ΜΑΪΟΣ Γ΄!!
ΛΟΥΚΑ ΟΣΙΟΥ ΤΟΥ ΕΝ ΣΤΕΙΡΙῼ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.
Εἰς
τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος
β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Δέξαι, τὰς δεήσεις καὶ εὐχάς, καὶ
ἱκετηρίους ἐντεύξεις, καὶ παρακλήσεις ἡμῶν, τῶν προσκαλουμένων σε, Πάτερ ἐξ
ὅλης ψυχῆς, καὶ πταισμάτων συγχώρησιν, σοῖς δούλοις καὶ βίου, βράβευσον
διόρθωσιν, παρὰ Χριστοῦ τοῦ Θεοῦ· σὲ γὰρ πρὸς Αὐτὸν πεποιθότως, πάντες
προβαλλόμεθα πρέσβυν, καὶ κοινὸν μεσίτην ἀξιάγαστε. (Δίς)
Ὕμνον, ἐκ χειλέων ῥυπαρών, τῷ
ἡγιασμένῳ προσφέρων, σοὶ ἐκ καρδίας βοῶν· λύτρωσαι τῆς βλάβης με, τῆς τῶν
ἐχθρῶν καὶ Θεῷ, καταλλάξας οἰκείωσον, καὶ δόξης τῆς τούτου, μέτοχον ἀνάδειξον,
εὐχαῖς Ὁσίου τοῦ σοῦ, ὅπως, ἐν πολλῇ θυμηδίᾳ, τὰς εὐεργεσίας δοξάζω, τῆς σῆς
εὐσπλαγχνίας καὶ χρηστότητος.
Χάριν, ἰαμάτων καὶ πηγήν, ἄφθονον
πλουτήσας θαυμάτων, οἴκτειρον σῶσον ἡμᾶς, τοὺς ἐν τῷ τεμένει Σου, πίστει
φοιτῶντας θερμῇ, πᾶσαν βλάβην καὶ κάκωσιν, καὶ πάθη καὶ νόσους, ψυχῆς τε καὶ
σώματος, ἡμῶν ἰώμενος, ὅπως, ἐν αἰνέσει τε πάντες, χαίρωμεν δοξάζοντες Πάτερ,
οἱ τῶν σῶν χαρίτων ἀπολαύοντες.
Δόξα. Ἦχος β΄.
Ἡ τῶν λειψάνων σου θήκη,
πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως
ἀγάλλεται· ἔχων οὖν πρὸς Κύριον Ὅσιε παῤῥησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων
ἐν οὐρανοῖς, μετὰ τούτων ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Εἰς τὸν Στίχον.
Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Σήμερον τοῦ Λουκᾶ, ὄντος τοῦ
θεοφόρου, πιστοὶ τῇ πανηγύρει, πάντες συναθροισθῶμεν, ὕμνοις αὐτὸν γεραίροντες.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Πόθῳ ἐν τῇ σορῷ, ἅπαντες τοῦ
Ὁσίου, Λουκᾶ τοῦ πανευφήμου, προσπέσωμεν αἰτοῦντες, πλημμελημάτων ἄφεσιν.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ
ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ἤνυσεν ἐπὶ γῆς, ὡς Ἄγγελος τὸν
βίον, Λουκᾶς ὁ θεοφόρος· διὸ καὶ τῶν καμάτων, εἴληφε τὴν ἀντίδοσιν.
Δόξα. Τριαδικόν.
Σῶζε ὦ τριλαμπής, μονὰς τοὺς Σὲ
ὑμνοῦντας, Πατὴρ Υἱὲ καὶ Πνεῦμα, πρεσβεύει Σοι ἀπάυστως, Λουκᾶς ὁ ἀξιΰμνητος.
Καὶ νῦν.
Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαρά, τοῦ κόσμου
δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς προμήτορος.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος,
πορείαν διήνυσας στενὴν καὶ ἐπίπονον, οἰκήσας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμεος, πρὸς
εὐρύχωρον πλάτος, δόξης καὶ Βασιλείας τοῦ Θεοῦ, καὶ Σωτῆρος Λουκᾶ θεομακάριστε,
ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς
ἑορτῆς, καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Προφρόνως συνέλθωμεν πιστοί,
Λουκᾶ τὴν μετάθεσιν πανηγυρίσοντες σήμερον, παρέχει γὰρ ὁ Θεός, ἐν τῇ μεταθέσει
αὐτοῦ τὰ αἰτήματα, τοῖς πᾶσι καὶ δεινῶν ἀπολύτρωσιν, κατακαμπτόμενος, ἐν ἐλέει
ταῖς λιταῖς αὐτοῦ, ὃς καὶ πρέσβυς, Τριάδι παρίσταται.
Προκρίνας τὰ μένοντα σοφῶς, τῶν
ῥευστῶν πανεύφημε, ἐν οὐρανοῖς συναπήλαυσας, ἀΰλοις τάξεσι, Λουκᾶ θεοφόρε, τῆς
χαρᾶς τῆς κρείττονος· διόπερ ὡς Θεῷ παριστάμενος, τοῦτον ἱκέτευε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεράπων καὶ δόκιμος Χριστοῦ, καὶ
θερμὸς τῷ πνεύματι, ἐπὶ τῆς γῆς ἀναδέδειξαι, θεομακάριστε, ἐντολὰς γὰρ θείας,
ἀκριβῶς ἀφύλαξας· διὸ συγκληρονόμον σε ἔδειξε, Λουκᾶ θεσπέσιε, τῶν ἀῤῥήτων
ἀγαθῶν Αὐτοῦ, Βασιλείας οὐρανῶν τῆς κρείττονος.
Δόξα. Ἦχος πλ.
β΄.
Τὸν ἐκ σπαργάνων μητρικῶν, καὶ
ἁπαλῶν ἐξ ὀνύχων τὴν ἀρετὴν ποθήσαντα, καὶ δι’ αὐτῆς, ὥσπερ διὰ κλίμακος,
ἀπαθείας εἰς ὕψος ἀναδραμόντα μέγιστον, τὸν ἐν ἀσκηταῖς λάμψαντα ὑπὲρ ἥλιον,
καὶ τῶν ἔργων τῷ φωτί, τὴν σύμπασαν αὐγάσαντα, δεῦτε πάντες ἀνευφημήσωμεν
πιστῶς, καὶ ἱεραῖς ὑμνῳδίαις τοῦτον καταστέψωμεν λέγοντες· Χαίροις τῆς Ἁγίας
Τριάδος χρηματίσας ἱερὸς οἶκος καὶ πανάγιος· χαίροις, τῶν Ἀγγέλων συνόμιλε καὶ
συμμέτοχε, τὴν γὰρ τούτων πολιτείαν ἐπὶ τῆς γῆς ἐζήλωσας· χαίροις, τῶν Ἁγίων
πάντων τὸ ἀγλάϊσμα, καὶ τοῦ κόσμου προστάτης, καὶ πρέσβυς ἀκαταίσχυντος·
χαίροις, Λουκᾶ παμμακάριστε, ἡ τῆς ποίμνης σου ταχεῖα σκέπη καὶ ἀντίληψις, τοῖς
ἐκτελοῦσι τὴν ἱερὰν τοῦ πανσέπτου σου σκήνους μετάθεσιν, ἱλασμὸν πταισμάτων
αἴτησαι καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Εἴσοδος. Φῶς
ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ
ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας
γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,
καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν·
ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ὁ τῆς ἀρετῆς καὶ ἀσκήσεως γενναῖος ἀγωνιστής, Λουκᾶς ὁ
θαυμάσιος, τὸ τῆς Ἑλλάδος ἐγκαλλώπισμα, ὁ ἐν θαύμασι ποικίλοις μέγας ἀναφανείς,
ἔτι ζῶν ἐν τῷ βίῳ, καὶ μετὰ τὴν ἐκδήμησιν αὐτοῦ, ὁ τάφος ἔνθα κατάκειται, τὸ
πανέντιμον αὐτοῦ σῶμα, δεύτερος Σιλωὰμ ἐν ταῖς ἰάσεσι, τῶν νοσύντων ἀνεδείχθη·
διὸ πανσεβάσμιε, ἀσκητῶν ὡραιότης, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἱκέτευε
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Δαβιτικῶς ὥσπερ φοίνιξ, ἐν τῷ οἴκῳ κυρίου ἐξήνθησας,
ἡγιασμένε Λουκᾶ, καὶ ὡσεὶ κέδρος ἐπλήθυνας, ἡ ἐν τῷ Λιβάνῳ τοὺς φοιτητάς σου,
οὓς περιφρούρει καὶ σκέπε ἀπὸ βλάβης πανοτίας, σὲ γὰρ κεκτήμεθα πάντες πρὸς
Θεὸν παῤῥησίαν, καύχημα καὶ σκέπην, καὶ ἀσφαλὲς προπύργιον· διὸ πρέσβευε Χριστῷ
τῷ Θεῷ, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας,
ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν
ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτὶ
καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας Πάτερ πανόλβιε.
Ἦχος γ΄.
Ὅσιε Πάτερ Λουκᾶ πανσεβάσμιε, τῆς
ἱερωτάτης ἀσκήσεως τὴν καυστικήν, καὶ ἔμψυχον διατριβήν, ὡς ἐν ἀδύτοις
ἀναπαυόμενος ἐτέλεσας· γενναίως γὰρ κατοίκησας ἐν τῷ Στειρίῳ, τὰς πυριφλέκτους
φαρέτρας, τῶν δαιμόνων θαρσαλέως κατεπάτησας, καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονώς,
συναυλίζῃ Ἀγγέλοις ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν· διὸ μέμνησο καὶ ἡμῶν τῶν ἐν τῷ
θείῳ σου ναῷ κατοικούντων, καὶ τὴν σὴν πανίερον μνήμην ἐπιτελούντων, καὶ τῷ
Σωτῆρι τῶν ὅλων πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ἔλαμψαν τὰ καλά σου ἔργα ὡς ἥλιος
ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, Χριστοῦ θεράπον, Λουκᾶ πανσεβάσμιε· ὀρθοδόξως γὰρ
ἐκήρυξας ἡμῖν, τὴν ἀληθῆ καὶ ἀμώμητον πίστιν Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ,
ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. α΄.
Ἐξέλαμψαν τὰ καλά σου ἔργα καὶ τὰ
κατορθώματα, Λουκᾶ ἀείμνηστε, ἐν ὅλῃ τῇ Ἑλλάδι, ὥσπερ ἀκτῖνες φωταυγεῖς, καὶ ἡ
εὐσέβειά σου, ὥσπερ ἡλίου πλέον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κατεφαίδρυνας, ἐκ τῶν
ἀπείρων θαυμάτων· διὸ καὶ ὁ τόπος, ἔνθα κατάκειται τὸ πανέντιμόν σου καὶ
τρισόλβιον σῶμα, εὐωδιάζει τοὺς ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος πλ. β΄.
Προσφύγιον ἀκαταίσχυντον
εὑρηκότες τὸν θεῖον οἶκον, καὶ τὴν πανσέβαστον σορὸν τοῦ φωστῆρος τῶν φωστήρων
Λουκᾶ, δεῦτε προφθάσωμεν, σπουδαίως χριστοφόροι, καὶ τῶν ψυχῶν ὁμοῦ καὶ τῶν
σωμάτων ἡμῶν, τὴν ῥῶσιν ἀπαρυσώμεθα, καὶ ἐν ὕμνοις πάντες ἐτησίοις εὐφημοῦντες
αὐτῷ βοήσωμεν· μέμνησο ἡμῶν πρὸς Χριστόν, τὸν σὲ δοξάσαντα Ὅσιε, μοναζόντων
ἀγλάϊσμα.
Ὁ αὐτός.
Τὸν θεοφόρον Λουκᾶν εὐφημήσωμεν,
ἅπαν τὸ πλῆθος τῶν συνελθόντων ἐκ πόθου, ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ,
αἰτούμενοι ἄφεσιν ἀμπλακημάτων κομίσασθαι· ἱκεσίας γὰρ τὰς τούτου ἀεὶ
προσδεχόμενος, νέμει οὐρανόθεν τοῖς ἐξαιτοῦσιν ὁ κύριος τῶν αἰτημάτων ἡμῶν τὰ
συμφέροντα. Χαίροις, μοναζόντων τὸ πανεύφημον ῥόδον, πλουτιστὰ τῶν ἀπόρων,
ἀθυμούντων ἀνθρώπων ἡ θεία, παμμάκαρ, ἀνάψυξις· καὶ νῦν ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς
πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὅπως εὕρωμεν πάντες τῶν πταισμάτων τὴν λύσιν, οἱ ἐκ
πόθου τελοῦντες τὸ ἱερόν σου, καὶ θεῖον μνημόσυνον.
Ὁ αὐτός.
Τοὺς μεγάλους σου καμάτους,
εὐφημοῦμεν Λουκᾶ Πατὴρ ἡμῶν, δι’ ὧν ἐπαξίως τῷ Θεῷ εὐηρέστησας· πάσης γὰρ τῆς
προσκαίρου ζωῆς τὸ ἄστατον, οὐδὲν ἡγησάμενος, τὴν οὐράνιον ἐπόθησας τοῦ
Δεσπότου Βασιλείαν, Χριστὸν μόνον ἑλόμενος τὸν σὲ δοξάσαντα μακάριε.
Ὁ αὐτός.
Ὄντως θαυμαστὸς εἶ Κύριε, ὁ
δοξάζων ἀξίως τοὺς Σὲ δοξάζοντας, ὃς καὶ τὴν παροῦσαν ἑορτὴν κατελάμπρυνας, τοῦ
θεράποντος τοῦ Σοῦ, Λουκᾶ τοῦ παμμάκαρος· ἐν ταύτῃ γὰρ συνελθόντες τῶν
φιλεορτων οἱ χοροί, τὴν ἀνακομιδὴν τῶν σεπτῶν αὐτοῦ λειψάνων γεραίροντες, σὲ
μεγαλύνουσι, καὶ δι’ αὐτοῦ θερμῶς σοι προσπίπτουσιν, αἰτούμενοι παρασχεῖν πᾶσι
τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος βαρύς.
Ἀφιερώθης τῷ Θεῷ ἐκ κοιλίας
μητρικῆς, Πάτερ Λουκᾶ πανσεβάσμιε, καὶ γέγονας οἰκητήρον τοῦ Ἁγίου Πνεύματος·
ἐλεημοσύνην γὰρ καὶ ἁγνείαν καὶ πᾶσαν ἄλλην ἀρετὴν ἐπιμελῶς ἐπόθησας, ἐν
νηστείαις δὲ καὶ δάκρυσι τὸν Θεὸν ἐξιλέωσας· ὅθεν καὶ τὴν τῶν ἰάσεων ἐνέργειαν,
παρ’ αὐτοῦ ἧς κομισάμενος· διὸ ὡς ἔχων παῤῥησίαν ἐν οὐρανῷ, ἱκέτευε ὑπὲρ τῆς
ποίμνης σου, ἀσκητῶν ἐγκαλλώπισμα.
Ἦχος πλ. δ΄.
Καλλωπίζεται πατρὶς ἡ θρεψαμένη
σε, Πάτερ Λουκᾶ μακάριε, καὶ ἐπαγάλλεται χαρμονικῶς, σήμερον ἐν τῇ σῇ
πανηγύρει, κηρύττουσα τὰ σὰ κατορθώματα· τὸ δὲ σῶμά σου τὸ ἱερόν, ὡς πολύτιμον
θησαύρισμα, κατέχουσα βοᾷ σοι· μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν πίστει
ἐκτελούντων, τὸ ἱερόν σου μνημόσυνον.
Δόξα. Ὁ αὐτός.
Ἀσκητῶν ἡ καλλονή, καὶ τῶν
πατέρων κλέος, Λουκᾶ σεβασμιώτατε· σὺ ἐν νηστείαις στεῤῥός, καὶ ἐν προσευχαῖς
εὔτολμος στρατιώτης, ἐξέπληξεν Ἀγγέλους ἡ σὴ καρτερία, ἐφυγάδευσε δαίμονας τῆς
ψυχῆς σου τὸ καρτερόν· πατέρων ἄριστε, μοναζόντων τὸ κλέος, πρέσβευε ὑπὲρ ἡμῶν
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄκνον ἀπωσάμενος, καὶ τὴν
ἀλήθειαν πᾶσαν, ἀόκνως τὴν φέρουσαν, εἰς ζωὴν αἰώνιον τρίβον ὤδευσας, τὸν πολὺν
κάματον, καὶ βαρὺν καύσωνα, τὸν ἐν ταύτῃ θείῳ ἔρωτι, ἀποκρουσάμενος· ὅθεν ὡς
πρηστῆρι τοῦ βίου, τῷ φέγγει τὸν μισόκαλον, δαίμονα νῦν ἔκαυσας Ὅσιε, ὡς οὗτος
αὐτος σοι, σαφῶς διωμολόγησε, οὗ τῆς κακίας, πρεσβείαις σου, σῶσον τοὺς
ὑμνοῦντάς σε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Σαρκὸς ἐν ἱδρῶτί σου, τῶν
ἀοιδίμων καμάτων, ἀπέραντον πέλαγος, οὐρανίου λήξεως ἀλλαξάμενος, ἐν χρηστοῖς
σπλάγχνοις σου, νῦν πιστοὺς ἅπαντας, εὐλαβῶς προσερχομένοις σοι, παντοίων
θλίψεων, νόσων τε ποικίλων ἐκλύτρωσαι· ῥύστην καὶ γάρ σε ἅπαντες, καὶ θερμὸν
προστάτην κεκτήμεθα· ὅθεν τὸν λαμπρῶς σε δοξάσαντ,α δοξάζομεν Θεόν, καὶ τὴν
ἁγίαν μετάθεσιν, σέβομεν τοῦ σκήνους σου.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται
ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ἤχησας ὡς σάλπιγγι, τῷ ἐναρέτῳ
σου βίῳ, καὶ κόσμου τὰ πέρατα, σὺ Λουκᾶ θεσπέσιε διανέστησας, ἐξ ὧν ἀεὶ
πλεῖστοί σοι, συνελθόντες πίστει, προσφοιτῶμεν καὶ τὴν ἄνωθεν, δεδωρημένην σοι,
χάριν καθορῶντες θαυμάζομεν, Θεὸν τὸν σὲ δοξάσαντα, οἳ καὶ τῶν σεπτῶν καὶ ἁγίων
σου λειψάνων, ἱερώτατε Λουκᾶ, τὴν παναγίαν μετάθεσιν, σέβοντες γεραίρομεν.
Δόξα. Ὁ αὐτός.
Τῶν μοναζόντων οἱ χοροί, καὶ τῶν
πιστῶν τὰ πλήθη, συμφώνως ἀθροισθέντες, ἐν τῇ σορῷ τοῦ παμμάκαρος σήμερον, τῶν
θαυμάτων τὰ παράδοξα, κατοπτριζόμενοι, τούτῳ θερμῶς ἐκβοήσωμεν· χαίροις, τῶν
μονοτρόπων τὸ κλέος, Πάτερ καὶ δωστήρ, καὶ θεῖον ἐγκαλλώπισμα· χαίροις, λαμπτὴρ
φαεινότατα, ὁ τὰ γῆς πληρώματα, καταστράπτων ταῖς χάρισι· χαίροις, τῶν
ἀσθενούντων τὸ μέγα ἰατρεῖον, καὶ τῶν φοιτητῶν σου ἀντίληψις καὶ σκέπη. Ἀλλὰ μὴ
παύσῃ δεόμενος, Λουκᾶ θεοφόρε, Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τιμώντων ἀεί, τὴν
σεβάσμιον καὶ παγγέραστον μνήμην σου.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος,
πορείαν διήνυσας στενὴν καὶ ἐπίπονον, οἰκήσας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμεος, πρὸς
εὐρύχωρον πλάτος, δόξης καὶ Βασιλείας τοῦ Θεοῦ, καὶ Σωτῆρος Λουκᾶ θεομακάριστε,
ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΑΠΟΔΕΙΠΝΟ
Ὁ
Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος β΄.
Δεῦτε λαοὶ ᾄσωμεν.
Ὑπὲρ ἡμῶν καθικετεύοντα
πρόσδεξαι, τὸν Σὸν πιστὸν θεράποντα Λουκᾶν τὸν ἔνδοξον, ὁ Θεός, καὶ παράσχου τὸ
ἔλεός Σου πᾶσι τοῖς ἀνυμνοῦσί Σε.
Μόνον Χριστὸν ὡς ἀγαπήσας
δεδόξασται, καὶ παῤῥησίαν εὕρηκας· διὸ δεόμεθα μὴ παύσῃ τοῦ πρεσβεύειν, Αὐτῷ
ὑπὲρ τῶν πίστει, Λουκᾶ τιμώντων σε.
Νόμους Χριστοῦ Πάτερ, ἀτρώτους
ἐφύλαξας, οὓς καὶ ἡμᾶς πρεσβείαις σου τηρεῖν ἐνίσχυσιν, θεαρέστως βιοῦντας, καὶ
σὲ δοξολογοῦντας, Λουκᾶ θεόπνευστε.
Θεοτοκίον.
Ἐν τῷ φωτὶ τῆς Σῆς πρεσβείας
κατέφυγον, πύλη φωτὸς πανάμωμε· διὸ καταύγασον, τὴν ἀθλίαν ψυχήν μου, πολλοῖς
ἀμαυρωθεῖσαν πάνθεσιν δέομαι.
ᾨδὴ γ΄. Στερέωσον
ἡμᾶς.
Ἐν πίστει τοὺς τὴν σὴν σεπτὴν
λάρνακα τιμῶντας, καὶ ταύτῃ προσερχομένους, τῶν ἐν βίῳ περιστάσεων καὶ παθῶν τε
καὶ νόσων ἀπολύτρωσαι.
Φωτὸς τοῦ νοητοῦ τρυφῶν Ὅσιε,
δυσώπει μετόχους ἀποδειχθῆνα καὶ ἡμᾶς, τῆς αὐτοῦ χάριτος, τοὺς τῷ θείῳ τεμένει
σου προσφεύγοντας.
Ὑπόδεξαι ἡμᾶς, Λουκᾶ πάνσοφε,
θερμῶς σοι προσπίπτοντας καὶ ἐκ πάσης, ἀῤῥωστίας καὶ κακώσεως, μεσιτείαις σου
θείαις ἐλευθέρωσον.
Θεοτοκίον.
Θεράπευσον ἁγνή, τὴν ταλαίπωρον
ψυχήν μου βοῶ Σοι, κεκακωμένην ἁμαρτίαις, ὡς κυήσασα τὸν τὰς νόσους βαστάσαντα
τοῦ γένους ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα
Κύριε.
Κατανύξεως ἔμπλησον τὴν ταπεινὴν
καρδίαν μου λιταῖς σου, τοῦ ἀεὶ γεραίρειν μάκαρ, τὴν χάριν σου.
Ἐπιτάχυνον Ἅγιε, καὶ ἐκ πυλῶν
ἐξάρπασον τοῦ ᾅδου, τῶν ἀλλεπαλλήλων νόσων, τὸν δοῦλόν σου.
Νεκρωθέντα με πταίσμασιν, ὡς
λειτουργὸς ζωῆς τῆς ἀΐδίου, Λουκᾶ θεοφόρε, δέομαι ζώωσον.
Θεοτοκίον.
Ὑπερένδοξε Δέσποινα, τοὺς ὑμνητὰς
τοῦ τόκου Σου, μὴ παύσῃ δυσχερῶν τοῦ βίου, διαφυλάττουσα.
ᾨδὴ ε΄. Ὁ
φωτισμὸς τῶν ἐν σκότει.
Ὑπὸ σφοδρῶν ἀλγηδόνων καὶ πόνων
συνεχομένους, καὶ ἐν τῷ λιμένι τῆς σῆς πρεσβείας, καταφεύγοντας τοὺς ἱκέτας σου
Πάτερ, θεραπείας τῆς σῆς ἀξίωσον· ἔχεις ἐκ Θεοῦ γὰρ ἀξίως τὸ δύνασθαι.
Κατὰ παθῶν ἀριστεύσας ἐν βίῳ,
χάριν ἐδέξω, πάθη θεραπεύειν τῶν ἀσθενούντων· διὸ τοὺς πίστει σε καλοῦντας
προφθάνεις ῥῶσιν θείαν βραβεύων Ἅγιε, καὶ διασκεδάζων παντοῖα νοσήματα.
Τῷ ἐν νυκτὶ τῶν παθῶν καθεστῶτι
τῶν ψυχοφθόρων, αὔγασον ἀκτῖνά μοι τῆς σῆς πρεσβείας, ἵνα ὀρθρίζων ἀνυμνῶ καὶ
δοξάζω ἐν φωτί σε τῆς σωτηρίας μου, κλέος μοναζόντων, Λουκᾶ ἀξιάγαστε.
Θεοτοκίον.
Μῆτερ Θεοῦ τῆς ψυχῆς μου
κινήσεις, πρὸς Ὃν ἀῤῥήτως ἔτεκες κατεύθυνον δέομαί Σου, καὶ τῆς παρούσης ἐξελοῦ
προσπαθείας τῶν γηΐνων, καὶ καταξίωσον παραστάτην γενέσθαι με.
ᾨδὴ στ΄. Ἐν
ἀβύσσῳ πταισμάτων.
Ἰατρεῖον πλουτήσαντες ἄμισθον,
τὴν σεπτὴν πρεσβείαν σου, Λουκᾶ πανόλβιε, πάντες πιστῶς προστρέχομεν, καὶ τὴν
σὴν ἐξαιτοῦμεν βοήθειαν.
Κακουμένων ψυχῶν ὑπεράσπισαι, καὶ
τῶνς υνεχόντων παθῶν λύσιν δώρησαι· ὅσα γὰρ θέλεις δύνασαι, τοῦ Χριστοῦ καὶ
Θεοῦ σὲ δοξάσαντος.
Οἱ κρουνοὶ τῶν τιμίων λειψάνων
σου, πᾶσιν ἀκεσώδυνα γένοιτο φάρμακα, τοῖς ἀνιάτως κάμνουσι, καὶ πονηρῶς τοῦ
σώματος ἔχουσιν.
Θεοτοκίον.
Ἰωμένη τὰ τραύματα πρόφθασον, καὶ
τὰς ἀσθενείας πανάμωμε Δέσποινα, καὶ τῆς ψυχῆς καὶ σώματος, τοῦ ἱκέτου Σου ἵνα
δοξάζω Σε.
ᾨδὴ ζ΄. Εἰκονος
χρυσῆς.
Σωτῆρα παθῶν ἐγνωκότες ἐκ Θεοῦ,
νεοφανῆ σε, παρακαλοῦμεν τοῦ δωρήσασθαι, τῆς συμπαθείας τὸ πέλαγος, τοῖς
ἐταζομένοις ἐν νόσοις, καὶ Χριστῷ ἀναμέλπουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων
ἡμῶν.
Μακάριος εὖ συμπτωχεύσας τῷ
Χριστῷ, καὶ συμμετέχων Αὐτοῦ τῆς δόξης νῦν τῆς κρείττονος, καὶ Βασιλείας
μακάριε· ἧσπερ καὶ ἡμᾶς ταῖς εὐχαῖς σου καταξίωσον ψάλλοντας· Εὐλογητὸς ὁ Θεός,
ὁ τῶν πατέρων ἡμῶν.
Οἱ πάθει δεινῷ χειμαζόμενοι
σοφδρῶς, δεῦτε προθύμως, μύρα εὐώδη προχεόμενα, ποταμηδὸν ἐκ τῆς λάρνακος τοῦ
σημειοφόρου ποιμένος, ἀπαντλῆσαι κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων
ἡμῶν.
Θεοτοκίον.
Ὁ νώτοις ἁγνὴ Χερουβίμ, οἷα Θεὸς
προσεφιζάνων, τὴν Σὴν ἁγίαν μήτραν ᾤκησεν, Αὐτὸν ἀπαύστως ἱκέτευε πάσης
συμφορᾶς, λυτρωθῆναι τοὺς πιστῶς Σοι κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἐν
καμίνῳ τοῦ πυρός.
Ἰατρὸς δέδοσαι ἡμῖν ἐκ Θεοῦ, τῶν
ψυχικῶν ἀῤῥωστημάτων, καὶ σαρκὸς νοσημάτων τοῖς ταπεινοῖς καὶ πτωχοῖς· διό σου
δεόμεθα, λύτρωσαι τῆς νῦν κατεχούσης συμφορᾶς τοὺς σοὺς δούλους.
Τοὺς διὰ βίου τῷ πυρὶ των
ποικίλων πειρασμῶν φλογιζομένους καὶ δεινῶς καυσομένους, συγκαταβάσει τῆς σῆς
παμμάκαρ, συμπαθείας δρόσισον, ἵνα σὲ ὑμνῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὡς παῤῥησίαν πρὸς Χριστόν, Ὃν
ἐπόθησας εὑρὼν ἔνδοξε Πάτερ, μνημονεύων μὴ παύσῃ τῶν μεμνημένων τῆς σῆς
πρεσβείας, καὶ ἐν τῷ τεμένει σου πίστει προσιόντων, καὶ σὲ δοξολογούντων.
Θεοτοκίον.
Θεόνυμφε Κόρη ἁγνή, ἡ τὸν Ποιητὴν
τοῦ παντός, ἀναμαρτήτως κυήσασα, φώτισον τὰς καρδίας καὶ τὸν νοῦν τῶν Θεὸν μὲν
ὁμολογούντων Αὐτὸν καὶ Κύριον, κλυδωνιζομένων δὲ ἁμαρτίαις ἐν τῷ πελάγει τοῦ
βίου.
ᾨδὴ θ΄. Τὸν ἐκ
Θεοῦ Θεὸν λόγον.
Τῇ ἀπροσίτῳ Τριάδι παρεστὼς
στεφηφόρε, καὶ ταῖς ἐκεῖθεν λάμψεσιν ἀεί, ὡς ἐφικτὸν ἐλλαμπόμενος, τοῖς ἐν
σκότει τελοῦσι, τῶν ἀνηκέστων νόσων καὶ παθῶν, εὐρωστίας παράσχου φάος τὸ
γαληνότατον.
Αἱ συνεχεῖς ἀλγηδόνες τῶν σεπτῶν
σου καὶ θείων ἀγώνων, καὶ καμάτων ἱερῶν, ἴαμα θεῖον γεγόνασι τοῖς
καταπονουμένοις ἀνείκαστα ὑπὸ ποικίλων νόσων, μεγαλώνυμε Πάτερ Λουκᾶ
θεομακάριστε.
Ἀπὸ παθῶν τε καὶ νόσων, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ὡς συμπαθὴς καὶ φιλόστοργος, καὶ ὡς ποιμὴν καὶ
προστάτης, ταῖς εὐπροσδέκτοις θείαις σου λιταῖς, Λουκᾶ φωστὴρ λύτρωσιν,
ἑσπερίων τῶν ἀσκητῶν ἀγλάϊσμα.
Θεοτοκίον.
Ὕμνον ἀνάγνων χειλέων εὐμενῶς, ὦ
Παρθένε προσδέχου, καὶ πταισμάτων χαλεπῶν ῥῦσαί με Κόρη πανάμωμε· μητρικὴ γὰρ
πρεσβεία, τὸ δύνασθαι κεκλήρωσαι· διὸ τοὺς πιστῶς, Σὲ ὑμνοῦντας διάσωζε
πανύμνητε.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’
στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἁπαλῶν ἐξ ὀνύχων Πάτερ σοφέ,
ἀκρασίαν μισήσας τὴν βλαβεράν, ἐπόθησας κάλλιστα, τὴν καθόλου ἐγκράτειαν, ἧς
καρὸς ἁγνεία, καὶ ἄκρα ἀπαθείας, δι’ ὧν θεραπεύσας ἐφάνης τὸν κτίσαντα· ὅθεν
καὶ τὴν χάριν, παρ’ Αὐτοῦ ἐκομίσω, τοῦ παύειν νοσήματα, ἐξ ἀνθρώπων μακάριε,
πρεσβεύων Χριστῷ τῷ Θεῷ, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, φυλάττεσθαι ἀμετόχους
παντοίας κακώσεων.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὴν β’
στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Ἰησοῦ,
πυρωθεὶς τὴν καρδίαν ὅλον σαυτόν, Αὐτῷ ἀνατέθηκας, τοῖς Αὐτοῦ βαίνων ἴχνεσιν,
ἐγκρατείας τόνῳ, τὸ σῶμα δουλώμενος, τὴν ψυχὴν πιαίνων, παννύχοις δεήσεσιν·
ὅθεν καὶ τὸν δρόμον, εὐαρέστως τελέσας, λυθείς τε τοῦ σώματος, πρὸς Αὐτὸν
ἐξεδήμησας, Λουκᾶ θεῖε Πατὴρ ἡμῶν, ἀεὶ ἐν εὐφροσύνῃ τελῶν, Ὁσίων Δικαίων
Μαρτύρων τε, μεθ’ ὧν πρέσβευε σωθῆναι τοὺς δούλους σου.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος
δ΄. Ὀ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ καθαρά σου καὶ Θεῷ ἐρασμία, ἡ
τῶν Ἀγγέλων ἐν σαρκὶ πολιτεία, τὸ κατ’ εἰκόνα ἄχραντον διέσωσεν· ὅθεν
εἰσελήλυθας, εἰς νυμφῶνα τὸν θεῖον, καθ’ ὅνπερ συναυλίζεται, πᾶσα τάξις
δικαίων· ἀλλ’ ὑπὲρ πάντων πρέσβευε ἀεί, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην
σου.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Εἶτα,
οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ
ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη...
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... Ὁ Ν΄
ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Συντρέχει χορὸς τῶν φιλεόρτων ἐν
τῇ σεπτῇ μεταθέσει σου, κυκλοῦσι τὴν πανσέβαστον καὶ τρισόλβιον σορόν σου,
στίφη τῶν μοναζόντων, καὶ προεξάρχει τὸ τῆς ποίμνης σου, Λουκᾶ θεόφρον,
μέγιστον σύνταγμα, ἐγκωμίοις σε λαμπρῶς καταγεραῖρον, καὶ ὕμνοις εὐχαριστίας·
διὸ πρὸς Χριστόν, τὸν ἀσπόρως ἐκ τῆς Παρθένου βλαστήσαντα, πρεσβείαν ἐκτενῶς
ὑπὲρ πάντων ποίησον, ἵνα βλάβης τοῦ ἐχθροῦ ἐκλυτρωθέντες κραυγάζωμεν· Δόξα ἐν
ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Εἶτα,
οἱ Κανόνες· τῆς Ἐορτῆς, καὶ τοῦ Ὁσίου β΄.
Ὁ α΄
Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Καὶ
νῦν δέ, Λουκᾶ, σὴν μετάθεσιν σέβω.
ᾨδὴ α΄. Ἦχος β΄.
Τὴν Μωσέως ὠδήν.
Κοσμηθεὶς
ἀρετῶν τῇ ἀγλαΐᾳ μάκαρ, καὶ φαιδρῶς τῷ Δεσπότῃ παρεστώς, καὶ θείας δόξης
ἐπαπολαύων, μέμνησο Λουκᾶ τῶν τιμώντων σε.
Ἀπὸ
βρέφους σαυτόν, τῷ σῷ Δεσπότῃ Πάτερ, καὶ Θεῷ ἀναθέμενος τρυφήν, πᾶσαν ἐμίσησας
τὴν γεώδη· ὅθεν ἀληθῆ τρυφὴν εὕρηκας.
Ἱερῶς
ἱερέ, τὸν ἱερόν Σου βίον μετελεθών, ἱερὸς οἶκος Θεοῦ ἐγένου, Πάτερ ἡγιασμένε,
θείαις ἐν σκηναῖς αὐλιζόμενος.
Θεοτοκίον.
Νοητὴ
κιβωτέ, τοῦ οὐρανίου ἄρτου, τὸν λιμὸν τῆς ἀθλίας μου ψυχῆς λῦσον, καὶ κόρεσον
θείου ἄρτου, Ὃν Σὺ ἀνηρότως ἐβλάστησας.
Ὁ β΄
Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Λουκᾶν
γεραίρω τῶν μοναστῶν τὸ κλέος.
ᾨδὴ α΄. Ἦχος πλ.
β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Λελαμπρυσμένος
τῷ κάλλει τῶν ἀρετῶν, τῷ Θεῶ πανόλβιε, παριστάμενος ἀεί, τὴν ἐμὴν καταύγασον
ψυχήν, ἀνακροῦσαί σοι ᾠδὴν τὴν ἀξιόχρεων.
Ὁλολαμπὴς
ἐν τῷ κόσμῳ μέλλων ἀστήρ, θεοφόρε δείκνυσθαι, ταῖς τοῦ κόσμου ζοφεραῖς, οὐχ
ἐχράνθης ὅλως ἡδοναῖς, ἐκ σπαργάνων τῷ Θεῷ προσανακείμενος.
Ὑπωπιάζων
τὸ σῶμα χριστοπειθῶς, τὴν στενὴν διώδευσας καὶ ἐπίπονον ὁδόν, ἑτοιμάζων πλάτος
σεαυτῷ, Βασιλείας οὐρανῶν ἀξιοθαύμαστε.
Θεοτοκίον.
Κόσμου
προπύργιον Κόρη, τῆς τῶν παθῶν τυραννίδος ῥῦσαί με, ἐπανάγουσα τὸν νοῦν εἰς τὸν
θεῖον ἔρωτα ἁγνή, καὶ φωτίζουσα φωτὶ τῶν προσταγμάτων.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ
με τῆς πίστεως.
Ὑψώθης
ὡς κυπάρισσος ἐν ἀγάπῃ, ἐξήνθησας ὡς φοῖνιξ ἐν τῇ ἐλπίδι, ηὐξήνθης ἐν τῇ πίστει
καθάπερ κέδρος, καὶ νῦν τὰ τέκνα σου πανηγυρίζουσι, πληθυνθέντα Ὅσιε, καὶ
γεραίρουσι.
Νομὴ
χειρὸς κυρίου γεγενημένος, νομὰς πρὸς ζωηφόρους ὁδήγει Πάτερ, τὸ ποίμνιόν σου ὃ
τοῦτο, συνεστήσω πολλοῖς ἱδρῶσί σου, ἵνα δοξάζῃ σε, καὶ μεεγαλύνῃ σου τὸ
μνημόσυνον.
Θεοτοκίον.
Διὰ
Σοῦ ὡμίλησεν ἀνθρώποις τὴν σάρκα ὁ Κύριος, φορέσας ἀνερμηνεύτως. Αὐτὸν οὖν
ἐκδυσώπησον Παναγία, τοῦ οἰκτειρῆσαί με καταπονούμενον, προσβολαῖς τοῦ ὄφεως
καὶ δονούμενον.
Ἕτερος. Οὐκ ἔστιν
ἅγιος ὡς Σύ.
Ἀνάπτων
ἔρωτα Θεοῦ, τέλειον τῆς ἀγάπης, ὃν τελείῳ τῶ μίσει ἐμίησας τὰ ῥευστά, καὶ
γέγονας τῆς σαρκὸς θεοφόρε, ἔξω πρὸ τῆς λύσεως.
Νεάζων
ἔτι τῇ σαρκὶ ἔνδοξε, καὶ τῷ βίῳ πολιὰν ἀπεδήλους, τὴν φρόνησιν τῆς ψυχῆς, τῷ χρόνῳ
δὲ προστιθείς, ἐπεδίδως αὔξησιν, τοῖς πόνοις σου.
Γυμνῶν
τὸν δράκοντα σοφέ, πάσης μηχανουργίας, σεαυτὸν ἀπεγύμνους, γυμνητεύουσι
πολλοῖς,τ ῆς δόξης καταστολὴν οὐρανόθεν, Πάτερ ἐνδυόμενος.
Θεοτοκίον.
Ἐν
Σοὶ ἐπράχθη τὰ καινά, πάναγνε Θεοτόκε· ὁ ἀμήτωρ γὰρ πάλαι ἀπάτωρ τὸ ἀπὸ Σοῦ καὶ
ἄνθρωπος, θεουργῶν τὸν κλαπέντα, κλέμματι θεώσεως.
Κάθισμα. Ἦχος δ΄.
Ἐπεφάνης σήμερον.
Ἐκ δυσμῶν ἀνέτειλας, ἥλιος ὥσπερ,
καὶ ἀπείροις θαύμασι, καταφωτίζων ἱερῶς, καὶ ὁδηγῶν πρὸς μετάνοιαν, τοὺς
προσιόντας ἐν πίστει σοι Ἅγιε.
Δόξα.
Ἀνεφάνης Ὅσιε, τῇ οἰκουμένῃ,
ὥσπερ ἅλλος ἥλιος, ταύτην φωτίζων ἀρεταῖς, ἐν θεωρίαις καὶ πράξεσιν, ὡς
μυστηπόλος Κυρίου, Λουκᾶ ἱερώτατε.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
ᾨδὴ δ΄. Τὴν ἐκ
παρθένου σου γέννησιν.
Εὐσεβοφρόνως
ἀνύσας σου, τὸν πανσέβαστον βίον, ὦ πανεύφημε Λουκᾶ, ἐπ’ εὐλογίαις θερίζεις νῦν
τὰς ἀντιδόσεις, αἳ σοὶ παρὰ Θεοῦ δαψιλῶς χορηγοῦνται ὡς οἰκέτῃ, ἀγαθῷ τε καὶ
πιστῷ.
Λυμαντικὴν
νόσον ἅπασαν, ταῖς πρεσβείαις σου Πάτερ, ἀποδίωξον ἡμῶν, καὶ ἐπηρείας
ἐκλύτρωσαι ἐπερχομένης δαιμονικῆς, τὴν τιμῶσάν σε ταύτην, ἣν ἐκτήσω ποίμνην,
Ὅσιε Λουκᾶ.
Οὐδὲ
ἐν τούτῳ σε Κύριος, ὁ πλουσίως δοξάζων, τοὺς δοξάζοντας Αὐτὸν Πάτερ παρεῖδεν,
ἀλλ’ ἔδειξεν ἀληθεστάτην, πρόῤῥησιν νῦν τὴν σήν, καὶ ἐδόξασε τόπον, ὃν προέφης
δοξασθῆναι διὰ σοῦ.
Θεοτοκίον.
Ὑπὸ
τὴν σκήπην Σου πάναγνε πεποιθότες, οὐδόλως πτοούμεθα τὸν ἐχθρόν, τὸν πολεμοῦντα
ἀδίκως Σου τὴν κληρουχίαν, ἣν ἱδρῶσι πολλοῖς, ὁ πιστός Σου θεράπων Θεοτόκε,
συνεστήσατο Λουκᾶς.
Ἕτερος. Χριστός
μου δύναμις.
Ῥευστῶν
τὰ ἄῤῥευστα, φθαρτῶν τὰ ἄφθαρτα, ἀλλαττόμενος μάκαρ, ἐπὶ τῆς γῆς, ἔμπορος ὡς
φρόνιμος, τανῦν τρυφᾷς ἐν οὐρανοῖς τὴν ἀΐδιον ἀπόλαυσιν.
Ἁγνὸς
τῷ πνεύματι, ἁγνὸς τῷ σώματι, ἐν ἁγνότητι τρόπων διατελῶν, θεῖον καταγώγιον
γέγονας πάντιμε, τῆς Τριάδος δοξαζόμενος.
Ἰσχὺν
τὸ ἄτονον, ζωὴν τὴν νέκρωσιν, τῆς σαρκός σου θεόφρον Πάτερ Λουκᾶ, ἄριστα
ἡγούμενος, πόνοις καὶ ὕμνοις, προσευχαῖς καὶ νηστείαις ἀπεμάρανας.
Θεοτοκίον.
Ῥοὴν
οὐκ ἔγνωκας, φθορὰν οὐκ ἤνεγκας, τὰ μητέρων διέδρας, καὶ μήτηρ πῶς γέγονας
ἀμόλυντε; ὁ τῶν μητέρων πλαστουργός, ὅσα θέλει τερατεύεται.
ᾨδὴ ε΄. Ὁ
φωτισμός.
Καλλοποιῶν
ἀρετῶν ποικιλίᾳ πεποικιλμένος, ἔλαβες ποικίλας τὰς ἀντιδόσεις· διὸ ποικίλος
ὥσπερ κόσμος ἐφάνης ἐν τῷ τάφῳ κείμενος Ὅσιε, βρύων δαψιλῶς, εὐωδίαν μυρίπνοον.
Ἀπὸ
ψυχῆς φιλοθέου παμμάκαρ κεκινημένος, ἔσπευσεν ὁ φιλόθεος φιλοθέως, σὲ
καταθεῖναι ὡς ἀπόθετον χρῆμα, ἐν τῇ θήκῃ ᾗ νῦν κατάκεσαι, πρότερον ἐν γῇ
τεθαμμένον καὶ μύρον βλύζοντα.
Σῆς
κραταιᾶς ἀντιλήψεως Πάτερ, μὴ στερηθείην, μὴ κατακαυχήσεταί μου ἀδίκως ὁ
πολεμῶν με, ἡ σὴ ποίμνη βοᾷ σοι, ἀλλὰ τούτου βουλὰς ματαίωσον, ἄπρακτον αὐτὸν
καθιστῶν ταις πρεσβείαις σου.
Θεοτοκίον.
Ἡ
ἐν γαστρὶ δεξαμένη ἀφράστως, καὶ ὑπὲρ λόγον ἄχραντε, τὸν λόγον καὶ σάρκα τούτῳ
δανεισαμένη, ἐξ ἁγνῶν σου αἱμάτων, ἅγνισόν μου τὴν ῥυπωθεῖσαν αἰσχραῖς, πράξεσι
ψυχήν, καὶ πρὸς φῶς καθοδήγησον.
Ἕτερος. Τῷ θείῳ
φέγγει σου.
Ὡς
ὄντως ἔγνως τὸ ὀρεκτόν, ᾔσθου τῆς γλυκείας ἀληθῶς, τοῦ σοῦ Δεσπότου
τερπνότητος, ἔνθεν διαπτύσας τὰ πρόσκαιρα, ἐκείνῳ ἐκκολήθης χαίρων πανόλβιε.
Τῷ θείῳ φίλτρῳ σου τὴν ψυχὴν
ἔνδοξε πυρούμενος σφοδρῶς, ὅλως αὐτῷ ἐνητένιζες, χεῖράς τε καὶ φρένας αἴρων καὶ
ὄμματα, καὶ ὅλος πρὸς ὕψος ἀνατεινόμενος.
Ὡς
τοῖς ἀΰλοις τῶν οὐρανῶν μάκαρ, ἀμιλλώμενος χοροῖς, τοῖς πόνοις πόνους ἐξήνυες·
ὅθεν καὶ ἀέριος Πάτερ ἐδείκνυσο, ἁρπάζοντος τοῦ πόθου τὸν χοῦν μετέωρον.
Θεοτοκίον.
Νυμφὼν
ὁλόφωτε τοῦ φωτός, λάμπων παρθενίας καλλοναῖς, ψυχὴν ἐμὴν ἀποκάθαρον, σκότους
γενομένην, δοχεῖον αἴσχιστον, καὶ πάσης ἀτιμίας κατοικητήριον.
ᾨδὴ στ΄. Βυθῷ
ἁμαρτημάτων.
Ναόν
σε γεγονότα, Τριάδος ἱερόν, τῆς παναγίας, Λουκᾶ παμμακάριστε, μετέθετο ὁ
φιλόθεος ναῷ σεπτῶς ἐν καινῷ, ὃν ἤγειραν εἰς σὸν ὄνομα πιστῶς.
Μεγίστῳ
τεραστίῳ ἐξέπληξας, τοὺς σὲ μετατιθέντας ποικίλος φαινόμενος, ὡς ἀργυρός, ὡς
χρυσὸς διαυγής, ὡς ἄνθος, ὡς φῶς· ἐφαίνου γὰρ ὧν τοῖς πᾶσιν ὁ αὐτός.
Θεοτοκίον.
Ἐπέστη
Γαβριήλ Σοι κομίζων τὴν χαράν, εὐλογημένη Παρθένε πανύμνητε, καὶ τέτοκας
ἀποῤῥήτως, ὡς βροτὸν τὸν ὄντως Θεόν, Ὃν αἴτησαι πάντας σώζεσθαι ἡμᾶς.
Ἕτερος. Τοῦ βίου
τὴν θάλασσαν.
Μικρὰ
τὰ μεγάλα σύ, κατορθώματα νοῶν, ὡς ὁ τελώνης ἔστενες, τὸν ἀλαζόνα τύραννον
καθειλεῖν διὰ ταπεινώσεως, καὶ πτερνίσαι σπουδάζων τὸν πτερνίσαντα.
Ὁ
τρόπος γαλήνιος, καὶ τὸ ἦθος τὸ πολλήν, σταλάζον τὴν γλυκύτητα, λόγος δὲ ὁ
μέτριος, τὸ ἱλαρόν τε πρόσωπον ἔνδοξε, τῆς ἡμετέρου ψυχῆς σου μέγας ἄγγελος,
Νυμφῶνα
τὸν ἄφθαρτον, κατοικεῖν ἐπιποθῶν, περικαλλέσιν ἄνθεσιν, ἐκοσμήθης θεόπνευστε,
ἀρετῶν ἁγνείαν, ἐγκράτειαν προσευχήν, ἀγρυπνίαν ἐνδυσάμενος.
Θεοτοκίον.
Ἁγνείας
τὸ τέμενος, ἁγιωσύνης ἡ πηγή, τοῦ κάλλους τὸ θησαύρισμα, ἡ ἐκλεκτὴ Κυρίῳ ἐκ
γενεῶν, ψυχὴν τὴν δυσώδη μου, τῆς αἰσχύνης τῶν ἔργων ἐλευθέρωσον.
Κοντάκιον. Ἦχος
γ΄. Ἠ Παρθένος σήμερον.
Τῆς Ἑλλάδος γέννημα, καὶ θρέμμα
θεῖον ὑπάρχων, ἐν αὐτῇ διήνυσας, Λουκᾶ μεγίστους ἀγῶνας, ᾔσχυνας, ἐχθρὸν εἰς
τέλος τὸν ἀποστάτην, θέμενος, τὴν σὴν ἐλπίδα πρὸς τὸν Δεσπότην, παρ’ Οὗ ὄντως
ἐκομίσω, τῶν ἰαμάτων τὴν χάριν Ὅσιε.
Ὁ Οἶκος.
Ἱεροῖς, ὦ πιστοί, στέψωμεν
μελῳδήμασι, τὸν Χριστοῦ ἐραστήν, καὶ ἀσκητῶν τὸ καύχημα, τὸν τοῦ παρακλήτου
οἶκον γεγονότα, τῶν μοναζόντων τὸ ἐγκαλλώπισμα, τὸν στῦλον τῆς πίστεως, τῶν
ἰαμάτων πηγὴν τὴν ἄφθονον, τὸ τῶν νοσημάτων καθαρτήριον βοῶντες πίστει· Λουκᾶ
μακάριε, ταῖς σαῖς πρεσβείαις ἐξ ὁρωμένων, καὶ ἀοράτων ἡμᾶς ἐχθρῶν λύτρωσαι,
τὸν Δεσπότην ἱκετεύων Χριστόν, παρ’ Οὗ ὄντως ἐκομίσω, τῶν ἰαμάτων τὴν χάριν
Ὅσιε.
Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνακομιδὴ τοῦ
λειψάνου τοῦ Ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.
Ἔπλησε
Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα·
ὅς
οὐδὲ νεκρός, παύεται τῶν θαυμάτων.
Σῶμ’
ἐκ τάφοιο Τρίτῃ Μαΐου, Λουκᾶ, ἀνεκομίσθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Ἥπλωσε
Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε
καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Οὗτος ὁ Ἅγιος
Τιμόθεος, ἐν τῷ σχήματι ὤν τῶν Κληρικῶν, τῶν ἱερῶν λογίων ὑφηγητὴς ἦν, ἐκ κώμης
Πεναπέων, ἄρτι πρὸς κοινωνίαν γάμου τὴν Μαύραν ἀγαγόμενος. Οὔπω δὲ διαγενομένων
εἴκοσιν ἡμερῶν, διαβληθείς, ἄγεται πρὸς τὸν ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν· οὗ
προστάξαντος ἀγαγεῖν αὐτῷ τὰς βίβλους, ἅς τοῖς χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο
μὲν οὐκ ἐποίησεν· ἀντέφησε δὲ τῷ ἡγεμόνι, τὰς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ’
ὧν στηρίζεσθαι, καὶ ὑπὸ τῶν Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως
καλούσης αὐτοὺς εἰς βοήθειαν· δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν
σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ τοῖς ὠσίν, ὑφ’ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι
διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους, καὶ κημὸν
ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι, καὶ κρεμοῦσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ
προσδήσαντες.
Ὡς δὲ
τούτοις οὐκ ἐνεδίδου, τὴν γαμετὴν αὐτοῦ Μαύραν ἀπατῆσαι ἐλπίσας ὁ ἡγεμών, ἔπειθε
κοσμησαμένην, διὰ κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσάγειν. Ἡ δὲ οὐκ ἤκουσε,
μᾶλλον δὲ ταῖς τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ ἡγεμόνος ἐνώπιον χριστιανὴν
ἑαυτὴν ὡμολόγησε. Τίλλεται οὖν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοὺς δακτύλους
τέμνεται, καὶ βαπτίζεται ἐν θερμῷ ὕδατι· ἐν ᾧ μείνασα ἄφλεκτος, ὑπόνοιαν
παρέσχε τῷ ἡγεμόνι, ὡς οὐ θερμὸν ἦν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν ᾧ ἐβαπτίσθη· ὅθεν ἐπιῤῥαντισθῆναι
αὐτῷ κατὰ τῆς χειρὸς κελεύει. Τῆς δὲ Ἁγίας τῇ χειρὶ λαβούσης ἀπὸ τοῦ λέβητος καὶ
ἐπιβαλούσης αὐτῷ μετὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ δέρμα τοῦ Ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν
σταυροῖ αὐτοὺς ἀμφοτέρους, καὶ ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους
παρήνουν ἐκ διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καὶ μὴ ἐνδοῦναι συνεβούλευον καὶ
οὕτω τὰ πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν. Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν
διάβολον τῇ Ἁγίᾳ Μάρτυρι, ἔτι τῷ σταυρῷ ἠρτημένη, ὀρέγειν ποτήριον, μέλιτος καὶ
γάλακτος ἔμπλεων, πιεῖν προτρεπόμενον, τὴν δὲ δι’ εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν, ἐπὶ
ποταμὸν ἀγαγεῖν, ῥέοντα τοὺς προοφθέντας χυμούς (τὸ μέλι δηλαδὴ καὶ τὸ γάλα),
καὶ πιεῖν ἐπιτρέπειν· τὴν δὲ εἰπεῖν: Οὐκ ἐξ
αὐτῶν πίομαι, ἀλλ’ ἐκ τοῦ ποτηρίου, οὗ μοι ἐκεράσατο ὁ Χριστός· καὶ οὕτω τὸν
διάβολον ἡττημένον ἐλθεῖν ἀπ’ αὐτῆς. Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν
εἰς τὸν οὐρανὸν ἀγαγεῖν, τῆς χειρὸς λαβόμενον, καὶ ὑποδεῖξαι αὐτῇ θρόνον, καὶ
στολὴν λευκὴν ἐπ’ αὐτόν, καὶ στέφανον, καὶ εἰπεῖν: Ὅτι σοὶ ταῦτα ἡτοιμάσθησαν. Εἶτα πρὸς ὑψηλότατον ἀγαγεῖν, καὶ πάλιν
ὑποδεῖξαι θρόνον ἕτερον καὶ πανευπρεπεστάτην στολήν, καὶ στέφανον, καὶ προσειπεῖν:
Ὅτι ταῦτα τῷ ἀνδρί σου ἀπεκληρώθησαν·
ἡ δὲ τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι,ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι, ὅτι ὁ ἀνήρ
σου μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ
Ἁγιωτάτῳ αὐτῶν Μαρτυρίῳ, τῷ ὄντι πέραν τοῖς Ἰουστινιαναῖς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.
Ῥοδοπιανῷ
καὶ Διοδώρῳ ῥόδα,
Ἤ
δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Οὗτοι ἦσαν
κατὰ τοῦς χρόνους Διοκλητιανοῦ· διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν ἰδίων
συμπολιτῶν ὕβρεις πολλάς, καὶ αἰκίας, καὶ μάστιγας ὑπομείναντες, ἐν Ἀφροδισίᾳ τῆς
Καρίας τελευταῖον ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν
πνεύματα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Πέτρου τοῦ σημειοφόρου, Ἐπισκόπου Ἄργους.
Ῥίψας
τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ·
Ζωστιτῆρα
νίκης ζῶν ἤ θανὼν Πέτρε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος
Ξενίας τῆς ἐκ Καλαμῶν.
Ξενίας
ὤφθης ἐργάτις ὦ Ξενία,
Ξενίαν
σεμνή, οὐρανῶν σὺ ποθοῦσα.
Αὕτη ἦν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ
καὶ Μ. Κωνσταντίνου καὶ Δομετιανοῦ ἄρχοντος τῆς πόλεως Καλαμῶν, ἔνθα ἐγεννήθη τῷ
291. Ὑπῆρξε θυγάτηρ Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον,
κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ’ ἐμμανῶς παρὰ τοῦ Δομετιανοῦ καὶ
ἀρνουμένη νυμφευθῆναι τούτον, δεσμεῖται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα
καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι.
Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις
προσδεθεῖσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς
βουλὰς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας
κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ’ αὐτῆς
τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθεῖσα
τεμάχια, ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ
παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι εἴκοσιν ἑπτὰ
Μάρτυρες πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οἰκουμενίου, Ἐπισκόπου Τρίκκης.
Οἰκουμένιον καὶ θανόντα τοῖς λόγοις, τιμῶ·
Κατορθῶν ἔργον ἐκ λόγων μέγα.
Οὗτος ὁ μέγας Πατὴρ ἡμῶν Οἰκουμένιος, πατρίδα ἔσχε
τὴν τῶν Καππαδοκῶν μητρόπολιν Καισαρείαν. Ἀνῆλθεν εἰς τὸν τῆς Ἀρχιερωσύνης
βαθμόν, καὶ ἐποίμανε θεοφιλῶς τὴν ἐκκλησίαν τῶν Τρικκαίων. Ἔλαβε μέρος εἰς τὴν
Α΄ Οἰκουμενικὴν Σύνοδον. Πλήρης ἡμερῶν γενόμενος, εἰς τὴν ἀγήρω μετέστη ζωήν,
καὶ ἐτάφη λαμπρῶς ἐν τῷ τῶν Ἀρχαγγέλων πρωτεύοντι ναῷ τῷ αὐτόθι ἐν Τρικάλοις,
πολλῶν θαυμάτων καὶ πρὸ τελευτῆς καὶ μετὰ ταύτην, γενόμενος αὐτουργός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Παμβό,
τοῦ καθολικοῦ, τῆς Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Θεοδοσίου τοῦ ἐν Σπηλαίῳ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
Νεομαρτύρων τῶν ἐξ Ἀχαΐας, Χριστοδούλου καὶ Ἀναστασίας, τελειωθέντων ἐν ἔτει
1821.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος
χρυσῆς.
Τῷ
πόθῳ Χριστοῦ ἐραστὴς οἷα θερμμός, τρωθεὶς ἐμμόνως σαυτὸν ἐκόσμησας κάλλει
ἔνδοξε, τῷ θελκτικῷ τοῦ Νυμφίου σου τῇ τῶν ἀρετῶν ποικιλίᾳ, καὶ πρὸς ἐκεῖνον
ἀνέδραμες, ὡς ἀληθὴς φίλος αὐτῷ συνευφραινόμενος.
Ἀγγέλων
πληθύς, Ἀρχαγγέλων Προφητῶν καὶ Ἀποστόλων, χορὸς Ὁσίων πάντων, τάγματα Ἱεραρχῶν
συνευφραίνονται, σήμερον ἡμῖν ἐν τῇ μνήμῃ, τῇ ἐνδόξῳ σου ἔνδοξε, πανηγυρίζοντες
καὶ σὲ ἐγκωμιάζοντες.
Θεοτοκίον.
Θεοῦ
Σε καθαρώτατον, ἁγνὴ ἀνακηρύττω, θυμιατήριον στάμνον πάγχρυσον, ὄρος καὶ θεῖον
ἀνάθημα, ῥάβδον τε καὶ πύλην, καὶ κλίνην σκηνὴν παστάδα καὶ τράπεζαν, ἐν ᾗ
ἀφράστως σαρκωθεὶς ἐπανεπαύσατο.
Ἕτερος.
Δροσοβόλον μὲν τὴν κάμινον.
Συμφλεγόμενος
τῷ καύσωνι, τῷ ψύχει δὲ πηγνύμενος, ἐργάτα τῆς ἀρετῆς, τὴν ἐπίπονον καὶ
τραχεῖαν ὥδευσας ὁδόν, τρυφᾶν τὰ ἐπίπονα δοκῶν, καὶ ὑπὲρ μέλι αἰσθητὸν τούτοις
ἡδόμενος.
Τιναξάμενος
τοῦ σώματος τὴν ὕλην τὴν χαμαίζηλον, ἱδρῶσιν ἀσκητικοῖς ἐχρημάτισας, ὅλος νοῦς
προβλέπων ἐμφανῶς τὰ πόῤῥωθεν ὥσπερ τὰ ἐγγύς, καὶ ἐνθυμήσεις καὶ βουλάς,
ἐξερευνῶν καρδιῶν.
Ὥσπερ
πάλαι τὸν πρωτόπλαστον, δι’ Εὔας ὑπεσκέλισε δράκων ὁ δολιώτατος, σοὶ προσέβαλεε
γυναικείαις μάκαρ λαλιαῖς, ἐκκαύσας τὸ πῦρ τῶν ἡδονῶν, ἀλλὰ τῇ δρόσῳ τῶν εὐχῶν,
ἔσβεσας φλόγα παθῶν.
Θεοτοκίον.
Διὰ
Σοῦ Μῆτερ Παρθένε, φῶς ἀνέτειλε πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· ὁ γὰρ ἐν κόλποις τοῦ
Πατρὸς ἀχώριστος Υἱός, ἐκ Σοῦ σεσωμάτωται. Διὸ εὐλογημένη, γενεαῖς γενεῶν
πέφηνας.
ᾨδὴ η΄. Τὸν ἐν
καμίνῳ τοῦ πυρός.
Ἐκκαθαρθεὶς
ταῖς ἀρεταῖς, τῆς ψυχῆς τὸ ὀπτικόν, Λουκᾶ θεόφρον, δοξασθῆναι τὸν τόπον τοῦτον
προέφης ἐν σοί, καὶ νῦν δὲ ὁρῶντες τὴν ἔκβασιν, σὲ μακαριοῦμεν εἰς πάντας τοὺς
αἰῶνας.
Σήμερον
ἄγει ἑορτήν, τῶν πιστῶν πᾶσα πληθύς, ἐν τῇ σῇ μνήμῃ, καὶ φωτίζεται πᾶς τις,
πιστῶς προσψαύων τῶν σῶν λειψάνων τῇ θήκῃ, καὶ τέρπεται καὶ δοξολογεῖ τὸν
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἵνα
κηρύξῃς ἐμφανῶς, τοῖς ποθοῦσί σε σοφέ, οἵοις στεφάνοις κατεστέφθης ποικίλως,
παρὰ τοῦ πάντων Θεοῦ, ποικίλων ὅτε μετετίθεσο, ὤφθης ἀναπέμπων στιλπνότητας
χαρίτων.
Θεοτοκίον.
Νενοσηκότα
με δεινῶν, ἀπὸ πλήθους ῥυπαρῶν πράξεων Κόρη, καὶ τυφλώττοντα ὅλως, καὶ
ἀπολλύμενον Παρθένε, φώτισον ὑγίανον σῶσον Θεοτόκε, ἵνα Σε μεγαλύνω.
Ἔτερος. Ἐκ φλογὸς
τοῖς Ὁσίοις.
Νοεροῖς
παρεβλήθης μάκαρ στρατεύμασιν, ἀκατάπαυστον φέρων, Θεῷ τὴν αἴνεσιν· ὅθεν ἐπὶ
γῆς ἠξιώθης ἐργάζεσθαι, θαύματα τὰ ξένα, εἰ δόξαν τοῦ Δεσπότου.
Τὴν
μὲν πρᾶξιν ἐφάνης πάντων ὑπέρτερος, ταπεινὸς δὲ τὴν γνώμην, πάνυ καὶ μέτριος,
πρᾶος ἱλαρός, τοῖς συνοῦσιν ἡδύτατος, καίτοι τὴν τραχεῖαν, ὁδεύων ἀνενδότως.
Οὐκ
ἐχράνθη κιβδήλοις λόγοις καὶ πράξεσιν, ἐσημάνθης δὲ μᾶλλον θείοις διδάγμασι,
λείαν τὴν ψυχήν, καὶ εὐθῆ παρασχόμενος, πνεύματι τῷ θείῳ, καλλιγραφεῖν τὰ θεῖα.
Θεοτοκίον.
Καὶ
ὁ τόκος Σου Κόρη, θαῦμα παράδοξον, καὶ ἡ σύλληψις πάλιν ἄλλο τεράστιον, λόγος ὁ
τεχθείς, ἡ δὲ σύλληψις ἄσπορος· ξένον γὰρ τὸ θαῦμα ὑπάρχει Θεομῆτορ.
ᾨδὴ θ΄. Τῶν
γηγενῶν τίς ἤκουσε;
Σὺν
τοῖς Ἁγίοις Πάτερ συνδιάγων ἐν Παραδείσῳ, καὶ τῆς τρυφῆς τῆς ἀφράστου καὶ
θείαις αἴγλης πιπλάμενος, καὶ ἐντρυφῶν ταῖς ἀῤῥήτοις φωτοχυσίαις, μὴ λίποις
ἱκετεύων, ὑπὲρ τῶν σὲ μακαριζόντων ἐκ πόθου, Λουκᾶ Ὅσιε.
Ἐπὶ
τῆς γῆς οὐκ ἔστιν ὁ καλῶν σε θερμῶς ἀοίδιμε Λουκᾶ, καὶ ἀστοχῶς ἧς περ ἔχει
Πάτερ αἰτήσεως, καὶ διὰ τοῦτο συντρέχοντες χαρμοσύνως, τὴν σὴν δοξολογῦμεν
μνήμην, Χριστὸν τὸν σὲ δοξάσαντα μεγαλύνοντες.
Βράβευε
Πάτερ πᾶσι τὴν εἰρήνην, ταῖς σαῖς πρεσβείαις ἐκ Θεοῦ, τῇ Ἐκκλησίᾳ τῷ κόσμῳ, τῷ
πιστῷ ἄνακτι, καὶ τῇ τιμῶσῃ σε ταύτῃ ἐκ πόθου ποίμνῃ, ἣν καὶ συμμετασχεῖν σοι,
τῶν ἀγαθῶν τῆς οὐρανίου Βασιλείας καθικέτευε.
Θεοτοκίον.
Ὡς
ἐκλεκτὴν Παρθένε, ὡς ὡραίαν Σε καλλονὴν τοῦ Ἰακώβ, ὁ ὡραιότατος λόγος, ἁγνὴ
εὑράμενος, ἐκ Σῆς νηδύος ἀφράστως ὑπέδυ σάρκα, μὴ τρέψας τὴν οὐσίαν, ὃν ὡς Θεὸν
δοξολογοῦντες, Σε πίστει μακαρίζομεν.
Ἕτερος. Θεὸν
ἀνθρώποις ἰδεῖν.
Λαὸς
καὶ δῆμος ὁ σὸς εὐφραίνεται, τὴν σῆν ὁρῶν, ἐτήσιον πανήγυριν λάμπουσαν, καὶ
συμφώνως ᾠδαῖς ἀγαλλόμενος, μέλπει τὰς ἀριστείας, ᾄδει τὰ θαύματα, ὕμνους
ἐξυφαίνει σοι, Λουκᾶ θεομακάριστε.
Ἑλλὰς
ἀγάλλου πᾶσα καὶ χόρευε, κέρας ἰδοὺ ἠγέρθη σωτηρίας σοι πάντιμον, ὁ θεόφρων
Λουκᾶς καὶ θεσπέσιος, βάλλων τοὺς ἀντιπάλους, θραύων τὰ θραύοντα, λύων τὰ
λοιμώδη τῶν παθῶν, βάλλων τοὺς ἀντιπάλους.
Ὁ
φῶς καὶ δόξαν Θεοῦ θεώμενος, καὶ ἐξ Αὐτοῦ θεούμενος μεθέξει, θεόληπτε, τοῖς ἐν
πίστει εὐθείᾳ τὴν ἁγίαν σου μνήμην ἐπιτελοῦσιν, ἵλεν ποίησον τὸν κοινὸν
Δεσπότην, καὶ Θεὸν τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Σαρκὸς
προσλήψει, πάχος ἐνδύεται, ἐκ Σοῦ ἁγνὴ ὁ Πλάστης καὶ Θεὸς πάσης κτίσεως, καὶ
ὠλέναις ταῖς Σαῖς περιγράφεται, θρόνοις ὁ θρόνον ἔχων πάντα τὰ τάγματα, καὶ τὰ
Χερουβὶμ καὶ τὰ Σεραφίμ, καὶ μηδαμοῦ χωρητός.
Ἐξαποστειλάριον.
Τῶν μαθητῶν ὁρώντων σε.
Ἐν τῇ εὐσήμῳ μεταθέσει, τοῦ
θεοφόρου πάντες Λουκᾶ προθύμως, ᾄσμασιν ἐνθέοις ἐπευφρανθῶμεν, καὶ τῷ Σωτῆρι
κράξωμεν· ταῖς τοῦ Ὁσίου πρεσβείαις, ἐλέησον τοὺς Σοὺς δούλους.
Ἕτερον. Ὁ οὐρανὸν
τοῖς ἄστροις.
Ὁ τῆς ἐρήμου πολίτης, καὶ
δᾳδοῦχος ἑσπερίων, λουκᾶς προτρέπεται πάντας, πνευματικῶς ἑορτάσαι, τὴν ἱερὰν
αὐτοῦ μνήμην, πιστοὶ συνδράμωμεν πόθῳ.
Καὶ τὸ τῆς
ἑορτῆς.
Αἶνοι. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, τῶν ἀγαθῶν ἡ σορός, τῶν ἀρετῶν ὁ
πανευώδης παράδεισος, ἁγνείας τῆς θείας γνώμων, τῆς σωφροσύνης κανών, τὸ τῆς
ἀπαθείας ἐνδιαίτημα, γραφὴ δυσανάγνωστος, ἀκραιφνοῦς ταπεινώσεως, τῆς
ἀκριβείας, ἡ εἰκὼν ἡ θεόγραφος, τῆς ἁπλότητος ἡ βαθεῖα διάνοια· χαίροις,
μακαριώτατε Λουκᾶ, καὶ τοῦ πόθῳ σου, τὴν τῶν ἁγίων λειψάνων ἐπιτελοῦντας
μετάθεσιν, πολλῶν διασώζεις, περιστάσεων πρεσβεύων, καὶ μέγα ἔλεος.
Χαίροις, τῆς αἰωνίου χαρᾶς ὁ
κληρονόμος, καὶ τῆς ἄνω λαμπρότητος, ὁ μύστης τῶν ἀποῤῥήτων τῆς ἀϊδίου ζωῆς,
τῶν σεπτῶν Ἀγγέλων ὁσ υνόμιλος, Θεοῦ τῆς τραπέζης, ὁ κοινωνὸς καὶ συνέστιος,
τῶν Ἀποστόλων, τῶν Μαρτύρων ὁμόστεφος, τῆς ἐλλάμψεως τῶν Ὁσίων ὁ μέτοχος,
πάντων τῶν ἀπ’ αἰώνων τε, Δικαίων ὁμόσκηνος, θρόνῳ φωτὸς παραστάτης τῆς
Τρισηλίου Θεότητος, Λουκᾶ, ᾗ πρεσβεύεις, ταῖς ψυχαῖς ἡμῶν δωρηθῆναι τὸ μέγα
ἔλεος.
Χαίροις, τῶν θλιβόμενων χαρά, τῶν
εὐθυμούντων ἐγκρατείας ὑπόμνησις, πεινώντων τροφή, καὶ πόμα τῶν σὲ διψώντων
ἡδύ, καὶ ψυχῆς τραυμάτων, ἐμῆς ἴαμα, χηρῶν ὁ προστάτης, τῶν ὀρφανῶν ὁ
ὑπέρμαχος, τῶν θλιβομένων ἡ μερὶς ἡ εὐρύχωρος, τῶν τὸν Κύριον φοβουμένων ὁ
μέτοχος, ἄρχων τῆς ὁμηγύρεως, ἡμῶν θεοπρόβλητος, τῶν νοητῆς ἀπ’ Αἰγύπτου, εἰς
οὐρανοὺς ἀπαιρόντω δέ, τὴν σὴν θείαν κόνιν, εὐλαβῶς συγκομιζόντων, Λουκᾶ
μακάριε.
Χαίροις, ὁ εὐγενὴς ἀληθῶς, τῆς
γενεᾶς τῶν ἐκζητούντων τὸν Κύριον, πτωχείᾳ καὶ εὐτελείᾳ, καὶ ἀσθενείᾳ σαρκός,
καὶ ἀρνήσει κόσμου, καὶ νεκρώσει παθῶν, ζωῆς ἐπ’ ἐλπίδι τῆς ἀϊδίου καὶ
κρείττονος, δι’ ἣν καὶ σῶμα, καὶ ψυχὴν ἀρνησάμενος, ὅλως γέγονας, τοῦ
καλέσαντος ἄξιος, πάντων δὲ ὑπεράξιος τῶν νῦν καὶ τῶν πώποτε, οἳ γένει, δόξῃ
καὶ πλούτῳ καὶ ψευδόμενοι κομπάζουσι Λουκᾶ, δωρηθῆανι τοῖς τιμῶσί σε πρεσβεύων
τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ.
α΄.
Τὸ ἐμπιστευθέν σοι τάλαντον, παρὰ
Χριστοῦ καλῶς ἐργασάμενος, Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων
φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀῤῥωστήματων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος
ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διὸ σὲ ἱκετεύομεν, ὦ Λουκᾶ θαυματουργέ, τὴν
εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Δοξολογία Μεγάλη
καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἄλλος παμφαής, ἐφέστηκε ἡμέρα, ἡ
τοῦ εὐκλεοῦς λειψάνου σου, τρισμάκαρ, ἡ ἱερὰ μετάθεσις καὶ τιμία, ἥνπερ πιστῶς
παννηγυρίζομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου