Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 22. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΝΑΘΑΝΑΗΛ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΒ΄!!
ΝΑΘΑΝΑΗΛ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ἀποστόλου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ναθαναὴλ τὸν θεόπτην καὶ μαθητὴν τοῦ Χριστοῦ, ὡς τῶν ἀῤῥήτων μύστην, καὶ Ἀπόστολον μέγαν, ὑμνήσωμεν συμφώνως τῷ γὰρ φωτί, τῆς τοῦ Λόγου σαρκώσεως, καταυγασθεὶς τὴν καρδίαν ἔγνω σοφῶς, ἐν Χριστῷ νόμου τὴν πλήρωσιν.

Τὸν κατὰ νόμον Μωσέως ἄμεμπτον βίον σου, ὁ νομοδότης Λόγος, προσηκάμενος ἔφη· Ἴδε Ἱσραηλίτης ἐν ᾧ ἀληθῶς, οὐδαμῶς δόλος εὕρηται· ἀλλὰ δυσώπει ἀπαύστως Ναθαναήλ, φωτισθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐκ Ναζαρὲτ προελθεῖν τι ἀγαθὸν δύναται; Ναθαναὴλ ἐβόα, τῷ Φιλίππῳ καλοῦντι· ἀλλ’ αἴγλῃ τῆς τοῦ Λόγου μαρμαρυγῆς, τελεσθεὶς ἔνθους ἔκραζε· Σὺ Βασιλεὺς ῥαββὶ πέλεις τοῦ Ἱσραήλ, Σὺ Υἱὸς Θεοῦ συνάναρχος.

Δόξα. Ἦχος πλ. β΄.
Μωσαϊκῶν ἀντεχόμενος λόγων, τῶν ἐν αὐτῷ τὸ συμπέρασμα, εὐσεβεῖ διανοίᾳ διέγνωκας. Τὸν γὰρ δι’ αὐτῶν αἰνιγματωδῶς λαλήσαντα, ὑπέρθεον Λόγον κατηξιώθης θεάσασθαι, τῆς καθ’ ἡμᾶς ἐπειλημμένον φύσεως. Καὶ τοῖς ἴχνεσιν Αὐτοῦ ἀκολουθήσας, πάντα ὑφ’ ἓν παρωσάμενος, τῆς οἰκονομίας Αὐτοῦ τὸ μυστήριον, ἱερῶς ἐμυήθης· ὅθεν, ὡς Ἀπόστολον Χριστοῦ, καὶ μαθητῶν καὶ ὑποφήτην, καὶ τῶν Αὐτοῦ παθημάτων μάρτυρα, Ναθαναὴλ τιμῶντές σε βοῶντες· μὴ παύσῃ πρεσβεύειν τῷ σῷ Διδασκάλῳ δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 3-9)
Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι ( εἰ δέον ἐστί ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.




Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 13-19)
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 11-24)
Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.


















Λιτή. Ἦχος α΄.
Ὁ τοῦ Σωτῆρος Ἀπόστολος, καὶ τῶν Αὐτοῦ μυστηρίων διάκονος, Ναθαναὴλ ὁ θεόσοφος, εἰς εὐφροσύνην θείαν, ἡμᾶς προτρέπεται. Δεῦτε οὖν φιλέορτοι, ἐν καθαρῷ συνειδότι, τῶν αὐτοῦ ἀναβάσεων μυηθῶμεν τὰς ἐλλάμψεις· ὁλικῇ γὰρ διαθέσει, ἀνανεύων πρὸς Θεόν, ἐν τῇ ἐκφάνσει τῆς χάριτος, τὸ ἐν αὐτῇ ὑπέρτιμον κλέος, θεουργικῶς ἀπηνέγκατο· διὸ καὶ τῷ Σωτῆρι ἐβόα· Σὺ εἶ ῥαββί, ὁ Υἱὸς τοῦ Θεοῦ· Σὺ εἶ ὁ Βασιλεὺς τοὺ Ἰσραήλ, ὁ σαρκωθεὶς δι’ οἶκτον ἀμέτρητον, ἵνα σώσῃς τοὺς βοῶντας· Κύριε δόξα Σοι.

Ὁ αὐτός.
Μυσταγωγῶν σε Χριστός, Ἀπόστολε, τὴν ἐν μυστηρίῳ κεκρυμμένην σοφίαν, καὶ τῆς Αὐτοῦ ἐπιγνώσεως, ἐκκαλύπτων τὸν λόγον, ὡς προγνώστης ἐβόα σοι· Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πρὸ τοῦ σὲ Φιλίππου φωνῆσαι, καὶ ἠγάσθην τὸν τρόπον σου· εἶδόν σε ἐκδεχόμενον, ἐν τῇ σκιᾷ τοῦ νόμου, τὸν δοτῆρα τοῦ νόμου, πότε ἥξει, καὶ τῆς ψυχῆς σου τὴν ἔφεσιν, ὠς ὀσμὴν εὐωδίας ἐδεξάμην· ἐθεασάμην σε προσμένοντα τὸν Νυμφίον τῶν ψυχῶν, καὶ τὴν σπουδήν σου ἀμειβόμενος, πρὸς μαθητείαν καλῶ σε οὐράνιον· δεῦρο ἀκολούθει μοι, μετὰ πάντων κράζων· Κύριε δόξα Σοι.

Ὁ αὐτός.
Αὐτόπτης καὶ συνέστιος, συγκοινωνὸς καὶ σύμμορφος, τοῦ μέχρι καὶ δύλου μορφῆς κενωθέντος, ἐχρημάτισας Ἀπόστολε. Σὺν Αὐτῷ γὰρ διαιτώμενος, συνδιάγων καὶ συνοδοιπορῶν, τῆς αἰωνίου ζωῆς τὰ ῥήματα, παρ’ Αὐτοῦ ἐπαιδεύθης· ἔνθεν τὸ ἑκούσιον πάθος Αὐτοῦ, καὶ τὴν τριήμερον Ἀνάστασιν, τὰς πολλαπλὰς ἐμφανίσεις, καὶ εἰς ὕψος Ἀνάληψιν, Ναθαναὴλ ἐθεάσω· ὄντως μακάριος σὺ εἶ, ὅτι εἶδες καὶ ἤκουσας, ἃ Προφῆτες πολλοὶ καὶ Δίκαιοι, ἐπεθύμησαν ἰδεῖν καὶ ἀκοῦσαι. Ἀλλ’ ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος δ΄.
Τοῦ Εὐαγγελίου τῆς εἰρήνης, κήρυξ καὶ διδάσκαλος, τοῖς ἐσκοτισμένοις ἔθνεσιν, ἀνεδείχθης Ἀπόστολε. Τὴν γὰρ ἐπαγγελίαν τοῦ Πατρός, γλωσσωπυρσεύτως φοιτήσασαν δεξάμενος, ὡς λαμπὰς ἐξῆλθες, τῆς σωτηρίας κηρύττων τὸν λόγον. Καὶ τῶν μὲν εἰδώλων τὴν ἀπάτην κατενέπρησας, τῶν δὲ βροτῶν τὰς ἀγέλας, υἱοὺς φωτὸς ἀνέδειξας· διὸ ἀξίως δεδόξασαι, Ναθαναὴλ τοῖς καμάτοις σου.

Καὶ νῦν. τῆς Ἑορτῆς.















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ναθανὴλ ἱερέ, ὁ καταλλήλως σεαυτὸν γυμνασάμενος, καὶ νόμῳ παιδαγωγήσας, καὶ στοιχειώσας τὸν νοῦν, πρὸς δοχὴν τῆς νέας μάκαρ χάριτος· διὸ καὶ ὡς ἤκουσας, τοῦ Φιλίππου βοῶντός σοι· ἔρχου καὶ ἴδε, ὅτι ἤδη ἐπέφανεν, Ὃν προήγγειλαν, ἀπ’ αἰῶνος οἱ Δίκαιοι· Τούτῳ εὐθὺς προσέδραμες, καὶ ὤφθης ἀνάπλεως, τῆς παρ’ Αὐτοῦ ἀγλαΐας, καὶ ἀρχιφώτου ἐλλάμψεως. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις, Ναθανὴλ ἱερέ, ὁ μυστολέκτης τῆς τοῦ Λόγου κενώσεως, τὸ στόμα τῶν ἀποῤῥήτων, τῆς ἀφθαρσίας κρατήρ, ὁ κιρνῶν τοῖς πᾶσι ζωῆς νάματα· τὸ κλῆμα τὸ εὔφορον, ὁ τὸ βότρυν τῆς χάριτος, ἀεὶ προβάλλον, καὶ ἰὸν τὸν τοῦ ὄφεως, τὸν πανώλεθρον, ἐξ ἡμῶν ἐκκρουόμενον· ὄργανον τὸ θεόφθογγον, τῆς θείας σαρκώσεως, τῶν οὐρανίων δογμάτων, λύρα λαμπρὰ καὶ πανεύσημος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Χαίροις, Ναθανὴλ ἱερέ, ὁ τῆς ἀπάτης ἐκριζώσας τὴν ἄκανθαν, τῷ λόγῳ τῷ τμητικῷ σου, ὡς μαθητὴς τοῦ Χριστοῦ, ἐκ τῶν δεξαμένων τὸ σὸν κήρυγμα, καὶ σπόρον τὸν ἔνθεον, γεωργήσας Ἀπόστολε, ἐν ταῖς καρδίαις, τῶν πιστῶν θείῳ Πνεύματι· ὁ τοῖς πόνοις σου, καὶ τοῖς ἄθλοις καὶ σκάμμασι, πάθος καὶ τὴν Ἀνάστασιν, δοξάσας τοῖς ἔθνεσι, λαμπρῶς τοῦ σοῦ Διδασκάλου, παρ’ οὗ ἀξίως δεδόξασαι, θαυμάτων δυνάμει, καὶ πλουσίων ἰαμάτων, ταῖς διαδόσεσι.

Δόξα. Ἦχος β΄.
Τὸν τῆς εὐσεβείας φωστῆρα, καὶ τοῦ Χριστοῦ αὐτόπτην καὶ Ἀπόστολον, τῶν εὐπρεπῶν ἠθῶν τὸν λαμπαδοῦχον, καὶ τῆς Ἐκκλησίας θεμέλιον ἄῤῥητον, Ναθαναὴλ τὸν θεόφρονα, αἰνέσωμεν λέγοντες· χαίροις,τ ῆς ἐν Χριστῷ ἀναπλάσεως ὑφηγητὴς πρακτικώτατος, καὶ κήρυξ διαπρύσιος· χαίροις, τῆς ἀσεβείας διῶκτα ἰσχυρότατε, καὶ τῆς ἐν καινότητι ζωῆς, φυτοκόμε πανάριστε· χαίροις, ὁ τῶν παθῶν τοῦ Κυρίου σύμμορφος, καὶ τῆς Βασιλείας Αὐτοῦ, κληρονόμος καὶ σύσκηνος· ἧς καὶ ἡμᾶς ἀξίωσον, θεοδέκτοις ἱκεσίαις σου.

Καὶ νῦν. τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸς θεασάμενος τὴν σὴν εὐθεῖαν ψυχήν, καὶ τρόπον τὸν ἔνθεον Ναθαναὴλ ἱερέ, ὡς Κτίστης ἐβόησεν· Ἴδε Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν· ὅθεν καὶ ὑπηρέτης, καὶ Ἀπόστολος θεῖος, τῆς τούτου παρουσίας ἐδείχθης τοῖς πέρασι.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ναζωραῖον Σωτῆρα ἰδεῖν ἠξίωσαι, ὡς ὁ Φίλιππος ἔρχου καὶ ἴδε εἴρηκεν, Ἰσραηλιτῶν δ’ ἀληθῆ τε καὶ ἄδολον, προσωνόμασε Χριστός, Ὃς εἶδέ σε, ὑπὸ συκῆν, μονώτατον ἐκεῖ ὄντα, Ναθαναὴλ Αὐτῷ εὔχου, σὺν σοὶ τὰ μείζω ἡμῖν δωρήσασθαι.
Καὶ νῦν. τῆς Ἑορτῆς.

Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἄστρον φαεινόν, ἐκ σκιᾶς τῆς τοῦ νόμου, ἐκλάμψας μυστικῶς, τῷ Ἡλίῳ τῆς δόξης, προθύμως προσεπέλασας, καὶ Αὐτοῦ τῆς κενώσεως, κήρυξ ἔνθεος, Ναθανὴλ θεηγόρε, καὶ Ἀπόστολος, θεοειδὴς ἀνεδείχθης· διὸ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Φωνῆς ἤκουσας, τῆς τοῦ Φιλίππου, καὶ προσέδραμες, Χριστῷ προθύμως, καὶ ἐν Τούτῳ νόμου ἔγνως τὸ πλήρωμα· ὅθεν Υἱὸν Θεοῦ Τοῦτον ἐκήρυξας, Ναθαναὴλ πτερωθεὶς τὴν διάνοιαν· καὶ νῦν πρέσβευε δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῇ πρωτῇ λαμπρότητι θεουργικῶς λειτουργῶν, φῶς δεύτερον πέφηνας φωτιστικὸν μεθεκτῶς, φωτίζων τὰ πέρατα, λόγοις θεοσεβείας, καὶ θαυμάτων δυνάμει, λύων τῆς ἀσεβείας, ζοφερὰν ἐξαπάτην· διὸ Ναθαναήλ σε οἱ πιστοί, ὕμνοις γεραίρομεν.
Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον, κατὰ Ἰωάννην. Ζήτει τῇ Παρασκευῇ τῆς Στ’ Ἑβδομάδος τοῦ Ἰωάννου.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀποστολικῷ ἐκλάμπων φωταυγείᾳ, ἀθλοφορικοὺς ἀγῶνας διήνυσας, Ναθαναὴλ ἱερώτατε· ὅθεν ἐν ἀμφοτέροις διαπρέπων, ἀξίως τῶν καμάτων σου, τὰ ἄνω Βασίλεια ἀπέλαβες. Πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.













Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου οὗ ἡ ἀκροστιχίς: Ναθαναὴλ ἔπαινον, εἰκότως πλέκω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Ναμάτων τοῦ Πνεύματος, πεπληρωμένος, σοφίας μοι βράβευσον, σταγόνα ἔνδοξε, Ναθαναὴλ ἱερέ, ὡς ἂν ὑμνήσω ἱερῶς, τὰς ἀριστείας σου.
Ἀμέμπτως τὴν τήρησιν, τῶν ἐν τῷ νόμῳ, νομίμων ποιούμενος, μισθὸν ἐπάξιον, ἐδέξω παρὰ Θεοῦ, τὸ προσελθεῖν τῷ Ἰησοῦ, ἐνανθρωπήσαντι.
Θεὸς σεσωμάτωται, πρόσελθε, δράμε, ὁ Φίλιππος ἔφη σοι, ᾯ καὶ πεπίστευκας, καὶ μαθητὴς εὐκλεής, καὶ κοινωνὸς θεοειδής, Αὐτοῦ γεγένησαι.
Ἀμέσως δεχόμενος, τὰς φωταυγείας, καὶ θείας λαμπρότητας, λαμπρὸν ὡς ἔσοπτρον, τοῦ Διδασκάλου Χριστοῦ, Ναθαναὴλ φωταγωγεῖς, κόσμου τὰ πέρατα.
Θεοτοκίον.
Ναὲ φωτοστόλιστε, σκηνὴ ἁγία, τοῦ πάντων δεσπόζοντος, σκεῦός με εὔχρηστον, τῆς ἐπινοίας Θεοῦ, δεῖξον Παρθένε Μαριάμ, τὸν προσφυγόντα Σοι.

ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Ἅπασαν σχέσιν ἀρνησάμενος, τῶν σοι προσηκόντων Ἀπόστολε, κατηκολούθησας Χριστῷ, ὡς τρωθεὶς τὴν διάνοιαν, ταῖς Αὐτοῦ κρυφίαις λάμψεσι, καὶ λόγων τῇ χάριτι.
Ἤδη τῇ Λόγῳ παρεπόμενος, κλήσει τοῦ Φιλίππου Ἀπόστολε, καὶ παρ’ Αὐτοῦ μαρμαρυγῆς, εἰσεφέξω τὴν ἔλλαμψιν, καὶ Υἱὸν Αὐτὸν ἐκήρυξας, Θεοῦ ἱερώτατε.
Λύων ψυχῆς σου τὸ ἀμφίβολον, ὁ φανεὶς σαρκὸς ὁμοιώματι, εἶδόν σε ὑπὸ τὴν συκῆν, ἐπεφώνει σοι ἔνδοξε, μείχων τούτων ὧν τεθέασαι, ὄψει γηθόμενος.
Θεοτοκίον.
Ἐκ τῶν αἱμάτων Σου σεσάρκωται, Λόγος τοῦ Θεοῦ ὁ ὑπέρθεος, καὶ τοὺς πεσόντας τῇ φθορᾷ ἀναπλάσας ἐθέωσε· διὰ τοῦτο εὐφημοῦμέν Σε, ἁγνὴ παναμώμητε.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μυηθεὶς Ἀπόστολε, τὰ ὑπὲρ λόγον, ὡς αὐτόπτης ἔνθεος, καὶ κοινωνὸς Χριστοῦ σεπτός, Ναθαναὴλ τὸ τῆς πίστεως, φῶς τοῖς ἐν σκότει, ὡς ἥλιος ἔλαμψας.
Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

ᾨδὴ δ’. Ἐν πνεύματι προβλέπων.
Προσῆλθες θεοφρόνως Χριστῷ Ναθαναήλ, καὶ Αὐτοῦ συνόμιλος καὶ μύστης εὐκλεής, κεκαθαρμένῃ διανοίᾳ ἀνεδείχθης, μυσταγωγούμενος τὰ θεῖα παραδόξως, παρ’ Αὐτοῦ τοῦ μόνου δεσπόζοντος.
Ἀφ’ ὕψους δεδεγμένος μεγαλοδωρεᾷ, τοῦ Πνεύματος τὴν χάριν ὡς γλῶσσαν τοῦ πυρός, τὴν τῶν εἰδώλων κατενέπρησας ἀπάτην, τοῖς πυριπνόοις σου διδάγμασι καὶ ἔργοις, φάνας τὸ σωτήριον βούλημα.
Ἰάσεις πρυτανεύων καὶ θαύματα τελῶν, καὶ διώκων πνεύματα ἀκάθαρτα φθογγῇ, τὰς τῶν ἐθνῶν ἀγέλας διὰ τῶν σημείων, πρὸς τὴν ἐπίγνωσιν ἐνῆγες τοῦ Σωτῆρος, οἷα μιμητὴς τούτου ἄριστος.
Νομίμοις τεθραμμένος ποτὲ Μωσαϊκοῖς, τὸν τοῦ νόμου πάροχον πληροῦντα ἐμφανῶς, τὰ ἐν ᾧ νόμῳ καὶ Προφήταις λαληθέντα, σάρκα λαβόντα κατιδεῖν κατηξιώθης, καὶ θερμῶς Αὐτῷ ἠκολούθησας.
Θεοτοκίον.
Ὀρέων αἰωνίων ὑπέρτερον Ἁγνή, καὶ δασὺ καὶ σύσκιον χαρίτων πυκασμῷ, ἀμφιλαφῶς Παρθένε ὄρος ἀνεδείχθης, σωματικῶς τὸν ὑπερούσιον τεκοῦσα, σώζοντα τοὺς Σὲ μεγαλύνοντας.


ᾨδὴ ε’. Τὴν σὴν εἰρήνην.
Νεκρῶν ἔργων ἀπέστησας, ὡς κήρυξ ζωῆς, τοὺς ἐδουλωμένους τῇ πλάνῃ Ἀπόστοολε, οὕσπερ σοφῶς καὶ προσενήνοχας, τῇ ἐλευθερίᾳ, τῆς νέας Διαθήκης.
Ἐγγύτητι ἑνούμενος, καὶ πόυῳ θερμῷ, τῷ σῷ Διδασκάλῳ Ναθαναὴλ πάντιμε, καὶ τῶν μυστηρίων, μύστης λαμπρὸς ἐγένου.
Ἱερουργῶν τοῖς πέρασιν, ἐν γλώσσῃ τερπνῇ, τοῦ Εὐαγγελίου τὴν χάριν Ἀπόστολε, τοὺς ἀνιέρους καθιέρωσας, ἐν ἀμέμπτῳ βίῳ, λατρεύειν τῇ τριάδι.
Θεοτοκίον.
Κατάρας ἐλυτρώθημεν, τῷ Σῷ τοκετῷ, καὶ τῆς εὐλογίας υἱοὶ ἀνεδείχθημεν, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, κεχαριτωμένη, Παρθένε Θεοτόκε.

ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Ὁ τοῦ Λόγου μαθητής, καὶ Ἀπόστολος κλεινός, ὁ τῶν ἄνω μυητής, ὁ σοφὸς Ναθαναήλ, ὑμνείσθω μοι, ὡς τῶν ἀῤῥήτων, στόμα θεόφθογγον.
Τῷ ἀρότρῳ τῶν σοφῶν, διδαγμάτων σου σοφέ, ἐγεώργησαι ψυχάς, χερσωθείσας χαλεπῶς Ἀπόστολε, τὴν θείαν γνῶσιν, καταβαλλόμενος.
Ὥσπερ ῥεῖθρον διαυγές, προελθὼν ἐκ τῆς Σιών, ἐξ ὑδάτων τῆς ζωῆς, πλημμυροῦν Ναθαναήλ, κατήρδευσας, τῆς οἰκουμένης, πάντα τὰ πέρατα.
Θεοτοκίον.
Σαρκωθεὶς ὁ Ἰησοῦς, ἐξ ἀχράντου γαστρός, διπλοῦς ὤφθη τοῖς ἐν γῇ, ὑποστάσιε ἐν μιᾷ, καὶ ἔσωσε, Παρθενομῆτορ, Ἀδὰμ τὸν ἔκπτωτον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Βασιλέα καὶ Δεσπότην τῶν ὅλων, ἐπειλημμένον τῆς βροτείας οὐσίας, ἐπὶ τῆς γῆς βαδίζοντα, τούτου τῇ λαμπρότητι, ἱερῶς κατηυγάσθης, Ναθαναὴλ ἔνδοξε, ᾧ καὶ πίστει ἐβόας· Σὺ Βασιλεὺς ἡμῶν ὦ Λυτρωτά, Σὺ τοῦ ἀνάρχου Πατρὸς Υἱὸς σύνθρονος.
Ὁ Οἶκος.
Πρὸς τὸν κλεινὸν Ναθαναήλ, Χριστοῦ τὸν μυστολέκτην , Φιλίππου τοῦ θεόπτου εἰρηκότος· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ Προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ· οὗτος ἔφη· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθόν εἶναι; ἀλλ’·  ἔρχου καὶ ἴδε, ἀκούσας, προσῆλθε τῷ Σωτῆροι, περὶ οὗ εἶπεν ὁ Χριστός· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐὔκ ἐστι· πίστευσον οὖν Ναθαναήλ, ὅτι πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα, ὑπὸ τὴν συκῆν εἶδόν σε, μείζω τούτων δὲ ὄψει. Ὁ δὲ ἔνθους ἐβόα· Σὺ εἶ, ῥαββί, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Σὺ τοῦ ἀνάρχου Πατρὸς Υἱὸς σύνθρονος.















Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὅς ἐστι Σίμων ὁ Ζηλωτής.
Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν,
τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν.
Εἰκάδι δευτέρᾳ Ναθαναὴλ ἐγγὺς Χριστοῖο ὤφθη.
Οὗτος ἦν ἀπὸ Κανᾶ, πόλεως τῆς Γαλιλαίας, ἔνθα ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν, εἰς γάμον κληθείς, μετὰ τῆς παναχράντου Αὐτοῦ Μητρός, τὸ πρῶτον θαῦμα ἐποίησε, τὸ ὕδωρ εἰς οἶνον μεταβαλών. Προσεδέχετο δὲ καὶ αὐτὸς τὴν παρουσίαν τοῦ Χριστοῦ, ὡς νομομαθής. Ὃν εὗρὼν Φίλιππος ὁ ἀπὸ Βησθαϊδᾶ, καὶ γινώσκων ὅτι προσδέχεται τὴν παρουσίαν τοῦ Χριστοῦ, μετὰ περιχαρείας εἶπεν αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ Νόμῳ καὶ οἱ Προφῆται, εὑρήκαμεν Ἰησοῦν τὸν υἱὸν Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ. Ἀπελθὼν οὖν ὁ Ναθαναήλ, καὶ ἰδὼν τὸν Χριστόν, ἐπίστευσεν εἰς αὐτόν, καὶ ἠκολούθει αὐτῷ, καὶ μετὰ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν, κηρύττων Αὐτὸν Θεὸν ἀληθινόν, ἐτελειώθη.

Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου,
τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα.
Οὗτος ὥρμητο ἐκ τῆς τῶν Γαλατῶν χώρας, ἐκ χωρίου λεγομένου Συκεοῦ, κατὰ τοὺς χρόνους γεννηθεὶς Ἰουστιανοῦ τοῦ πάλαι. Δοκῶν μὲν οὐκ ἔχειν τὸν τῆς γεννήσεως τρόπον ἐπαινούμενον, ἀνέγγυον ὄντα καὶ σκότιον· φασὶ γὰρ τὴν ἑαυτοῦ μητέρα Μαρίαν ὄνομα, ὥρᾳ καὶ χάρισι διαλάμπουσαν, ἐφελκύσασθαι τίνα τῶν βασιλικῶν ταχυδρόμων, Κοσμᾶν, ἐξ οὗ γενέσθαι τὸν Ὅσιον· ὑποκρύψαι δὲ τὰ μετὰ γέννησιν, ἢ τὰ πρὸς αὐτῆς, ἄδοξον ἦν, καὶ ἐπίψογον. Εὐθὺς γὰρ κατὰ τὴν νύκτα, ᾗ συνῆλθεν ἡ τοῦτον τεκοῦσα τῷ ἀνδρί, ἔδοξεν ὄναρ καταφοιτήσαντα ἀστέρα. Ὑπὸ τὴν αὐτῆς γενέσθαι γαστέρα· ὅπερ ἐδήλου τὴν ἐσύστερον λαμπρότητα τοῦ παιδός. Ἀλλ’ αὐτὸς οὐκ εἰκάζειν τοῦτο μᾶλλον, ἢ πιστεύειν τοὺς τότε πεποίηκε, παρασχὼν ἑαυτὸν ἐκ πρώτης ἡλικίας Θεῷ, καὶ τῷ Ἁγίῳ Μάρτυρι Γεωργίῳ προσφιλῆ. Ὡς δοκεῖν συνεῖναι αὐτῷ πάντοτε, καὶ παιδαγωγεῖν, καὶ ταῖς κρείττοσι προάγειν ἐπιθυμίαις, καὶ ὅλως ἐρᾷν αὐτῷ, ὡς θεῖόν τινα καὶ θαυμαστὸν ἔρωτα. Οὗτως οὖν ποιοῦντι, καὶ ταῖς κατὰ μέρος ἀναβάσεσι προαγομένῳ, ὁ Ἅγιος διὰ παντὸς ἐπεφαίνετο· ἀλλὰ πρῶτον μὲν ὁ Ὅσιος τῷ τῶν μοναχῶν καταλέγεται τάγματι. Εἶτα διελθὼν τοὺς εἰς ἀκρότατον ἀρετῆς βαδίζοντας, καὶ γὰρ τοὺς πολλούς, καὶ ἀπόδειξιν τῆς τελείας ἀρετῆς, καὶ πρὸς τὸν Θεὸν οἰκειώσεως, τὴν τῶν θαυμάτων πλουτήσας ἐνέργειαν, ἐπὶ τὸ μέγα τῆς ἀρχιερωσύνης ὕψος ἀνάγεται, καὶ τὴν Ἐκκλησίαν Ἀναστασίου Πόλεως ἐγχειρίζεται. Ἔνθα πολλοὺς τὴν θεογνωσίαν παιδεύσας, καὶ ἃ προσήκει πράττειν ὑφηγησάμενος, καὶ πανταχοῦ διὰ τῶν θιαυμάτων τὸ ὁμόφυλον θεραπεύσας, καὶ μεγάλαις παραδοξοποιΐαις, Ἃς οὐ ῥάδιον γραφῇ παραδοῦναι, πάντας ἐκπλήξας, καὶ βασιλεῦσι καὶ ἀρχιερεῦσι θαυμαστὸς φανεὶς καὶ ποθούμενος, προθεσπίσας πολλοῖς περὶ τῶν μελλόντων, καταλύει τὸν βίον, μειδιάματα σεμνῷ τοὺς παραληψομένους αὐτὸν Ἀγγέλους δεξιωσάμενος. Λέγεται δὲ αὐτῷ μικρὸν πρὸ τῆς τελευτῆς, ὄναρ ἐπιστῆναι τὸν ἔνδοξον Μεγαλομάρτυρα Γεώργιον, ἐγχειρίζοντα βακτηρίαν. Καὶ αὖθις ἐποχούμενον ἵππῳ, καὶ ἐπισυρόμενον ἕτερον, εἰς ὃν ἐκέλευσεν ἐπιβῆναι τὸν Ὅσιον, τὴν ἐκεῖθεν πορείαν διὰ τῶν θεαμάτων προφαίνοντα.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Νέαρχος, πυρὶ τελειοῦται.
Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου,
Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Βικτωρίνου τοῦ Μάρτυρος

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Χατζη-Ἀνανία ἐκ Μαλλῶν Κρήτης

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Τοὺς ἐν καμίνῳ Παῖδάς σου.
Πεποικιλμένος θείαις δωρεαῖς, ὡς ἔμψυχος ἔφανας τῷ κόσμῳ οὐρανός, δόξαν λαμπρὰν ἐκδιηγούμενος, τοῦ ἐν γῇ φανέντος ἔνδοξε, καὶ οὐρανώσαντος ἡμᾶς, δι’ εὐσπλαγχνίαν πολλήν.
Λύσιν παθῶν καὶ πλείστων συμφορῶν, καὶ πάσης στενώσεως δεινῶν βιωτικῶν, χάριν δὲ καὶ ἔλεος καὶ βίον κρείττονα, αἴτει τοῖς πιστῶς τιμῶσί σε, Ναθαναὴλ ἱερέ, τῆς Ἐκκλησίας φωστήρ.
Ἔργων καὶ λόγων καὶ θείων δωρεῶν, συνόμιλος γέγονας, Χριστοῦ Ναθαναήλ, οὗπερ καὶ τὸ πάθος τὸ ἑκούσιον, ἅμα καὶ τὴν θείαν ἔγερσιν, τεθεάμενος σοφέ, δόξης ἐπλήσθης πολλῆς.
Κατὰ τὴν λίμνην τῆς Γεννησαρέτ, μετὰ τὴν Ἀνάστασιν εὑρών σε ὁ Σωτήρ, σὺν τοῖς λοιποῖς συναποστόλοις σου, βάλλοντας ἀμφίβληστρον, συνέφαγε μεθ’ ὑμῶν, πλήσας ὑμᾶς χαρμονῆς.
Θεοτοκίον.
Ὡς τῶν ἁπάντων τέξασα Θεόν, Θεόνυμφε ἄχραντε Παρθένε Μαριάμ, ῥύπων τῶν ἐν τῇ ψυχῇ με κάθαρον, καὶ θεουργικῶν με ῥήσεων, ἐργάτην καὶ πληρωτήν, δεῖξον Σὸν δοῦλον ἁγνή.

ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Γηΐνων ἐξέκλινας, αὐτίκα μεριμνῶν, ἡνίκα ἐφεύρηκας Μεσσίαν τὸν Χριστόν, καὶ σύμμορφος ὤφθης, Αὐτοῦ καὶ ὁπαδός, εἷς τῆς δωδεκάδος, τελῶν τῶν Ἀποστόλων.
Ἐμβλέψας ὁ Κύριος, ψυχῆς σου τὴν ῥοπήν, ἐν νόμῳ προσμένοντος, τὴν ἔλευσιν Αὐτοῦ, οἰκεῖόν σε μύστην, καὶ λαμπρὸν ὑπουργόν, δείκνυσί σε μάκαρ, Αὐτοῦ τῆς παρουσίας.
Ῥανίσιν ἱδρώτων σου, τῶν ὁδοιποριῶν, ἃς ἔτλης Ἀπόστολε, κηρύττων τὸν Χριστόν, κατέσβεσας ὄντως, τῆς κακίας τὸ πῦρ, καὶ τῶν πιστευσάντων, κατήρδευσας τὰς φρένας.
Θεοτοκίον.
Ἀνήροτε ἄρουσα, ἡ φύσασα ἡμῖν, τὸν εὔσταχυν ἄσταχυν, ζωῆς τῆς ἀληθοῦς, ὴν ὑλομανοῦσαν, ψυχήν μου δεινῶς, νεούργησον Κόρη, ἀρότρῳ οὐρανίῳ.














ᾨδὴ θ’. Τὴν φωτοφόρον νεφέλην.
Σοφίᾳ θείᾳ ἐμπρέπων, καὶ ἐπιδείξει θαυμάτων καὶ διδαχῶν ζωοποιῶν, τὴν πλημμύραν βλυστάνων, μυσταγωγεῖς θεοπρεπῶς, πρὸς γνῶσιν σωτήριον Ἀπόστολε, τῆς Ἁγίας Τριάδος, τοὺς καθεύδοντας ἐν σκότει τῶν παθῶν.
Ἱερωτάτης χορείας, τῆς δωδεκάδος θεόφρον, τῶν Ἀποστόλων τῶν κλεινῶν, συναρίθμιος πέλων, ὅταν ὁμοῦ σὺν τῷ Χριστῷ, καθίσητε κρίνοντες τὰ πέρατα, τότε ῥῦσαί με μάκαρ, παῤῥησίᾳ σου κολάσεως φρικτῆες.
Μαρτυρικῶς σου τὸν βίον, καὶ τοὺς καμάτους καὶ δρόμους, ἐπισφραγίσας εὐκλεῶς, μετὰ πλείονος δόξης, τῷ Διδασκάλῳ σου Χριστῷ, ἀνέδραμες στέφανον ληψόμενος, καὶ τῆς θέας τῆς τούτου, θεωρῶν αὐτοπροσώπως τὰς αὐγάς.
Οὐρανοδρόμον πορείαν, δηνυκὼς θεηγόρε, καὶ τῷ φωτὶ τῆς τοῦ Χριστοῦ Βασιλείας σκηνώσας, λῦσον ψυχήν μου τὴν ἀχλύν, καὶ δέξαι ὡς δῶρον εὐαπόδεκτον, τὸν παρόντα μου ὕμνον, ὃν σοι ὕφανα πιστῶς Ναθαναήλ.
Θεοτοκίον.
Ὕδατος ζῶντος νεφέλη, φωτοειδὴς ὀμβροφόρε, τῶν οἰκτιρμῶν Σου ταῖς ὁραῖς, τῆς ψυχῆς μου τὸν ῥύπον, πλῦνον λιτάζω Σε θερμῶς, καὶ δεῖξον χιόνος με λευκότερον, Παναγία Παρθένε, ἵνα τύχω τοῦ νυμφῶνος τοῦ φωτός.

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.
Σαρκὶ ὁ Λόγος ἑνωθείς, αὐτόπτην σε καὶ σύσκηνον, καὶ μύστην καὶ ὑπηρέτην, οἰκονομίας τῆς Αὐτοῦ, Ναθαναὴλ ἀνέδειξεν, εἰδώς Σου τὰς διαθέσεις, ὁ μόνος φιλάνθρωπος.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χριστοῦ ταῖς ἀκτῖσι λαμπρυνθείς, τούτῳ προσεπέλασας, καὶ τὴν Αὐτοῦ συγκατάβασιν, τὴν ἀνερμήνευτον, ἥνπερ οἱ Προφῆται, πάλαι προκατήγγειλαν, ἐμφρόνως ἐμυήθης Ἀπόστολε· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἰδών σε ἐρχόμενον Χριστός, πρὸς αὐτὸν ἐδήλωσε, τὴν τῆς ψυχῆς σου μακάριε, ἀκεραιότητα, ὡς κρυφιογνώστης, τοῖς συνοῦσιν ἔνδοξε, ἰδοὺς Ἰδραηλίτης φθεγξάμενος, ἐν ᾧ οὐχ εὕρηται, οὐδαμῶς δόλος ἀλλ’ ἄμεμπρος, ἐν τῷ νόμῳ Μωσέως πορεύεται.

Ἀκούσας τῶν λόγων τοῦ Χριστοῦ, πόθεν τούτῳ ἔφησας, γνωστὸς τυγχάνω Σοι Κύριε; ἀλλ’ ὁ Διδάσκαλος, πρὸ τοῦ σὲ φωνῆσαι, Φίλιππον κατεῖδόν σε, σκιᾷ τῇ τῆς συκῆς καθεζόμενον, ὄψει δὲ μείζοντα, ὧν κατεῖδες συνδιάγων μοι, καὶ τοὺς λόγους, τοὺς ἐμοὺς μυούμενος.

Τὸν λόγον τῆς χάριτος σοφέ, γλώσσῃ θεορήμονι, Ναθαναὴλ ἀνεκήρυξας, πᾶσι τοῖς ἔθνεσι, καὶ υἱοθεσίας, θείας κατηξίωσας, καὶ πρὶν τέκνα ὀργῆς χρηματίζοντας· νῦν δὲ τὰ ἔπαθλα, τῶν καμάτων σου δρεπόμενος, ἐκδυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Τῷ φωτὶ τῆς πίστεως, παγκοσμίως ἔλαμψας, Ναθαναὴλ ἱερώτατε, Ἀποστόλων κλέος· ἐν γὰρ τῇ δοθείσῃ σοι ἐξουσίᾳ, τοῦ Εὐαγγελίου τὸ κήρυγμα, τῷ κόσμῳ ἐφήπλωσας, τοῖς παραδόξοις θαύμασι, τῶν ἀνθρώπων στηρίξας τὰς καρδίας. Ἀλλ’ ὡς τῶν ἀῤῥήτων μυσταγωγὸς καὶ τῆς δόξης Χριστοῦ συγκληρονόμος, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μεγαλυνάριον.
Μύστης τοῦ Σωτῆρος θεοειδής, Ναθαναὴλ ὤφθης, καὶ Ἀπόστολος εὐκλεής· ἔνθεν εὐσεβείας, μυσταγωγεῖς τὸν λόγον, ζωῆς ἀνακηρύξας, τὸ Εὐαγγέλιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου