Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 21. ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΛΕΞΑΝΔΡΑ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΑ΄!!
ΑΛΕΞΑΝΔΡΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τῆς Ἁγίας. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν Ἀλεξάνδρα τιμήσωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τοῦ Κυρίου Μάρτυρα τὴν ἀοίδιμον, ὅτι τὸν δράκοντα ἔκτεινε, καὶ πίστει ἐξέλαμψεν, ὡς ἀμνὰς Αὐτοῦ πιστή, ἱερεῖον δὲ πάντιμον ἀναδέδεικται, διὰ τοῦτο συμφώνως νῦν τελοῦμεν, τὴν πανίερον καὶ θείαν, τῆς Ἀθληφόρου πανήγυριν.

Βασιλίδα τὴν πάντιμον, οἱ πιστοὶ εὐφημήσωμεν, τὴν Ἀλεξάνδραν ἅπαντες προσκυνήσωμεν· τοῦ γὰρ συζύγου τὴν ἀσέβειαν ἐμφρόνως ἠρνήσατο, καὶ ἐδέξατο θερμῶς, τοῦ Χριστοῦ τὴν ἀλήθειαν καὶ εὐσέβειαν· δι΄ ἧς ἤρθη εἰς ὕψος ἡ τρισμάκαρ, καὶ ἐνήθλησε νομίμως, τεφθεῖσα σθένει τοῦ Πνεύματος.

Τοῦ συζύγου τὰ βασίλεια, ὡς σαθρὰ καὶ ἐπίγεια, ἀπηρνήθη Μάρτυς καὶ ἀντήλλαξας, διὰ τῆς πίστεως ἄριστα, Χριστὸν ὡμολόγησας, καὶ ἀθλήσει διαυγεῖ, εἰς τὰ ἄνω Βασίλεια, ὡς αἰώνια, ὦ Ἀλεξάνδρα ὑπεισῆλθες στεφηφόρος, καὶ ὡς Μάρτυς καὶ μακαρία, βραβεῖα νίκης ἀπείληφας.

Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον, ἡ πανένδοξος μνήμη, τῆς Ἀθληφόρου Ἀλεξάνδρας συγκαλοῦσα τοὺς πιστούς, πρὸς εὐφημίαν Χριστοῦ τοῦ Θεοῦ· ὅθεν καὶ ἡμεῖς συνελθόντες, τὴν χάριν Αὐτοῦ κομιζόμεθα, καὶ εἰς τὴν μακαρίαν λέγομεν· χαίροις Μαρτύρων δόξα, τῶν Ἀγγέλων ἀγαλλίαμα καὶ ἡμῶν τῶν πιστῶν τὸ καύχημα. Πρέσβευε οὖν διηνεκῶς, ὑπὲρ ἡμῶν τῷ Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.





Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  



Λιτή. Ἦχος α΄.
Δεῦτε πιστοὶ εὐφρανθῶμεν ἐνθέως, καὶ τὴν ἐτήσιον μνήμην τελοῦντες σήμερον, τῆς πανενδόξου Ἀλεξάνδρας, μετ’ ἐγκωμίων αὐτὴν ὑμνήσωμεν λέγοντες· Χαίροις Μάρτυς πανεύφημε, ἡ τοῦ τυράννου Διοκλητιανοῦ τὴν ἀσθένειαν ἐλέγξασα, καὶ τὴν εὐσέβειαν καλῶς καθομολογήσασα· χαίροις, ἡ ἐνθέῳ φρονήματι καὶ ζήλῳ στεῤῥῷ, ὑπὲρ Χριστοῦ ἀγωνισθεῖσα, καὶ τὰ θράση τῆς εἰδωλομανίας περιεγέλα· χαίρις, ἡ στεφανῖτις ἀναδειχθεῖσα καὶ νύμφη θεοειδὴς τοῦ οὐρανίου Παμβασιλέως· Ὃν ἐκδυσώπει ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Μέγα καὶ παράδοξον θαῦμα τετέλεσται σήμερον· ἡ βασιλὶς γὰρ Ἀλεξάνδρα, ὄλβον λιποῦσα τὸν σύζυγον, καὶ τὰ βασίλεια πάντα, ὀπίσω ἔδραμε· τοῦ τῶν ἁπάντων Βασιλέως, Χριστοῦ τοῦ Θεοῦ· ὑπὲρ Οὖ λαμπρῶς ἐνήθλησε, καὶ εἰς παστάδα οὐράνιον εἰσελήλυθε. Πρὸς ἣν οὖν ἐκβοήσωμεν· μακαρία Μάρτυς Ἀλεξάνδρα, τοῖς ὑμνηταῖς σου πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Σήμερον ἐπὶ τῆς γῆς, φαιδρὰν πανήγυριν ἐπιτελοῦντες οἱ πιστοί, εὐφραινόμεθα τῷ Πνεύματι, καὶ σκιρτῶντες ἀγαλλόμεθα, συνεκάλεσε γὰρ ἡμᾶς Ἀλεξάνδρα ἡ μακαρία, εἰς ἑστίασιν πνευματικήν, καὶ παρέχει πᾶσι, τῶν ἰαμάτων τὰ δωρήματα. Εὐχαριστοῦντες οὖν θερμῶς, δεόμεθα ἐκτενῶς· μὴ διαλίπῃς ὑπὲρ ἡμῶν ἀξιάγαστε, δυσωποῦσα τὸν Σὸν Υἱὸν καὶ Θεόν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
















Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὁ δεινὸς Διοκλητιανός, κατὰ τοῦ Χριστοῦ ἐκινήθη, ὃν ἐδιώκει σκληρῶς, τότε ἡ Ἀλεξανδρὶς αὐτοῦ, ἐνθέως ἔλεγε· τί σὺ σύζυγος πεποίηκας, σφοδρὸς θεομάχος, σήμερον γεγένησαι, τοῦ ἐν Σταυρῷ δι’ ἡμᾶς, Πάθος τὸ ἑκούσιον πάλαι, στέρξαντος ὑπὲρ σωτηρίας, καὶ παρέχοντος τῷ κόσμῳ τὴν Ἀνάστασιν.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στένων, καὶ φρυάττων ὁ βασιλεύς, τὴν ὁμολογίαν ἀκούων, τῆς ἑαυτοῦ βασιλίδος, ἄρνησιν ἠξίωσε τοῦ Ἰησοῦ ἰταμῶς· ἀλλ’ ἐκείνη θερμότερον, Χριστὸν ὠμολόγει, ὡς Θεὸν καὶ Κύριον, καὶ Λυτρωτὴν τοῦ παντός· ὅθεν, παρευθεὶς παρεδόθη, εἰς δεσμὰ δεινὰ καὶ ἐτρώθη, ἡ Ἀλεξανδρὶς Ἁγία ὡς Χριστόνυμφος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, τῶν Μαρτύρων καλλονή, χαίροις μακαρία κόρη, καὶ εὐσεβὴς βασιλίς, χαίροις τοῦ Κυρίου σου νύμφη πανάμωμε, σοῦ δεόμεθα σήμερον, Αὐτὸν ἐκδυσώπει, πάντας ἡμᾶς ῥύσασθαι, ἐκ τῆς μελλούσης ὀργῆς· ἵνα ὦ Ἀλεξάνδρα, ἐν τῇ πίστει, καὶ ἡμεῖς δειχθῶμεν ἐν βίῳ, ὁμολογηταὶ Χριστοῦ στεῤῥότατοι.

Δόξα. Ἦχος πλ. β΄.
Ὢ καρτερόψυχε Ἀλεξανδρίς, σὺ εὐθαρσῶς κατέλιπες, τὰ ἐγκόσμια μεγαλεῖα, καὶ δι’ ἀγάπης καὶ ἀθλήσεως, προσενήνοχας τῷ Χριστῷ, τὴν καθαράν σου ψυχήν. Ὦ πρέσβευε διὰ παντός, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν τῶν τελούντων πιστῶς, τὰ ἱερά σου μνημόσυνα.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀλεξάνδρα τὴν πάντιμον καὶ βασιλίδι σεμνή, ἐνθέως τιμήσωμεν ἐν εὐλαβείᾳ πιστοί, εὐφήμως γεραίροντες· αὕτη γὰρ ἐν τῇ Ῥώμῃ, ἐναθλήσασα πίστει, ἔνδοξος Ἀθληφόρος, τοῦ Χριστοῦ ἀνεδείχθη, πρεσβεύουσα ἀπαύστως Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀλεξανδρὶς ἡ βασιλίς, τετρωμένη τῷ πόθῳ, Κυρίου Ἰησοῦ, ὠμολόγει ἀφόβως, Αὐτοῦ τὴν θεότητα, καὶ Σωτῆρα ἐκήρυττεν· ὅθεν ἤθλησεν, κρείττονι γνώμῃ ἀνδρείως, καὶ ἀνέδραμε, στεφανηφόρος ὡς Μάρτυς, εἰς τὰ ἄνω Βασίλεια.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἄνθος εὔοσμον, τοῦ Παραδείσου, νύμφη πάναγνος, τοῦ σοῦ Νυμφίου, ὦ Ἀλεξανδρὶς πανευκλεὴς ἀναδέδειξαι· τῆς ἀθεΐας τὴν πλάνην ἀπέῤῥιψας, ὁμολογίας τὸν δρόμον τετέλεκας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν φαιδρὰν πανήγυριν, τῆς Ἀθληφόρου τοῦ Χριστοῦ, καὶ πρὸς αὐτὴν ἀνακράζομεν· Ἀλεξάνδρα Ἁγία, ἁγίασον ἅπαντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον (Ζήτει τῷ Σαββάτῳ τῆς ΙΓ΄ ἑβδομάδος Ματθαίου): Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μέγα καὶ παράδοξον θαῦμα τετέλεσται σήμερον· ἡ βασιλὶς γὰρ Ἀλεξάνδρα, ὄλβον λιποῦσα τὸν σύζυγον, καὶ τὰ βασίλεια πάντα, ὀπίσω ἔδραμε· τοῦ τῶν ἁπάντων Βασιλέως, Χριστοῦ τοῦ Θεοῦ· ὑπὲρ Οὖ λαμπρῶς ἐνήθλησε, καὶ εἰς παστάδα οὐράνιον εἰσελήλυθε. Πρὸς ἣν οὖν ἐκβοήσωμεν· μακαρία Μάρτυς Ἀλεξάνδρα, τοῖς ὑμνηταῖς σου πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.




Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Μάρτυρος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς θεῖον θησαύρισμα ἀληθῶς, ἡ σεπτὴ Εἰκών σου, ἀπεδόθη ἡμῖν Ἀλεξανδρίς, αὐτὴν προσκυνοῦντες ὦ τρισμάκαρ, περιχαρῶς τὴν σὴν χάριν λαμβάνομεν.
Διδοῦσα τὴν χάριν σου καὶ ἡμῖν, ναόν σου ὡραῖον ἀνεγείραμεν εὐσεβῶς, ἐν ὧ γηθοσύνως νῦν τελοῦμεν, τὴν θείαν ταύτην πανήγυριν πάνσεμνε.
Ῥωσθεῖσα τὴν χάριν ἐκ τοῦ Θεοῦ, ναὸς ἀνεδείχθης τοῦ Κυρίου καὶ παντουργοῦ, Ἀλεξανδρὶς ὦ πανεύφημε ἐνθέως, τοῦ παναγίου πεπλήρωσαι Πνεύματος.
Θεοτοκίον.
Ὁ Κύριος ἄχραντε Μαριάμ, ἐπεῖδεν ἀσμένως τὸν σὸν κόσμον τῶν ἀρετῶν· διὸ δι’ Ἀγγέλου Σε προσεῖπε, χαριτωμένην Παρθένον πανάσπιλον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σὺ ὡς ἥλιος ὤφθης ὁλολαμπὴς πάνσεμνε, καὶ διὰ τῆς πίστεως πάντας ἐφωταγώγησας· σκότος δὲ ἔλυσας, τῆς ἀθεΐας καὶ πλάνης, δείξασα Ἀλεξάνδρα σοφή, φέγγος ἀνέσπερον.
λαστήριον θεῖον τὸν Ἰησοῦν ἔδειξας, ὡς ἐναθρωπήσαντα Λόγον, τοῖς ἁμαρτήμασι· διὸ μετάνοιαν, εἰλικρινῇ τῷ Δεσπότῃ, ὅπως ἐπιδείξωσι, πάντες προέτρεπες.
Σοφισθεῖσα μακαρίαν πρὸς τὸν Χριστὸν ἔδραμες, καὶ ἀναγεννήθης ἐμφρόνως ψυχῇ καὶ πνεύματι· ὅθεν εὐσέβειαν ζῶσαν, ἐπεδέιξας πᾶσι, πράξει θεωρίᾳ τε, ταύτην ἐτράνωσας.
Θεοτοκίον.
σωμάτων αἱ τάξεις ἐν οὐρανοῖς πάναγνε, Σὲ Θεογεννῆτορ ἀσμένως ἐδοξολόγησαν, διότι ἔτυχες, τοσαύτης ὄντως εὐνοίας, ἐκ Θεοῦ παντάνακτος, ὡς παναμώμητος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀγάπῃ θερμῇ καὶ πόθῳ πρὸς τὸν Ἄνακτα, ἐτρώθης Ἀλεξάνδρα καὶ Νύμφη Αὐτοῦ γέγονας· διὰ τοῦτο μακαρία, σὲ ἐδέχθη χαίρων ὁ Κύριος, λαμπροφόρον ἐν τῷ οὐρανῷ, καὶ δόξης ἀϊδίου κατηξίωσε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.







ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοὺς πιστῶς καταφεύγοντας, τῷ σεπτῷ ναῷ σου Μάρτυς Ἀλεξανδρίς, τῶν οὐρανίων ἀξίωσον, ὡς ἂν εὐφημοῦμέν σε σωζόμενοι.
Στηριγμὸς ἀκαταίσχυντος, γένοιτο θεόφρον ἡ προστασία σου, ἡμῖν πᾶσι τοῖς ἀνυμνοῦσι, Ἀλεξανδρὶς ἀξίως τὰ ἆθλα σου.
Ἡλιόμορφος γέγονας, τῇ ἐπιφοιτήσει τοῦ θείου Πνεύματος, τῇ σῇ ἀθλήσει Ἀλεξανδρίς, καὶ βασάνοις πόθῳ τοῦ Σωτῆρός σου.
Θεοτοκίον.
Ῥυπωθεὶς δι’ ἀμέλειαν, Μῆτερ καταφεύγω τῇ εὐσπλαγχνίᾳ Σου, καὶ κραυγάζω Σοι· ἀνάβλυσον, μετανοίας μοι ὕδωρ καθάρσιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχουσα πολλήν, παῤῥησίαν τῷ Κυρίῳ σου, καθικέτευε ὑπὲρ ἡμῶν Μάρτυς, Ἀλεξάνδρα ναὸς Αὐτοῦ χρηματίσασα.
Στέφει σε Χριστός, Ἀλεξανδρὶς παμμακάριστε, καὶ Βασιλείαν θείαν σοι χορηγεῖ, τιμῶν ἔνδόξως τὰ πάθη τῆς σῆς ἀθλήσεως.
Παῦσον ψυχῆς μου, Ἀλεξάνδρα τὴν στένωσιν, ἐνσταλάζουσα χαρᾶς τὸν γλυκασμόν, ναὸς γενομένη τοῦ παναγίου Πνεύματος.
Θεοτοκίον.
Σῶσόν με ἁγνή, τὸν πανάθλιον ἱκέτην Σου, ὅτι ἐδαπάνησας αἰσχροῖς, τὴν ζωήν μου ἀσυνέτως, Μῆτερ πανάχραντε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς κρῖνον, τοῖς τῶν Μαρτύρων κοιλάσιν, ὡς ἡδύπνοον ἐξήνθησας ῥόδον, μυρεψικήν, ἀποστάζουσα χάριν, καὶ τῶν πιστῶν τὰς καρδίας ἐμύρισας, Ἀλεξανδρὶς Μάρτυς σεμνή, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Ὁλόκληρη, σαυτὴ προσαγαγοῦσα, τῷ Δεσπότῃ προσφορὰ καὶ θυσίαν· ὅθεν κἀμέ, ἐνδυνάμωσον νύμφη, Αὐτῷ λατρεῦσαι ἀξίως Ἀλεξανδρίς, καὶ θῦσαι τοῦτο καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.
Ὦ Μάρτυς, τοῦ Βασιλέως θεόφρον, Ἀλεξανδρὶς τῶν Μαρτύρων λαμπρότης, παρέχουσα ῥεῖθρα θαυμάτων ἀεί, τοῖς τῷ σεπτῷ σου τεμένει προστρέχουσι· ὅθεν ἰάτρευσον ἡμῖν, τὰς ἀσθενείας νύμφη πανένδοξε.
Θεοτοκίον.
Ἐθέωσας, τὴν οὐσίαν Δέσποινα, τῶν ἀνθρώπων τὸν Δεσπότην τεκοῦσα, καὶ ἀψευδής, προστασία ἐδόθης, τοῖς ἐν τῷ βίῳ δεινῶς κινδυνεύουσιν, οἷς συναρίθμησον ἁγνή, Θεοτόκε κἀμὲ τὸν ἀνάξιον.







Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἠ Ἀλεξανδρὶς ἡ μακάριος, κλήσει Ἁγία, τὸν Χριστὸν ποθήσασα, θείῳ δὲ ζήλῳ πρὸς Αὐτόν, πυρποληθεῖσα ἀνέδραμε, καὶ Χριστομάρτυς, ἡ ἔνδοξος γέγονεν.
Ὁ Οἶκος.
Τίς οὐ θαυμάσει τῆς βασιλίδος Ἀλεξάνδρας τῆς μακαρίας τὸ κάλλος, τῶν χαρισμάτων τὸν πλοῦτον, τῶν ἀρετῶν αὐτῆς τὸν κόσμον, ἀλλὰ καὶ τῆς τόλμης τὸ μέγεθος; Χριστὸν γὰρ πιστεύσασα, καὶ θερμῶς ἀγαπήσασα, πάντα τὰ ἐγκόσμια, ὡς σκύβαλα θεωρήσασα, ἀσμένως ἠκολούθησεν Αὐτῷ, οὗ Χριστομάρτυς, ἡ ἔνδοξος γέγονεν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης.
ᾜδει μενούσης πρόξενον λαμπηδόνος,
Τὴν ἐν ζόφῳ κάθειρξιν ἡ Ἀλεξάνδρα.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν θεραπόντων τῆς Ἁγίας Ἀλεξάνδρας· Ἀπολλώ, Ἰσαακίου, καὶ Κορδάτου, λιμῷ καὶ ξίφει τελειωθέντων.
Λιμαγχόνην οἴσαντες Ἀθληταὶ δύο,
Ψυχοκτόνων φεύγουσι δαιμοναγχόνην.
Ζωμοὺς χύτρας σῆς, τοὺς ἱδρῶτας Κορδᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου Ἐπισκόπου, Προκούλου, Σώσσου καὶ Φαύστου Διακόνων, Δισιδερίου Ἀναγνώστου, Εὐτυχίου καὶ Ἀκουτίωνος.
Τὸν Ἰανουάριον ἄνδρα γεννάδαν
Ἀπρίλιος μὴν εἶδεν ἐκτετμημένον.
Σὺν τῷ Προκούλῳ Σῶσσον, ἀλλὰ καὶ Φαῦστον,
Πρὸ κουλεοῦ κύψαντας ἔκτεινε ξίφος.
Δισιδέριος τὴν δέριν δοὺς τῷ ξίφει,
Τομὴν ὑπέστη, καὶ παρέστη Κυρίῳ.
Φωνῆς ἀκουτίσθητι τῆς, Ἀκουτίου,
Λέγοντος· Εὐτύχιε, συντμήθητί μοι,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξιμιανοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Μαξιμιανός, οὐχ ὁ παμφάγος λύκος,
Ἀλλ' ὁ τροφεὺς τέθνηκε τῆς Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου.
Ἀναστάσιος ἐν Σινᾷ Μωσῆς νέος,
Καὶ πρὶν τελευτῆς τὸν Θεὸν βλέπειν ἔχει.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Ἰάκωβος, ὁ ἀσκήσας ἐν τῇ Μονῇ τῆς Κοιμήσεως τῆς Θεοτόκου τοῦ Στρομύν πλησίον τῆς Μόσχας, ἐν ἔτει 1392, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θεόδωρος τῆς Κάμα ὁ Φιλόσοφος, ἐν ἔτει 1321, ὑπὸ τῶν Μογγόλων τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καρόλου
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νύμφη ἀναδειχθεῖσα καρτερῶς ἀθλήσασα τῆς Βασιλείας Χριστοῦ, Μάρτυς Ἀλεξάνδρα, ἧς μέτοχόν με δεῖξον, συμπαθῶς τὸν ἀνάξιον, καθικετεύουσα νῦν, Θεὸν τὸν ἐν Τριάδι.
Λογισμῶν ψυχοφθόρων τὸ βαθύτατον σκότος συνέχει Μάρτυς ἡμᾶς, σὺ δὲ τῇ φωταυγείᾳ, τῆς θείας χάριτός σου, δεῦρο τοῦτο σκεδάζουσα, ἵνα ἀεί σε πιστῶς, Ἀλεξανδρὶς τιμῶμεν.
Τελέσασα τὸν δρόμον μαρτυρίῳ μετῆλθες πρὸς δόξαν τὴν ἄῤῥητον· διὸ ἐν ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, καὶ πάσης φαυλότητος, ῥῦσαι ἡμᾶς λιταῖς σου, Μάρτυς Ἀλεξάνδρα.
Θεοτοκίον.
Λυμαινόμενον Μῆτερ τοῦ ἀρχαίου δυνάστου ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς Σε ἱκετεύω, ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπων συμπάθεια, ἐλέησόν με τὸν Σόν, πανάθλιον οἰκέτην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῦ ἀμηχάνου, κάλλους ἀεὶ τοῦ Κυρίου, ἐντρυφῶσα Μάρτυς Ἀλεξανδρίς, αἴτει τὴν εἰρήνην, τοῖς πόθῳ σε τιμῶσιν.
Αγαπήσασα, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, Ἀλεξανδρὶς Μάρτυς σταυρωθέντα, δι’ Αὐτὸν τὸ πάσχειν, εὐτόλμως ἠρετίσω.
Ὁμολογοῦσα, τὸν Λυτρωτὴν τοῖς ἀνθρώποις, κατεστέφθης ἐν δόξῃ ἀφθάρτῳ, ὑπ’ Αὐτοῦ πάνσεμνε Μάρτυς Ἀλεξάνδρα.
Θεοτοκίον.
Ἵνα πρὸς τρίβους, εὐθυπορεῖν οὐρανούς, Σοὺς ἱκέτας εὐώδοσον Μῆτερ, ταῖς πρὸς τὸν Υἰόν Σου, εὐπροσδέκτοις πρεσβείαις.



ᾨδῆ θ΄. Κυρίως Θεοτόκον.
Ἐν τοῖς ἐπουρανίοις, Ἀλεξανδρὶς Μάρτυς, περιπολεύουσα σκηναῖς τὸν Φιλάνθρωπον, ὑπὲρ ἡμῶν δυσωποῦσα τῶν ἀνυμνούντων σε.
Ἀγγέλων ταῖς χορείαις, νῦν συναγάλεσαι, σὺν τούτοις πρεσβεύουσα, ῥύεσθαι πάντοτε, ἐκ χαλεπῶν Ἀλεξανδρὶς κακώσεων.
Λαμπὰς φαεινοτάτη, αἴγλη τῆς ἀΰλου, θεοφόρε Ἀλεξάνδρα ὑπάρχουσα, τὴν τοῦ νοός μου σκοτίαν δεῦρο διάλυσον.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, εὐλογημένη Παρθένε Μήτηρ τῆς ζωῆς, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον δέομαι.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἀλεξανδρις Ἁγία καὶ Μάρτυς, σὲ ἑορτάζοντες πόθῳ, πανευλαβῶς ἐκζητοῦμεν, τὴν σὴν βοήθειαν σεμνή, ὅπως ῥυσθῶμεν κινδύνων, καὶ τῶν βελῶν τοῦ βελίαρ.
Καὶ τὸ τῆς ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν Μάρτυρα Ἁγίαν πάντες τιμήσωμεν, Ἀλεξάνδρα τὴν Ἁγίαν, καὶ σεμνὴ βασιλίδα· αὕτη γὰρ θεόφρον καὶ νουνεχής, ἀπεδείχθη τῷ Πνεύματι· διὸ ζηλώσασα δόξαν μαρτυρικήν, θείαν χάριν ἐκομίσατο. (Δίς)

Περιφανῆ ἐν τῷ βίῳ πάντες σε ἔγνωμεν, οὐ πλούτῳ δυναστείᾳ, ἀλλὰ σὴ εὐσεβεία, ἔστης γὰρ πρὸ βήματος, ὦ Ἀλεξανδρὶίς, καὶ στεῤῥῶς ὡμολόγησας, τὸν Ἰησοῦν Θεὸν εἶναι καὶ Λυτρωτήν, τὴν ζωὴν πᾶσιν παρέχοντα.

Μεγαλομάρτυς ἀνδρεία Ἀλεξάνδρα γεγένησαι, δεσμοῖς γὰρ καὶ αἰκίαις, ὁμιλήσασα πόθῳ, νύμφη δὲ Κυρίου πανευκλεής, ἀνεδείχθης τῷ Πνεύματι, Οὗ τῷ Νυμφῶνι εἰσῆλθες ἐν οὐρανοῖς, στεφηφόρος ὡς φιλόθεος.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν Μεγαλομάρτυρα Ἀλεξάνδρα, ἐγκωμίων ᾄσμασι καταστέψωμεν. Αὐτὴ γὰρ ἀνδρείως καθεῖλε, τοῦ ἐχθροῦ τὴν ἐπηρμένην ὀφρύν, καὶ τὸ τῆς πίστεως γέρας ἐκομίσατο, τοῦ Πνεύματος τῇ δυνάμει. Διὸ καὶ ἡμεῖς αὐτῇ προσείπωμεν· Ἀθλοφόρε ἀοίδιμε, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, παρασχεῖν καὶ ἡμῖν τὸν τῆς ψυχῆς δροσισμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου