστράκῳ κατατρίβεται, καὶ σίνηπι κατὰ τῶν μυκτήρων ἐγχέεται, καὶ σιδήροις τὰ νῶτα χαράσσεται, καὶ τὰς σιαγόνας καὶ τὰ σκέλη συντρίβεται.
Ἐρωτηθεὶς δὲ παρὰ τοῦ Ἡγεμόνος, περὶ τοῦ Χριστοῦ, πώς ἐν σαρκὶ Θεὸς νομίζεται, πᾶσαν τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἐν ἐπιτόμῳ διηγήσατο. Ἀχθεὶς δὲ εἰς τρίτην ἐξέτασιν, καὶ τῶν εἰδωλοθύτων ἀναγκαζόμενος ἀπογεύσασθαι, ὡς ἑκὼν οὐχ ὑπήκουσεν, ἀλλὰ τὴν ἐπενεχθεῖσαμ βίᾳ σπονδὴν τῷ αὐτοῦ στόματι ἀπέπτυσεν, ἀναρτηθεὶς ξέεται ἐπὶ τοσοῦτον, ὥς τε τὰς μὲν παρειὰς αὐτῷ καὶ τὰ ὀστᾶ τῶν σαρκῶν γυμνωθῆναι, τὰ δὲ ἔγκατα προελθεῖν. Εἶτα ἐλασθεὶς ἕως εἰκοστοῦ μιλίου, τῶ Θεῷ τὸ πνεῦμα παρέδωκεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ.
Στίχοι:
Νερσῆς ἀπήλθε διὰ τοὺ μαρτυρίου,
Ὁποῦ ἀθλητῶν αἱ χορείαι ἐν πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου πέραν ἐν τοῖς Μαρανακίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱερωνύμου· ὅς ἐχρημάτισε μαθητῆς τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου.
Στίχοι:
Ἱερώνυμον τὸν μέγαν τεθνηκότα
Μέγας μένει στέφανος οὐκ ἀπεικότως.
Ὁ Ὅσιος οὗτος Ἱερώνυμος ἐστάθη σύγχρονος μὲ τὸν Μέγαν Θεολόγον Γρηγόριον, τοῦ ὁποῖου καὶ μαθητὴς ἐχρημάτισεν ἐν ἔτει τν΄ [350]. Ἦτον δὲ ἔμπειρος τριῶν γλωσσῶν· ἐλληνικῆ, ἔβραϊκῆς καὶ λατινικῆς. Οὗτος ὁ Πατὴρ ἠσύχαζεν ἀσκητικῶς εἰς τὰ Ἰεροσόλυμα, ἐν τῇ Ἁγία Βηθλεέμ. Ὅταν δὲ ἐγήρασεν, ἀνέγνωσεν τὰ συγγράμματα, ὁποῦ ἐποίησεν ἐν τῇ νεότητί του, καὶ ἔλεγεν: Αἰσχύνομαι γέρων ὥν, ὁρᾶν ὅσα συνέγραψα νέος. Ζήσας δὲ χρόνους ἐνενήνταεπτὰ, ἐκοιμήθη καὶ ἐτάφη εἰς τὴν Ἁγίαν Βηθλεέμ. Γράφει ὁ Κασσιανός: Ὅντως Ἱερώνυμος τῶν Ὀρθοδόξων ὁ Καθηγητὴς, οὖ τὰ συγγράμματα λάμπουσιν, ὡς θεϊκαῖ λαμπάδες ἀναμμέναι, καὶ φέγγουσιν, ὡς ἡλιακαῖ ἀκτῖνες, ἀπὸ τῆς Ἀνατολὴς ἕως εἰς τὴν Δύσιν.
Ὁ θείους οὗτος Ἱερώνυμος ἦτον ἄκρος φίλος μὲ τὸν Ἅγιον Αὐγουστίνον. Ἐπειδὴ δὲ ὁ θείος Αὐγουστῖνος ἀπεφάσισε νὰ γράψη τὸ περὶ ΄΄ Πόλεως Θεοῦ΄΄ βιβλίον, διὰ τοῦτο ἠθέλησε νὰ γράψη εἰς Παλαιστίνην πρὸς τοῦτον τὸν Ἅγιον Ἱερώνυμον, καὶ νὰ τὸν ἐρωτήση ποίαν γνώμην εἴχε περὶ τὴς μακαριότητος τὴς Οὐρανίου ἑκείνης πόλεως τοῦ Θεοῦ. Ὅμως ἕως οὐ νὰ στείλη τὸ γράμμα πρὸς αὐτὸν, ἐσυνέβη νὰ κοιμηθὴ ὁ θείος οὗτος Ἱερώνυμος. Τότε αὐτὸς ἐφάνη κατ’ ὅναρ εἰς τὸν ἱερὸν Αὐγουστῖνον, καὶ τῷ εἶπε ταῦτα τὰ λόγια: ΄΄Βλέπε, ἡμπορεὶς ποτὲ νὰ ἀριθμήσης τοῦς ἀστέρας τοῦ οὐρανοῦ, ἡ τᾶς ρανίδας τῆς θαλάσσης; Ὅχι βέβαια. Ἥξευρε λοιπὸν, πώς τοῦτο εἶναι πλέον εὐκολώτερον, παρὰ νὰ τὸ διηγηθὴ τινας τὴν μακαριότητα τῆς Οὐρανίου πόλεως τοῦ Θεοῦ, καὶ τοῦ Παραδείσου τὴν δόξαν. Τόσον γὰρ εἶναι αὕτη ὑπερβολικὴ καὶ ἀκατάληπτος, εἰς τρόπον ὁποῦ, ἐὰν ἐγὼ μετὰ θάνατον δὲν ἔβλεπα ταῦτην, βέβαια δὲν τὸ ἐπίστευα ποτέ. Τόσον δὲ ἀπέχει ἡ πραγματικὴ δόξα αὕτη καὶ μακαριότητης τοῦ Παραδείσου, ἀπὸ ἐκεῖνην, ὁποῦ ἐγὼ ἐφανταζόμην ἀκόμη ζωντανὸς ὧντας, ὥστε, ὁποῦ, ἀπείρως καὶ ἀσυγκρίτως αὕτη εἶναι μεγαλυτέρα καὶ θαυμασιωτέρα ἀπὸ ἐκεῖνην.΄΄
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Φουρτουνάτος, ξίφει τελειοῦται.
Στίχοι:
Φουρτουνάτος καύχημα τοῖς Ἀποστόλοις,
Καὶ τοῖς Ἀθληταῖς, τὴν κάραν τετμημένος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Ἀχαϊκὸς, λιμῷ καὶ δίψει τελειούται.
Στίχοι:
Λιμὸν λύει σοι καὶ τὸ δίψος παμμάκαρ,
Ὁς εἶπε διψὼ Δεσπότης ἐπὶ ξύλου.
Περὶ τοῦ Ἀχαϊκοῦ τοῦτου, γράφει ταῦτα ὁ Ἀπόστολος Παύλος: ΄΄Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Ἀχαϊκοῦ [Α΄ Κορ. ιστ΄, 17].
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Στεφανὰς, ἐν εἰρήνῃ τελειούται.
Στίχοι:
Ἔργῳ Στεφανὰν τὸν Στεφανὰν μοι νόει,
Φοροῦντα τὸν στέφανον οὐ βραβεῦεις πόνοι.
Περὶ τοῦ Στεφανᾶ τοῦτου γράφει ὁ Παύλος: ΄΄ Παρακαλὼ δὲ ὑμᾶς ἀδελφοὶ, οἶδατε τὴν αἶκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς Ἁγίοις ἔταξαν ἑαυτούς΄΄. [Α΄ Κορ. ιστ΄, 15]. Καὶ περὶ τῶν τριῶν ὁμοῦ λέγει: ΄΄Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ, καὶ Φουρτουνᾶτου, καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα, οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἑμὸν πνεύμα, καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους΄΄. [Α΄ Κορ. ιστ΄, 17]
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ὁρτίσιος, ἐν εἰρήνῃ τελειούται.
Στίχοι:
Ἄμωμος Ὁρτίσιος ἦκει σοι Λόγε,
Οὐ μῶμον εἰπεῖν οὐδ’ ὁ Μῶμος ἱσχύσει.
Περὶ τοῦ Ὁρτισίου τούτου, ἀναγινώσκομεν εἰς τὸν χειρόγραφον Παράδεισον τῶν Πατέρων, τὸν συναχθέντα ὑπὸ Παλλαδίου Ἐπισκόπου Ἐλενουπόλεως: Εἶπε ὁ Ὅσιος: ΄΄Νομίζω ὅτι ἐὰν μὴ ὁ ἄνθρωπος φυλάξη τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα τὰ καλὰ ὅσα ἧκουσεν, ἐπιλανθάνεται καὶ ἀμελεῖ, καὶ οὗτως ὁ ἐχθρὸς εὑρῶν ἐν αὐτῷ τόπον, καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεῖς καὶ φαῖνων, ἐὰν ἀμεληθῆ λαβεῖν ἔλαιον, κατ’ ὁλίγον σβέννυται, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ’ αὐτοῦ... οὗτω καὶ ψυχὴς ἀμελούσης, ὅσον τὸ Πνεῦμα τὸ Ἅγιον ὑποχωρεὶ, ἕως τέλεον ἀποσβεσθῆ ἡ θέρμη αὐτῆς΄΄. Καὶ πάλιν εἶπεν: ΄΄ Πλίνθος ὡμὴ βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ, οὐχ’ ὑπομένει μίαν ἡμέραν. Ὁπτὴ δὲ οὗσα, ὡς λίθος διαμένει. Οὗτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων, καὶ μὴ πυρωθεῖς κατὰ τὸν Ἰωσὴφ [τὸν Πάγκαλον δηλαδὴ] τῷ φόβῳ τοῦ Θεοῦ, λύεται προελθῶν, εἰς ἀρχὴν. Πολλοὶ γὰρ τῶν τοιοῦτων οἱ πειρασμοὶ ἐν μέσῳ ἀνθρώπων ὄντων. Καλὸν δὲ τινα εἱδότα τὰ ἰδία μέτρα, ἀποφεύγειν τὸ βάρος τῆς ἀρχῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γραῦς, ξίφει τελειούται.
Στίχοι:
Θύεις θεοῖς Γραῦς, ἤ ταθῆ σοι τὸ ξίφος;
Χαίρω, ταθήτω· τοῖς θεοῖς γὰρ οὖ θύω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνὰ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μετωχέτευσας, σοφῶς τὸ πρώην φρόνημα, πρὸς τὴν εὐσέβειαν, καθὼς ὁ Παῦλος ποτὲ, ὅν Πάτερ μιμούμενος, χαίρων ἐκραύγαζες: Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς· εὐλογητὸς εἶ.
Νοῦν νηφάλιον, καὶ ἡγεμόνα ἔνδοξε, σοφῶς ἐπλούτησας, καθᾴρας δὲ σεαυτὸν, Ναὸς Θεοῦ γέγονας, ᾄδων γηθόμενος: Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς· εὐλογητὸς εἶ.
Ὡς ὑπέρμαχος τῆς εὐσεβείας ἔνθερμος, καὶ ὡς διδάσκαλος καὶ θεῖος Ἀρχιερεὺς, Χριστὸν καθικέτευε, σῶσαι τοὺς ψάλλοντας: Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς· εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰάσασθαι νῦν, τὸν Σὸν Υἱὸν Θεονύμφε, ᾀεὶ ἱκέτευε, ψυχῆς μου τὴν συντριβὴν, καὶ σῶσαι τῶν θλίψεων, ὡς ψάλλω Δέσποινα: Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς· εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Παίδας εὐαγεῖς.
Ὥσπερ ὁ Δαυΐδ ἐκσφενδονίσας, βολίσι τῶν λόγων σου μακάριε, πάντας τοὺς τεκταίνοντας, δόλους καὶ σοφίσματα, κατὰ Χριστοῦ τῆ πίστεως, θερμῶς ἐκραύγαζες: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἅπαντα τὰ τείχη τοῦ δολίου, σοφῶς ὑπερεπήδησας μακάριε, ἔνδον δὲ ἐχώρησας, τῶν νοητῶν ἐπάλξεων, τῇ χάριτι τοῦ Πνεύματος, ᾄδων γηθόμενος: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νάμασι ψυχὰς καὶ τὰς καρδίας, τῶν πόθῳ κυπτόντων, σοῖς συγγράμασι, καταρδεύεις ἔνδοξε, καὶ αὐγάζεις ἅμα τε τὸν νοῦν καὶ τὴν διάνοιαν, τοῦ ψάλλειν: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νεῦσον πρὸς τὴν δέησιν Παρθένε, τῶν πίστει καὶ ταπεινώσει προστρεχόντων Σοι, καὶ πάθη ἀπονέκρωσον, ψυχῆς ὁμοῦ καὶ σώματος, καὶ τῷ Θεῷ οἰκείωσον, τοῦ ψάλλειν: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὄλως τοῦ Χριστοῦ, ἐκράθης τῷ ἔρωτι, καταυγαζόμενος, Αὐγουστῖνε πάνσοφε, ἀύλοις λάμψεσι ταῖς τοῦ Πνεύματος, διὸ πρὸς τὰ Οὐράνια, θανὼν ἀνέδραμες, ἀπολαύσων, ὅνπερ ἐπεπόθησας, καὶ ὑμνεῖν σὺν Ἀγγέλων τοῖς τάγμασιν.
Ὕμνησαν τὴν σὴν, θανὴν πάντες Ἄγγελοι, καὶ τῶν Ἁγίων πληθὺς, Αὐγουστῖνε ἔνδοξε, ἀλλὰ καὶ νῦν τοὺς ὕμνους δεξάμενος, οὕσπερ ἐκ πόθου ἅπαντες θερμῶς προσφέρομεν. Οὐρανίου χάριτος ἀξίωσον, ταῖς θερμαῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Τριαδικόν.
Μίαν οἱ πιστοὶ, Οὐσίαν θεότητος ἅπαντες σέβομεν, Ἥν ἐν ὑποστάσεσι. Τρισὶν ἀδιαιρέτως πιστεύομεν, διαιρουμένην μένουσαν αὖθις δὲ ἄτμητον, ὑπὲρ λόγον ὅντως ὑπὲρ ἔννοιαν· Ἥν ῖστῶς προσκυνοῦντες δοξάζομεν.
Θεοτοκίον.
Νοῦν καὶ τὴν ψυχὴν, καρδίαν διάνοιαν, καὶ τὰς αἰσθήσεις μου, νεύρωσον Πανάμωμε, πρὸς θεωρίας ἐνθέους αἴρουσα, καὶ πρὸς Θεοῦ ἀγάπησιν διαβιβάζουσα, καὶ τοῦ πέλας ἅπαντα γὰρ δύνασαι, Θεοῦ Λόγου γεννήτρια πέλουσα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῆς χάριτος τὸ τέμενος, τῆς εὐσεβείας πρόμαχον, τῶν διδασκάλων τὸν κόσμον, τῆς Ἐκκλησίας τὸν λύχνον, τὸν Αὐγουστῖνον ἅπαντες, ἐνθέως εὐφημήσωμεν· τῶ Κτίστῃ γὰρ ἀείποτε, ἱκετηρίους προσάγει, δεήσεις ὑπὲρ τοῦ κόσμου.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος δοχείον γεγενημένη, ἐν ᾗ Πατὴρ ηὐδόκησε καὶ ὁ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς αἴνους. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ Αὐγουστῖνε ἔνδοξε, σὺ τὴν ὁδὸν τοῦ Θεοῦ ἐντολῶν ἐναρξάμενος, ὡς σοφὸς οὐκ ἔδωκας, νυσταγμὸν τοῖς βλεφάροις σου, οὐδ’ ὀφθαλμοῖς, δὲ ὕπνον μακάριε, ἕως τὰ πάθη πάντῃ ἠφάνισας, καὶ ἐν καρδίᾳ σου, τὸν Χριστὸν εἰσῴκησας, ὅν ἐσαεὶ, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τέκνων σου. [Δίς].
Ὦ τοῦ παραδόξου θαύματος! ζῆλος ὁ θεῖος πιστοὶ, καὶ ψυχῆς τὸ εὐπρόθυμον, προσευχῆς τὸ σύντονον καὶ δακρύων τὰ χεύματα, εἰς οἶον ὕψος ἐν γῇ ἀνύψωσαν, τὸν Αὐγουστῖνον, μετὰ τὴν θνῆσιν δὲ, αὖθις εἰς ἄδυτα τ’ οὐρανοῦ ἀνήγαγον, ἔνθα Χριστὸς, στέφει ἐστεφάνωσεν, αὐτὸν ὡς εὔσπλαγχνος.
Πάτερ Αὐγουστῖνε ἔνδοξε, περὶ τὸν θρόνον Χριστοῦ, τοῦ Θεοῦ αὐλιζόμενος, σὸν Ἀγγέλων τάγμασι, καὶ Ὁσίων ταῖς τάξεσιν, Ἀρχιερέων ταῖς ὁμηγύρεσι, καὶ τῶν Μαρτύρων τοῖς δήμοις πάνσοφε, πάντοτε πρέσβευε, τὸν Σωτῆρα Κύριον ὑπὲρ ἡμῶν, τῶν πιστῶς τελούντων σου τὴν θείαν κοίμησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν τῶν Ἀποστόλων ὁμότροπον καὶ τῆς Ἐκκλησίας διδάσκαλον, τῆς οἰκουμένης τὸν φωστῆρα, Ἀρχιερέων τὴν εὐπρέπειαν, θεολόγων τὸ εὖχος καὶ ὀρθῶν δογμάτων τὸν πρόμαχον, δεῦτε γηθοσύνως ὑμνήσωμεν ᾄσμασιν ἐνθέοις, παῤῥησίαν γὰρ μεγίστην ἔχων πρὸς Θεὸν πρεσβεύει ὑπὲρ τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἱεράρχην πάντες τὸν τοῦ Χριστοῦ, καὶ τῶν θεολόγων σεμνολόγημα, καὶ τερπνὸν τοῦ Πνεύματος δοχεῖον, μεσίτην δὲ τῶν πόθῳ, τὴν μνήμην ἐκτελούντων αὐτοῦ ὑμνήσωμεν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου