ΜΑΪΟΥ ΙΓ΄!!
ΓΛΥΚΕΡΙΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποιηθεῖσα ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ᾿ καί ψάλλομεν τὰ ἑξῆς Προσόμοια. ῏Ηχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῷ φωτὶ τῶν ἀρετῶν, τὴν σὴν καθαρὰν πολιτείαν Μάρτυς ἐλάμπρυνας ,τότε ὡμολόγησας, ἀκαταπλήκτῳ ψυχῇ, Γλυκερία πανεύφημε, Χριστὸν τὸν Σωτῆρα, γνώμης ἀνδρειότητι στεῤῥῶς ἀθλήσασα· ὅθεν ὡς παρθένος καὶ Μάρτυς, πρέσβευε τῷ πάντων Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.
Ὅτε, ἀφορήτοις αἰκισμοῖς, ὁ ἐχθρὸς ὑπέβαλε Μάρτυς, τὸ θεῖον σῶμά σου, τότε τὴν τοῦ Πνεύματος ἐν σοὶ λαμπρότητα, ἀπαστράπτουσαν ἔδειξας, πᾶσι Γλυκερία, πάντα ὑπομείνασα ὥσπερ ἀσώματος· ὅθεν, ἐπαξίων ἐπάθλων, παρὰ τοῦ Σωτῆρος τυχοῦσα, μέμνησο τῶν πόθῳ μεμνημένων σου.
Ἄνθος, ὡς εὐῶδες καὶ τερπνόν, ἡ Τραϊανούπολις ἔσχε, σὲ καλλιπάρθενε· ἐξ αὐτῆς γὰρ ἤνθησας καὶ εὐωδίασας, ταῖς ὀσμαῖς τῆς ἀθλήσεως, δυνάμει τῇ θείᾳ, Γλυκερία ἅπασαν, τὴν Ἐκκλησίαν Χριστοῦ· ἥτις τὴν ἁγίαν σου μνήμην, ἄγουσα Χριστὸν μεγαλύνει, τὸν ἐν θαυμασίοις σε δοξάσαντα.
Νύμφη, τοῦ Σωτῆρος ἐκλεκτή, Μάρτυς Γλυκερία θεόφρον, ἀξιοθαύμαστε, Ἕβρου ἐγκαλλώπισμα καὶ ἀγαλλίαμα, καὶ ἁπάσης τῆς Θράκης δέ, ἐντρύφημα θεῖον, πάσης περιστάσεως ῥύου ἑκάστοτε, πάντας, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν σὴν ἀεισέβαστον μνήμην, καὶ τὴν προστασίαν σου κηρύττοντας.
Δόξα.Ἦχος α´.
Παρθενικῇ ἐκλάμπουσα χάριτι, μαρτυρικῶν ἀγώνων στάδιον ἤνυσας, ἐν ἀνδρείᾳ ψυχῆς, Γλυκερίᾳ καλλιπάρθενε· τῇ τοῦ Χριστοῦ γὰρ ἀγάπῃ, πάντα τὰ σὰ ἀναθεῖσα, ὑπερφυῶς ἠγώνισαι, οἰκείας ἀλογήσασα φύσεως· καὶ νῦν ἐν τῷ νυμφῶνι τῆς ζωῆς, σὺν ταῖς φρονίμοις παρθένοις ἀγαλλομένη, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Ἀπόστιχα. Ἦχος β´ . Ἦχος τοῦ Ἐφραθᾶ.
Δόξαν τὴν γεηράν, ἐμφρόνως παριδοῦσα, θεόφρον Γλυκερία, πρὸς μαρτυρίου πόνους, ὡς ἄσαρκος ἐχώρησας.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τύπον τὸν τοῦ Σταυροῦ, φέρουσα τῷ μετώπῳ, οὐκ ἔδεισας οὐδόλως, θεόφρον Γλυκερία, τῶν διωκτῶν τὴν δύναμιν.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ἤνεγκας τοῦ πυρός, ὡς ἄσαρκος τὴν φλόγα, καὶ ἔφλεξας τὴν πλάνην, ἄφλεκτος τηρηθεῖσα, δρόσῳ τῇ θείᾳ πάνσεμνε.
Δόξα. Τριαδικόν.
Δύναμιν παρὰ σοῦ, Τριὰς ὑπεραγία, ἡ Μάρτυς Γλυκερία, ἀΰλῳ δεχομένη, ἀθλητικῶς ἠρίστευσε.
Καί νῦν. Θεοτοκίον.
Μύροις τοῦ σοῦ Υἱοῦ, ἡ Μάρτυς Γλυκερία, Παρθένε ἑπομένη, αὐτῷ προσανηνέχθη, ὡς νύμφη παναμώμητος.
Νῦν ἀπολύεις, τὸ τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ´ . Ταχὺ προκατάλαβε.
Παρθένος πανάμωμος καὶ Ἀθληφόρος σεμνή, ἐδείχθης πανεύφημε, καὶ τῷ Σωτῆρι Χριστῷ, ἀξίως νενύμφευσαι· ὅθεν καὶ ἐν ἀθλήσει, τὸν ἐχθρὸν καθελοῦσα, χάριν ἀεὶ πηγάζεις, Γλυκερία θεόφρον, τοῖς πίστει προσιοῦσι, τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. ῏Ηχος δ´. ῾Ως γενναῖον ἐν Μάρτυσιν.
Ὡς τρωθεῖσα τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, κοσμικὴν τερπνότητα καταλέλοιπας, καὶ μαρτυρίου τὰ σκάμματα, ἀνδρικῶς διήνυσας, στεῤῥοτάτῳ λογισμῷ, Γλυκερία πανθαύμαστε· διὰ τοῦτό σε, ὡς Χριστοῦ Ἀθληφόρον εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τὴν ἀεισέβαστον ἔνδοξε.
Τῷ Σταυρῷ τοῦ Κυρίου σου, τὴν σὴν ὄψιν σφραγίσασα, τὸν θυμὸν τοῦ ἄρχοντος οὐκ ἐπτόησαι, καὶ αἰκισμοῖς καὶ στρεβλώσεσι, στεῤῥῶς ὁμιλήσασα, ἀνωτέρα τῶν ποινῶν, τῇ δοθείσῃ σοι χάριτι, Μάρτυς ἔμεινας, καὶ φλογὸς ὑπομείνασα τὴν ῥύμην, Γλυκερία παραδόξως, ἄφλεκτος ἔμεινας ἔνδοξε.
Τῶν βασάνων τὴν ἔφοδον, ὥσπερ ἄσαρκος φέρουσα, τῶν τυῤῥάνων ᾔσχυνας τὰ βουλεύματα, καὶ ἐν εἱρκτῇ ὥσπερ ἄγγελος, τραφεῖσα πανεύφημε, ὑπ᾿ Ἀγγέλου θαυμαστῶς, τοὺς ὁρῶντας κατέπληξας, τῷ σῷ θαύματι, καὶ Χριστῷ ὥσπερ Μάρτυρα προσάγεις, Λαοδίκιον τῷ φέγγει, τῆς ἐν σοὶ χάριτος πάνσεμνε.
Διὰ πόνων ἀθλήσεως, τὸν Δεσπότην νενύμφευσαι, παρθενίας κάλλεσι διαλάμπουσα, καὶ ὥσπερ προῖκα προσήγαγες, Αὐτῷ παναοίδιμε, τῶν μελῶν τὴν ἐκκοπήν, καὶ τὸν βίαιον θάνατον· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων Γλυκερία, δυσωποῦσα τοῦ σωθῆναι, τοὺς σὲ πιστῶς μακαρίζοντας.
Ὡς
ἀνδρεῖον τὸ φρόνημα, καὶ γενναία ἡ ἔνστασις, τῆς ψυχῆς σου ἔνδοξε ἐναπέφηνεν·
ἐν ἀσθενείᾳ γὰρ σώματος, προθύμῳ δὲ πνεύματι, τὸν ἀρχέκακον ἐχθρόν, κατεπάτησας
λέγουσα· Σὺ εἶ Κύριε, ἡ ἰσχὺς καὶ τὸ κλέος τῶν σῶν δούλων, ὁ δυνάμει ἀηττήτῳ,
τὸν ἰσχυρὸν τροπωσάμενος.
Οὐ λιμὸς οὐδὲ κίνδυνος, ἀλγεινῶν τε ἐπίτασις, τῆς ἀγάπης ἔνδοξε οὐ κατίσχυσαν, Χριστοῦ χωρίσαι ἀοίδιμε, οὐ κάθειρξις βίαιος, οὐδὲ κάμινος πυρός, οὐ τῶν λίθων κατάστρωσις· ὅθεν δέδεξαι, ἐκ Θεοῦ θείαν δρόσον Γλυκερία, καὶ ἐκ γῆς καὶ τῶν γηΐνων, πρὸς τὴν ζωὴν μεταβέβηκας.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὡς ἔαρ νοητόν, τῇ Ἐκκλησίᾳ ἐπέφανεν, ἡ τῆς Παρθενομάρτυρος Γλυκερίας μνήμη, τοὺς πιστοὺς εὐφραίνουσα· τοῖς γὰρ στίγμασι Χριστοῦ, ὡς ἐν ἄνθεσι μυστικοῖς ὡραϊζομένη, πάντας διεγείρει βοῆσαι αὐτῇ· χαίροις ἡ ἐν ἀσθενείᾳ φύσεως, ὑπερφυῶς ἀθλήσασα, καὶ τὸν μεγάλαυχον ὄφιν καταπαλαίσασα· χαίροις ἡ ὡς χρυσὸς ἐν καμίνῳ τοῖς ἄθλοις δοκιμασθεῖσα, καὶ ὡς παρθένος ἁγνὴ τῷ Χριστῷ νυμφευθεῖσα· χαίροις Τραϊανουπόλεως λαμπάς, εὐσεβούντων στήριγμα, καὶ ἁπάσης τῆς Θράκης κλέος. Πρέσβευε δεόμεθα, Γλυκερία πανεύφημε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆ ῾Εορτῆς.
Εἴσοδος, Φῶς ῾Ιλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ᾿ 10-26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ᾿, 1-3)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.᾿ 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ΙΔΙΟΜΕΛΑ. Ἦχος α´.
Πάλαι μὲν τοῖς σπαργάνοις σου, καὶ τῇ ἁγίᾳ ἀθλήσει, Τραϊανούπολις ἔχαιρεν, ἡ σὲ βλαστήσασα πόλις, Μεγαλομάρτυς Γλυκερία· γέρας γὰρ θεῖόν σε ἔσχηκε, καὶ κλέος καὶ καύχημα, καὶ βοηθὸν ἐν πᾶσι· νῦν δὲ πᾶσα ἡ περίοικος, τὴν σὴν μνήμην ἑορτάζομεν, τῶν σῶν ἀγώνων ἀγάμενοι τὸ μέγεθος, καὶ τὴν παρὰ Χριστοῦ δοθεῖσάν σοι χάριν, δι᾿ ἧς ξένα καὶ παράδοξα, ἐν τῇ ἀθλήσει σου εἰργάσω, πρὸς δόξαν Χριστοῦ, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ θεῖον ἔλεος.
῟Ηχος β´.
Τῆς παρθενίας τὴν λαμπρὰν ἐσθῆτα, λαμπροτέραν ἔδειξας, τοῖς ὑπὲρ Χριστοῦ ἀθλητικοῖς σου πόνοις, Γλυκερία καλλιμάρτυς· ἐν εὐσεβείᾳ γὰρ ἐκλάμπουσα πάντων ὑπερήρθης τῶν γεηρῶν, καὶ τῷ Σωτῆρι τῶν ὅλων ἐνυμφεύθης, ὡς παρθένος φρονίμη, θεολήπτῳ ψυχῇ· καὶ ὡς προῖκα πολύτιμον, τούτῳ, προσήγαγες, τοὺς ἀθλητικούς σου ἀγῶνας, καὶ τὸν ὑπὲρ αὐτοῦ θάνατον, Μάρτυς ἀήττητε· διὸ ἀθανάτου ζωῆς ἠξίωσαι, σὺν Ἀγγέλων χοροῖς, θεουμένη ἐν μεθέξει· ἧς καὶ ἡμεῖς μετασχοίημεν οἱ ἑορτάζοντες τὴν μνήμην σου.
Ἦχος γ´.
Τοῖς ἀθλητικοῖς σου παλαίσμασιν, ἡ ἐν σοὶ τοῦ Σωτῆρος χάρις, ὑπὲρ ἥλιον ἔλαμψεν, Γλυκερία καλλιπάρθενε· ἀνωτέρα γὰρ πυρὸς καὶ σιδήρου πέφηνας ἐν τῷ παρθενικῷ σου σώματι τοῦ ἐχθροῦ τὴν ἰσχὺν θριαμβεύσασα· καὶ τὴν δορὰν τῆς κεφαλῆς ἀφαιρεθεῖσα, τῆς αἰωνίου ζωῆς περιεβάλου τὸ ἔνδυμα· ὅθεν Ἄγγελοι διηκόνουν σοι, ὡς ἰσαγγέλῳ ἐν ἅπασι· μεθ᾿ ὧν Χριστῷ παρισταμένη, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ´
Τῆς γεηρᾶς ἀξίας, ἀποβαλοῦσα τὸν ἐν καινότητι ζωῆς ἠμφιάσω τὴν ἐνέργειαν, Γλυκερία Μάρτυς πανένδοξε· ὅθεν ἐκ τριχῶν αἰωρηθεῖσα, καὶ τὰς σάρκας ξεσθεῖσα, ἐξἐπληξας τοὺς πάντας, τῶν ἐν σοὶ θαυμασίοις· τῶν γὰρ τιμωρούντων αἱ χεῖρες ἠπράκτησαν, καὶ ἡ τοῦ σώματός σου ἀρτιότης ἐπέλαμπε, πρὸς δόξαν Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικοῖς
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, τῆς Ἐκκλησίας ἡ λαμπὰς ἡ ἀείφωτος, τὸ κλῆμα τῆς εὐσεβείας, πᾶσι περκάζον ἡμῖν, ἀφθαρσίας βότρυν τὸν γλυκύτατον, ἐξ οὗ ἐναπέσταξε, γλυκασμὸς ὁ σωτήριος, ἀεὶ εὐφραίνων, Γλυκερία πανεύφημε, τὴν διάνοιαν τῶν πιστῶς εὐφημούντων σε· Μάρτυς ἡ ἀκαθαίρετος, καὶ νύμφη ἀκήρατος, τοῦ Βασιλέως τῆς δόξης, τοῦ σὲ λαμπρῶς μεγαλύναντος· Ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, ἡ τοῦ διώκτου καθελοῦσα τὴν δύναμιν, ἰσχύϊ τῇ ἀηττήτῳ, τοῦ σοῦ νυμφίου σεμνή, ἣν ἐνδεδυμένη μετὰ πίστεως, Διὸς καταβέβληκας, προσευχῇ σου τὸ ξόανον, καὶ ἀνυποίστοις, αἰκισμοῖς, ὁμολήσασα, τεθαυμάστωσαι, ἐνεργείᾳ τοῦ Πνεύματος· ὅθεν θηρὸς τῷ δήγματι, τὸν δρόμον τελέσασα, λαμπαδηφόρος ἀνῆλθες, πρὸς τὸν νυμφῶνα τὸν ἄφθαρτον, ἀεὶ Γλυκερία, ὑπὲρ πάντων δυσωποῦσα, τῶν εὐφημούντων σε.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, τῆς Ἐκκλησίας ἡ
λαμπὰς ἡ ἀείφωτος, τὸ κλῆμα τῆς εὐσεβείας, πᾶσι περκάζον ἡμῖν, ἀφθαρσίας βότρυν
τὸν γλυκύτατον, ἐξ οὗ ἐναπέσταξε, γλυκασμὸς ὁ σωτήριος, ἀεὶ εὐφραίνων, Γλυκερία
πανεύφημε, τὴν διάνοιαν, τῶν πιστῶς εὐφημούντων σε· μάρτυς ἡ ἀκαθαίρετος, καὶ νύμφη
ἀκήρατος, τοῦ Βασιλέως τῆς δόξης, τοῦ σὲ λαμπρῶς μεγαλύναντος· Ὃν νῦν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τῇ ἀγάπῃ τοῦ Κτίστου σου, πάντα τὰ σὰ ἀναθεμένη, στάδιον ἀθλήσεως, πλῆρες πόνων ἤνυσας, μεγαλόφρονι ψυχῇ, Γλυκερία πανθαύμαστε· οὐ γὰρ ἔπτηξας πάνσεμνε, τοῦ διώκτου τὸ ἀπηνές, οὐδὲ τῶν αἰκισμῶν τὴν δριμύτητα· ἀλλ᾿ὡς ἀδάμας ἐν πᾶσι δοκιμασθεῖσα, τῆς ἄνω βασιλείας τὸ διάδημα ἀπείληφας, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, τὸ τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ´ . Ταχὺ προκατάλαβε.
Παρθένος πανάμωμος καὶ Ἀθληφόρος σεμνή, ἐδείχθης πανεύφημε, καὶ τῷ Σωτῆρι Χριστῷ, ἀξίως νενύμφευσαι· ὅθεν καὶ ἐν ἀθλήσει, τὸν ἐχθρὸν καθελοῦσα, χάριν ἀεὶ πηγάζεις, Γλυκερία θεόφρον, τοῖς πίστει προσιοῦσι, τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα. Καὶ νῦν. τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´ Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄνθος μυστικόν, καὶ πανεύοσμον κρίνον, ἐξήνθησας σεμνή, ἐν λειμῶνι τῷ θείῳ, καὶ πᾶσαν εὐωδίασας, Ἐκκλησίαν τοῖς ἄθλοις σου· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, σὲ Γλυκερία τιμῶμεν, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Μετὰ τὴν β᾿ Στιχολογίαν Κάθισμα. ῏Ηχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κρεμασθεῖσα ἐκ τριχῶν, τὸν πολυμήχανον ἐχθρόν, ἀπηγχόνησας σεμνή, τῆ καρτερίᾳ τῆ πολλῇ, καὶ τὸ σαρκίον ἀπηνῶς καταξανθεῖσα, ᾔσχυνας ἐχθρῶν τὰ μηχανήματα, ἄνωθεν ἰσχὺν Μάρτυς λαμβάνουσα, παρὰ Χριστοῦ Γλυκερία ἔνδοξε, δι᾿ ὃν τὸ πάσχειν προήρησο· διὸ ἀξίως ἐμεγαλύνθης ἐν οὐρανίοις σκηνώμασι.
Δόξα. Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. ῏Ηχος πλ.δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς παρθένος φρονίμη καὶ ἐκλεκτή, τῷ τῶν ὅλων νενύμφευσαι βασιλεῖ, καὶ τούτου τὰ στίγματα, τῇ σαρκί σου ἐβάστασας, βασιλικὸν ὡς κόσμον, ἀνδρείως ἀθλήσασα, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην, εἰς τέλος κατῄσχυνας· ὅθεν ὲπαξίως, οὐρανίων θαλάμων, ἐπέβης τελέσασα, τὸν σὸν δρόμον τὸν κάλλιστον, Γλυκερία πανθαύμαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι, πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καί νῦν. Τῆς ῾Εορτῆς.
Τὸ α᾿ Ἀντίφωνον τοῦ δ᾿ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον,τῶν Δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ιζ᾿ Σαββάτῳ Ματθαίου.
Μεθ᾿ ὃ τὸ Ἀνάστασιν Χριστοῦ. Ὁ Ν´ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, Ἦχος πλ.β´. Στ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Τοῦ μαρτυρίου τὴν ὁδόν, ἀνδρικῶς τελοῦσα, τῆς οἰκείας ἐπελάθου ῥύσεως, τὴν τοῦ Χριστοῦ ἐνδεδυμένη δύναμιν, Παρθενομάρτυς Γλυκερία· καὶ ἐν τοῖς ἀγῶσι τὸν ἐχθρὸν καταπλήξασα, τῇ ἀτρέπτῳ στάσει, καὶ τῇ ἐνεργούσῃ ἐν σοὶ θείᾳ χάριτι, ἐπαξίως ἐδοξάσθης παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐν τῇ ἀφθόνῳ δόξῃ τῶν θείων δωρεῶν. Ἀλλὰ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτει ἡμῖν πταισμάτων ἄφεσιν, κινδύνων ἀπαλλαγὴν καὶ τὸ θεῖον ἔλεος.
Εἶτα οἱ Κανόνες τῆς τυχούσης Ἑορτῆς, καὶ τῆς Ἁγίας δύο.
Ὀ α’ Κανὼν τῆς Μάρτυρος
ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοί
Τῶν ἀρετῶν, σήμερον καὶ τῶν θαυμάτων αὐτῆς, τὸν μυστικὸν πληρώσασα, κρατῆρα ἅπαντας, Γλυκερία ἡ Μάρτυς, εἰς πόσιν εὐφροσύνης πιστοὺς προσκέκληται.
Μαρτυρικαῖς, ἠγλαϊσμένη λαμπρότησι, τῷ καθαρῷ παρίστασαι, Μάρτυς Νυμφίῳ σου, ψυχοφθόρον πταισμάτων, αἰτοῦσα λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε.
Πρὸς αἰκισμούς, πρὸς ἀλγηδόνας, πρὸς μάστιγας, πολυειδεῖς ἀπτόητος, Μάρτυς ἐχώρησας· συνεργοῦσαν γὰρ εἶχες, τοῦ Πνεύματος τὴν χάριν καὶ συναρήγουσαν.
Θεοτοκίον
Γνῶσιν Θεοῦ, ἅπαντες κατεπλουτήσαμεν, καὶ ἐπιγνόντες Δέσποινα, σὲ Θεομήτορα, καὶ Κυρίαν τιμῶμεν, τοῖς πράγμασι τοὺς λόγους ἐπισφραγίζοντες.
Ὁ β’ Κανών. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.
Πικρίας με ῥῦσαι τῆς τῶν παθῶν, ταῖς σαῖς γλυκερία, πρὸς τὸν Κύριον προσευχαῖς, ὅπως σου τὴν μνήμην ἀνυμνήσω, καὶ τοὺς γενναίους δοξάσω ἀγῶνάς σου.
Τρωθεῖσα τῷ ἔρωτι τοῦ Χριστοῦ, Σταυροῦ παντευχίᾳ, κατεπάλαισας τὸν ἐχθρόν, καὶ νίκης ἐδρέψω τοὺς στεφάνους, ὦ Γλυκερία σοφὴ καὶ πανεύφημε.
Οἱ λίθοις προσνέμοντες τὴν τιμήν, σὲ λιθολευστοῦσιν, ἀτενίζουσαν ἐκ ψυχῆς, ζωῆς πρὸς τὴν πέτραν τὸν Δεσπότην, τὸν σοὶ δωρύμενον νίκην Θεόνυμφε.
Θεοτοκίον
Κυρίως τεκοῦσα φύσει Θεόν, κυρίως ἀκούεις, Θεοτόκος καὶ ἀληθῶς, τὴν προσηγορίαν καταλλήλως, τῷ θείῳ τόκῳ ἁγνὴ διαφέρουσα.
ᾨδὴ γ', τῆς Μάρτυρος. Στερέωσον ἡμᾶς
Τὰ αἵματα Χριστῷ ὥσπερ ἀρώματα, καὶ μύρα κομίσασα Ἀθληφόρε, εὐωδία προσηνέχθης Αὐτῷ, πλημμυροῦσα τοῖς πᾶσι τὰ ἰάματα.
Εὐφράνθη νοητῶς ἐν τοῖς ἀγῶσί σου, Μαρτύρων καλλώπισμα, ὁ Δεσπότης, εὐφροσύνην· ὅθεν θείαν σε, τῶν πιστῶν ταῖς καρδίαις ἐπεβράβευσε.
Θεοτοκίον
Ἐῤῥάγη τῆς ἀρᾶς Θεοχαρίτωτε, τὸ πάλαι μεσότοιχον, καὶ ἡ ἔχθρα, ἐξηφάνισται τῷ τόκῳ σου, καὶ Ἀγγέλοις συνήφθημεν οἱ ἄνθρωποι.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Οὐκ ἀσπίδα οὐ δόρυ, ἀλλὰ Σταυροῦ τρόπαιον, πίστει ἀδιστάκτῳ λαβοῦσα, ἀπηυτομόλησας, πρὸς τὰ παλαίσματα, πρὸς τοὺς γενναίους ἀγῶνας, πρὸς τοῦ κοσμοκράτορος, τὰ μηχανήματα.
Σὲ Νυμφίε ποθοῦσα, οὐ δειλιῶ θάνατον, σοῦ ταῖς καλλοναῖς ἡδομένη, πικρὰν ὑφίσταμαι, χαίρουσα βάσανον, καὶ χαλεπὰς τιμωρίας, Γλυκερία πάσχουσα, Σῶτερ ἐκραύγαζεν.
Ἐκ τριχῶν κρεμαμένη, καὶ σιδηροῖς ὄνυξιν, καταξεομένη τὸ σῶμα, πόνους ὑπέφερες, λῆξιν τὴν ἄπονον, καὶ τῦ Νυμφίου τὸ κάλλος, προορῶσα πάνσεμνε, νοῦ καθαρότητι.
Θεοτοκίον
Νεκρωθέντες με πάλαι, πρὸς τὴν ζωὴν πάναγνε, αὖθις ἐπανήγαγες μόνη, τὴν ἐνυπόστατον, ζωὴν γεννήσασαν, ᾗ προσβαλὼν διεῤῥάγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος.
Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τοῦ πρώτου τὴν ἔνδξον, τρίβον ἀνοίξαντος, ἐδέξω τὸν στέφανον, ὡς καὶ ὁμότροπος, καὶ δόξης ἐπέτυχες· λίθοις γάρ σε οἱ λίθους, προσκυνοῦντες ἀφρόνως, βάλλουσιν Γλυκερία, Ἀθλοφόρε Κυρίου, Χριστῷ ἐνατενίζουσαν, τῷ Λυτρωτῇ ἡμῶν.
Καὶ τῆς ῾Εορτῆς.
ᾨδὴ δ', τῆς Μάρτυρος. Εἰσακήκοα Κύριε
Τῶν παθῶν ἀποκτείνασα, τοὺς ἀοράτους θῆρας Γλυκερία, ὁρωμένους θῆρας οὐκ ἐδειλίασας.
Ὂν ἐκήρυττες Κύριον, πρὸ ὀφθαλμῶν ὁρῶσα Ἀθληφόρε, ὑπερεῖδες πάντα τὰ τῶν αἰσθήσεων.
Θεοτοκίον
Οἱ προστάτιν σε Δέσποινα, καὶ τῆς ψυχῆς Παρθένε προσδοκίαν, εὐσεβῶς πλουτοῦντες οὐκ αἰσχυνθήσονται.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Τὸ μάκαριον πάθος σου, Μάρτυς ἡ θεόφρων ἐξεικονίζουσα, ὑποφέρει τὴν ἀνάρτησιν, καὶ μαστίγων πόνους παντοδύναμε.
Ὀχετοῖς τῶν αἱμάτων σου, πῦρ ἀπετεφρώθη τῆς ματαιότητος, κατεκλύσθησαν δὲ χείμαῤῥοι, τῆς πολυθεΐας παμακάριστε.
Ῥαπισμοὶ σιαγόνων σου, πρόσωπα δαιμόνων Μάρτυς ἐῤῥάπισαν, συντριβὴ δὲ τοῦ προσώπου σου, ὡσεὶ χνοῦν τὴν πλάνην ἐξελέπτυνεν.
Οἱ τὸ σῶμα αἰκίζοντες, σοῦ τῆς ζηλωσάσης βίον ἀσώματον, παρεθέντες ἐνεκρώθησαν, ἀσωμάτων θείων ἐπιθέσεσιν.
Θεοτοκίον
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατέναυσον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε.
ᾨδὴ ε', τῆς Μάρτυρος. Ὁ φωτισμός
Φόβον Θεοῦ, ἐν γαστρὶ διανοίας εἰσδεξαμένη, πνεῦμα σωτηρίου ὁμολογίας, καὶ μαρτυρίου, ἔτεκες γενναιόφρον, παραδόξως στεῤῥῶς ἀθλήσασα, καὶ τὰς ἐναντίας ἀρχὰς θριαμβεύσασα.
Σοῦ τὸ σεπτόν, καὶ μακάριον πάθος ἐκμιμουμένη, ἡ δι' ἀπαθείας σου συναφθεῖσα, πάσχει προθύμως, ἐν πυρὶ βεβλημένη, ζωοδότα Χριστὲ κραυγάζουσα· Ἕτερον ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.
Θεοτοκίον
Ἡ φωτεινή, τοῦ ἡλίου νεφέλη λάμψον μοι αἴγλην, λύουσαν τὸν ζόφον τῆς ἁμαρτίας, δίδου μοι χεῖρα, καὶ παθῶν ἐν τῷ βόθρῳ, Θεοτόκε κείμενον ἔγειρον, μόνη τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Καλλοναῖς ἡδομένη, τῆς καλλοποιοῦ Ἰησοῦ ὡραιότητος, εἰς ὀσμὴν τῶν μύρων, τῶν αὐτοῦ παθημάτων ἀνέδραμες, φλεγομένη πόθῳ, πυπρολουμένη τῇ ἀγάπῃ, τῆς Αὐτοῦ γλυκερία φαιδρότητος.
Ἐκ πηγῶν σωτηρίου, ἀπαρυσαμένη σωτήριον ἴαμα, ἐξεκαύθης δίψῃ, μαρτυρίου καὶ σπεύδουσα ἔδραμες, καὶ πιοῦσα ἔστης, ἐπαναπαύσασα τῶν πόνων, ἐφετῶν ἀκροτάτῳ Θεόνυμφε.
Οὐρανίῳ τροφῇ σε, Μάρτυς ἐν φρουρᾷ διατρέφουσιν Ἄγγελοι· τὴν τροφὴν γὰρ κόσμου, καὶ τῶν ζώντων ζωὴν ἐπεπόθησας, ᾗ παρέστης ὄντως, ἐν κροσσωτοῖς ὡραϊσμένη, τῶν στιγμάτων τῆς σῆς ἐναθλήσεως.
Θεοτοκίον
Ἐν
δυσί σε τελείαις, φύσεσι γινώσκομεν ἕνα Υἱὸν τοῦ Θεοῦ, ἐνεργείαις ἄμφω, καὶ
θελήμασιν ὄντα ἄσυγχυτον, τὸν δι’ εὐσπλαγχνίαν, ἐκ γυναικὸς λαβόντα σάρκα, οὗ
τὸ εἶδος τιμῶμεν ἐν πίναξιν.
ᾨδὴ ς', τῆς Μάρτυρος. Ἐν ἀβύσσῳ πταισμάτων
Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Πνεύματος, καὶ τῆς καθαρότητος ταῖς ὡραιότησι, κεκοσμημένη ἔνδοξε, τῷ Δεσπότῃ Χριστῷ νῦν παρίστασαι.
Τὸν καλὸν ὄντως ἆθλον ἀνύσασα, καὶ τῆς εὐσεβείας τὸν δρόμον τελέσασα, δικαιοσύνης εἴληφας, ἐκ Θεοῦ τὸν ἐπάξιον στέφανον.
Θεοτοκίον
Γνωστικὴν εὐφροσύνην γινώσκων σε, πάναγνε, παθῶν τῆς ἀγνοίας τὸ κάλυμμα, ταῖς σαῖς πρεσβείαις Δέσποινα, ἀποτίθεμαι· Δόξα τῷ κράτει σου.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τὸ πέλαγος ἀβλαβῶς, διέπλευσας τῆς ἀθλήσεως, καὶ σάλον τῶν ἀλγεινῶν, διέβης ἀχείμαστος, καὶ λιμένας ἔφθασας, τοὺς γαληνοτάτους, θείαις αὔραις εὐπλοΐσασα.
Τοῦ Παύλου τοὺς διωγμούς, θεόφρον ἐξεικονίζουσα, προστάξει τυραννικῇ, εἰς πόλιν ἐκ πόλεως, προβαίνεις πυκτεύουσα, πρὸς ἀρχὰς τοῦ σκότους, καὶ τὴν ἄνω πόλιν ἔφθασας.
Ὡς ἥλιος ἐκ δυσμῶν, ἡ Μάρτυς ἐξανατείλασα, φωτίζει τὰς τῶν πιστῶν, καρδίας ἐν χάριτι, καὶ φλέγει τὰς φάλαγγας, ζοφερῶν δαιμόνων, ταῖς ἀκτῖσι τῆς ἀθλήσεως.
Θεοτοκίον
Ὡς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς ἅγιον ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.
Κοντάκιον. Ἦχος γ´. ῾Η Παρθένος σήμερον.
Τὴν Παρθένον στέργουσα, καὶ Θεοτόκον Μαρίαν, διετήρεις ἄφθορον, τὴν σεαυτῆς παρθενίαν· πόθῳ δέ, καρδιωθεῖσα τῷ τοῦ Κυρίου, ἤθλησας, ἀνδρειοφρόνως μέχρι θανάτου· διὰ τοῦτο Γλυκερία, διπλῷ στεφάνῳ σὲ στέφει ὁ πάντων Κύριος.
Ὁ Οἶκος.
Πτερωθεῖσα τῷ πόθῳ τοῦ Κτίστου σου, τὰ ἐν κόσμῳ τερπνὰ πάντα ἔλιπες· καὶ αὐτοῦ ἑπομένη τοῖς ἴχνεσι, νεότητος ἀκμὴν καὶ ἄνθος ἡλικίας, καὶ γυναικείαν ἀσθένειαν, ὡς ὄναρ πάντα λελόγισαι, καὶ πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας πολυθαύμαστε, ἀνδρικωτάτῳ ψυχῇ καὶ στεῤῥοτάτῳ φρονήματι· πάντας γὰρ ἐκπλήττεις ἐν τῇ ἀθλήσει σου Μάρτυς· ὅτι πάντων περιεγένου τῶν δεινῶν, καὶ πυρὸς καὶ σιδήρου ἀνωτέρα ὤφθης, στομωθεῖσα τῷ πυρί, τῷ δροσοβόλῳ τοῦ σοῦ νυμφίου· καὶ οὐρανίῳ ἄρτῳ τραφεῖσα, καὶ ὑπ Ἀγγέλων διακονηθεῖσα, δήγματι θηρὸς τὸν ἀγῶνα ἐτέλεσας, καὶ νικηφόρος πρὸς οὐρανίους σκηνώσεις ἀνέδραμες, ἔνθα Γλυκερία, διπλῷ στεφάνῳ σὲ στέφει ὁ πάντων Κύριος.
Συναξάριον.
Τῇ ιγ᾿ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ῾Αγίας Μεγαλομάρτυρος Γλυκερίας.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', τῆς Μάρτυρος. Εἰκόνος χρυσῆς
Τὸ κάλλος Χριστοῦ, ἐν ἐσόπτρῳ νοητῷ τῷ τῆς ἁγνείας, κατανοοῦσα ἐπεπόθησας, τοῦτο ἐνθέως ἀοίδιμε, καὶ δραμοῦσα τούτου ὀπίσω, δι' ἀθλήσεως ἔψαλλες· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡραίαν στολήν, τῶν αἱμάτων ταῖς βαφαῖς πεποικιλμένην, περιθεμένη καθυπέδειξας, τῆς εὐσεβείας τὴν κόσμησιν, πᾶσιν Ἀθληφόρε τοῖς πίστει, ἀνυμνοῦσι καὶ ψάλλουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰδού σε ἁγνή, πᾶσα φύσις γηγενῶν δοξολογοῦσιν, ὑπερθαυμάζοντες τὸ μυστήριον, τῆς σῆς κυήσεως ἄχραντε, καὶ χαρμονικῶς ἐκβοῶντες, τῷ ἐκ σοῦ ἀνατείλαντι· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν καμίνῳ βληθεῖσα, οὐκ ἐφλέχθης· εἰς δρόσον, καὶ γὰρ μετέβαλεν, τὸ πῦρ ὁ νεανίας, ὁ τρεῖς ἐν Βαβυλῶνι, διασώσας καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Σταυροῦ ταῖς ἀκτῖσιν, λαμπομένη ἁγνοίας, σκότος διέφυγες, καρδίας δὲ τῶν πίστει, βοώντων Γλύκερία, Ἀθληφόρε ἐφώτισας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δερματίνους χιτῶνας, τῆς φθορᾶς ἐξεδύσω, Μάρτυς ἀοίδιμε, δορὰν ἀφαιρουμένη, μετώπου καὶ τῆς κάρας, δικαζόντων ὠμότητι, ἀναβοῶσα θερμῶς· Χριστὲ εὐλογητὸς εἶ.
Θεοτοκίον
Νέον φέρουσα βρέφος, τὸν πρὸ πάντων αἰώνων, Θεὸν πανάμωμε, ἐκ Σοῦ σωματωθέντα, μὴ παύσῃ δυσωποῦσα, τοῦ σωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η', τῆς Μάρτυρος. Τὸν ἐν καμίνῳ τοῦ πυρός
Τὸν τῆς ἁγνείας νοητόν, κεκτημένη ἐραστὴν Χριστὸν νυμφίον, σεαυτὴν Ἀθληφόρε, ἐν καθαρότητι νοῦ, καὶ πόνοις θείοις ἐκαλλώπισας, καὶ τούτῳ ἡρμόσθης διὰ τοῦ μαρτυρίου.
Ἡ συντριβή σου τῶν μελῶν, ἐξελέπτυνεν ἐχθρῶν μηχανουργίας, τῶν αἱμάτων ἡ ῥύσις, τῆς ἀθεΐας δεινούς, χειμάῤῥους σοφὴ ἀπεξήρανε, πέλαγος θαυμάτων ἡμῖν ἀναδειχθεῖσα.
Θεοτοκίον
Σῶσον οἰκτείρησον ἡμᾶς, τὸν οἰκτίρμονα Θεὸν ἀποτεκοῦσα, ὑπὲρ λόγον Παρθένε, πυρκαϊᾶς λογισμῶν, παθῶν τε ἐξαίρουσα καύσωνα, ταῖς σαῖς ἱκεσίαις ἁγνὴ Θεοκυῆτορ.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Τοῦ φυτουργοῦ τῆς κτίσεως, σὺ πολύφορος ἄμπελος, ὤφθης Γλυκερία ἀληθῶς περκάζουσα, ἀθλήσεως βότρυας, ἀποθλιβέντας Μάρτυς ληνοῖς, τᾶις μαρτυρικαῖς καὶ κατανύξεως οἶνον, προχέοντας τοῖς πίστει, τῷ Χριστῷ μελῳδοῦσιν· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὑποστρωθέντων ἔνδοξε, ὀξυτάτων ὑπέφερες, λίθων ἐκκεντήσεις ἀκλινεῖ φρονήματι, ζωγρεῖς δὲ τὸν φύλακα, καὶ δεδεμένη θείαις πλοκαῖς, τῆς εἰδωλικῆς ἀπολυθέντα ἀπάτης, καὶ Μάρτυρα προσάγεις, τῷ Χριστῷ μελῳδοῦντα· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς Δανιὴλ ἐφίωμασας, τῶν θηρίων τὰ στόματα, θείαις ἐπῳδαῖς τῶν προσευχῶν σου πάνσεμνε, τὸ πῦρ ἀπετέφρωσας, τοὺς ἀνομοῦντας ᾔσχυνας, σώματι θνητῷ ἀθανασίαν ἐκτήσω, Ἀγγέλοις ὡμοιώθης, σὺν αὐτοῖς μελῳδοῦσα· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥήμασι σοῖς ἑπόμενοι, μακαρίζομεν πάναγνε, Σὲ τὴν μακαρίως ἐν σαρκὶ γεννήσασαν, τὸν ὄντως μακάριον, καὶ φῶς οἰκοῦντα ἄδυτον, καὶ φωταγωγοῦντα τοὺς Αὐτῷ μελῳδοῦντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', τῆς Μάρτυρος. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ὑπεραρθεῖσα ἀπάσης, σαρκικῆς προσπαθείας, τῷ πόθῳ τοῦ Νυμφίου σου σεμνή, ἄσαρκον βίον ἐπόθησας· διὸ σὺν τοῖς ἀΰλοις, Χριστὸν τὸν ἐραστήν σου νοερῶς, καθορῶσα δοξάζεις, ὡς πάντων ποθεινότερον.
Μετὰ πολλὰς τὰς βασάνους, τὸ ἀκίβδηλον πνεῦμα, Κυρίῳ παραδέδωκας τὸ σόν, οὗ τῇ ἀνόδῳ ἐκρότησαν, ἐπουράνιαι τάξεις, Χριστὸς δὲ παναλκεῖ σε δεξιᾷ ἐστεφάνωσε Μάρτυς, νομίμως ἐναθλήσασαν.
Θεοτοκίον
Ἡ ταῖς φωναῖς καμπτομένη, τῶν θερμῶς σε αἰτούντων, ἡ μόνη τῶν πιστῶν καταφυγή, σῶσον οἰκτείρησον Δέσποινα, διατήρησον βλάβης, ἐκ πάσης καὶ ἐχθρῶν ἐπιβουλῆς, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀεί σε μεγαλύνοντας.
Ἕτερος. Ἔφριξε, πᾶσα ἀκοή.
Ὁ νοῦς σου, νεύσει πρὸς Θεόν, ἡδυνόμενος ἐτήρει ἀνάλγητον, σοῦ τὸ πολύαθλον, παρθένε σῶμα, ὅτε πρὸ βήματος, αἰκιζομένη δικαστῶν, ἐνήθλεις στεῤῥότατα, καταπαλαίουσα, ἀσωμάτους δυνάμεις μετὰ σώματος.
Ἡρμόσθης, ἄφθορος ἁγνή, τῷ τεχθέντι ἐκ Παρθένου Θεόπαιδος, καὶ προσενήνοχας, ὡς προῖκα τούτῳ, Μάρτυς τὴν ἄθλησιν, πολυειδεῖς τοὺς αἰκισμούς, τὸν ἄδικον θάνατον· διὸ νυμφῶνός σε, οὐρανίου ἀληθῶς κατηξίωσεν.
Χορεύεις, νῦν περιχαρῶς, σὺν Ἀγγέλοις πρὸ προσώπου τοῦ Κτίστου σου, φαιδρυνομένη αὐγαῖς, ταῖς πηγαζούσαις, ἐκεῖθεν πάντοτε, ἀλλὰ μνημόνευε ἡμῶν, πίστει ἐκτελούντων σου, μνήμην τὴν ἔνδοξον, Γλυκερία Ἀθληφόρε πανεύφημε.
Θεοτοκίον
Σκήνωμα, γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ χωρήσασα, καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον, Λόγον γεννήσασα, Ὃν ἐκδυσώπησον ἁγνή, πταισμάτων συγχώρησιν, πᾶσιν δωρήσασθαι, τοῖς ἐν πίστει Σε ἀεὶ μεγαλύνουσιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Παρθενομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, ἡ τὸν ἀγῶνα τὸν μέγαν, τελέσασα ἐν ἀθλήσει, καὶ τὸν ἐχθρὸν αἰσχύνασα, ἐν γυναικείῳ σώματι, Χριστῷ ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν Γλυκερία, τῶν τὴν σὴν μνήμην τελούντων.
Καὶ τὸ τῆς ῾Εορτῆς.
Αἶνοι. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τραϊανούπολις χαῖρε· ἐκ σοῦ γὰρ ἤνθησεν, ὡς πανευῶδες ἄνθος, Γλυκερία ἡ Μάρτυς, καὶ ἅπασαν συγκάλεσον ἐν χαρᾷ, τὴν περίοικον σήμερον, πανηγυρίσαι ἐν ὕμνοις πνευματικοῖς, τὴν λαμπρὰν αὐτῆς πανήγυριν.
Σημειωθεῖσα θεόφρον τῷ τοῦ Κυρίου Σταυρῷ, ἀπτόητος παρέστης, τῷ τυράννῳ καὶ τούτου, διήλεγξας τὴν πλάνην καὶ τὸν Χριστόν, ἀνδρικῶς ὡμολόγησας· ὅθεν λαμπρῶς ἐδοξάσθης νῦν παρ’ Αὐτοῦ, Γλυκερία καλλιπάρθενε.
Οὔτε βασάνων δριμύτης οὔτε πυρὸς ἡ ὁρμή, ἐχώρισάν σε Μάρτυς, τοῦ Χριστοῦ τῆς ἀγάπης· τὰ πάντα γὰρ ὑπέστης γνώμῃ στεῤῥᾷ, Γλυκερία πανεύφημε· ὅθεν ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ διάδημια.
Ἀνδρειοφρόνως τὸν δρόμον τὸν τῆς ἀθλήσεως, τελέσασα θεόφρον, γυναικείᾳ ἐν φύσει, καὶ δήγματι θηρὸς δὲ πρὸς τὸν Χριστόν, Γλυκερία ἀνέδραμες, τῶν σῶν καμάτων τὰ ἔπαθλα παρ᾿ Αὐτοῦ, δεχομένη καλλιπάρθενε.
Δόξα, Ἦχος πλ. α´.
Ἀθλητικαῖς ἀριστείαις, τὴν πρὸς τὸν Χριστὸν ἀγάπην ἐκφήνασα, ὑπὲρ αὐτοῦ σαυτὴν ἠρνήσω, Παρθενομάρτυς Γλυκερία καὶ πόνοις πλείστοις ὁμιλήσασα, τὸ ἁπαλόν σου σῶμα ἀνεχάλκευσας, ὡς χρυσίον πολύτιμον, ἐν τῇ τῶν δεινῶν ἐπαγωγῇ· ὁ γὰρ νυμφίος συυ Χριστὸς λαμπρῶς σε ἠμείψατο, ἀθανάτοις δωρεαῖς· διὸ Τραϊανούπολις ἡ πατρίς σου, ἐν σοὶ σεμνύνεται, καὶ ἅπασα ἡ Θράκη χαίρει, τῆ μακᾳρίᾳ σου ἀθλήσει. Ἀλλ᾿ ὡς αὐτῶν καύχημα, καὶ ἡμῶν προστάτις, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καί νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια
Ὅλην ἀναθεῖσα πίστει σαυτήν, τῷ πάντων Δεσπότῃ ἠγωνίσω ἀθλητικῶς· ὅθεν Γλυκερία, Χριστοῦ Παρθενομάρτυς, ἡμῖν ἀεὶ ἐξαίτει, χάριν καὶ ἔλεος.
Τραϊανουπόλεως τὸ σεπτόν καὶ εὐῶδες ἄνθος, εὐφημήσωμεν οἱ πιστοί, χαῖρε ἐκβοῶντες, θεόφρον Γλυκερία, Θρακῶν τὸ μέγα κλέος, καὶ ἐγκαλλώπισμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου