ΑΠΡΙΛΙΟΣ Γ΄.
ΙΩΣΗΦ ΥΜΝΟΓΡΑΦΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἐκ
φυλλάδος τῆς Μ. Λαύρας & Ἀποστόλου Παπαχρήστου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Ἐπέλαμψεν
ὡς σέλας ἡμῖν, ἡ πάνσεπτος πανήγυρις τοῦ Ἁγίου Ὑμνογράφου Ἰωσήφ· διὸ πιστοὶ
προθύμως συνέλθωμεν, καὶ τοῦτον, ᾄσμασι θείοις καταστέψωμεν.
Κινύρα
παναρμόνιος σύ, καὶ σάλπιγξ εὐηχέστατος, καὶ κιθάρα κρουομένη ταῖς πνοαῖς τοῦ
θείου Παρακλήτου, σὺ εἶ βοῶμεν Πάτερ, ὦ Ἰωσὴφ ἡμῶν τὸ καύχημα.
Μακάριοί
ἐσμεν οἱ ἐν γῇ, πλουτοῦντες τὰ σὰ ᾄσματα, τὰ θεόπνευστα, γλυκαίνοντα ἡμῶν, τὸν
νοῦν καὶ τὴν καρδίαν, καὶ φῶς θεογνωσίας, πᾶσι παρέχοντα σοφὲ Ἰωσήφ.
Εἰσέδυς
εἰς τὸν γνόφον σοφέ, τοῦ Πνεύματος καὶ ἤντλησας, θεῖον πλοῦτον, ὃν παρέδωκας
ἡμῖν· διὸ Δαυΐδ σε ἄλλον καὶ λύραν ἀφυπνοῦσαν, ἐξ ἁμαρτίας ἡμᾶς ἔγνωμεν.
Δόξα.
Ἦχος β΄.
Σήμερον
σκιρτῶμεν ἐν Πνεύματι, Χριστιανῶν τὰ πλήθη, Ἰωσὴφ γεραίροντες χρεωστικῶς σὴν
μνήμην, Πατέρων ἀγλάϊσμα, φωστὴρ τῆς Ἐκκλησίας.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σάλπιγξ
εἶ ἠχηρά, φωνὴ Θεοῦ τοῦ Λόγου, παμμάκαρ Ὀρθοδόξους, σώζων καὶ καταράσσων,
αἱρέσεων φρυάγματα.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κόσμον
καταλιπών, Χριστῷ συνήφθης μάκαρ, ᾯ πρέσβευε σωθῆναι, τοὺς πίστει ἐκτελοῦντας,
ὦ Ἰωσὴφ τὴν μνήμην σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Νόσοις
οἱ χαλεπαῖς, καὶ πταίσμασι παντοίοις, κυκλούμενοι ἐν πίστει, τῷ Ἰωσὴφ ἰάσεις,
προσπίπτοντες λαμβάνομεν.
Δόξα.
Τριαδικόν.
Δεῦτε
οἱ γηγενεῖς, λατρεύσωμεν ἐν ὕμνοις, Πατέρα καὶ Υἱόν τε, καὶ Πνεῦμα λόγοις
θείοις, τοῦ Ἰωσὴφ ἑπόμενοι.
Καὶ
νῦν. Θεοτοκίον.
Χαῖρε
τῶ οὐρανῶν, ὑψηλοτέρα χαῖρε, παστὰς τοῦ Λόγου νύμφη, ἀνύμφευτε Μαρία, χαῖρε
πιστῶν διάσωσμα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
γ’. Τὴν ὡραιότητα.
Τὸ δωδεκάχορδον τοῦ Λόγου ὄργανον, τὴν παναρμόνιον λύραν τῆς
χάριτος, τὸ Ὑμνογράφον Ἰωσὴφ τιμήσωμεν ἐπαξίως, οὗτος γὰρ ἀνύμνησε, μελιχροὶς
μελωδήμασι, Πνεύματι κινούμενος, τῶν Ἁγίων πᾶν σύστημα. Μεθ' ὧν καὶ ἱκετεύει
ἀπαύστως, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Δόξα.
Ἦχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ Σου.
Τὸν πάνσοφον Ἰωσὴφ καὶ σεβάσμιον, τιμήσωμεν οἱ πιστοὶ τὸν
τιμήσαντα, τοὺς τοῦ Δεσπότου γνησίους θεράποντας, ἐν ᾠδαῖς θεοφθόγγοις, ψαλμοῖς
τε καὶ ᾄσμασιν, ἵνα πρεσβεύῃ Χριστῷ τῷ Θεῷ, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ
τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος,
καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὀσίου δευτεροῦντες αὐτά. Ἦχος β΄. Ὅτε ἐκ τοῦ
Ξύλου.
Ἦρας,
ἐπὶ ὤμων τὸν σταυρόν, καὶ συνεσταυρώθης τῷ κόσμῳ, καὶ ἠκολούθησας, ἴχνεσι τοῦ
Κτίσαντος, ἐκ τοῦ μὴ ὅντος τὸ πᾶν, Θεοῦ λόγου ὡς ἔφησε, στοργὴν τὴν ἐν βίῳ,
πάσαν τε προσπάθειαν, ἀποσεισάμενος· ὅθεν, ἀρεταῖς διαλάμψας, πράξεσί τε θείαις
πρὸς λῆξιν, αἰωνίαν Πάτερ ἐσαββάτισας.
Σάλπιγξ,
ἀνεδείχθης μυστική, πρὸς πνευματικὴν ὑμνωδίαν, πάντας προτρέπουσα, λίρα τε
θεόκρουστος τὰς θείας φάλαγγας, εὐφημοῦσα δοξάζουσα, ἁπάντων Ἁγίων, καὶ τὰ
τούτων τρόπαια, τρανῶς κηρύττουσα, σὺ γὰρ ἐκ πηγῶν σωτηρίου, ἄβυσσον ἐξήντλησας
λόγων, τοῦ Θεοῦ τὸν οἶκον καταρδεύουσα.
Ὤφθης,
θησαυρὸς τῶν ἀρετῶν, πάντας τοὺς ἐν βίῳ Κυρίῳ εὐαρεστήσαντας, πόθῳ
πυρπολούμενος ἀναζητῶν καὶ ὑμνῶν, ἱεροῖς μελῳδήμασι, καὶ τούτων ἐν πίστει, θεῖα
κατορθώματα συνεκμιμούμενος, ὧνπερ κοινωνὸς χρηματίσας, τῶν ἐνθέων τρόπων
ἐδείχθης, καὶ τῆς ἀπολαύσεως συμμέτοχος.
Δόξα.
Ἦχος πλ. β΄.
Πνευματικῶς
συνελθόντες σήμερον πιστοί, τῶν ὑμνογράφων τὸ καύχημα, καὶ πνευματικὸν ἡμῶν
τροφέα, ἐν ᾠδαῖς ᾀσμάτων Ἰωσὴφ εὐφημήσωμεν. Οὗτος γὰρ τὸν σταυρὸν αὐτοῦ, ἐπ’
ὤμων ἀράμενος ἠκολούθησε τὸν Χριστόν, καὶ τὰς ἁγίας εἰκόνας προσκυνεῖν ἡμᾶς
ἐξεπαίδευσεν· ὅθεν ἐν φυλακαῖς καὶ ἐξορίαις δι’ αὐτὰς ὁμιλήσας, Ὀρθοδοξίας
στῦλος ἐχρημάτισε· διὸ καὶ ὁ Σωτήρ, Ὃς τοὺς δοξάζοντας Αὐτὸν οἶδεν δοξάζειν,
διὰ τοῦ θείου Βαρθολομαίου καὶ σεπτοῦ Ἀποστόλου, τὸ τῆς ποιήσεως χάρισμα αὐτῷ
ἐδωρήσατο. Αὐτῷ καὶ ἡμεῖς βοήσωμεν, οἱ φωτισθέντες δι’ αὐτοῦ· ὡς παῤῥησίαν πρὸς
Χριστὸν κεκτημένος, μετὰ τῶν Ἁγίων οὓς ἀνύμνησας, ἱκέτευε δωρηθῆναι ἡμῖν τὸ
μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α΄.
Ἀγάλλεται
σήμερον, ἡ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς Ἐκκλησία, καὶ εὐφροσύνης ἱμάτιον ἐνδεδυμένη,
ἐν κυμβάλοις τε καὶ ψαλμοῖς δαυϊτικοῖς, Ἰωσὴφ τοῦ ὑμνογράφου, τὴν φωτοφόρον
πανήγυριν ἑορτάζει. Ἡ μὲν ἐν οὐρανοῖς θριαμβεύουσα, ἐν ὑπερκοσμίοις σκηνώμασι,
τὴν ψυχὴν αὐτοῦ κεκτημένη, καὶ τὰς θεοπνεύστους πρὸς αὐτὴν ᾠδὰς αὐτοῦ δεξαμένη,
τὴν τρισάγιον μετ’ αὐτοῦ καὶ φρικτὴν μελῳδίαν, ἀκαταπαύστως τῇ Τριάδι ἐπάδει· ἡ
δὲ ἐπὶ γῆς στρατευομένη, ταῖς θεοφθόγγοις ᾄσμασιν αὐτοῦ ἀεὶ τρεφομένη, καὶ ἐπ’
αὐτοῖς στηριζομένη, τὴν ὁδὸν τὴν σωτήριον ἀσφαλῶς ἀνατρέχει. Διὰ τοῦτο πρὸς
αὐτόν, οἱ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, ἐν μιᾷ τῇ φωνῇ βοήσωμεν· τὸ τῶν Πατέρων
καύχημα, καὶ ὑμνογράφων ἀκρότης, χαίροις Ἰωσὴφ παμμακάριστε.
Ἦχος
β΄.
Δεῦτε
πάντες σήμερον πιστοί, ἐν προθυμίᾳ πολλῇ συνελθόντες, καὶ τὸν ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐκλάμψαντα, Ἰωσὴφ τιμήσωμεν τὸν ἀοίδιμον. Οὗτος γὰρ ἐν κακουχίαις τε
καὶ φυλακαῖς, καὶ ὑπερορίαις ὁμιλήσας, καὶ τὴν Ὀρθόδοξον πίστιν κρατύνας, τὴν
παναγίαν αὐτοῦ ψυχήν, τῷ Σωτῆρι παρέθετο· διὸ καὶ ἡμεῖς, οἱ ἀντιλήπτορα αὐτὸν
κεκτημένοι, καὶ παντοίαις θλίψεσι καὶ ἀσθενείαις, καὶ ταῖς ἀνάγκαις τοῦ βίου
κυκλούμενοι, πρὸς αὐτὸν ἀπὸ ψυχῆς ἐκβοήσωμεν· ὁ τῶν δαιμόνων τὰς πλοκὰς
διαλύσας, καὶ μετὰ Ἁγίων τῆς ἀδιαδόχου χαρᾶς ἀεὶ μετέχων, καὶ ἡμᾶς σὺν σοὶ
καταξίωσον εἶναι εἰς τοὺς αἰῶνας.
Ἦχος
γ΄.
Ἔχει
ὁ οὐρανὸς ἀστέρας αὐτὸν φαιδρύνοντας, ἔχει δὲ καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τὰς ᾠδάς
σου ἀοίδιμε αὐτὴν φωταγωγοῦσας. Ὢ τοῦ θαύματος! Ἰωσὴφ εἰπὲ ἡμῖν, πῶς αὐτὰς
εὐκόλως ἐλάλεις, ἢ πῶς αὐτὰ κατέγραψας; ὡς ὑπ’ ἄλλου τινὸς αὐτὰς ἐδιδάσκεσο, τὸ
Πνεῦμα γὰρ τὸ Ἅγιον ἔσχες λαλοῦν ἐν σοί· διὸ νῦν τῇ Τριάδι παριστάμενος, καὶ
τοὺς ὑμνητάς σου ἐποπτεύων, τῶν πταισμάτων τὴν ἄφεσιν αἴτησαι, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος
δ΄.
Ὢ
τοῦ παραδόξου θαύματος! ἐν τῷ κόσμῳ Πάτερ οἰκῶν, καὶ τὸ σῶμά σου ἔτι φορῶν, τῶν
ἀσωμάτων Δυνάμεων ὁμοδίαιτος ἐχρημάτισας. Σὺ γὰρ ἐν προσευχαῖς καὶ νηστείαις,
χαμευνίαις τε καὶ ἀγρυπνίαις καὶ παννύχοις ἐν στάσεσιν, ἔξω σαρκὸς γενόμενος,
καὶ τὸν πολύμορφον ὄφιν, τῶν ἀρετῶν σου τοῖς βέλεσιν ἐθανάτωσας· ὅθεν καὶ πρὸς
Ὃν ἐπόθησας Δεσπότην ἀναδραμών, ταῖς λιταῖς σου Αὐτὸν ἡμῖν ἱλέωσαι, Ἰωσὴφ
παμμακάριστε.
Δόξα.
Ἦχος βαρύς.
Ἰδοὺ
Πάτερ Ἰωσήφ, σήμερον συνήλθομεν τὰ τέκνα σου, ἐν προθυμίᾳ καὶ χαρᾷ, τοῦ
ἑορτάσαι τὴν μνήμην σου, ἐν ὕμνοις πενιχροῖς ἀντὶ ἀπείρων τῶν σῶν, ὧν δέδωκας
ἡμῖν, τολμῶντες ὑμνοῦμέν σε καὶ βοῶμέν σοι· δέχου καὶ ἡμᾶς σοφὲ εὐφημοῦν τάς
σε, τῶν μοναστῶν ἡ καλλονή, τῆς Ἐκκλησίας καύχημα, τῶν ὑμνογράφων ἡ ἀκρότης,
καὶ ἡμῶν προστάτης θερμότατος· διὸ παριστάμενος Χριστῷ τῷ Θεῷ, Ἰωσὴφ
θεοδόξαστε, ἱκέτευε τοῦ σώζεσθαι τὴν ποίμνην σου ἄτρωτον.
Καὶ
νῦν. Θεοτοκίον.
Ὑπὸ
τὴν Σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς προσπεφευγότες βοῶμέν Σοι· Θεοτόκε
ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
Ἰωσὴφ πανόλβιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τῆς σαρκὸς τὸ
φρόνημα, ὑποτάξας τῷ Πνεύματι, καὶ τοῦ βελίαρ ὀφρὺν κατέβαλες, τῶν ἀσωμάτων
ὤφθης ἐφάμιλλος· ὅθεν δεξάμενος, τὴν σοφίαν ἄνωθεν τὴν θεϊκήν, πάσας
ἀπεμαύρωσας, αἱρέσεις Ὅσιε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάτερ
Ἰωσὴφ ἀοίδιμε, Ὀρθοδοξίας φωστήρ, Ἐκκλησίας διδάσκαλε, μοναζόντων καύχημα, καὶ
πιστῶν ἀγαλλίαμα, τῶν Ὀρθοδόξων τρέφεις συστήματα, τῇ θεοπνεύστῳ ὑμνογραφίᾳ
σου· ὅθεν οἱ δοῦλοί σου, κατὰ χρέος σπεύδοντες περιχαρῶς, σοῦ τὴν ἀεισέβαστον,
μνήμην γεραίρομεν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δεῦτε
συνελθόντες σήμερον, ἐν εὐφροσύνῃ ψυχῆς, καὶ νοὸς καθαρότητι, καὶ νεκροὶ τοῖς
πάθεσιν, Ἰωσὴφ τὸν σοφώτατον, ἐν θεοπνεύστοις ᾠδαῖς καὶ ᾄσμαις, καὶ ὕμνοις
θείοις αὐτῷ βοήσωμεν· Πάτερ σεβάσμιε, μέμνησο τῶν δούλων σου τῶν ἐν χαρᾷ, σοῦ
τὴν ἀεισέβαστον, τιμώντων κοίμησιν.
Δόξα.
Ἦχος πλ. δ΄.
Χριστιανῶν
τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Ἰωσὴφ Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ θεόφρον,
τιμᾶν τοὺς Ἁγίους ὡς δεῖ πάντες ἔγνωμεν. Μακάριος εἶ τὸν Χριστὸν ἀγαπήσας, καὶ
ἐχθρῶν διαλύσας τὰς φάλαγγας, Ἀγγέλων ὁμόσκηνε, Ἁγίων ἁπάντων συγκληρονόμε·
μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
γ’. Τὴν ὡραιότητα.
Τὸ δωδεκάχορδον τοῦ Λόγου ὄργανον, τὴν παναρμόνιον λύραν τῆς
χάριτος, τὸ Ὑμνογράφον Ἰωσὴφ τιμήσωμεν ἐπαξίως, οὗτος γὰρ ἀνύμνησε, μελιχροὶς
μελωδήμασι, Πνεύματι κινούμενος, τῶν Ἁγίων πᾶν σύστημα. Μεθ' ὧν καὶ ἱκετεύει
ἀπαύστως, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Δόξα.
Ἦχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ Σου.
Τὸν πάνσοφον Ἰωσὴφ καὶ σεβάσμιον, τιμήσωμεν οἱ πιστοὶ τὸν
τιμήσαντα, τοὺς τοῦ Δεσπότου γνησίους θεράποντας, ἐν ᾠδαῖς θεοφθόγγοις, ψαλμοῖς
τε καὶ ᾄσμασιν, ἵνα πρεσβεύῃ Χριστῷ τῷ Θεῷ, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ
τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος,
καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῆς
Ἐκκλησίας τὸν πυρσὸν δεῦτε πάντες, καὶ Παρακλήτου τὸ ἀσίγητον στόμα, τῶν
ὑμνογράφων πρύτανιν τιμήσωμεν πιστοί, Ἰωσὴφ τὸν πάνσοφον Ὀρθοδόξων προστάτην,
τῶν εἰκόνων πρόμαχον καὶ αἱρέσεων πλάνης, τὸν καθαιρέτην· οὗτος γὰρ Χριστόν,
καθικετεύει εὑρεῖν ἡμᾶς ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Πῶς
ἀνυμνήσωμεν ἁγνὴ Θεοτόκε, τοῦ Παντοκράτορος Σὲ πύρινον θρόνον, ἢ ὡς ἡμᾶς
ἐδίδαξεν ὁ θεῖος Ἰωσήφ, κράζοντες καὶ λέγοντες· χαῖρε κούφη νεφέλη, χαῖρε μῆλον
εὔοσμον καὶ ἀμάραντον ῥόδον, χαῖρε ἡ βίβλος ὄντως τῆς ζωῆς, σῷζε οὖν πάντας ἐν
ὥρᾳ τῆς κρίσεως.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη
Ἰωσήφ, ἡ Ἐκκλησία ἐπὶ σοί, καθάπερ ἄστρα οὐρανοῦ, ἀπολαβοῦσα σὰς ᾠδάς,
φωταγωγούσας λαμπρῶς πιστῶν διανοίας· ὅθεν ποταμὸν σὲ γινώσκομεν, Ἐδὲμ τῆς
νοητῆς ἐκπορευόμενον πηγὴν τὸ νέκταρ βρύουσα τὸ θεῖον, πόμα πιστῶν τὸ σωτήριον,
καὶ μανναδότην τρέφοντα πάντας, χρεωστικῶς· διὸ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Συναγάλλεται
ἁγνή, θεῖος χορὸς τῶν Προφητῶν, αὐτῶν προῤῥήσεις ἐπὶ Σοί, πέρας λαβούσας
καθορῶν· διό Σοι κράζει μεγάλῃ φωνῇ· ἰδοὺ τοῦ Ἰακὼβ κλῖμαξ καὶ ῥάβδος Ἀαρών,
θεῖόν τε ὄρος Ἀββακούμ, βάτος Μωσέως ἐν πυρί, ἰδοὺ ἡ πάντων Ἄνασσα, Υἱῷ αὐτῆς,
παρεστῶσα ὡς εἶδε Δαυΐδ, ἡμεῖς βοῶμέν Σοι· χαῖρε μόνη, εὐλογημένη εἰς τοὺς
αἰῶνας.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀνελθὼν
ἐν τῷ ὕψει τῶν ἀρετῶν, καὶ τὴν ἄνω σοφίαν παρὰ Θεοῦ, λαβὼν διεσάφησας, τῶν
Γραφῶν θεῖα δόγματα, πάντα ὑψοῖς δὲ σοῖς ὕμνοις πρὸς ἔνθεον ἔρωτα, ὑποδεικνύων
ἀρίστας ὁδοὺς κατανύξεως· ὅθεν καὶ Ἁγίων τὴν πληθὺν καταστέψας, ᾠδαῖς ταῖς
παννύχοις σου Ἰωσὴφ θεοδίδακτε, μεθ’ ὧν νῦν ἀγαλλόμενος, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Αἰσχυνθήτωσαν
πάντες οἱ ἀσεβεῖς, καὶ εἰς ᾅδην πεμφθήτωσαν ἀγαθή, Θεοῦ μὴ γινώσκοντες, Σὲ
Μητέρα πανύμνητε. Σὺ γὰρ ἀσπόρως τέτοκας ἡμῖν τὸν φιλάνθρωπον, τὸν σὺν Πατρὶ
καὶ Πνεύματι Χριστὸν προσκυνούμενον· ὅθεν Θεοτόκον, καὶ παρθένον εἰδότες,
πιστῶς Σὲ γεραίρομεν, τὴν Χριστοῦ βίβλον ἔμψυχον, καὶ συμφώνως βοῶμέν Σοι·
πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, καὶ γὰρ δύνασαι
ὅσα θέλεις ποιεῖν Θεονύμφευτε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Σήμερον
ἡ Ἐκκλησία πᾶσα, χαίρει καὶ ἀγάλλεται, ἐν τῇ σεπτῇ σου μνήμῃ Πάτερ, καὶ
χρεωστικῶς σε γεραίρει, τὰ ζωηρά σου ᾄσματα ἐν κόλποις κατέχουσα, καὶ βοᾷ σοι
μεγάλῃ τῇ φωνῇ· θεράπον Χριστοῦ, Ἰωσὴφ θεοφώτιστε, μὴ διαλλίπῃς πρεσβεύων, ὑπὲρ
τῆς ποίμνης σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς τυχούσης Ἑορτῆς καὶ τοῦ Ὁσίου.
ᾨδὴ
α΄. Ἦχος β΄. Δεῦτε λαοί.
ᾈσματικῶς,
τὸν ὑμνογράφον τιμήσωμεν, οἱ τὰ αὐτοῦ μελίῤῥυτα ᾄσματα ᾄδοντες, Ἰωσὴφ ὡς ἐξ
ὕμνων εἰς ὕμνους αἰωνίους μεταναστεύσαντα.
Ὡς
Προφητῶν καὶ Ἀποστόλων τὸ κήρυγμα, πᾶσαν τὴν γῆν κατέλαμψεν, οὕτως οἱ ὕμνοι
σου, τῶν χειλών τὸν κόσμον, πρὸς δόξαν τοῦ τῶν ὅλων Θεοῦ ἐγείρουσιν.
Ἐξ
ἀγκαλῶν ἀνατεθεὶς Ἰωσὴφ τῷ Χριστῷ, ἀσκητικῶς ἐβίωσας, ὅθεν χαρίσμασι, σὲ
πεπλούτικε θείοις, ἐλπίδι καὶ ἀγάπῃ καὶ πίστει ἐιλικρινεῖ.
Θεοτοκίον.
Σὲ
Προφητῶν, πάλαι ὁ θεῖος κατάλογος, πύλην Θεοῦ προήγγειλε καὶ ὄρος ἅγιον,
Θεοτόκε Παρθένε, τῶν θείων Ἀθλοφόρων τὸ ἐγκαλλώπισμα.
ᾨδὴ
γ΄. Στερέωσον ἡμᾶς.
Ἁγνείας
ἐρασθεὶς Θεὸν ἱκέτευσας, ὀρέξαι μεσίταις προσκεχρημένος, τοῖς ἀλήπταις καὶ
πατράσι σου καὶ τετύχηκας Πάτερ, τῆς ἐλπίδος σου.
Ἀγάπης
ἐναργοῦς δεικνύων γνώρισμα, καὶ οἶκο καὶ πρᾶξιν καὶ τὴν σοφίαν, τὰ θεόθεν
δωρηθέντα σοι, ὥσπερ θύρας Ἰὼβ τοῖς πᾶσι ἤνοιξας.
Βαρβάρων
συσχεθεὶς χοροὶ πανόλβιε, ὡς πάλαι κατ’ Αἴγυπτον ὁ γενναῖος, Ἰωσὴφ μετὰ πίστεως
καὶ ἁγνείας τὸ δῶρον διετήρησας.
Θεοτοκίον.
Παράδεισος
τρανὸς ἐν μέσῳ ἔχουσα, τὸ ξύλον Παρθένε τῆς ἀφθαρσίας, Ἰησοῦν Χριστὸν τὸν
Κύριον, ἀπεγνώσθη διό Σε μακαρίζομεν.
Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὤφθης
πρᾷος ἥσυχος καὶ ταπεινόφρων, τρέμων θεῖα λόγια, τοῦ σοῦ Δεσπότου καὶ πληρῶν,
ὃς ἐν σοὶ Πάτερ ἐπέβλεψε, καὶ πρὸς τὰς ἄνω Μονὰς κατεσκήνωσεν.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Πάντας
εὔφρανας, Ἁγίους μάκαρ, τοῖς σοῖς ᾄσμασιν, ἐν γῇ πολεύων, ὥσπερ ὁμόσκηνος αὐτῶν
καὶ ἐφάμιλλος· ὅθεν αὐτοῖς εὐφραινόμενος πάντοτε, στεφηφορῶν ἀνακράζεις τῷ
κτίσαντι· Ἅγιος Ἅγιος Ἅγιος εἶ ὁ Θεός ἡμῶν· ᾯ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Σῷζε
πάναγνε, τοὺς ἐν ἀνάγκαις, καὶ αῖς θλίψεσι, χειμαζομένους, καὶ ἐκ δεινῶν
ἐπερχομένων κινδύνων ἡμᾶς, καὶ τῆς μελλούσης κολάσεως λύτρωσαι, ταῖς πρὸς Υἱόν
Σου θερμαῖς παρακλήσεσιν, ἵνα κράζομεν· χαῖρε Θεόνυμφε Δέσποινα, Σὺ εἶ ἡμῶν
ἁπάντων ἡ βοήθεια.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Διακρίσεως
γνώμονα καὶ μοναστῶν σε σύμμετρον κανόνα, ὁ Χριστὸς ἀνέδειξε Πάτερ Ὅσιε.
Ταπεινώσεως
γέφυραν, τὴν σεαυτοῦ ὑπέδειξας θεόφρον, πολιτείαν φέρουσαν πρὸς τὴν ὄντως ζωήν.
Προλαβὼν
ἐμακάρισε, σὲ ὁ Δεσπότης Πάτερ ὡς διδόντα, ἐν καιρῷ τοῦ λόγου τὸ σιτηρέσιον.
Θεοτοκίον.
Φῶς
ἐπέφανας Κύριε, τοῖς ἐν νυκτὶ καὶ σκότει τῶν πταισμάτων, ἐξ ἁγνῆς Παρθένου
κυοφορούμενος.
ᾨδὴ
ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Οὓς
ἐπὶ γῆς ἐνδημῶν, Ἁγίους ὕμνησας πιστῶς Ὅσιε, τούτοις συνών, νῦν καὶ ἐπακούων,
τῶν ὕμνων μετ’ ἀυτῶν, ἀγάλλη δοξάζων ἀπαύστως τὸν Κύριον.
Πρὸς
τὴν μετάνοιαν, καὶ ἐξαγόρευσιν σοφὲ ἅπαντας, ἕλκων σαυτῶ ὑπέγραψας πᾶσαν αἰτίαν
προσευχάς, Θεῷ ἀναφέρων τυχεῖν συγχωρήσεως.
Ὅλον
τὸν βίον σου, ταῖς τῶν Ἁγίων ἀσχολῶν πράξεσιν, ὡς ἀληθῶς ἔμπορος ἐγένου, ὡς
λίθους τιμίους καὶ λόγους καὶ πράξεις, αὐτῶν ἐξωνούμενος.
Θεοτοκίον.
Ῥῦσαι
ἡμᾶς πειρασμῶν, καὶ καταιγίδος λογισμῶν ἄχραντε, πάσης ὀργῆς πάσης ἁμαρτίας,
λοιμοῦ τε καὶ λιμοῦ καὶ τῆς αἰωνίου Παρθένε κολάσεως.
ᾨδὴ
στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἡ
ποικίλη πληθὺς τῶν ᾀσμάτων σου, ὡς ἐν στερεώματι τῇ Ἐκκλησίᾳ Χριστοῦ ἀστροφανῶς
ἐκλάμπουσα, νυσταγμὸν ἀπελαύνεις ψυχόλεθρον.
Ἡ
τοῦ λόγου σου ἔντευξις ἥδιστα, τοῖς κατὰ ψυχὴν ἀθυμοῦσι πανόλβιε, οἷά τις
σπόγγος ἅπασαν, ἀφαιρῶν τὴν κατήφειαν πέφυνεν.
Τοῖς
λιμώττουσι λόγον σωτήριον, καὶ σωματικαῖς πλησθεῖσι κακώκεσι, τῆς καταλλήλου
Ὅσιε, θεραπείαις ἀφθόνως μετέδωκας.
Θεοτοκίον.
Ἐν
ὁδῷ με τοῦ βίου πλανώμενον, καὶ ταῖς ἀνοδίαις συχνῶς περιπίπτοντα, τῆς ἁμαρτίας
Δέσποινα, μετανοίας πρὸς τρίβους ὁδήγησον.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτὴ
εὐφρόσυνος, τῇ οἰκουμένῃ ἐπέστη, ἐν τῇ μνήμῃ σήμερον, τοῦ ὑμνογράφου Ἰωσήφ,
οὗτος γὰρ ὥσπερ κιθάρα τοῦ Παρακλήτου, ἔστεψεν ᾠδαῖς ᾀσμάτων πληθὺν Ἁγίων, ὡς
ὁμόσκηνον δὲ τούτων καὶ τῆς Τριάδος, ὡς λάτριν τιμήσωμεν.
Ὁ
Οἶκος.
Ποίοις
ὕμνοις τιμήσωμεν, ποίοις ᾄσμασι μέλψωμεν, ποίαις ᾠδαῖς μακαρίσωμεν σήμερον, τῆς
Ἐκκλησίας ὄντα τὸ στήριγμα, καὶ ὑμνογράφους πάντα ὑπερβάντα τοῖς ὕμνοις, Ἰωσὴφ
τὸν θεόπνευστον πιστοί; Οὗτος γὰρ τὸν σταυρὸν αὐτοῦ ἐπ’ ὤμων ἀράμενος, τὸν
Χριστὸν εἰλικρινῶς ἠκολούθησε, καὶ ὑπὲρ τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως
ἀγωνισθεὶς ἐν φυλακαῖς καὶ ἐξορίαις, θλίψεσι καὶ ὑπερορίαις, τὸν Δεσπότην
ἐδόξασεν· ὅθεν καὶ ἐξ ὕψους τὸ τῆς ποιήσεως χάρισμα κομισάμενος, ἐν ἀπείροις
ᾠδαῖς τὴν πληθὺν τῶν Ἁγίων κατέστεψε. Κατὰ χρέος οὖν αὐτὸν καὶ ἡμεῖς, ὡς
ὁμόσκηνον δὲ τούτων, καὶ τῆς Τριάδος ὡς λάτριν τιμήσωμεν.
Συναξάριον.
Τῇ
Γ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὑμνογράφου
Ζῶντος
Θεοῦ σὺ θεῖος ὑμνητὴς Πάτερ,
Ἐγὼ δὲ σοῦ θανόντος ὑμνητὴς νέος.
Ἐγὼ δὲ σοῦ θανόντος ὑμνητὴς νέος.
Οὗτος
ὁ θεῖος Πατὴρ ἦν ἐκ Σικελίας, Πλωτίνου καὶ Ἀγάθης υἱός. Φυγὼν δὲ τὴν τῆς
πατρίδος αὐτοῦ αἰχμαλωσίαν ὑπὸ τῶν βαρβάρων καὶ ἐκεῖθεν ἐκ τόπου εἰς τόπον
μεταβὰς κατήντησεν εἰς Κωνσταντινούπολιν, ὅπου καὶ θλίψεις ὑπέμεινε διὰ τὸν
εὐσεβῆ ὑπὲρ τῶν εἰκόνων αὐτοῦ ζῆλον. Τελέσας δὲ ὁσίως τὸν δρόμον τῆς ζωῆς καὶ
ἄριστος ᾀσματογράφος χρηματίσας, ἐκοιμήθη ἐν Κυρίῳ, μετὰ τῷ 866ῳ ἔτει. Ὁ Ἰωσήφ,
ἐξεπόνησε πᾶσαν σχεδὸν τὴν Παρακλητικήν, καθὼς καὶ πλείστους τῶν ᾀσματικῶν
κανόνων τῶν Μηναίων, διὰ ταῦτα ἐπονομάζεται κατ’ ἐξοχὴν ὑμνογράφος.
Τῇ αὐτῇ ἡμέρα,
Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ
Νικήτα, ἡγουμένου τῆς Μονῆς τοῦ Μηδικίου ἐν Μουδανίοις
Ῥυσθεὶς
βίου Νικήτας, ὡς στρουθὸς πάγης,
Πτεροῖς νοητοῖς ἵπταται πρὸς τὸν πόλον.
Πτεροῖς νοητοῖς ἵπταται πρὸς τὸν πόλον.
Οὗτος ὁ ἀοίδιμος Πατὴρ ἡμῶν Νικήτας, ποθήσας ἐκ βρέφους τὴν
ἐγκράτειαν καὶ παρθενίαν, ηὐλίσθη ἐν ὄρεσι πάσης ἀρετῆς, καὶ ἀνετράφη ἐν πόλει
τῆς ἡσυχίας καὶ ὑψώθη ἀμφοτέρωθεν. Λόγῳ δὲ θείῳ κυβερνώμενος, θεῖος οἰκονόμος
ἐδείχθη καὶ πιστὸς ἱερεύς· ἐξωσθεὶς δὲ τῆς ποίμνης παρὰ τῶν Εἰκονομάχων, ὡς τῶν
θείων Εἰκόνω προσκυνητής, ἐξορίαις
πικραῖς ὑποβάλλεται, καὶ ἐν πᾶσιν εὐχάριστος ἀναδειχθεὶς καὶ δόκιμος ἀγωνιστής,
ἅπασαν ψυχόλεθρον ἀπάτην τῶν θεομάχων κατέπτυσε καὶ πολλοὺς τῇ προτροπῇ καὶ
ταῖς παραινέσεσιν αὐτοῦ Μάρτυρας ἀπειργάσατο· ὅθεν καὶ διπλᾶς τὰς λαμπάδας
ἀνάψας τῆς ὁμολογίας καὶ ἀσκήσεως, διπλοῦς καὶ τοὺς στεφάνους ἐκ χειρὸς Κυρίου
ἐδέξατο, πρὸς Αὐτὸν μεταστὰς καὶ ἀναπαυσάμενος.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ἐλπιδηφόρος, ξίφει τελειοῦται.
Ξίφους
ἀληθὴς Μάρτυς Ἐλπιδηφόρος,
Θεὸν φέρει ἄψευστον εὐελπιστίαν.
Θεὸν φέρει ἄψευστον εὐελπιστίαν.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δίου, Βυθονίου καὶ Γαλύκου
Βαλὼν
κεράμῳ δυσσεβὴς Δίου κάραν,
Ὡς σκεῦος αὐτὴν συντρίβει κεραμέως.
Ὁ Βυθόνιος εἰς βυθὸν βεβλημένος,
Τὴν κλῆσιν εὗρεν εἰς προφητείαν τέλους.
Δηχθεὶς ὁδοῦσι Γάλυκος τῶν θηρίων.
Θηρὸς νοητοῦ τοὺς ὀδόντας συντρίβει.
Ὡς σκεῦος αὐτὴν συντρίβει κεραμέως.
Ὁ Βυθόνιος εἰς βυθὸν βεβλημένος,
Τὴν κλῆσιν εὗρεν εἰς προφητείαν τέλους.
Δηχθεὶς ὁδοῦσι Γάλυκος τῶν θηρίων.
Θηρὸς νοητοῦ τοὺς ὀδόντας συντρίβει.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Ἰλλυριός
ὁ ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ
Μυρσιῶνος, Ἰλλυριέ, πρὸς πόλον,
οὐχ ὡς ὁ Χριστὸς ἐξ Ἐλαιῶνος φέρῃ.
οὐχ ὡς ὁ Χριστὸς ἐξ Ἐλαιῶνος φέρῃ.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγία παρθενομάρτυρος Ἀγάπης
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Παῦλος ὁ Ῥώσος ὁ
ἀπελεύθερος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1683, ξίφει
τελειοῦται
Προς
Παύλον έσχε κοινά κλήσιν και ξίφος,
Παύλος νέαθλος ούτος, ος Pώσσος πέλει.
Παύλος νέαθλος ούτος, ος Pώσσος πέλει.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Νεκταρίου τοῦ Μπεζέτσκ
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σεραφείμ τῆς Βιρύτσας τοῦ Ῥώσσου
Τῇ
αὐτῇ ἡμέρα, ἡ Σύναξις τῆς
Ὑπεραγίας Θεοτόκου τοῦ Ἀμαράντου Ῥόδου.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ῥήτορες ἀνεδείχθησαν.
Ἔσπευσας
καὶ μεθ’ ὕπνον θανάτου, κεκαλυμμένους τῆς ψυχῆς τοὺς ὀφθαλμούς σου μὴ ἔχειν,
συμμελῳδεῖς γὰρ ὕμνοις τοῖς ψάλλουσι· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεός,
εὐλογητὸς εἶ.
Στέφανον
μαρτυρίου κομίζῃ, ὡς μακαρίσας ἐμμελῶς, χοροὺς Μαρτύρων ἀπείρους καὶ ἀσιγήτως
Πάτερ συμωάλλεις αὐτοῖς· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ἴαμα
ἁμαρτίας μεγάλας, ὡς καταπαῦον ἣν σοφῶς ἐξομολόγησιν ἔθου, τοῖς μελῳδοῦσι Πάτερ
τοὺς ὕμνους σου, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ
ἡμῶν Θεός, εὐλογητὸς εἶ.
ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Φωτός
Σου Θεοτόκε Παρθένε, καθαρωτάταις ἀστραπαῖς, τὴν σκοτισθεῖσαν ωυχήν μου, ταῖς
πονηραῖς δεινῶν παραβάσεσι, φωταγώγησον πύλη οὖσα τοῦ φωτός, ὅπως ὑμνολογῶ Σε.
ᾨδὴ
η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὥσπερ
παρόδιον σκηνήν, τὴν παροῦσαν ἀληθῶς ζωὴν γινώσκων, τῆς ἀφθάρτου λαβέσθαι
διηγωνίσω σοφέ, ἐντεῦθεν σεπτὰ ἀσκητήρια, πλεῖστα ἀνεδείμω, ψυχῶν εἰς σωτηρίαν.
Μετὰ
τοῦ πράου τὸ εὐθές, καὶ τὸ πνεύματι πτωχὸν ἔχων ἀνδρείαν, ἐπεδείκνυσο πᾶσαν,
ὥστε μὴ μόνο σαυτόν, στηρίζειν δουλεύειν τῷ κτίσαντι, Πάτερ ἀλλὰ πάντας καὶ
τοὺς σὲ καθορῶντας.
Τὸ
ἀμνησίκακον τὸ σόν, καὶ ἡ χύσις τῆς ἀγάπης σου τρισμάκαρ, τὴν εἰκόνα παρίστου
νοῦ φιλανθρώπου Χριστοῦ, πρὸς Ὅνπερ ἀνενδότως ἔμελπες, σὲ ὑπερυψοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὢ
μυστηρίου φοβεροῦ, ὢ ἀκούσματος φρικτοῦ πῶς ἡ Παρθένος, ἀποῤῥήτῳ ἑνώσει
ὁμοιωθέντα ἡμῖν, τὸν Λόγον τίκτει διαμένουσα, ὥσπερ πρὸ τοῦ τόκου ἁγνὴ εἰς τοὺς
αἰῶνας.
ᾨδὴ
θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τῶν
ἀρετῶν τὰς ἰδέας, ὡς πυξίῳ ἐγγράψας, τῇ καθαρᾷ ψυχῇ σου πρακτικῶς, πᾶσιν Ἁγίοις
ἀπένειμας, καταλλήλως ἑκάστῃ, τῶν ἀρετῶν καὶ ὕμνους εὐαγῶς, ἀξιόδεκτον φέρων ἐξ
ἔργων καὶ τὸν ἔπαινον.
Αἱ
τῶν Ἀγγέλων χορεῖαι, Ἀποστόλων ὁ κλῆρος, ἡ Θεοτόκος σὺν τῷ Βαπτιστῇ, τῶν
Προφητῶν ὁ κατάλογος, ἱερέων αἱ τάξεις, σὺν ἀσκηταῖς Μαρτύρων στρατιαὶ Ἰωσὴφ
ἀντιμέτροις, ἐπαίνοις σὲ νῦν στέφουσιν.
Τῶν
λογικῶν σου θρεμμάτων, μνημονεύειν μὴ παύσῃ, ἀλλ’ ὥσπερ ζῶν προΐστασο σοφέ,
οὕτως ζωὴν πρὸς τὴν ἄληκτον, μεταστὰς μὴ ἐλλίπῃς, σωματικῶν παθῶν καὶ ψυχικῶν,
ἐξαιρούμενος Πάτερ, ταῖς πρὸς Χριστὸν δεήσεσιν.
Θεοτοκίον.
Ὑπὲρ
ἡμῶν δυσωποῦσα, τὸν Υἱόν Σου μὴ παύσῃ, Παρθένε τὸν φιλάνθρωπον Θεόν, Σὲ γὰρ
ἐλπίδα κεκτήμεθα, καὶ τῇ Σῇ προστασίᾳ λυτρούμεθα κινδύνων, καὶ παθῶν καὶ
πταισμάτων, καὶ νόσων οἱ πίστει Σε δοξάζοντες.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Φῶς ἀναλλοίωτον.
Διὰ
τὰς θείας Εἰκόνας, Χριστοῦ καὶ πάντων Ἁγίων, σὺ φυλακὰς ἐξορίας, θλίψεις
ὑπέστης Ἰωσήφ· ὅθεν Χριστὸν ἐκδυσώπει, ἡμᾶς ἐκ πλάνης ῥυσθῆναι, τοὺς σὲ πιστῶς
εὐφημοῦντας.
Ἕτερον.
Ἦχος β΄. Τοῖς Μαθηταῖς.
Τίς
τῶν Ἁγίων Ἅγιε οὐκ ἐστέφθη σοῖς ὕμνοις, Ἀπόστολοι σὺν Μάρτυσιν, ἢ Ἀγγέλων οἱ
δῆμοι, Προφῆται καὶ Ἱεράρχαι, Ὅσιοι σὺν Δικαίοις· μεθ’ ὧν νῦν ἐπαγάλλῃ, σὺ
ἐποπτεύων μὴ παύσῃ, σοὺς ὑμνητάς, πενιχράν σοι ᾄδοντας μελῳδίαν, ὦ Ἰωσὴφ
θεόσοφε, σώζων ταῖς σαῖς πρεσβείαις.
Θεοτοκίον.
Δῶμεν
πιστοὶ τῷ Κτίσαντι πάντες μεγαλωσύνην, ὅτι ἡμῖν δεδώρηκεν Ἰωσὴφ πιστοῖς πᾶσι,
πνευματικὸν τροφοδότην τρέφοντα καθ’ ἑκάστην, τοῖς αὐτοῦ θείοις ᾄσμασιν, ἡμᾶς
καὶ νῦν ἱκετεύει τὸν ἀγαθόν, μετὰ τῆς πανάγνου καὶ Θεοτόκου, ἣν ἐκ ψυχῆς
ἀνύμνησεν, εἰρηνεῦσαι τὸν κόσμον.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὀρθοδοξίας
τὰ δόγματα κατεφύτευσας, ἐν τοῖς σεπτοῖς μηναίοις, καθ’ ἑκάστην ἡμέραν, ἀγῶνάς
τε καὶ νίκας σοφῶν ἀσκητῶν, καὶ Μαρτύρων θεόληπτε, κατὰ δαιμόνων δεινῶν καὶ
αἱρετικῶν· ὅθεν ἀξίως εὐφημοῦμέν σε.
Ἡ
μεγαλόφωνος σάλπιγξ λύρα παννύχιος, ἡ λιγυρὰ κινύρα, Παρακλήτου κιθάρα, αὐλὸς
ποιμενικὸς ὁ θέλγων ἡμῶν, ἀκοὰς καὶ νοήματα, σὺ εἶ θεόφρον Πατὴρ ἡμῶν Ἰωσήφ,
σῷζε τοὺς πίστει ἀνυμνοῦντάς σε.
Ἐπὶ
τῶν ὤμων σου ἄρας τὸν σὸν σταυρὸν Ἰωσήφ, ἐκ Σικελίας ἧκες, Κωνσταντίνου τῇ
πόλει, καὶ χάρισμα θεόθεν λαβὼν ὡς Δαυΐδ, ἀηδὼν καλλικέλαδος, πάντας εὐφραίνεις
σοῖς ὕμνοις ὡς δὲ ἀστήρ, φωταγωγεῖς τοὺς ἀνυμνοῦντάς σε.
Οἱ
ἐν βυθῷ τῶν πταισμάτων δεινοῖς καὶ θλίψεσι, καὶ συμφοραῖς τοῦ βίου, οἱ
κυκλούμενοι πίστει, προσέλθωμεν βοῶντες τῷ ὥσπερ χρυσός, ἐν χωνίῳ ἐκλάμψαντι·
μὴ ὑπερίδῃς τὰ τέκνα σου Ἰωσήφ, ἀλλὰ φθάσας ἡμᾶς στήριξον.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, βοήσωμεν φιλέορτοι, ἐν ᾠδαῖς καὶ ὕμνοις ἐπαγαλλόμενοι, ἐν
τῇ εὐσήμῳ πανηγύρει τοῦ θεοσόφου Πατρός. Βασιλεῖς καὶ ἄρχοντες συνελθέτωσαν,
καὶ τὴν θείαν χάριν πηγῶν ἐκ σωτηρίων ἐξαντλοῦντα, ᾄσμασι καταστέψαι τῶν Ἁγίων
πληθύν, μελῳδοῦντες ἐπαξίως ἀνυμνείτωσαν. Σοφοί τε καὶ διδάσκαλοι, τὸν θεϊκὴν
σοφίαν διδάσκοντα τοῖς πᾶσι, κατὰ χρέος εὐφημείτωσαν. Οἱ ἐν πλάνῃ τὸν ὁδηγόν,
οἱ ποιηταὶ τὸν προστάτην, οἱ μουσουργοὶ μελουργὸν τὸν θεῖον, τὸν ῥύστην οἱ ἐν φυλακαῖς,
τὴν ἀντίληψιν οἱ ἐν ἐξορίαις, οἱ ἀσθενοῦντες τὴν θεραπείαν, ἰσάγγελόν τε οἱ ἐν
ἀσκήσει, οἱ πάντες Ὀρθοδοξίας τὸ προπύργιον, μέγιστον ὑμνογράφον ἐγκωμιάζοντες
οὕτως εἴπωμεν· θεόπνευστε Πατὴρ ἡμῶν, πρέσβευε Ἰωσὴφ Χριστῷ, ῥυσθῆναι πάσης
ἀνάγκης ἡμᾶς, τοὺς τὴν μνήμην σου πόθῳ γεραίροντας.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῆς Τριάδος ὁ λατρευτής, καὶ τῆς Ἐκκλησίας, Ἰωσὴφ ὁ καθηγητής· χαίροις
μοναζόντων, ἀστὴρ καὶ ὑμνογράφων, ὁ πρύτανις σοφίας, τῆς θείας ἔμπλεως.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ
ὑμνογράφῳ Ἰωσὴφ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ πειρασμοῖς κινδυνεύοντες,
καὶ πρὸς αὐτὸν βοήσωμεν· παμμάκαρ Ἰωσήφ, σκέπε καὶ διάσωζε ἀπὸ πάσης ἀνάγκης,
κακῶν ἡμᾶς καὶ θλίψεων καὶ αἱρέσεων πάντας, ταῖς πρὸς Θεὸν πρεσβείαις σου σοφέ,
ἵνα ἐν πίστει ἀεί σε γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰωσήφ, δός μοι χάριν καὶ ῥῶσιν, Ἀποστόλῳ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάσεων πέλοντι τὴν πηγήν,
Θεῷ τῷ ὑψίστῳ παριστάμενος Ἰωσήφ, ἰάσεις πάρασχου τοῖς σοῖς δούλοις, ταῖς πρὸς
Αὐτὸν εὐπροσδέκτοις πρεσβείαις σου.
Ὡράθης ἀστὴρ ὥσπερ φαεινός,
φωτίζων τὴν θείαν Ἐκκλησίαν τῷ σῷ φωτί· διὸ σκοτισθέντα με πταισμάτων, ὦ Ἰωσὴφ
φωταγώγησον δέομαι.
Σωτῆρι τῶν ὅλων καὶ Ποιητῇ,
καὶ πάντων Δεσπότῃ παριστάμενος Ἰωσήφ, Αὐτὸν οὖν δυσώπει πᾶσι δοῦναι, τὴν σωτηρίαν
τοῖς δούλοις σου Ὅσιε.
Θεοτοκίον.
Ἡ πάναγνος Κόρη ἡ τὸν Θεόν,
ἀσπόρως τεκοῦσα ῥῦσαι πάντας ἐκ πειρασμῶν, ἡμᾶς καὶ πταισμάτων τοὺς ἐν πίστει,
Θεοῦ Μητέρα γινώσκοντας ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φοιτητάς
σου ἐξ ὕψους νῦν ἐφορῶν Ἅγιε, δέχου ἀνυμνοῦντάς σοι Πάτερ καὶ ἀνακράζοντας·
ῥῦσαι δεινῶν ἡμᾶς καὶ πάσης θλίψεως, ὅπως σὲ προστάτην ἅπαντες ἡμεῖς
γινώσκομεν.
Δίδου
κόσμῳ εἰρήνην ταῖς σαῖς εὐχαῖς Ὅσιε, παῦσον Ἐκκλησίας αἱρέσεις τε καὶ τὰ
σκάνδαλα, ἵνα χαρᾶς πολλῆς πάντες πλησθέντες βοῶμεν· χαῖρε Ἰωσὴφ σοφέ, ἡ
προστασία ἡμῶν.
Ὅλος
Πάτερ δεδούλωμαι, τοῖς δεινοῖς δαίμοσιν, ὅλως τούτων παίγνιον γέγονα, καὶ
περίγελως· διὸ ἐξάρπασόν με, σαῖς θερμαῖς ἱκεσίαις, Ἰωσὴφ Πατὴρ ἡμῶν, ἐκ τῶν
χειρῶν αὐτῶν.
Θεοτοκίον.
Σῷζε
πάντας Παρθένε, τοὺς Σοὶ πιστῶς κράζοντας· χαῖρε προστασία καὶ σκέπη, ἡμῶν καὶ
καύχημα· χαῖρε ἀνόρθωσις, τῶν πεπτωκότων εἰς χάος· χαῖρε θρόνε πύρινε, τοῦ
Παντοκράτορος.
Διάσωσον,
ἀπὸ δεινῶν καὶ κινδύνων σοὺς δούλους Πάτερ, ὅτι πάντες ὦ Ἰωσὴφ πρὸς σὲ
καταφεύγομεν, ὡς στήριγμα πάντων καὶ προστασίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν πλουτοῦμέν
σε Πατὴρ ἡμῶν, κλεινὲ Ἰωσὴφ βοῶντες καθικέτευε, τὸν Θεὸν καὶ Κύριον, λυτρωθῆναι
ἅπαντας ἐκ θλίψεων, καὶ ἐκ δεινῶν αἱρέσεων ἀεί, φυλάττεις γὰρ τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μολυσμὸς ἐγὼ γέγονα, γῆς τε
καὶ ἀέρος ταῖς ἁμαρτίαις μου· ὅθεν κάθαρόν με δέομαι, Ἰωσὴφ ταῖς θείαις
ἱκεσίαις σου.
Ὅλος φῶς ἐχρημάτισας, ὅλος
τῷ Θεῷ σοφὲ ἀνακείμενος· ὅθεν ὅλον με τοῖς πάθεσι, δουλωθέντα Πάτερ
ἐλευθέρωσον.
Ἵνα τύχωμεν Ὅσιε, τῆς σῆς
εὐφροσύνης πάντες ἱκέτευε, Ἰωσὴφ τὸν ὑπεράγαθον, δοῦναι τῶν πταισμάτων ἡμῖν
ἄφεσιν.
Θεοτοκίον.
Χαρὰ πέφηνας πάναγνε, πᾶσι
τὴν χαρὰν Χριστὸν κυήσασα· ὅθεν δέομαί Σου πλήρωσον, χαρᾶς αἰωνίου τὴν καρδίαν
μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνεσις σοφέ, οὐχ ὑπάρχει τῇ
καρδίᾳ μου, ἐξ ἀπείρων μου κακῶν καὶ δεινῶν· διὸ τὴν ἄνωθέν μοι, δὸς ἄνεσιν
δέομαι.
Ῥῶσι τοῖς πιστοῖς, πᾶσι
γέγονας Πατὴρ ἡμῶν, τῶν ψυχῶν αὐτοῖς ὁμοῦ καὶ σωμάτων, ὦ Ἰωσὴφ ἡμῶν, ἡ χαρὰ καὶ
τὸ καύχημα.
Ἵλεων ἡμῖν, τὸν Κριτὴν
Πάτερ ἀπέργασαι, ἐν τῇ ἐσχάτῃ ὥρᾳ Ὅσιε, ὅταν καθίσῃ κρίναι πάντας ὁ ἀδέκαστος.
Θεοτοκίον.
Νέον ὦ ἁγνή, τὸν Θεὸν ἡμῶν
ἐγέννησας, ὥσπερ παιδίον Ὃν ἱκέτευε, παλαιωθέντα τῇ ἁμαρτίᾳ, καινουργῆσαί με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κινδύνοις, περιπεσὼν
μακάριε, καὶ κακώσεσι ποικίλαις τοῦ βίου, καὶ ἐν δεινοῖς καὶ ἀνάγκαις ὑπάρχων,
ἐν ἀπορίᾳ καὶ ζάλῃ συνέχομαι· ἀλλ’ εὕροιμί σε βοηθόν, Ἰωσὴφ καὶ προστάτην καὶ
ῥύστην μου.
Ἀπόλλυμαι, ἐξ ἐμῆς
ἀμελείας, καὶ τοῦ πλήθους τῶν πολλῶν μου πταισμάτων, καὶ ἐπὶ γῆς ὁ πολύμορφος
ὄφις, ὥσπερ ἀνίατον βλέπει με Ὅσιε, καυχᾶται ἐπ’ ἐμοὶ σοφέ, Ἰωσήφ· διὸ
πρόφθασον σῶσόν με.
Ἰάσεων, τῇ πηγῇ δεῦτε
πάντες, τῇ Εἰκόνι τοῦ κλεινοῦ ὑμνογράφου, δράμωμεν νῦν οἱ ἐν νόσοις παντοίαις,
καὶ ἀνιάτοις δεινῶς κινδυνεύοντες, καὶ κράξομεν ὦ Ἰωσήφ· σῶσον ἡμᾶς ταῖς
πρεσβείαις σου.
Θεοτοκίον.
Ῥομφαίαν, τὴν κατ’ ἐμοῦ
στρεφομένην, τοῦ δεινοῦ ἀρχεκάκου βελίαρ, πρόφθασον νῦν καὶ ἀπόστρεψον Κόρη,
τὸν ὀλετῆρα αὐτοῦ ἡ κυήσασα, καὶ δεῖξόν με ὦ ἀγαθή, τῆς αὐτοῦ κακουργίας
ἀπρόσβλητον.
Διάσωσον,
ἀπὸ δεινῶν καὶ κινδύνων σοὺς δούλους Πάτερ, ὅτι πάντες ὦ Ἰωσὴφ πρὸς σὲ
καταφεύγομεν, ὡς στήριγμα πάντων καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν σῶν ὑμνητῶν
Πάτερ γέγονας, καὶ βοήθεια τῶν προστρεχόντων σοι πέφηνας, μὴ ἐλλίπῃς ἡμᾶς
φρουρῶν παμμάκαρ Ἰωσήφ· ἀλλὰ δὸς ἠμῖν πρὸς τὸν Θεόν, ὡς σὺ ἐκραύγαζες Αὐτῷ,
οὕτω καὶ νῦν βοᾶν ἡμᾶς σοφέ· τάχυνον ὡς οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς
τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς
τῷ Κυρίῳ, ὅλος ἐχρημάτισας, φῶς τῇ κατοικήσει ἐν σοὶ τοῦ Πνεύματος, Ἰωσὴφ
πάντιμε, ὑμνογράφων κλέος, Ὀρθοδόξων ἐγκαλλώπισμα, ἡμῶν τὸ στήριγμα, σῶζε οὖν
ἡμᾶς ταῖς πρεσβείαις σου, δεινῶν καῖ ἐξ αἱρέσεων, καὶ ἐχθρῶν ἀπείρων τὴν
ποίμνην σου, ἵνα ὡς προστάτην, ὑμνῶμέν σε σοφὲ διηνεκῶς, καὶ ἐν ἡμέρᾳ τῆς
Κρίσεως, βοηθόν σε ἔχωμεν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡραιώθης παμμάκαρ ταῖς
ὡραίου τῷ κάλλει Χριστοῦ μεθέξεσιν, ᾧ πρέσβευε ὡραίαν, τὴν δύσμορφον ψυχήν μου,
ἀπεργάσαι κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ προστάτης μου πέλεις
Ἰωσὴφ θεοφόρε σύ μου καὶ καύχημα, σὺ φύλαξ μου διώκτης, δαιμόνων τε καὶ πλάνης,
ἐξ ὧν ῥῦσαί με κράζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἵνα χαίρων θεόφρον ψυχικὴν
καὶ τοῦ σώματος δός μοι ἴασιν, πολίτην Παραδέισου, ποιήσας με τοῦ ψάλλειν, σὺν
σοὶ ὡς ἐκ σοῦ ἔμαθον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὸς Σὺ εἶ Παρθένε καὶ Θεοῦ
Μήτηρ· ὅθεν ναόν με ποίησον, Τριάδος ὑπερθέου, ἐν πίστει μελῳδοῦντα, τῷ ναῷ Σου
γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ σκανδάλων, ἀπὸ βελῶν
τοῦ δολίου, πολεμήτορος Ἰωσὴφ τρισμάκαρ, ῥῦσαί με ὑμνοῦντα, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ποῦ νῦν προσδράμω, ποίαν
παράκλησιν εὕρω ποῦ προσφύγω Ἰωσὴφ θεόφρον, εἰ μὴ πρὸς σὲ Χριστῷ, τῷ συνόντι
εἰς αἰῶνας.
Τριαδικόν.
Ὁ ἄναρχος, Πατὴρ Υἱὸς καὶ
τὸ Πνεῦμα, ταῖς λιταῖς Ἰωσὴφ τοῦ ὑμνογράφου, σῶσόν με ὑμνοῦντα, Σὲ Σῶτερ εἰς
αἰῶνας.
Θεοτοκίον.
Σὺ νέκρωσις ᾅδου, Σὺ σκέπη
τοῦ κόσμου, Σὺ νυμφὼν εἶ ὁλόφωτος Παρθένε, σῶσόν με ὑμνοῦντα, Σὲ Κόρη εἰς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τί δῶρόν σοι προσάξω, ἀνθ’
ὧν μοι ἐδωρήσω, ᾀσμάτων σῶν Ἰωσήφ, τῶν ὠθούντων με, πρὸς κατανύξεως τρόπους καὶ
θεῖον ἔρωτα.
Οἱ Ἅγιοι ἰδόντες, ἐν
οὐρανοῖς ἐλθόντα, οἱ ὑπὸ σοῦ ὑμνηθέντες ὑπήντησαν, σὲ Ἰωσὴφ μεθ’ ὧν σκέπε καὶ
φρούρει ἅπαντας.
Λιταῖς σου Ἐκκλησία,
ὁμόνοιαν εἰρήνην, τῇ οἰκουμένῃ καὶ βίου διόρθωσιν, ὦ Ἰωσὴφ δὸς τοῖς πίστει σοὶ
καταφεύγουσιν.
Θεοτοκίον.
Ὑμνῶ Σε ἀσιγήτως, ἐν πίστει
μεγαλύνω, τὰ μεγαλεῖά Σου Κόρη ὥς μοι ὑπέδειξεν, ὁ Ἰωσὴφ μεθ’ οὗ σῷζε πάντας
πανύμνητε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Λύραν παναρμόνιον τοῦ
Πατρός, Υἱοῦ τὴν κινύραν, καὶ τοῦ Πνεύματος τὸνα ὐλόν, Ἰωσὴφ τὸν θεῖον, ὡς
μύστην τῆς Τριάδος, καὶ ὑμνογράφον πάντες, ὕμνοις τιμήσωμεν.
Χαίροις τῆς Τριάδος ὁ
λατρευτής, καὶ τῆς Ἐκκλησίας, Ἰωσὴφ ὁ καθηγητής· χαίροις μοναζόντων, ἀστὴρ καὶ
ὑμνογράφων, ὁ πρύτανις σοφίας, τῆς θείας ἔμπλεως.
Σκέπε Πάτερ Ὅσιε Ἰωσήφ,
τοὺς ἐν ἐξορίαις, ἐν κινδύνοις καὶ φυλακαῖς, σῷζε ἀνιάτων, πληθὺν καὶ ἐκ
δαιμόνων, δεινῶς ἐνοχλουμένους, θείαις πρεσβείαις σου.
Χαίροις Σικελίας γόνος
λαμπρός, καὶ βασιλευούσης, ὁ ἀσύλητος θησαυρός· χαίροις Ἐκκλησίας, τὸ καύχημα
τὸ μέγα, ὦ Ἰωσὴφ τρισμάκαρ, σκέπε τοὺς δούλους σου.
Χαίροις Ὀρθοδόξων ἡ
ἀστραπή, καὶ τῶν κακοδόξων, καθαιρέτης καὶ ὀλετήρ· χαίροις τῶν Εἰκόνων,
ὑπέρμαχος διώκτης, εἰκονομάχων χαῖρε, ὦ Ἰωσὴφ σοφέ.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, σοὶ προσπίπτομεν
θερμῶς, Πάτερ Ἰωσὴφ οἱ κινδύνοις, καὶ ἁμαρτίαις πολλαῖς, δεινῶς βυθιζόμενοι καὶ
οἱ ὀχλούμενοι, ἐκ δαιμόνων καὶ ἄῤῥωστοι, ἀνίατοι ὄντες, πάντες οἱ ἐν θλίψεσι,
καὶ ἐκβοῶμέν σοι· δὸς ἡμῖν ἑκάστῳ τὴν λύσιν, καὶ ἐκ δεξιῶν Χριστοῦ στῆναι,
πάντας καταξίωσον ἀοίδιμε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου