Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 8. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ ΣΤΡΑΤΗΛΑΤΗΣ ΑΚΟΛΟΥΘΙΑ, ΚΑΝΟΝΕΣ & ΠΑΡΑΚΛΗΣΙΣ



ΦΕΒΡΟΥΑΡΙΟΣ Η΄!!

ΘΕΟΔΩΡΟΣ ΣΤΡΑΤΗΛΑΤΗΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Μάρτυρος. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τῆς ὑπὲρ νοῦν ἐνστάσεως! ὢ Στρατηλάτα τῆς σῆς! ὢ γκαλῆς γενναιότητος! Πῶς τὰ ὑπὲρ ἄνθρωπον, σὺ ἀνέτλης μαρτύρια; Πῶς τὸν χειμῶνα, δεινῶν ὑπήνεγκας; ὡς γὰρ κηρίων, σαφῶς σε μέλισσαι, περιεκύκλωσαν, τὰ ἐχίδνης ἔκγονα τὰ βέλη ὦν, ἐλογίσω οἷάπερ, νηπίων ἔνδοξε.

 

Χαίροις, Στρατηλάτα ἔνδοξε, σὺ γὰρ Χριστοῦ τοῦ Θεοῦ, παντευχίαν τὴν ἄμαχον, μυστικῶς ζωσάμενος, τὸν ἀλάστορα τύραννον, λόγοις καὶ ἔργοις τε εἰς γῆν κατέβαλες, καὶ νίκης ἤγειρας μέγα τρόπαιον! ὢ τίς ἐλλείπει σου, τοὺς ἀγῶνας Ἅγιε καὶ τὰς πολλάς, δωρεὰς καὶ χάριτας, δι’ ὧ δεδόξασται.

 

Μάρτυς, τοῦ Χριστοῦ ἀήττητε, τῶν Ἀθλητῶν καλλονή, ἐναθλήσας στεῤῥότατα, κατ’ ἐχθρῶν ἐτρόπωσας, τὴν ἀπιστίαν Θεόδωρε, καὶ συναγάλλης εἰς τὰ οὐράνια, καὶ συγχορεύεις, μετὰ Μαρτύρων τε, Ὃν καὶ πρεσβεύεις νῦν, ὑπὲρ τῶν τιμώντων σε, καὶ εεὐλαβῶς προσκυνούντων Ἅγιε, σὸν θεῖον λείψανον.

 

Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, προσεπάγης τῷ Σταυρῷ, οἷα μιμητὴς τοῦ Δεσπότου, καὶ κατετόξευσαν, βέλεσι τὸ σῶμά σου, τὸ καρτερώτατον, Στρατηλάτα Θεόδωρε, σαφῶς καθωράθης, θεῖον ἀφομοίωμα, καὶ ἐξεικόνισμα, μάκαρ τῶν παθῶν δι’ ὧν εὗρεν, ὁ Ἀδὰμ ἀπάθειαν θείαν, θαυματουργικῶς μεγαλυνόμενος.

 

Ξέσεις, ὑπομείνας χαλεπάς, καὶ διὰ πυρὸς διελθῶν τε, Μάρτυς Θεόδωρε, εἰς τὴν ὑπερκόσμιον, ἀναψυχὴν ὁ Χριστός, σὲ ἐξήγαγε, πρόμαχον, λαῷ Ὀρθοδόξῳ, ῥύστην τε ὀξύτατον, καιρῷ προσήκοντι, μάκαρ σε παρέχων τυράννου, λύοντα δεινὰς σκευωρίας, εὐσεβεῖς μιᾶναι μελετήσαντος.

 

 

 

Ὅτε, προσεπάγης τῷ Σταυρῷ, οἷα μιμητὴς τοῦ Κυρίου, ψυχῆς στεῤῥότητι, τότε ὤφθης σύμμορφος, παθῶν τοῦ Κτίστου, Στρατηλάτα Θεόδωρε, ἔνθεον καὶ τῆς δόξης, τούτῳ ἐκοινώνησας, ὡς ἐπηγγείλαντα, ἄρτιος γὰρ αὖθις ὡράθης, μετὰ τὴν Σταυροῦ τιμωρίαν, ἐπανθούση χάριτι λαμπόμενος.

 

Δόξα. Ἦχος πλ. α'

Σήμερον ἀνέτειλεν ὑπὲρ τὸν Ἑωσφόρον, ἡ σεβάσμιος μνήμη τοῦ ἀθλοφόρου Χριστοῦ, τῶν πιστῶν τὰς καρδίας ἀνενδότως φωτίζουσα, καὶ τὰ νέφη τῶν ψυχῶν ἀποδιώκουσα, τῇ ἐνεργείᾳ καὶ χάριτι τοῦ Πνεύματος, πρὸς ὃν φιλομάρτυρες ἀνακράξωμεν. Χαίροις, ὁ τοῖς πιστοῖς ἀναδειχθεὶς θεοδώρητος χάρις, καὶ τῶν θαυμάτων τὰ πλήθη ἐφαπλῶν, τοῖς εἰς σὲ προστρέχουσι, Θεόδωρε μακάριε. Χριστὸν ἀπαύστως πρεσβεύων μὴ ἐλλίπῃς, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, τοὺς ἐν πίστει ἐκτελοῦντας, τήν πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς

Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου Κύριε.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Τῇ τῶν ᾀσμάτων φαιδρότητι, τὴν παροῦσαν λαμπρύνομεν ἑορτήν, καὶ ἠχήσωμεν τὰ τοῦ Μάρτυρος Θεοδώρου θεῖα παλαίσματα. Πρόκειται γὰρ ἡμῶν εἰς εὐφημίαν ὁ τρισένδοξος Ἀθλητής, ὅστις τὰς τῶν τυράννων ἀπειλὰς ἀνδρείως ἀνελών, πρὸς τὸ στάδιον τῆς ἀθλήσεως σταθερῶς ἥλατο καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενος, τὸν Σωτῆρα δυσωπεῖ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Ἀθλητικὴν ἐπιδειξάμενος ἀνδρείαν, τῶν δυσσεβῶν κατέπληξας τὰς φρένας, Θεόδωρε πανένδοξε. Σὺ γὰρ θείῳ φλεγόμενος πόθῳ, τοὺς ὅρους ὑπερέβης τῆς φύσεως, καὶ θάνατον ὑπέμεινας παναοίδιμε Στρατηλάτα. Διὸ λαμπρῶς δεδόξασται, παρὰ Χριστοῦ Μάρτυς ἀήττητε.

 

 

Ἦχος πλ. α΄.

Ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τοῖς ἀθλητικοῖς σου ἀγῶσι, καλλωπίζεται Ἅγιε· ἐν γὰρ τῇ σῇ ἐνστάσει, τῶν θείων Μαρτύρων τὴν ἀνδρείαν ἤθλησε, καὶ τοῦ Σταυροῦ τὴν δύναμιν, ἐν ἀσθενείᾳ σαρκὸς θριαμβεύουσαν· ὅτι πάντων μεγαλοψύχως κατετόλμησας, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον, προθύμως ἐδέξω· ἀλλ’ ὦ θεῖε Μάρτυς Θεόδωρε, τῷ ἀπροσίτῳ φωτὶ ἐλλαμπόμενος, ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος πλ. β΄.

Τῷ ἀθλητικῷ σου παραστήματι, δυσσεβεῖς ἠσχύνθησαν, δαίμονες ἡττήθησαν, καὶ οἱ εὐσεβεῖς ηὐφράνθησαν χαρὰν μεγάλην, Στρατηλάτα Θεόδωρε. Προθύμως γὰρ τὸ αἷμα ἐξέχεας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὡς τετρωμένος τῷ ἀκροτάτῳ Αὐτοῦ ἔρωτι. Καὶ νῦν τοῦ ἀμηχάνου Αὐτοῦ κάλλους ἐντρυφῶν, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος πλ. δ'.

Ἀθλητικὸν συστησάμενος στάδιον κατὰ τῆς πλάνης, ἠνδραγάθησας Θεόδωρε, τῇ πυριφθόγγῳ γλώττῃ σου, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον· διὸ καὶ σὺν Ἀγγέλοις χορεύων μακάριε, αἴτησαι Χριστῷ τῷ Θεῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τόν Σωτῆρά μου.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζει, τοῖς αἰτοῦσιν εὐρωστία, καὶ μέγα ἔλεος.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις ἡ ἱερὰ κεφαλή, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στῦλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Πεφυτεύμενος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Ὅπλῳ τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ' αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ'

Τῶν τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ᾽ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκον τοῦ Μάρτυρος. Ἦχος δ'.

Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Καθισμα τοῦ Μάρτυρος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ μεγαλώνυμος Χριστοῦ ἀθλοφόρος, ὁ ἐπιπόθητος Θεῷ καὶ Ἀγγέλοις, ὁ θαυμαστὸς καὶ ἔνδοξος Θεόδωρος, πάσας τὰς ὑφήλιον, ἱερὰς Ἐκκλησίας, σήμερον τῷ Πνεύματι, τῷ ἁγίῳ εὐφραίνει, καὶ ἑορτάζειν πάντας ἐν χαρᾷ, παρασκευάζει αὐτοῦ τὸ μνημόσυνον.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ

Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἐπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τοῦ Μάρτυρος. Ἦχος γ’. Θείας πίστεως.

Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλάνην ἔσβεσας, κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Θεόδωρε, τὰς παρανόμων κατήσχυνας φάλαγγας, καὶ τοῦ Δεσπότου μιμητὴς γέγονας· Μάρτυς ἔνδοξε, Χριστῷ τῷ Θεῷ ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα

Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τοῦ Μάρτυρος. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τοῦ Θεοδώρου τοῦ κλεινοῦ, μετ’ εὐφροσύνης κραυγάζουσα· σύ μου τὸ κράτος, Χριστὲ καὶ στερέωμα.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ

Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτεύμενος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τοῦ φωτὸς ἀναλαβὼν τὰ ὅπλα, ἐν τῇ καρδίᾳ σου Ἅγιε, τῆς εὐσεβείας τὴν δύναμιν ἔδειξας, πᾶσιν ἐπιλάμπιουσαν, Ἀθλοφόρε Θεόδωρε· ἐν ἀσθενείᾳ γὰρ φύσεως, τὸν ἰσυχρὸν ἐν κακίᾳ κατηγωνίσω, καὶ ὑπεράνω σαρκὸς καὶ αἵματος, τῇ δυνάμει τοῦ Σταυρωθέντος, ἀληθῶς ἀνεδείχθης· καὶ ἐν ἄθλοις ἀριστεύσας, οὐρανίων ἐπάθλων ἠξίωσαι, Στρατηλάτα παμμακάριστε, ὡς τοῦ Χριστοῦ Μάρτυς ἀήττητος.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Φερώνυμον δῶρόν σε τοῦ Θεοῦ σέβω. Νικολάου. Ἐν δὲ τοῖς Θεοτοκίοις: Νικολάου.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε

Φερωνυμίᾳ θεολήπτου κλήσεως καλλωπιζόμενος, καὶ δωρεῶν θείων, θησαυρὸς δεικνύμενος, καὶ μαρτυρίου χάριτι, Μάκαρ κεκοσμημένος, τοὺς ὑμνητάς σου χαρίτωσον, ὕμνοις σε τιμῶντας Θεόδωρε.

ργῳ καὶ λόγῳ σοῦ τὴν θεοδώρητον, κλῆσιν πιστούμενος, τὰς δωρεὰς νέμεις, δωρεὰν τοῖς χρῄζουσι· δώρημα γὰρ πᾶν τέλειον, ἄνωθεν καταβαῖνον, ἐκ τοῦ Πατρός προσδεχόμενος, ἅπαντας πλουτίζεις τιμῶντάς σε,

ώμην θεόθεν νηπιόθεν πάνσοφε, λαβὼν καὶ σύνεσιν, πάθη σαρκός, πάντα, πρότερον καὶ δαίμονας, ἀνδρείως καταβέβληκας, ὕστερον δὲ καθεῖλες, ἐχθρῶν τυράννων τὸ φρύαγμα, Μάκαρ συμμαχίᾳ τοῦ Πνεύματος.

ς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, κατεσοφίσω σοφῶς, τὸν σοφιστὴν Μάκαρ, τῆς κακίας ῥήμασι, καὶ πράγμασι Λικίνιον, ἐδελέασας δείξας, νεκροῖς ξοάνοις λατρεύοντα, καὶ κεναῖς ἐλπίσι τρεφόμενον.

Θεοτοκίον

Νῖκὸς μοι δίδου Παναγία ἄχραντε, τῷ καταφεύγοντι, ὑπὸ τὴν σὴν σκέπην, τῶν δεινῶν ἐξαίρουσα, ἀεὶ με ταῖς πρεσβείαις σου· καὶ γὰρ τέτοκας Λόγον, τὸν τῷ Πατρὶ συναΐδιον, ὁμοῦ τε τῷ Πνεύματι σύνθρονον.

 

 

 

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος

Νεανίας ὡραῖος, πανευπρεπὴς δέδειξαι, κάλλει καταλλήλως ἐμπρέπων, ψυχῆς καὶ σώματος, ὡραϊζόμενος, τῶν ἀρετῶν εὐμορφίᾳ καὶ μαρτύρων στίγμασι, καλλωπιζόμενος.

πὸ θείας προνοίας, ὁδηγηθεὶς ὥδευσας, τρίβον μαρτυρίου Δεσπότου, τοῦ τὴν καρδίαν σου, Μάκαρ πλατύναντος, ταῖς δωρεαῖς τῶν χαρίτων, καὶ πρὸς τὴν οὐράνιον κλίσιν ἰθύναντος.

Μεγαλόφρονι γνώμῃ, περιφρονῶν Πάνσοφε, τῶν ἡδέων τοῦ κόσμου, καὶ τῶν τοῦ βίου τερπνῶν, οὐδὲν προέκρινας, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀλλ' αὐτὸν ἐπόθησας, ψυχῆς εὐθύτητι.

Θεοτοκίον

κετεύω σε μόνην, τὴν τὸν Θεὸν τέξασαν, τὸν εἰς εὐλογίαν κατάραν, τὴν πρὶν ἀμείψαντα, καὶ χρηματίσαντα, ὑπὲρ ἀνθρώπων κατάρα, Κόρη παντευλόγητε, καὶ κόσμον σώσαντα.

Κάθισμα τοῦ Μάρτυρος. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταλαβών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἀθλοφόρε Θεόδωρε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς. Ἀνέστης ἐκ νεκρῶν.

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει· χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. 

 

ᾨδὴ δ'. Σύ μου ἰσχύς

πρὸς Θεόν, πόθος σου πᾶσαν ἠμαύρωσε, προσπαθείας, ϋλην Παμμακάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τρυφήν, καὶ περιφανείας τὸ περιβόητον ὕψωμα· ἐντεῦθεν ἀνυψώθης, πρὸς περίβλεπον ὕψος, μαρτυρίου πρὸς δόξαν ἀμάραντον.

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένος, νόμον ἀνομώτατον, παρανομούντων νεανικῶς, ἀνέτρεψας μάκαρ· διὸ νομίμως ἐνήθλησας, καὶ στέφος ἀνεδήσω, τὸ τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ Δεσπότου Θεόδωρε.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, δῶρον θεῖον, δῶρον ἀξιέραστον, δῶρον πλουτίζον πάντα πιστόν, δῶρον δεχομένοις, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸ πᾶσι καταπέμπον, καταλλήλως τὰς δόσεις, καὶ πληροῦν τὰς αἰτήσεις τῶν δούλων σου.

ς μιμητής, τοῦ προσπαγέντος ἐν ξύλῳ Χριστοῦ, μετὰ πᾶσαν, αἰκίαν τοῦ σώματος, μετὰ πολλὰς στρέβλας πονηράς, τὰς τῶν μιαιφόνων, χριστομιμήτως ἐτάθης σταυρῷ, καὶ βέλεσιν ἐτρώθης, καὶ δεινῶς συνεκόπης, ἀλλ' ἐρρύσθης ἐκ τούτων δυνάμει Χριστοῦ.

Θεοτοκίον

Καλλοποιόν, καὶ γῆς Δεσπότην κυήσασαν, ἀπορρήτῳ τόκῳ κατὰ χρέος σε, πάντες πιστοί, γλώσσῃ καὶ ψυχῇ, κόσμου Βασιλίδα, καὶ Δέσποιναν ὀνομάζομεν· διὸ τῆς τυραννούσης, πονηρᾶς συνηθείας, ἐλευθέρωσον τοὺς σὲ γεραίροντας.

 

ᾨδὴ ε'. Ἴνα τὶ με ἀπώσω

ητορεύεις τὴν δόξαν, ἔνδοξε Θεόδωρε σὺν παρρησίᾳ πολλῇ, τοῦ σαρκὶ παθόντος, καὶ θανάτῳ τὸν θάνατον λύσαντος, καὶ μαστίγων πεῖραν, πολλῶν λαβὼν λύσσῃ τυράννου, σταυρικὴν καταδίκην ὑπήνεγκας.

λοτρόπῳ προθέσει, σταύρωσιν ἑκούσιον Χριστοῦ μιμούμενος, τὴν αὐτὴν ὑπέστης, τιμωρίαν σταυρῷ προσηλούμενος, ἀντὶ δὲ τῆς λόγχης, βελῶν πολλῶν πληγὰς ἐδέξω, ὀφθαλμῶν κόρας τε ἐξορυττόμενος.

Νικηφόρος ὡράθης, ἄρτιος ὁλόκληρος μετὰ τὴν σταύρωσιν, καὶ τὴν ἄλλην πᾶσαν, τῶν μελῶν συγκοπήν τε καὶ νέκρωσιν, ὁ νικήσας κόσμον· σὲ γὰρ Χριστὸς χειρὶ Ἀγγέλου, ὡς ζωῆς ἀρχηγὸς ἀνεζώωσεν.

Συνιδόντα τὰ πλήθη, τὸ ἐν σοὶ γενόμενον θαῦμα Θεόδωρε, τὴν φωνὴν ἐπῆραν, μεγαλύνοντα Χριστοῦ τὴν δύναμιν, τοῦ δὲ λυμεῶνος, καὶ ἀλαζόνος Λικινίου, στηλιτεύοντα λύσσαν τὴν ἄλογον.

Θεοτοκίον

λον τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον τοῖς ἀνυμνοῦσί σε, τὸν Χριστὸν ἀσπόρως, σωματώσασα, ὃν ἐξιλέωσαι, τοῦ σωθῆναι πάντας, ἐκ πειρασμῶν τοῦ ἀλλοτρίου, Παναγία Παρθένε Θεόνυμφε.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοὶ Σωτήρ

ξέλαμψας ἀρεταῖς, καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπροῖς, ἀγῶσι Θεόδωρε, καὶ νῦν περιβόητος, ἐν θαυματουργίαις, καὶ θερμὸς προστάτης πέφηνας.

Τοῖς κάμνουσιν ἰατρός, τοῖς αἰχμαλώτοις ἀνάρρυσις, μεσίτης ἁμαρτωλοῖς, ὑπευθύνων ἄφεσις, πενθοῦσι παράκλησις, πρὸς Θεοῦ ἐδόθης συμπαθέστατε Θεόδωρε.

Οὐκ ἔστι κόρος τῶν σῶν, καλῶν ἀπείρων Θεόδωρε, οὐδὲ τῆς σῆς καλλονῆς, σταθμὸς ἰσοστάσιος· διὸ τὸν διάπυρον, πόθον μου προσδέχου, χορηγῶν μοι χάριν ἄφθονον.

Θεοτοκίον

Λαμψάτω νῦν ἐπ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνία σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.

Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Ἀνδρείᾳ ψυχῆς, τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ, ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος δεῦτε πάντες, τοῖς ὕμνοις τῶν στεφάνων, πιστοὶ Θεόδωρον καταστέψωμεν· δῶρον Θεοῦ γὰρ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα. Ἐν τούτοις οὖν πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον· διὸ βοῶμεν αὐτῷ· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον.

Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν

ψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης αὐτῷ.

Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ, ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με.

δόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίαις καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος Σοφέ.

Θεοτοκίον

γίων τὸν ἅγιον, τέτοκας μόνη θεοχαρίτωτε, ἀπορρήτῳ κυήσει· καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου· διὸ σοι κραυγάζομεν τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένη Ἁγνή.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν, ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, νῶτον καὶ τὸ στῆθος, τοῖς βουνεύροις συγκόπτων, ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.

πομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον, καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, πάντων τῶν Μαρτύρων, ὑπερέβης τούς ἄθλους, παθῶν Δεσποτικῶν δέ, τῷ σταυρῷ κοινωνήσας, καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.

Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, ἐν σαρκὶ οἰκείᾳ ἐκπληροῖς τῶν θλίψεων· οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, ἀλλὰ καὶ περόνῃ, σιδηρᾶ διεπάρης, τὸ κρύφιόν σου μέλος, ἐκτμηθεὶς τοὺς διδύμους, καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας

Θεοτοκίον

Οὐρανομήκη κλίμακα, νοητὴν σε γινώσκομεν, δι' ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλήν, τῶν οὐρανῶν πολιτείαν· ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων, τιμῶμέν σε Παρθένε.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός

ξέστη τῶν Ἀγγέλων δῆμος τὴν σήν, Στρατηλάτα τηρῶν γενναιότητα, πᾶς ὁ παρών, ὄχλος κατεπλάγη τότε τὰς σάς, ἀνδραγαθίας ἔνδοξε, ἔφριξε δαιμόνων ἡ στρατιά, τὰ σὰ τρόπαια, νῦν δέ, κροτεῖ κόσμος τὰ γέρα, καὶ πᾶς πιστὸς ὑμνεῖ τὰ θαύματα.

Βοᾶται παρὰ πάσης σχεδὸν πνοῆς, τὰ πολλά σου καὶ μέγιστα τρόπαια, τὰ ἐπὶ σοί, τέρατα δειχθέντα καὶ διὰ σοῦ, ἡ ἐκ νεκρῶν ἀνέγερσις, ἡ ὁλοκληρία ἐκ συντριβῆς, ἡ ῥῶσις τῶν νοσούντων, ἡ λύσις τῶν δεσμίων, καὶ τῶν ἐν θλίψει ἡ παράκλησις.

ς ἔχων παρρησίαν πρὸς Χριστόν, ὑπὲρ οὗ πάσας ὑπήνεγκας, μέχρι τομῆς, καύσεως θανάτου τε καὶ σταυροῦ, ἐγκαρτερῶν Θεόδωρε, αἴτησαι συγγνώμην ἡμῖν κακῶν, τῷ κόσμῳ τὴν εἰρήνην, νίκας τοῖς Βασιλεῦσι, καὶ σωτηρίαν τοῖς τιμῶσί σε.

Θεοτοκίον

ψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς σῆς, Κόρη συγγενείας καὶ θεϊκῆς, υἱοθεσίας ἔτυχε, τῇ σῇ μεσιτείᾳ· καὶ γὰρ Θεός, ὡράθη σαρκοφόρος, ἐκ σοῦ ἀρρήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν

Μεγαλομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ Στρατηλάτα, καὶ θεῖον ἐγκαλλώπισμα, τῶν σεπτῶν ἀθλοφόρων, Θεόδωρε γενναιόφρον, μὴ ἐλλίπῃς αἰτεῖσθαι, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ εἰρήνην τῷ κόσμω, καὶ ἱλασμόν, τῶν ἁμαρτημάτων καὶ σωτηρίαν, τοῖς ἐκτελοῦσι πάνσοφε, τὴν φωσφόρον σου μνήμην.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος β'

Ἐν πνεύματι τῷ Ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.

 

 

 

Αἶνοι. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἀθλητὴς γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ ταῖς ἄνω, ὁμηγύρεσι συνήφθης, κλέος Μαρτύρων Θεόδωρε. (Δίς)

Καὶ σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας τυπτόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ πλευρὰς ξεόμενος, καὶ παντοίαις χαλεπαῖς, ἀλγηδόσι κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.

Θεῖον ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ Ἱερεῖον ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον τῷ τυθέντι διὰ σέ, καθαρῶς, προσαγόμενος, τῷ δοξάσαντι, τὴν ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρὸν σε τοῖς ἐν κόσμῳ, δωρησαμένῳ Θεόδωρε.

Δόξα. Ἦχος πλ. δ'

Ἀθλητικὴν ἀνδρείαν, καὶ λογικὴν λατρείαν εὐσεβῶς καθοπλισθείς, Ἀθλοφόρε Χριστοῦ, καὶ στερρῶς παραταχθεὶς τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν Τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός. Ἀλλ' ὦ θείων δωρεῶν καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς τελοῦντας τὴν μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τόν Σωτῆρά μου.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ ΤΟΥ ΑΓΙΟΥ

 

Κανὼν, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Τριαδικοῖς καὶ τοῖς Θεοτοκίοις: Τριάς, σῷζε Θεοῦ δῶρον. Θεοδώρου Στουδίτου.

ᾨδὴ α΄. Ἦχος δ΄. Τῷ ὁδηγήσαντι πάλαι.

Χαῖρε Μαρτύρων ἡ δόξα, καὶ Ἀθλητῶν καύχημα, τῆς οἰκουμένης πρεσβευτά, μεγαλομάρτυς Θεόδωρε, ὁ πανταχοῦ προϊστάμενος, ἅπασι, τοῖς ἐν ποικίλοις πειρασμοῖς, προσκαλουμένοις σε.

Ὁ τοῦ Κυρίου θεράπων, καὶ μιμητὴς ἄριστος, σπεῦσον βοήθησον ἡμῖν, ὡς καὶ τῷ θρόνῳ παρίστασαι, σὺν Ἀσωμάτοις Θεόδωρε, τάχυνον, παρακαλούμενος ἐλθέ, μὴ ἀστοχήσωμεν.

Τὰς παρακλήσεις τὰς ἡμῶν, τῷ εὐσεβεῖ Μάρτυρι, καὶ φερωνύμῳ Ἀθλητῇ, μεγαλοφώνως προσάξωμεν· δῶρον Θεοῦ γὰρ ὑπέρτατον, ἅπαντας, περιφυλάττων ἀσινεῖς, τοὺς εὐφημοῦντας αὐτόν.

Δῶρον Θεοῦ σε καλοῦμεν, ὡς δωρεὰν πάντοτε, προϊσταμένου σου πιστοῖς, χηρῶν ὑπάρχεις παράκλησις, καὶ ὀρφανοῖς παραμύθιον, πένησι, καὶ γυμνητεύουσι στολή, καὶ πάντων προασπιστής.

Τριαδικόν.

Τρισσοφαῆ μοναρχίαν, σεραφικαῖς λέξεσιν, θεολογοῦμεν οἱ πιστοί· Ἅγιος Ἅγιος Ἅγιος, Πατὴρ Υἱὸν σὺν τῷ Πνεύματι, κράζομεν, μεγαλοφώνως οἱ πιστοί, τῷ ἐπὶ πάντων Θεῷ.

Θεοτοκίον.

Θεοκαλλώπιστε Κόρη, τίς ἐξειπεῖν δύναται, ἢ ἑρμηνεῦσαι τὸ ἐν Σοί, ξενουργηθὲν μεγαλούργημα; Πλὴν γὰρ σπορᾶς ἐν νηδύϊ Σου, εἴληφας, Θεὸν τῶν ὅλον καὶ ἁγνόν, τοῦτον ἐκύησας.

 

ᾨδὴ γ΄. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.

Ὁ θαυμαστὸς ἐν πᾶσι τοῖς Ἁγίοις, Θεὸς ἡμῶν ἐπίβλεψον, ταῖς ἱκεσίαις τοῦ Ἀθλητοῦ, Θεοδώρου δυσωποῦμεν, ἐπὶ λαὸν καὶ πόλιν σου, καὶ ταύτην περιφύλαξον.

Ἐσφραγισμένοι πάντες τῷ τιμίῳ, Σταυρῷ Σου παντοδύναμε, καὶ τῷ ἀχράντῳ Σου Βαπτισμῷ, τιμηθέντες λυτρωθῶμεν, βαρβαρικῆς ἁλώσεως, πρεσβείαις τοῦ σοφοῦ Ἀθλητοῦ.

Ὡς τοῦ Κυρίου μέγας στρατιώτης, Θεόδωρε πολύαθλε, ἱκετηρίαις σου ἐπιστάς, ἀοράτῳ ἐνεργείᾳ, δι’ ὧν παρακαλοῦμέν σε, ταχέως ἐκπλήρωσον.

Εἰ καὶ σειραῖς πταισμάτων ἀμετρήτων, ὑπεύθυνοι ὑπάρχομεν, μεγαλομάρτυς ὑπὲρ ἡμῶν, ἐκτενῶς Θεὸν δυσώπει, τῶν θλιβερῶν ῥυόμενος, ἀεὶ τοὺς προσφύγους σου.

Τῇ φοβερᾷ καὶ θείᾳ σου παλάμῃ, τινάξας τὴν ῥομφαίαν σου, τῶν πολεμίων Ἀγαρηνῶν, τὰ στρατεύματα ἐν τάχει, κατακεντήσας νέκρωσον, Θεόδωρε πανένδοξε.

Τριαδικόν.

Ἰσοκλεὲς τὸ κράτος Σου ὑμνοῦμεν, Πάτερ Υἱὲ σὺν Πνεύματι, τελεταρχία παντουργική, φύσις μία καὶ Θεότης, ὡς Σεραφὶμ τὰ ἄχραντα, καὶ πᾶς ὁ τῶν Ἀγγέλων χορός.

Θεοτοκίον.

Ὁ μὴ ἐάσας κόλπους τοὺς πατρώους, ἐν μήτρᾳ σεσωμάτωται, ἀσποροσύλληπτος γεγονώς, Θεὸς ὢν καὶ σὰρξ ὡράθη, παρθενικῶς τικτόμενος, καὶ δείξας τὴν τεκοῦσαν ὡς πρίν.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ῥητώρ ἐν ῥήτορσι, Μάρτυς ἐν Μάρτυσι, πράξει τῶν λόγων σου, καὶ τῶν ἀγώνων φανείς, ἐξ ἀμφοτέρων γὰρ σοφέ, τὸν ἐχθρὸν θριαμβεύσας, γέγονας φερώνυμον, θεῖον δῶρον τοῖς ἔχουσι, πιστῶν καταφύγιον, καὶ παθῶν ὀλετήριον· διό σε καταχρέως Θεόδωρε δοξάζει, γνησίως τὰ πε΄ρατα.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

Τί ἐκβοᾶς, ὦ Προφῆτα Ἀββακούμ; Τί ἀκούσας ἐξέστης; Τί ἐφοβήθης; Θεὸν ἀπὸ Θαιμὰν ἥξαντα, καὶ τὸν ἅγιον ἐξ ὄρους, κατασκίου δασέος; διὸ καὶ ἀνεκραύγαζες· δόξα τῇ δυνάμει Σου δόξα, Χριστὲ τῇ συγκαταβάσει Σου.

Ὅπλον σταυροῦ, ὡς ῥομφαίαν Ἀθλητά, ταῖς ἁγίαις χερσί σου, ἀεὶ κατέχων, τὰς κόρας τῶν νοητῶν ὄφεων, ἀναιρεῖς ποικιλοτρόπως, ἐναντίους μαστίζων, ἐχθρούς τε τροπούμενος, πᾶσι τοῖς καλοῦσί σε, Θεόδωρε προϊστάμενος.

Τίς ἐπὶ σοί, καταφεύγων Ἀθλητά, οὐκ ἔτυχε θᾶττον, ὅπερ ἐζήτει; ἢ τίς τὸ ποθεινὸν ὄνομα, καὶ γλυκύτατόν σου Μάρτυς, προσκαλέσας οὐχ εὗρεν, ταχεῖαν τὴν αἴτησιν; ὅθεν καὶ ἐτησίως ἡμῖν, βοήθησον ὅτι δύνασαι.

Σὺ ἀληθῶς, ἐν θαλάσσῃ καὶ ἐν γῇ, καὶ ἐν ὄρεσι Μάρτυς, καὶ ἐν σπηλαίοις, καὶ νήσοις καὶ ναυσὶν Ἅγιε, προσκαλουμένους λύτρωσαι, χαλεπῶν ἐκ κινδύνων, καὶ σώζοις πρεσβείαις σου, πάντας τοὺς τιμῶντάς σου, τὴν μνήμην ἀξιοθαύμαστε.

Πᾶς γηγενής, ἤτε πλούσιός ἐστιν, ἤτε πένης ἢ δοῦλος, ἢ ἐν ἀνάγκαις, ἢ νόσῳ χαλεπῇ δέδεται, προσερχέσθω τῷ τεμένει, Θεοδώρου προθύμως, καὶ αὖθις κομίσεται, λύσιν τῶν κακώσεων, καὶ χαίρων ἀνθυποστρέψει καλῶς.

Πᾶσα ἡ γῆ, καὶ ὁ κόσμος σὲ ὑμνεῖ, θεοδώρητε Μάρτυς, μετ’ εὐφροσύνης, πρεσβῦται ἱερεῖς καὶ ἄρχοντες, βασιλεῖς καὶ στρατιῶται, μονασταὶ σὺν μιγάσι, πτωχοί τε καὶ πλούσιοι, δοῦλοι καὶ ἐλεύθεροι· πάντων γὰρ προστατεύεις θερμῶς.

Τριαδικόν.

Ἄνω φρικτῶς, Χερουβὶμ καὶ Σεραφίμ, τὸν τρισάγιον ὕμνον, Θεῷ βοῶσι, πυρίνοις ἀληθῶς χείλεσι, μὴ τολμῶντες ἀτενίσαι, τῷ ἀχράντῳ προσώπῳ, καὶ φόβῳ καλύπτονται, τὰ πρόσωπα ταῖς πτέρυξι, βροτοὶ δὲν ἐν γῇ δοξάζομεν.

Θεοτοκίον.

Ὑμνοπρεπῶς, Σοὶ τῷ γένει τῶν βροτῶν, προξενησάσῃ λύτρον, πλημμελημάτων, ἀξίως οἱ πιστοὶ μέλπομεν, χαριστήριον προθύμως· Θεοτόκε περιφρούρησον, βοῶντας συνήθως βοήθησον, ὡς πάντοτε περίσωσον, ἐξάρπασον τῶν κινδύνων ἡμᾶς.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Ὄρθρον φαεινὸν ἡμῖν, ἐξανάτειλον ὡς ἀγαθός, καὶ ὁδήγησον ἡμᾶς, εἰς τὸν φόβον Σου Δέσποτα Κύριε.

Φωστῆρα καὶ πρόμαχον, σὲ Θεόδωρε πάντες πιστοί, κεκτημένοι ἀπὸ σκότους, καὶ θλίψεων λυτρούμεθα ἅπαντες.

Ἐμφάνηθι Ἅγιε, παρακλήθητι τοῦ σοῦ λαοῦ, τὴν φωνὴν καὶ τὸν κλαυθμόν, καὶ τὰ δάκρυα ἐνώτισαι ἔνδοξε.

Νοσοῦσιν τὴν ἴασιν, ἐξαπόστειλον ταῖς σαῖς εὐχαῖς, αἰχμαλώτοις τὴν ἀνάῤῥυσιν, αἴτησαι τρισμάκαρ Θεόδωρε.

Νηπίοις θηλάζουσι, φυλακτήριον καὶ γυναιξί, νεανίσκοις καὶ παρθένοις, ἐπίκουρος ὐπάρχεις Θεόδωρε.

Τριαδικόν.

Συμφώνως δοξάσωμεν, ὁμοούσιον μίαν ἀρχήν, τὸν Πατέρα καὶ Υἱόν, σὺν τῷ Πνεύματι Τριάδα τὴν ἄκτιστον.

Θεοτοκίον.

Δόξα τῇ συλλήψει Σου, καὶ τῷ τόκῳ Σου Μήτηρ Θεοῦ· διὰ Σοῦ γὰρ γηγενεῖς, ἀνηνέχθημεν πρὸς ὕψος οὐράνιον.

 

ᾨδὴ στ΄ Ζάλην με λογισμῶν.

Ἄσβεστον, τὴν λαμπάδα κεκτημένος, τῆς θερμῆς πρεσβείας σου, ἀεὶ καὶ πάντοτε νέμοις, τοῖς αἰτοῦσι σε φῶς τὸ νοητόν, καὶ σκότους ἀφαρπάζων, μεγαλομάρτυς Θεόδωρε.

Τὴν ζάλην, τῶν ἀθέων πολεμίων, εἰς γαλήνην Ἅγιε, μετάστρεψον δυσωποῦμεν, τὴν σὴν πόλιν φυλάττων ἀβλαβῆ, τῆς τούτων προσδοκίας, μεγαλομάρτυς Θεόδωρε.

Ἡ χάρις, τῷ ναῷ σου προσφοιτῶσα, τῇ ἀχράντῳ κλήσει σου, δαιμόνων στῖφος ἐλαύνει, καὶ ἀνθρώπων θυμὸν καὶ ἀπειλάς, ἐνθέως καταπαύει, μεγαλομάρτυς Θεόδωρε.

Λύτρωσαι, τὴν δοξάζουσάν σε πόλιν, ἐκ λιμοῦ καὶ θλίψεως, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἐν ᾗ Χριστὸς ὀνομάζεται ἀεί, ταῖς θείαις σου πρεσβείαις, μεγαλομάρτυς Θεόδωρε.

Πρεσβείαν, τοῖς αἰτοῦσί σε παρέχων, ἐν σπουδῇ παράστηθι, τοῖς σὲ ἐπικαλουμένοις, ἐν πολέμοις καὶ ἅρμασι πιστοῖς, τὴν νίκην ἀπονέμων, μεγαλομάρτυς Θεόδωρε.

Τριαδικόν.

Σέβομεν, τρισυπόστατον Μονάδα, πατρικοῖς διδάγμασιν, ἑπόμενοι ὀρθοδόξως, τὸν Πατέρα Υἱὸν καὶ τὸ Πνεῦμα, ἀχώριστον τῇ φύσει, κᾂν τοῖς προσώποις κηρύττεται.

Θεοτοκίον.

Ὢ Μῆτερ, τοῦ Δεσπότου Σου καὶ δούλη, Θεοτόκε Δέσποινα, τὸ ξένον θαῦμα ἐν κόσμῳ, πῶς θηλάζεις τὸν τρέφοντα πάντα, ὡς οἶδεν Ὃν τέτοκας, θεοχαρίτωτε Δέσποινα.

 

ᾨδὴ ζ΄. Ὁ Εἱρμός.

Μὴ παραδώῃς ἡμᾶς, εἰς τέλος διὰ τὸ ὄνομά Σου, καὶ μὴ διασκεδάσῃς, τὴν διαθήκην Σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός Σου, ἀφ’ ἡμῶν Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερύμνητος εἰς τοὺς αἰῶνας.

Μὴ παραδώῃς ἡμᾶς, εἰς χεῖρας ἐχθρῶν ἀνόμων, μὴ εἴπωσι· ποῦ ἔστιν, ὁ Λυτρωτὴς αὐτῶν Θεός, ἀλλ’ ἴδωσι Μάρτης τὴν σὴν ῥομφαίαν, ἐν τῇ χειρί σου στίλβουσαν, καὶ τιτρώσκουσαν καρδίας αὐτῶν, Θεόδωρε Χριστοῦ μεγαλομάρτυς.

Οἱ ἐν βυθῷ πειρασμῶν, καὶ νόσοις καὶ ἐν λιμῷ καὶ δίψῃ, κυκλούμενοι καὶ πάσαις, ἐπερχομέναις συμφοραῖς, εἰς σὲ τὸν προστάτην καὶ εὐεργέτην, ἀκινδύνως προστρέχομεν, καθ’ ἑκάστην ἀλλ’ ἐπάκουσον, Θεόδωρε δι’ ὧν σε ἐξαιτοῦμεν.

Ἐπικαλοῦμαι τὴν σήν, πρεσβείαν ἐν συμφοραῖς καὶ θλίψει, Θεόδωρε τρισμάκαρ· διὸ ταχέως ἐπιστάς, διάλυσον ταύτας μεταῤῥυθμίζων, εἰς γαλήνην Ἅγιε· τὰ συμφέροντα διδοῦ μοι ἀεί, ὡς ἔχων πρὸς Θεὸν τὴν παῤῥησίαν.

Ἡ οἰκουμένῃ βοᾷ, τὴν χάριν τῶν ἱερῶν λειψάνων, τὰ πλήθη τῶν θαυμάτων σου, Ἀθλοφόρε Ἀθλητά, ἃ σὺ καθ’ ἑκάστην ἐν πάσῃ χώρᾳ, ἐκτελεῖς Θεόδωρε, τῇ δυνάμει τοῦ Κυρίου Σου, δι’ οὗ καὶ ὑπὲρ οὗ τὸ στέφος ἦρας.

Τριαδικόν.

Ὥσπερ ἠλίοις τρισί, δοξολογοῦμεν Πατέρα, Υἱὸν καὶ θεῖον Πνεῦμα, φῶς τριλαμπέστατον ἀεί, ζωὴν καὶ ζωάς τε ἀνακηρύττω, ἐν μιᾷ Θεότητι, τὴν Τριάδα ὁμοούσιον, ὁμόθρονον ἀρχὴν καὶ βασιλείαν.

Θεοτοκίον.

Ῥερυπωμένῃ ψυχῇ, καὶ γλώττῃ καὶ λογισμῷ καὶ βίῳ, τὴν ἄχραντον Μητέρα, τοῦ Βασιλέως καὶ Θεοῦ, ἀπαύστως ὑμνοῦμεν, δι’ ἧς ἐκ σκότους, πρὸς τὸ φῶς μετήχθημεν· δι’ αὐτῆς γὰρ φυλαττόμεθα, ἐκ πάσης τοῦ ἐχθροῦ κακοβουλίας.

 

 

 

 

 

 

ᾨδὴ η’. Ὁ Εἱρμός.

Τὰ σύμπαντα Δέσποτα, τῇ Σῇ σοφίᾳ συνεστήσω, γῆς δὲ πάλαι ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τὴν βάσιν πηξάμενος, ἐφ’ ὑδάτων ἀπείρων· διὸ πάντες βοῶμεν, ἀναμέλποντες· εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Ἐν πίστει τιμῶμέν σε, μεγαλομάρτυς τοῦ Κυρίου, ἔνδοξε Θεόδωρε, τῶν Ἀθλητῶν ἡ δόξα, δικαίων τὸ καύχημα, ἱερέων τὸ κλέος, καὶ ἡμῶν ὁ προστάτης, ἐν ταῖς θλίψεσιν, ἐν ἡμέρᾳ πολέμου παμμάκαρ, ἡμῖν ὑπερμάχησον.

Προσδέχου τὴν δέησιν, τῶν ἐκτενῶς παρακαλοῦντων, σὲ τὸν πολυθαύμαστον, καὶ ἀληθῆ προστάτην, τὸν πάσας διώκοντα, ἀσθενείας καὶ πάθη, καὶ βοήθησον τούτοις, ὅτι δύνασαι, πρὸς Θεὸν μεσιτεῦσαι καὶ σῶσαι, ὡς βουλῇ Θεόδωρε.

Ἡ πόλις σου Ἅγιε, μεγαλοφώνως σοι κραυγάζει· βοήθει πρὸς Κύριον, ὑπὲρ ἡμῶν πρεσβεύων, μὴ δείξῃς με ἔρημον, τῶν ἐμῶν οἰκητόρων, μήτε παύσῃ ὁ ὕμνος, ἐν τῷ οἴκῳ σου, ἀλλὰ πάντοτε δόξης πληρούσθω, Χριστοῦ τῷ ὀνόματι.

Ἐν πᾶσι συμβαίνουσι, σὲ παρακαλούμεθα γενεαί, δοῦλοι καὶ ἐλεύθεροι, ξένοι καὶ τεθλιμμένοι, πτωχοί τε καὶ πλούσιοι, ἱερεῖς καὶ λευῖται, μονασταὶ καὶ μιγάδες, καὶ αἰχμάλωτοι, λυτρωθῆναι ταῖς σαῖς ἱκεσίαις, παντοίων κακώσεων.

Οὐδεὶς προσκαλούμενος, τὴν σὴν ἐπίκλησιν θεόφρον, πένθει συνεχόμενος, ἢ πειρασμῷ καὶ θλίψει, ἀπέτυχεν ἔνδοξε, τῆς ἐλπίδος ἀλλ’ εὗρεν, προσδοκίας τὴν δόσιν, ὧν ἐξήτησε, καὶ ἡμᾶς ἐκ θανάτου βαρβάρων, ταχέως ἐκλύτρωσαι.

Τριαδικόν.

Ζωήν τε καὶ ζωὰς ἡμῶν, φῶτα καὶ φῶς θεολογοῦμεν, Σὲ τὴν ὁμοούσιον, παναγίαν Τριάδα, αἰσχύνοντες Ἄρειον, καὶ Σαβέλλιον ἅμα, τοὺς εἰς Σὲ βλασφημοῦντας, καὶ κηρύττομεν, ἀδιστάκτῳ καρδίᾳ τὸ μέγα, καὶ ἅγιον κράτος Σου.

Θεοτοκίον.

Ὁ ἄνω ἀόρατος, ἀγγελικαῖς χοροστασίαις, κάτω θεωρούμενος, ἐν δουλικῇ μορφώσει, τὴν σάρκα ἐνδύεται, ἐκ Παρθένου ἁγίας, ἀλλοιώσας οὐδόλως, τὴν θεότητα, ἀλλὰ μείνας ἀτρέπτως τῇ φύσει, καὶ ὤφθη ὡς ἄνθρωπος.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι, μεγαλεῖα.

Ἐν σοὶ πᾶσαν ἐλπίδα, μετὰ Κύριον Ἀθλητά, ἐθέμεθα· βοήθησον ἡμῖν, ἐν ἀνάγκῃ πειρασμῶν, καὶ ἀπὸ πάσης ἐξελοῦ, συκοφαντίας δεινῆς.

Ἀξίως ἐδοξάσθης, Ἀθλητὰ Θεόδωρε, ὡς δόξαν τὴν ματαίαν παριδών, καὶ ποθήσας τὸν Χριστόν· διὸ καὶ νῦν τοὺς σὲ τιμῶντας, ἀντιδόξασον.

Ὑφορώμεθα θλίψεις, ἐκ πολλῶν πταισμάτων ἡμῶν· διέγειρον Θεόδωρε σὺν σοί, τὸν χορὸν τῶν Ἀθλητῶν, σὺν Ἀποστόλοις δυσωπῶν, ὑπὲρ ἡμῶν τὸν Χριστὸν.

Παράσχου σου τοῖς τέκνοις, ὡς πατὴρ Θεόδωρε, ὑγείαν εὐεξίαν χαρμονήν, ἱλασμὸν ἁμαρτιῶν, ἀπολυτρούμενος ἡμᾶς, ἐκ πάσης θλίψεως.

Ὡς ἔχων παῤῥησίαν, πρὸς Θεὸν τῶν ὅλων ἀεί, τὰ τόξα καὶ ῥομφαίας τῶν ἐχθρῶν, τῇ στεῤῥᾷ σου δεξιᾷ, καὶ τῇ πρεσβείᾳ σου, συντρίψας ἀπολίκμησον.

Τοὺς ψάλλοντας ἐκ πόθου, ἐν τῷ σῷ ναῷ Ἀθλητά, ἐκ πάσης ἐργασίας πονηρᾶς, καὶ ἐχθρῶν ἐπιβουλῆς, καὶ χαλεπῶν ἁμαρτιῶν, ῥῦσαι πρεσβείαις σου.

Τριαδικόν.

Ἑνίζεται τῇ φύσει, καὶ μερίζεται ἡ Τριάς, προσώποις ἀλλ’ ἀμέριστος ἐστίν, τῇ οὐσίᾳ καὶ μορφῇ· εἷς γὰρ Θεὸς Πατὴρ Υἱός, καὶ Πνεῦμα Ἅγιον.

Θεοτοκίον.

Νικᾶται πᾶσα φύσις, ἐπὶ Σοὶ Παρθένε ἁγνή· ἀσπόρως γὰρ ἐγέννησας Υἱόν, Ὃν ὑμνεῖ τὰ Χερουβίμ, καὶ Σεραφὶμ δοξολογεῖ, καὶ προσκυνεῖ πᾶς βροτός.

***

 

Ἕτερος Κανών. Εὐθυμίου.

ᾨδὴ α’. Ἦχος δ΄. Τῷ ὁδηγήσαντι πάλαι.

Ὡς φερωνύμως τὴν κλῆσιν, προσειληφὼς ἄνωθεν, Μάρτυς Χριστοῦ τῶν δωρεῶν, δίδου μοι χάριν πρεσβείαις σου, τὴν εὐκλεῆ καὶ σεβάσμιον, ἄθλησιν, κατακοσμῆσαί σου τερπνῶς, ἐνθέοις ᾄσμασιν.

Σὺ τὴν ἐπίγειον πτύσας, τῶν δυσσεβῶν κράτιστε, στρατολογίαν καὶ ζωήν, τὴν τῶν Ἀγγέλων ἐπόθησας, ὡς τῷ Θεῷ οἰκειοῦσάν σε, ἧσπερ οὖν, καὶ τετευχὼς νῦν εὐωχεῖς, Μάρτυς Θεόδωρε.

Θεοτοκίον.

Ἐκ φωτεινῆς Σου νηδύος, ὁ τοῦ Πατρὸς Δέσποινα, Υἱὸς καὶ Λόγος ἀνασχών, τὴν κτίσιν πᾶσαν ἐφώτισεν, θεογνωσίᾳ πανάχραντε· ὄντως γάρ, αἱ γενεαὶ τῶν γενεῶν, Σὲ μακαρίζομεν.

 

 

 

 

 

 

ᾨδὴ γ΄. Μὴ καυχάσθω ὁ καυχώμενος.

Τοῦ Κυρίου τὰ παθήματα, μαρτυρικῶς ἐμορφώθης πανεύφημε· καὶ γὰρ ἐν ξύλῳ ἐπανηρτήθης, καὶ ἥλοις τέτασαι, καὶ τοῖς τόξοις ἐλλογχευθείς, συνδεδόξασαι τῷ βραβευτῇ σου Χριστῷ.

Οἷα φοῖνιξ παμμακάριστε, κατακομῶν ἐν τοῖς ἄθλοις προσήνεγκας, καρποὺς γλυκεῖς τε τῶν σῶν ἀγώνων, Χριστῷ Θεόδωρε, οὓς ἐκθλίβοντες οἱ πιστοί, ποτιζόμεθα οἶνον εὐφρόσυνον.

Τὴν θεόσδοτον ἀνδρείαν σου, ἐνηχηθεὶς ὁ παράφρων Λικίνιος, μανεὶς ὑπούλως ὁ τάλας στέλλει, τοῦ συλλαβέσθαι σε, καὶ τὸν ἐκλεκτόν σου λαόν, ὃν ἐφώτισας ἐν τῷ βαπτίσματι.

Θεοτοκίον.

Ὑπὲρ ἔννοιαν ἡ σύλληψις, καὶ ὑπὲρ λόγον ὁ τόκος Σου πέφυκεν· Θεὸν γὰρ ὄντως ἀνθρωπισθέντα, ἐκ Σοῦ προήγαγες, πανυπέρτατε Μαριάμ, Ὃν ἱκέτευε τοῦ σῶσαι πάντας ἡμᾶς.

 

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.

Κατὰ Μωσέα τὸν μέγαν, θεοφανείας ἔτυχες Μάρτυς Κυρίου· τῷ οἰκίσκῳ γὰρ σχολάζοντι, οὐρανόθεν, ἤχθη σοι φωνὴ ὡς βολίς, πυρὸς λέγουσα· Θάρσει μετὰ σοῦ γὰρ εἰμί.

Τοῦ Ἰησοῦ στρατηγέτα, τὸ τοῦ Ναυΐ ἠρίστευσας ταῖς ἀριστείαις· τὰ τεμένη γὰρ κατέαξας, τῶν δαιμόνων, συντρίψας τοὺς οἰκοῦντας θεούς, ὡς πόλεις ἐθνῶν, ῥώμῃ κραταιᾷ τοῦ Χριστοῦ.

Τὸν Γεδεὼν ἐν τῇ πίστει, εἰσδὺς εἰς τὸ στράτευμα τῶν μισοχρίστων, ὑπερέβαλες φερώνυμε, τῇ Τριάδι, τούτους τροπωσάμενος, τῆς ἑκατοστύος, τῶν σὺν σοὶ Μαρτύρων Χριστοῦ.

Θεοτοκίον.

Θεοῦ Σε πύλην καὶ θρόνον, ναὸν καὶ στάμνον ἅγιον φωτὸς νεφέλην, καὶ χρυσοῦν θυσιαστήριον, οἱ Προφῆται, πάντες ἐμελώδησαν, ἡμεῖς δε Σε νῦν, Θεοτόκον παναληθῆ.

 

ᾨδὴ ε’. Ἀνάτειλόν μοι Κύριε.

Συνέσει θείᾳ φέριστε, Θεόδωρε κοσμούμενος, τοῦ μανιώδους κατεφρόνησας, τυράννου τῆς ἀλόγου, προσταγῆς ὡς βέβηλον, τὴν αὐτοῦ δυσσέβειαν, στηλιτεύων πανταχοῦ.

Φρυκώμενος ὁ ἄνομος, ὡς λέων θηριώτατος, διακενῆς θεομαχούμενος, ὁ Μάρτυς ἀνεβόα· ἀλλ’ ἐγὼ φαιδρύνομαι, καὶ ψυχῇ καὶ σώματι, τὸν Χριστὸν ὁμολογῶ.

Τὸν Ἄβελ ἐκμιμούμενος, τοῖς δώροις ἡλιόμορφε, θῦμα δεκτὸν σεαυτὸν προσήγαγες, Θεόδωρε Κυρίῳ, ἱερὸν καὶ ἄμωμον, καὶ ὁλοκαυτούμενον, τῶν βασάνων τῷ πυρί.

Θεοτοκίον.

Ὑπάρχουσα πανθαύμαστε, παρθένος πῶς ἐν μήτρᾳ Σου, ἀγεωργήτως ἀπεκύησας, Χριστὸν τὸν Βασιλέα; ὡς Αὐτὸς ἐπίσταται, ὁ Θεὸς καὶ ἄνθρωπος, προελθὼν ὑπερφυῶς

 

ᾨδὴ στ΄. Ἐν πελάγει τοῦ βίου, ταῖς πράξεσί μου.

Ἐκ πελάγους καὶ ζάλης, εἰδωλοθύτων, αἱμάτων ἀνήχθης, ὡς ὁ Προφήτης Ἀθλητὰ κραυγάζει· Ἴδε ἔτι ὡς θῆρες, ἀγρίως κατέλυσάν μου, ὁ Θεὸς διὰ σὲ τὸ σῶμα.

Ἐξ ἀνθῶν πολυχρόων, φλογῆς ὀστράκων, ὀνύχων σιδηρῶν, ὁ βραβευτής σου Ἰησοῦς τὸ στέφος, ἡτοιμάστο Μάρτυς, τῆς νίκης τὰ ἔπαθλα, διὰ σοῦ ἐξ οὐρανοῦ παρέχων.

Ζηλωτὴς πορνοκτόνος, τῆς ἀθεΐας, τῶν εἰδωλομανῶν, σὺ ἀνεδέιχθης Ἀθλοφόρε ἄλλος, ἐκκεντήσας τὴν πλάνην, καὶ στήσας τῷ σειρομάστῃ, τοῦ Χριστοῦ τῶν πιστῶν τὴν θραῦσιν.

Θεοτοκίον.

Μορφωθέντός Σου Λόγε, τὴν ἀνθρωπίνην, οὐσίαν συμπαθῶς, τὴν δι’ ἀπάτης συσχεθεῖσαν τῇ φθορᾷ, ἀναπλάττεις καὶ σώζεις, γενάρχης ὡς παντουργέτης, καὶ Θεὸς ἐκ μητρὸς ἁγίας.

 

ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ

Τοῖς εἰδώλοις τοῖς χρυσοῖς, τοῦ Λικινίου μὴ θύσας, ἀλλὰ καὶ θλάσας ἐδοκιμάσθης, οἷα χρυσὸς ὡς ἐν τῇ χωνείᾳ, τῶν λαμπάδων τοῦ πυρός, καὶ τῶν σιδήρων τοῖς ξεσμοῖς, καὶ τῶν ὀστράκων τόξοις, καὶ εὐριζώθης σοφέ, ψυχῇ καὶ σώματι.

Τῷ σταυρῷ καὶ ταῖς σφαγαῖς, καὶ τῇ τῶν τόξων ἐπάρσει, τὸ σῶμα ὅλον κατασταχθεὶς παμμάκαρ, τοῦ Ἰησοῦ ἀληθῶς ἐγένου, μαθητὴς καὶ μιμητής, μεγαλομάρτυς τὸ στεῤῥόν, δεικνύων τοῖς ἀνόμοις, τῆς πρὸς Αὐτόν σου ἀεί, ἀγάπης εἰλικρινοῦς.

Καταχρέως σου πιστῶς, τὴν θείαν μνήμην τελοῦντες, Μάρτυς Κυρίου ἀξιοθαύμαστε, ἐν τῷ ναῷ συ εὐσεβοφρόνως, ἀσπαζόμεθα ἀεί, τὴν σορὸν καὶ τὴν ταφήν, τῶν λειψάνων τῶν θείων, ἐξ ὧν πηγάζεις ἡμῖν, ἰάσεων δωρεάς.

Θεοτοκίον.

Τὸν Σωτῆρα καὶ Θεόν, καὶ Λυτρωτὴν καὶ Δεσπότην, σαρκὶ τεκοῦσα πάναγνε Δέσποινα, τοῦτον ἀεὶ ἄχραντε δυσώπει, ὅπως λύσιν τῶν δεινῶν, καὶ παθῶν ἀπαλλαγήν, πάντες ἡμεῖς λάβωμεν, ὑμνολογοῦντες Αὐτοῦ, τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς.

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὰ σύμπαντα Δέσποτα.

Ὁ τύραννος πέπτωκεν, καὶ κατησχύνθη ὁ Βελίαρ, ὅτι περ τὰ εἴδωλα, ὁ Μάρτυς τοῦ Κυρίου, λεπτύνας κατέαξεν, καὶ τοῖς πένησι νύκτωρ, διαδοὺς ἀποφέρει, ὡς ἀναίσθητα, μᾶλλον δὲ ὑπὲρ τᾶυτα τοῖς ταῦτα, ἀλόγως οὖν σέβουσιν.

Σοῦ τὸ καρτερώτατον, καταπλαγείς τε ὁ Λικίνιος, παῖδας ἐπενόησεν, τοξεύειν σε πανούργως, Θεόδωρε Ἅγιε, ἐκπαλγέντα τῷ ξύλῳ, καὶ τὰς κόρας ἐκσπῶν σου, σὺν τοῖς βέλεσιν, ἀλλ’ αὐτὸς εὐχαρίστως ἀνύμνεις, ἐν πίστει τὸν Κύριον.

Νομίσας τεθνάναι σε, ὁ νεκρωτὴς τῆς εὐσεβείας, ἔστειλε λαβέσθαι σου, τὸ σῶμα Ἀθλοφόρε, τοῖς περὶ Ἀντίοχον, καὶ σὲ ζῶντα εὑρόντες, καὶ ἠγάλλοντο λίαν, τὴν σὴν ἔγερσιν, ὁ Χριστὸς μέγας ὄντως ὑπάρχει, προθύμως ἐκραύγαζον.

Θεοτοκίον.

Ὁ κτίστης καὶ Κύριος, καὶ Βασιλεὺς δι’ εὐσπλαγχνίαν, τίκτεται καὶ τρέφεται, ἐκ Κόρης ἀπειράνδρου, καὶ αὔξησιν δέχεται, ὁ παντέλειος ὄντως, ἵνα δείξῃ τῶν δύο, αὐτοῦ φύσεων, τὴν ἑνότητα φέρειν ἀφθάρτως, Θεὸς ὢν καὶ ἄνθρωπος.

 

ᾨδὴ θ. Ἐποίησε κράτος.

Ἐποίησε νίκος, ὁ ὁπλίτης τοῦ Χριστοῦ, συντρίψας σθένει τόξα τῶν ἀνόμων, καὶ ἤλεγξεν ἀσεβῶν, τὴν ἐπίνοιαν στεῤῥῶς· μεθ’ ὧν τὰς παγίδας τοῦ ἐχθροῦ, πεπατηκὼς ὑψώθη, κατευθύνας ἑαυτόν, ἐν τῷ μαρτυρίῳ.

Παθὼν Ἀθλόφορε, τὸν σταυρὸν καὶ τὰς σφαγάς, τὰ τόξα καὶ τὰ ξέσεις τῶν μελῶν σου, τὰ τύμματα τὰ πικρά, τῶν βουνεύρων καὶ τῶν πῦρ, ὑπὲρ τοῦ παθόντος δι’ ἡμᾶς, Χριστῷ συνεδοξάσθης, εἰς αἰῶνας σὺν Αὐτῷ, καὶ συμβασιλεύων.

Τὸν δρόμον τελέσας, τῆς ἀθλήσεως Χριστοῦ, τὴν πίστιν δὲ τηρήσας ὡς ὁ Παῦλος, ἐτμήθης τὴν κεφαλήν, στρατηλάτα εὐκλεῶς· διὸ καὶ ἐδέξω ἐκ Θεοῦ, τὸ στέφος ἐπαξίως, εἰληφὼς συγχορευτής, πέλεις τῶν Ἀγγέλων.

Θεοτοκίον.

Ὑψώσωμεν ὕμνοις, οἱ βροτοὶ φιλευσεβῶς, ὡς πάντων ἀνωτέραν τῶν κτισμάτων, τὴν μόνην ἐν γυναιξίν, παντευλόγητον ἁγνήν· σωτηρία γὰρ καὶ ἱλασμός, καταφυγὴ καὶ σκέπη, ἐγενήθη τῆς πιστοῖς, ὡς Θεὸν τεκοῦσα.

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ μεγαλώνυμος Χριστοῦ Ἀθλοφόρος, ὁ ἐπιπόθητος Θεῷ καὶ Ἀγγέλοις, ὁ θαυμαστὸς καὶ ἔνδοξος Θεόδωρος, πάσας τὰς ὑφ’ ἥλιον, ἱερᾶς Ἐκκλησίας, σήμερον τῷ Πνεύματι, τῷ Ἁγίῳ εὐφραίνει, καὶ ἑορτάζειν πάντας ἐν χαρᾷ, παρασκευάζει αὐτοῦ τὸ μνημόσυνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.

Φερωνυμίᾳ θεολήπτου κλήσεως καλλωπιζόμενος, καὶ δωρεῶν θείων, θησαυρὸς δεικνύμενος, καὶ μαρτυρίου χάριτι, μάκαρ κεκοσμημένος, τοὺς ὑμνητάς σου χαρίτωσον, ὕμνοις τε τιμῶντας Θεόδωρε.

Ἔργῳ καὶ λόγῳ σοῦ τὴν θεοδώρητον, κλῆσιν πιστούμενος, τὰς δωρεὰς νέμεις, δωρεὰν τοῖς χρήζουσι, δώρημα γὰρ πᾶν τέλειον, ἄνωθεν καταβαῖνον, ἐκ τοῦ Πατρὸς προσδεχόμενος, ἅπαντας πλουτίζεις τιμῶντάς σε.

Ῥώμην θεόθεν νηπιόθεν πάνσοφε, λαβὼν καὶ σύνεσιν, πάθη σαρκὸς πάντα, πρότερον καὶ δαίμονας, ἀνδρείως καταβέβληκας, ὕστερον δὲ καθεῖλες, ἐχθρῶν τυράννων τὸ φρύαγμα, μάκαρ συμμαχίᾳ τοῦ Πνεύματος.

Θεοτοκίον.

Νῖκός μοι δίδου Παναγία ἄχραντε, τῷ καταφεύγοντι, ὑπὸ τὴν σὴν σκέπην, τῶν δεινῶν ἐξαίρουσα, ἀεί με ταῖς πρεσβείαις Σου, καὶ γὰρ τέτοκας Λόγον, τὸν τῷ Πατρὶ συναΐδιον, ὁμοῦ τε τῷ Πνεύματι σύνθρονον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Νεανίας ὡραῖος πανευπρεπὴς δέδειξαι, κάλλει καταλλήλως ἐμπρέπων, ψυχῆς καὶ σώματος, ὡραϊζόμενος, τῶν ἀρετῶν εὐμορφίᾳ, καὶ Μαρτύρων στίγμασι, καλλωπιζόμενος.

Ὑπὸ θείας προνοίας ὁδηγηθεὶς ὥδευσας, τρίβον μαρτυρίου Δεσπότου, τοῦ τὴν καρδίαν σου, μάκαρ πλατύνοντος, ταῖς δωρεαῖς τῶν χαρίτων, καὶ πρὸς τὴν οὐράνιον, κλίσιν ἰθύναντος.

Μεγαλόφρονι γνώμῃ περιφρονῶν πάνσοφε, τῶν ἡδέων τοῦ κόσμου καὶ τῶν τοῦ βίου τερπνῶν, οὐδὲν προέκρινας, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀλλ’ Αὐτὸν ἐπόθησας, ψυχῆς εὐθύτητι.

Θεοτοκίον.

Ἱκετεύω Σε μόνην τὴν τὸν Θεὸν τέξασαν, τὸν εἰς εὐλογίαν κατάραν τὴν πρὶν ἀμείψαντα, καὶ χρηματίσαντα, ὑπὲρ ἀνθρώπων κατάρα, Κόρη παντευλόγητε, καὶ κόσμον σώσαντα.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε

Ὁ πρὸς Θεὸν πόθος σου πᾶσαν ἠμαύρωσε, προσπαθείαν, ὕλην παμμακάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τρυφὴν καὶ περιφανείας, τὸ περιβόητον ὕψωμα, ἐντεῦθεν ἀνυψώθης, πρὸς περίβλεπτον ὕψος, μαρτυρίου πρὸς δόξαν ἀμάραντον.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, δῶρον θεῖον, δῶρον ἀξιέραστον δῶρον πλουτίζον πάντα πιστόν, δῶρον δεχομένοις, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸ πᾶσι καταπέμπον, καταλλήλως τὰς δόσεις, καὶ πληροῦν τὰς αἰτήσεις τῶν δούλων σου.

Ὡς μιμητὴς τοῦ προσπαγέντος ἐν ξύλῳ Χριστοῦ, μετὰ πᾶσαν, αἰκίαν τοῦ σώματος, μετὰ πολλὰς στρέβλας πονηράς, τὰς τῶν μιαιφόνων, χριστομιμήτως ἐτάθης σταυρῷ καὶ βέλεσιν ἐτρώθης, καὶ δεινῶς συνεκόπης, ἀλλ’ ἐῤῥύσθης ἐκ τούτων δυνάμει Χριστοῦ.

Θεοτοκίον.

Καλλοποιὸν καὶ γῆς Δεσπότην κυήσασαν, ἀποῤῥήτῳ, τόκῳ κατὰ χρέος Σε, πάντες πιστοί, γλώσσῃ καὶ ψυχῇ, κόσμου Βασιλίδα καὶ Δέσποινα ὀνομάζομεν, διὸ τῆς τυραννούσης, πονηρᾶς συνηθείας, ἐλευθέρωσον τοὺς Σὲ γεραίροντας.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ῥητορεύεις τὴν δόξαν, ἔνδοξε Θεόδωρε σὺν παῤῥησίᾳ πολλῇ, τοῦ σαρκὶ παθόντος, καὶ θανάτῳ τὸν θάνατον λύσαντος, καὶ μαστίγων πεῖραν, πολλῶν λαβὼν λύσσῃ τυράννου, σταυρικὴν καταδίκην ὑπήνεγκας.

Ὁλοτρόπῳ προθέσει, σταύρωσιν ἑκούσιον Χριστοῦ μιμούμενος, τὴν αὐτὴν ὑπέστης, τιμωρίαν σταυρῷ προσηλούμενος, ἀντὶ δὲ τῆς λόγχης, βελῶν πολλῶν πληγάς, ἐδέξω ὀφθαλμῶν κόρας τε ἐξορυττόμενος.

Νικηφόρος ὡράθης, ἄρτιος, ὁλόκληρος μετὰ τὴν σταύρωσιν, καὶ τὴν ἄλλην πᾶσαν, τῶν μελῶν συγκοπήν τε καὶ νέκρωσιν, ὁ νικήσας κόσμον, σὲ γὰρ Χριστὸς χειρὶ Ἀγγέλου, ὡς ζωῆς ἀρχηγὸς ἀνεζώωσεν.

Θεοτοκίον.

Ὅλον τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον τοῖς ἀνυμνοῦσί Σε, τὸν Χριστὸν ἀσπόρως, σωματώσασα Ὃν ἐξιλέωσαι, τοῦ σωθῆναι πάντας, ἐκ πειρασμῶν τοῦ ἀλλοτρίου, Παναγία παρθένε Θεόνυμφε.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ

Ἐξέλαμψας ἀρεταῖς, καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπροῖς, ἀγῶσι Θεόδωρε, καὶ νῦν περιβόητος, ἐν θαυματουργίαις καὶ θερμὸς προστάτης πέφηνας.

Τοῖς κάμνουσιν ἰατρός, τοῖς αἰχμαλώτοις ἀνάῤῥυσις, μεσίτης ἁμαρτωλοῖς, ὑπευθύνων ἄφεσις, πενθοῦσι παράκλησις, πρὸς Θεοῦ ἐδόθης συμπαθέστατε Θεόδωρε.

Οὐκ ἔστι κόρος τῶν σῶν, καλῶν ἀπείρων Θεόδωρε, οὐδὲ τῆς σῆς καλλονῆς, σταθμὸς ἰσοστάσιος, διὸ τὸν διάπυρον, πόθον μου προσδέχου, χορηγῶν μοι χάριν ἄφθονον.

Θεοτοκίον.

Λαμψάτω νῦν ἐπ’ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνία Σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας τοὺς λιμένας ἐμβιβάζουσα.

Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς Θεόδωρε Μάρτυς, τοὺς ἐν πίστει νῦν ἀκλινεῖ πρὸς σὲ καταφεύγοντας, πρεσβείαις Σου πρὸς Χριστὸν εὐπροσδέκτοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἀνδρείᾳ ψυχῆς, τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ, λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας, τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ πρεσβεύων, μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Στ.: Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Εὐαγγέλιον. Κατὰ Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πρόσεχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ, καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἥλοις προσηλούμενος, σοῦ τὸ μακάριον σῶμα, τὸ καρτερικώτατον, Ἀθλητὰ Θεόδωρε καὶ ἀήττητον, τὴν ψυχὴν ἄτρεπτον, καὶ τὸν νοῦν ἄσυλον, διετήρεις συντριβόμενος, θεῖος γὰρ ἔρως σε, ἔνδοθεν πλουσίως ἀνέφλεγε, καὶ φέρειν τῶν κολάσεων, ἅπασαν ἰδέαν ἠρέθιζε, Μάρτυς Ἀθλοφόρε, Χριστοῦ τῶν παθημάτων κοινωνέ, Ὃν παῤῥησίᾳ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Ὑψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης Αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης Αὐτῷ.

Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με.

Ἐδόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίας καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος σοφέ.

Θεοτοκίον.

Ἁγίων τὸν ἅγιον, τέτοκας μόνη Θεοχαρίτωτε, ἀποῤῥήτῳ κυήσει, καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου, διό Σοι κραυγάζομεν τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένην ἁγνή.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ὁ λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, νῶτον καὶ τὸ στῆθος τοῖς βουνεύροις συγκόπτων, ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.

Ὑπομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, πάντων τῶν Μαρτύρων ὑπερέβης τοὺς ἄθλους, παθῶν Δεσποτικῶν δέ, τῷ Σταυρῷ κοινωνήσας, καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.

Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, ἐν σαρκὶ οἰκείᾳ, ἐκπληροῖς τῶν θλίψεων, οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, ἀλλὰ καὶ περόνῃ σιδηρᾷ διεπάρης, τὸ κρύφιόν σου μέλος, ἐκτιμηθεὶς τοὺς διδύμους, καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας.

Θεοτοκίον.

Ὑψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς Σῆς Κόρη συγγενείας, καὶ θεϊκῆς υἱοθεσίας ἔτυχε, τῇ Σῇ μεσιτείᾳ, καὶ γὰρ Θεός, ὡράθη σαρκοφόρος, ἐκ Σοῦ ἀῤῥήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ἐξέστι τῶν Ἀγγέλων δῆμος τὴν σήν, Στρατηλάτα τηρῶν γενναιότητα, πᾶς ὁ παρών, ὄχλος κατεπλάγη τότε τὰς σάς, ἀνδραγαθίας ἔνδοξε, ἔφριξε δαιμόνων ἡ στρατιά, τὰ σὰ τρόπαια νῦν δέ, κροτεῖ κόσμος τὰ γέρα, καὶ πᾶς πιστὸς ὑμνεῖ τὰ θαύματα.

Βοᾶται παρὰ πάσης σχεδὸν πνοῆς, τὰ πολλά σου καὶ μέγιστα τρόπαια, τὰ ἐπὶ σοί, τέρατα δειχθέντα καὶ διὰ σοῦ, ἡ ἐκ νεκρῶν ἀνέγερσις, ἡ ὁλοκληρία ἐκ συντριβῆς, ἡ ῥῶσις τῶν νοσούντων, ἡ λύσις τῶν δεσμίων, καὶ τῶν ἐν θλίψει ἡ παράκλησις.

Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὑπὲρ Οὗ πάσας ὑπήνεγκας, μέχρι τομῆς, καύσεως θανάτου τε καὶ σταυροῦ, ἐγκαρτερῶν Θεόδωρε, αἴτησαι συγγνώμην ἡμῖν κακῶν, τῷ κόσμῳ τὴν εἰρήνην, νίκας τοῖς εὐσεβέσιν, καὶ σωτηρίαν τοῖς τιμῶσί σε.

Θεοτοκίον.

Οὐρανομήκη κλίμακα νοητήν, Σὲ γινώσκομεν δι’ ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλὴν τῶν οὐρανῶν πολιτείαν, ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων, τιμῶμέν Σε Παρθένε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Μάρτυς ἀξιάγαστε τοῦ Χριστοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν, καὶ ταύτας θεόφρον, προσάγαγε τῷ μόνῳ, Θεῷ τε καὶ Δεσπότῃ, ἡμῶν Θεόδωρε.

Τοὺς μετ’ εὐλαβείας τὰ ἱερά, λείψανά σου Μάρτυς, προσκυνοῦντας σαῖς πρὸς Θεόν, ἱεραῖς πρεσβείαις, φρουρῶν μὴ διαλείπῃς, φιλομαρτύρων κλέος, θεῖε Θεόδωρε.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, ἀπροσμάχητος βοηθός, χαίροις δωρημάτων, θησαύρισμα τῶν θείων, Θεόδωρε τρισμάκαρ, ἡμῶν ἀντίληψις.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

 

 

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, προστατεύεις Ἀθλητά, τῶν καταφευγόντων ἐν πίστει, τῇ ἀντιλήψει τῇ σῇ, Ἅγιε Θεόδωρε, τῶν εὐσεβῶν ἀῤῥωγέ, πρὸς Θεοῦ γὰρ δεδώρησαι, ἡμῖν τοὺς ἐν βίῳ, ἀεὶ κινδυνεύουσιν, ὡς ἀσφαλὴς βοηθός, πάντας, ἐκλυτρούμενος τάχει, τοὺς προσκαλουμένους σε Μάρτυς, πάσης περιστάσεως πολύαθλε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου