Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 5. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΑΝΑΓΙΩΤΗΣ ΙΕΡΟΣΟΛΥΜΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ 5!!
ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΜΑΡΤΥΣ ΙΕΡΟΣΟΛΥΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Μαρτυρικῶς ἠγωνίσω ἐσχάτοις ἔτεσιν, ὑπὲρ Χριστοῦ νομίμως, Παναγιώτη θεόφρον, καὶ δόξης τῶν Μαρτύρων ἐν οὐρανοῖς, ἀνεδείχθης ἰσότιμος, μεθ’ ὧν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Οὔτε νεότητος ἄνθος οὐ δωρεῶν παροχαί, οὐκ ἀπειλαὶ τυράννων, τοῦ Χριστοῦ τῆς ἀγάπης, ἐχώρισάν σε Μάρτυς· σὺ γὰρ στεῤῥῶς, τὸν αὐχένα ὑπέκλινας, καὶ ἐκτμηθείς σου τὴν κάραν ἀθλητικῆς, ἀναῤῥήσεως τετύχηκας.

Ἀπεριτρέπτῳ καρδίᾳ καὶ σταθερῷ λογισμῷ, Χριστὸν ὁμολογήσας, Παναγιώτη θεόφρον, κατήσχυνας τὸ θράσος καὶ τὴν ὀφρύν, ἀσεβῶν τῇ ἐνστάσει σου, καὶ τῆς ἀγάπης τῆς θείας πᾶσι τρανῶς, καθυπέδειξας τὴν δύναμιν.

Χριστὸς ἀνέστη ἐβόας ὁ ἑκουσίως παθών, ὃς καὶ Θεὸς καὶ Κτίστης, τῶν ἁπάντων ὑπάρει, τρισμάκαρ Παναγιώτη οὗ τῶν παθῶν, κοινωνὸς τῇ ἀθλήσει σου, καὶ τῆς αὐτοῦ εὐκληρίας ἐν οὐρανοῖς, Νεομάρτυς ἐχρημάτισας.

Πελοποννήσου τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ μιμητὴν ἐν πᾶσιν, Ἀθλοφόρων τῶν πάλαι, ὁπλίτην τοῦ Σωτῆρος νεοφανῆ, Παναγιώτην τὸν ἔνδοξον, ἀνευφημήσωμεν πάντες ὡς πρεσβευτήν, πρὸς Χριστὸν ἡμῶν θερμότατον.

Ἀποτμηθεὶς τὸν αὐχένα πάσας ἀπέτεμες, τὰς μηχανὰς τοῦ πλάνου, καὶ δολίου βελίαρ, καὶ ῥείθροις τῶν αἱμάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν κατήρδευσας, ἥτις ἐν σοὶ καυχωμένη ἀνευφημεῖ, Παναγιώτην τὴν σὴν ἄθλησιν.




Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας ἐρηρεισμένος τῇ πέτρᾳ, ταῖς ἀντιπνοίαις τοῦ ἐχθροοῦ οὐδόλως σεσάλευσαι, Παναγιώτη μακάριε· ὅλῳ γὰρ τῷ νῷ, ἀτενίζων Χριστῷ, αὐτοῦ τὸ ὄνομα ἐκήρυξας, τοῖς ἀσεβέσιν ἀπτοήτως· καὶ μαρτυρικῇ ἀνδρείᾳ, ὑπελθὼν τὸν ἀγῶνα, τοὺς δυσσβεῖς μὲν κατήσχυνας, τῇ τῆς ψυχῆς στεῤῥότητι, τὸ δὲ στέφος τῆς ἀθλήσεως, παρὰ Χριστοῦ ἐκομίσω, ὡς Ἀθλητὴς ἐννομώτατος. Διὸ τοῖς ἑορτάζουσι τὴν μνήμην σου, αἴτει ἱλασμὸν ἁμαρτιῶν, καὶ παθῶν ἀπαλλαγήν.

Καὶ νῦν. Τῆς Ἑορτῆς, ἢ Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἰλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τῇ τοῦ Σωτῆρος ἀγάπῃ, πεπυρσευμένος τὸν νοῦν, τῆς ἀσεβείας ἀπώσω τὸν ζόφον, Νεομάρτυς Παναγιώτη· ὁ ἐπελθὼν γὰρ ἐχθρός, τῇ σῇ λαμπρότητι ἥττηται, καὶ ὁ Χριστὸς δεδόξασται, τῇ σῇ καλῇ ὁμολογίᾳ· σὺ γὰρ ἁγίοις χείλεσιν ἐβόας· Χριστὸς ἐστὸν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, καὶ ἐπὶ πάντων Θεός, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Τὸν τῆς ἀληθείας ἀγῶνα, ἀναδεξάμενος στεῤῥῶς, τῶν πάλαι Ἀθλητῶν τοῖς ἴχνεσι ἐβάδισας, Ἀθλητὰ Παναγιώτη· πάντα γὰρ κατέλιπες, στρατευσάμενος Χριστῷ· καὶ τοῦ φωτὸς ἀναλαβὼν τὰ ὅπλα, συνεπλάκης τῷ ἐχθρῷ, καὶ τοῦτον κατηκόντισας, ἀπεριτρέπτῳ στάσει· τῆς ἀληθείας γὰρ τὸ κράτος, τοῖς ἀσεβέσιν ἔδειξας, εὐγενείᾳ ψυχῆς, καὶ εὐθαρσείᾳ λόγων· καὶ τμηθεὶς τὸν αὐχένα, Μαρτύρων δήμοις ἠρίθμησαι, μαρτυρικῶν ἐπάθλων ἀξιούμενος, καὶ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Νεότητος ὥρᾳ ἐμπρέπων, καὶ ψυχικῇ ἀνδρείᾳ καλλωπιζόμενος, Ἀθλητὴς ἀήττητος ὤφθης, καὶ στρατιώτης εὐσθενής, τοῦ Βασιλέως τῆς δόξης Χριστοῦ, Παναγιώτη πανεύφημε· σὺ γὰρ ἀνδρείως ἀντικατέστης τῷ πονηρῷ διώκτῃ, καὶ τὴν καλὴν ὁμολογίαν ὡμολόγησας, ἐπὶ ἀπίστων τυράννων, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ, ἐδέξω ἀγαλλόμενος Ἅγιε· διὸ τῆς ἄνω ζωῆς, ἀξίως τετύχηκας, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα, καὶ πᾶσιν αἰτούμενος τὸ θεῖον ἔλεος.


Δόξα. Ἦχος δ΄.
Θείῳ πόθῳ βαλλόμενος, στεῤῥῶς τὸν ἀγῶνα τῆς ἀθλήσεως διήνυσας, Παναγιώτη Ἀθλοφόρε Χριστοῦ· οὐδόλως γὰρ ἐκάμφθης, αἰκίαις καὶ ἀπειλαῖς, τῷ φωτὶ τῆς πίστεως ἐλλαμπόμενος· καὶ νομίμως ἀριστεύσας, τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐδέξω, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσι.
Τὸν ἀρχέκακον δράκοντα, ἐν νεότητι σώματος, Παναγιώτη ἔνδοξε καταβέβληκας, καὶ τὸν Χριστὸν ὡμολόγησας, Θεόν τε καὶ Κύριον, Βασιλέα τοῦ παντός, καὶ ἀθλήσας στεῤῥότατα, χαίρων ἔδραμες, πρὸς τὰς ἀνω σκηνώσεις καὶ τὰ γέρα, τῶν καμάτων σου ἐδέξω, ὡς Ἀθλητὴς γενναιότατος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, Ἐκκλησίας τὰς αὔλακας, δαψιλῶς κατήρδευσας Μάρτυς ἔνδοξε, καὶ τῆς ἀπάτης κατέκλυσας, πάντα τὰ ζιζάνια, καὶ ἐδρόσισας ψυχάς, εὐσεβῶν θείῳ Πνεύματι· διὰ τοῦτό σου, Παναγιώτη τὴν μνήμην ἐκτελοῦμεν, ἀνυμνοῦντες τὸν Σωτῆρα, τὸν σὲ λαμπρῶς ἐνισχύσαντα.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσει.
Ἀπτοήτως παρέστηκας, τοῖς ἀνόμοις μακάριε, ἀπειλὰς καὶ θάνατον μὴ πτοούμενος, Χριστὸς ἀνέστη γηθόμενος, βοῶν τοῖς διώκταις σου, Παναγιώτη Ἀθλητά, καὶ τμηθεὶς τὸν αὐχένα σου, ἀνελήλυθας, πρὸς Χριστὸν Σωτῆρα νικηφόρος, καὶ ἐπάθλων οὐρανίων, θεουργικῶς κατηξίωσαι.

Δόξα. Ἦχος πλ. β΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, τυραννικὴν ἀπάτην ἐφαύλισας, Νεομάρτυς Παναγιώτη· τὸ γὰρ σῶμα τὸ σόν, ὑπὲρ Χριστοῦ δέδωκας, τοῖς ἀνόμοις διώκταις, καὶ ὡς θῦμα εὐπρόσδεκτον, καὶ ἱερεῖον ἔμψυχον προσήχθης Κυρίῳ, ἀποτμηθεὶς τὸν αὐχένα. Διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τῇ σῇ ἀθλήσει καυχᾶται, καὶ τιμῶσα τὴν μνήμην σου, τὸν ἀθλοθέτην καὶ Σωτήρα δοξάζει, τὸν σὲ λαμπρῶς στεφανώσαντα.



Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μιμητὴς τῶν Μαρτύρων καὶ ἰσοστάσιος, Ἀθλητὰ Παναγιώτη ἐν τοῖς ἐσχάτοις καιροῖς, ἀνεδείχθης ἀληθῶς ἀθλήσας ἄριστα· καὶ θείας δόξης κοινωνός, ἐπαξίως γεγονώς, ἱκέτευε Νεομάρτυς, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ἀθλήσας ἀνδρικῶς, δι’ ἀγάπην τὴν θείαν, καθεῖλες τὸν ἐχθρόν, Παναγιώτη θεόφρον, καὶ στέφος ἀμαράντινον, ἐκ χειρὸς Χριστοῦ δέδεξαι· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, εὐφημοῦμέν σε, ὡς στρατιώτην Κυρίου, καὶ Μάρτυρα ἔνθεον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἐκύησας ἡμῖν, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν πάντων Ποιητήν, ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ τῇ ὑποστάσει δέ, Θεοτόκε πανύμνητε· διὰ τοῦτό Σε, ὑμνολογοῦμεν Παρθένε, ὥσπερ πρόξενον, καὶ ἀπαρχὴν σωτηρίας, σωθέντες τῷ τόκῳ Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Χριστὸς ἀνέστη ἐκβοῶν τοῖς ἀνόμοις, Θεὸν τῶν ὅλων τὸν Σωτήρα κηρύττεις, ὑπεριδὼν σαρκὸς ἅπαν ἐπίπονον, Παναγιώτη ἔνδοξε, Ἀθλητὰ γενναιόφρον, καὶ τμηθεὶς τὴν κάραν σου, τροπαιοῦχος ἀνῆλθες, πρὸς τὸν Χριστὸν πρεσβεύων ἐκτενῶς, ἡμῖν δοθῆναι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Θεοκυῆτορ ἀειπάρθενε Κόρη, ἡ τὸν Σωτῆρα καὶ Δεσπότην τεκοῦσα, τῆς δεσποτείας ῥῦσαί με τοῦ δράκοντος, καὶ τὸν νοῦν μου τείχισον, ἐν τῷ φόβῳ Κυρίου, ὡς ἂν τὸ ὑπόλοιπον τῆς ζωῆς μου τελέσω, ἐν μετανοίᾳ πάσῃ καὶ ζωῆς, τῆς αἰωνίου μετάσχω ὁ δοῦλός Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου ἀνύσας τὸν δρόμον Ἅγιε, τῆς τῶν Μαρτύρων εὐκλείας ὤφθης συμμέτοχος, Παναγιώτη Ἀθλητὰ ἀξιοθαύμαστε· διὰ τοῦτο οἱ πιστοί, τὴν σὴν μνήμην τὴν σεπτήν, γεραίροντες ἐκβοῶμεν· ἱκέτευε Νεομάρτυς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τὸν Θεὸν καὶ Σωτῆρα κυοφορήσασα, ἐν σαρκὶ Θεοτόκε δι’ ἀγαθότητα, τῆς σαρκός μου τὰ δεινὰ πάθη θεράπευσον, καὶ τὴν ψυχήν μου τῆς πικρᾶς, αἰχμαλωσίας τοῦ ἐχθροῦ, ἐκλύτρωσαι Θεοτόκε, καὶ τῶν πολλῶν μου πταισμάτων, αἴτει μοι δοῦναι τὴν συγχώρησιν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς ἀληθείας τῷ φωτί, τὴν ζωὴν κατευθύνων, τὸν τοῦ ψεύδους ἐργάτην κατήσχυνας, ὑπὲρ Χριστοῦ ἀθλήσας, Παναγιώτη θεόφρον· καὶ οὐρανίων βραβείων ἀξιωθεὶς Ἀγγέλων καὶ Ἁγίων, συμπολίτης ὤφθης· μεθ’ ὧν πρέσβευε Ἅγιε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἁγίαν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς ἢ τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὴν Παναγιώτου χάριν ὑμνέω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Τριάδος λαμπόμενος, ταῖς φωταυγείαις, τὸν νοῦν μου καταύγασον, Παναγιώτη ἔνδοξε, ὅπως ὑμνήσω φαιδρῶς, τὴν ἄθλησίν σου τὴν σεπτήν, δι’ ἧς δεδόξασαι.
Ἠγώνισαι Ἅγιε, ἐσχάτοις χρόνοις, καὶ ἤθλησας ἄριστα, ὑπὲρ τῆς πίστεως Βασιλέως Χριστοῦ· διὸ ἠξίωσαι τυχεῖν, τῆς Βασιλείας Αὐτοῦ.
Ναμάτων τῆς χάριτος, πεπληρωμένος, τὸ αἷμά σου ἔχεας, προθύμως Ἅγιε, ὑπὲρ τῆς δόξης Χριστοῦ, ὦ Παναγιώτη καὶ ζωῆς, τῆς ἄνω ἔτυχες.
Θεοτοκίον.
Παρθένε πανύμνητε, ἡ τετοκυῖα, Χριστὸν τὸν Θεὸν ἡμῶν, κόσμον λυτρούμενον, ἐκ τῆς ἀρχαίας ἀρᾶς, θεράπευσόν μου τὴν ψυχήν, νοσοῦσαν πάθεσι.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ἀνθηφορῶν λειμὼν ὡς εὔοσμος, Μάρτυς εὐσεβείας τὰς χάριτας, ὥραν νεότητος τερπνήν, ὑπερεῖδες καὶ ἤθλησας, Παναγιώτη ὥσπερ ἄσαρκος, ὑπὲρ τοῦ παντάνακτος.
Νόμῳ τῷ θείῳ κρατυνόμενος, τὰ τῶν παρανόμων βουλεύματα, Μάρτυς ἠκύρωσας σοφῶς, ἀνενδότῳ ἐνστάσει σου, Παναγιώτη καὶ ἐνήθλησας, γνώμης στεῤῥότητι.
Ἀπὸ Σιὼν τῆς κάτω ἔσπευσας, πρὸς Σιὼν τὴν ἄνω γηθόμενος, θανατωθεὶς ὑπὲρ Χριστοῦ, Παναγιώτη μακάριε, καὶ ζωῆς τῆς ὑπὲρ ἔννοιαν, λαμπρῶς κατηξίωσαι.
Θεοτοκίον.
Γέφυρα ὤφθης μεταφέρουσα, ἀπὸ γῆς ἁγνὴ πρὸς οὐράνια, τοὺς μεγαλύνοντας πιστῶς, τὸν ἀνέκφραστον τόκον Σου, Θεοτόκε· διὸ ὕψωσον, κἀμοῦ τὴν διάνοιαν.







Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀλήσεως αἵμασι καταρδευθεὶς δαψιλῶς, ὡς δένδρον ἐξήνθησας ἀειθαλὲς καὶ τερπνόν, εἰς δόξαν οὐράνιον· ὅθεν τῶν ὑπὲρ λόγον, Νεομάρτυς μετέχων, πρέσβευε τῷ Κυρίῳ, ἡμῖν λύσιν πταισμάτων, διδόναι Παναγιώτη, τοῖς σὲ μακαρίζουσι.
Δόξα. Αὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀφράστως ἐκύησας τὸν Ποιητὴν καὶ Θεόν, καὶ ἄφθορος ἔμεινας μετὰ τὸν τόκον τὸν Σόν, Παρθένε πανάμωμε· ὅθεν τὴν ἐφθαρμένην, τῶν παθῶν τῇ ἀπάτῃ, ἴασαί μου καρδίαν, τῷ ἐλέει Σου Κόρη, καὶ δίδου μοι γνησίαν, μετάνοιαν ἄχραντε.

ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ἰθύνας τὴν ζωήν σου τῆς πίστεως φωτί, πρὸς μαρτυρίου ἔφθασας τὸν δρόμον Ἀθλητά, ὃν καὶ ἀνύσας θεόφρον γενναιοφρόνως, τῆς οὐρανίου Βασιλείας κληρονόμος, ὤφθης Παναγιώτη πανεύφημε.
Ὡς ἔστης πρὸ βημάτων ἀνόμων Ἀθλητά, Χριστὸς ἀνέστη ἔκραζες εὐτόνῳ σου φωνῇ· καὶ τὸν Σωτῆρα Θεὸν πάντων καὶ Δεσπότην, ἀνακηρύξας Παναγιώτη Νεομάρτυς, ᾔσχυνας ἀπάτης τὸ φρύαγμα.
Τοῖς ἴχνεσι τῶν πάλαι Ἁγίων Ἀθλητῶν, ἑπόμενος προθύμως ἠγώνισαι στεῤῥῶς, καὶ τῶν ἐπάθλων τῶν ἐκείνων ἴσος ὤφθης, ἀποτμηθείς σου Παναγιώτη τὸν αὐχένα· ὅθεν ἐπαξίως τιμῶμέν σε.
Θεοτοκίον.
Ὁ Κτίστης τῶν ἁπάντων ἐκ Σοῦ σωματωθείς, Σὲ πλατυτέραν ἔδειξεν ἁγνή, τῶν οὐρανῶν· ὅθεν ἐννοίαις οὐρανίαις πλάτυνόν μου, νῦν τὴν καρδίαν στενωθεῖσαν τῇ ἀπάτῃ, ἵνα Θεοτόκε δοξάζω Σε.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην.
Ὑψώσας σου τὸν πόθον, θεόφρον πρὸς Χριστόν, πάντων τῶν ἐν κόσμῳ, φθαρτῶν κατεφρόνησας, καὶ πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως, Μάρτυς Παναγιώτη, ἐχώρησας προθύμως.
Χριστὸς ἀνέστη ἔκραζες, εὐτόνῳ σοφέ, καὶ χαίρων τῷ ξίφει, τὴν κάραν ὑπέκλινας, ὦ Νεομάρτυς ἀξιάγαστε, νεότητος ἄνθος, ἐμφρόνως καταλείψας.
Ἀθλητικῶς ἠγώνισαι, ὑστέροις καιροῖς, καὶ τῶν πιστῶν καρδίας, πρὸς ἔνθεον ἔρωτα, τῇ σῇ ἀθλήσει ἀναπτερώσας, Μάρτυς Παναγιώτη, Νεομαρτύρων δόξα.
Θεοτοκίον.
Ῥημάτων τῆς καρδίας μου, ἄκουσον ἁγνή, καὶ δός μοι Παρθένε, γνησίαν μετάνοιαν, ὅπως τοῦ πλάνου ἀποκρούσωμαι, πάσας τὰς ἐφόδους, καὶ τύχω σωτηρίας.



ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ἵνα τύχῃς τῆς ζωῆς, τῆς ἀλήκτου Ἀθλητά, τὸ θανεῖν ὑπὲρ Χριστοῦ, κατησπάσω ἐν χαρᾷ, καὶ ἔδραμες, Παναγιώτη, πρὸς δόξαν ἄῤῥητον.
Νέος ὤφθης Ἀθλητής, ὡς ἀθλήσας ἀνδρικῶς, ἐν Σιὼν ἔνθα Χριστός, ἀνεκαίνισεν ἡμᾶς, δι’ ἔλεος, Παναγιώτη, οἰκείοις πάθεσιν.
Ὑπομένεις καρτερῶς, τῆς χειρὸς τὴν συντριβήν, καὶ δακτύλων τὴν τομήν, καὶ συντριβεὶς τοῦ ἐχθροῦ, τὰ βέλεμνα, Παναγιώτη, πίστεως χάριτι.
Θεοτοκίον.
Μητροπάρθενε ἁγνή, Θεοτόκε Μαριάμ, ἐλευθέρωσον φθορᾶς, τὴν ἀθλίαν μου ψυχήν, καὶ σῶσόν με, τῆς δυναστείας, τοῦ πολεμήτορος.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐν Σιὼν ἐνήθλησας, ὑπὲρ τῆς δόξης Κυρίου, καὶ ἐχθρῶν κατήσχυνας, τὰς πονηρὰς ἐπινοίας, ξίφει δέ, ὡς ἀπετμήθης τὸν σὸν αὐχένα, εἴληφας, Παναγιώτη ἄφθαρτον γέρας, καὶ πρεσβεύεις Νεομάρτυς, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Ὁ Οἶκος.
Τῇ εὐσεβείᾳ θωρακισθείς, καὶ Χριστοῦ τῷ πόθῳ στοιχειωθείς, τῶν ἐπιγείων ἁπάντων καταπεφρόνηκας, καὶ πρὸς μαρτυρικοὺς ἀγῶνας εὐτόλμως ἐχώρησας, Νεομάρτυς Παναγιώτη ἀξιοθαύμαστε· τοῦ γὰρ Σωτῆρος τὸ σωτήριον ὄνομα ὡμολόγησας, δι’ οὗ σωτηρία καὶ λύτρωσις, μὴ πτήξας θυμὸν τυραννικόν· καὶ ἀπειλὰς καὶ δωρεὰς ὑπεριδὼν ἐβόας· Χριστὸς ἀνέστη, ὁ Ποιητὴς καὶ Λυτρωτὴς καὶ Θεὸς τῶν ὅλων· καὶ ξίφει τμηθεὶς τὸν αὐχένα, Μαρτύρων δήμοις συνήφθης, μεθ’ ὧν καὶ πρεσβεύεις ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.

















Συναξάριον.
Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Παναγιώτου μαρτυρήσαντος ἐν Ἰερουσαλῇμ ἐν ἔτει 1820.
Ὁ Παναγιώτης ἀποτμηθεὶς τῷ ξίφει,
ἁπάντων Ἁγίων ὁμόσκηνος ὤφθη.
Πέμπτῃ Παναγιώτης χερσὶ φονώσαις δειρὴν κάρθη κεδνός.
Οὗτος ἦν τῷ 19ῳ αἰῶνι, ἐκ Πελοποννήσου ὁρμώμενος. Νέος ὢν ὑπηρέτει παρά τινι Ἀγαρηνῷ, ὃς πορευθεὶς τῇ ἁγίᾳ πόλει τῶν Ἱεροσολύμων εἶχε μεθ’ ἑαυτοῦ καὶ τὸν Παναγιώτην· καὶ εἰσελθὼν προσκυνῆσαι τῷ ἐκεῖσε τεμένει, ᾧ ἡ κλῆσις Ὠμάρ, συνεισῆλθε καὶ ὁ διακονῶν αὐτῷ Παναγιώτης, οὗ ἡ εἴσοδος ἐθεωρήθη παρ’ Ἀγαρηνοῖς μίασμα, δι’ ὃ καὶ ἐβιάζετο πρὸς ἄρνησιν τοῦ Σωτῆρος Χριστοῦ. Ἀλλ’ οὗτος ἀκλινὴς μείνας τῇ σωτηρίῳ ὁμολογίᾳ τῆς ἀμωμήτου ἡμῶν πίστεως, καὶ μὴ εἶξας ἀπειλαῖς καὶ ὑποσχέσεσι, καὶ ἀναφωνῶν τό· Χριστὸς ἀνέστη, καὶ συντριβεὶς τὸν βραχίονα τῆς μιᾶς χειρός, τῆς δὲ ἑτέρας ἀποσκοπεὶς τοὺς δακτύλους, τελευταῖον ἀπετμήθη τὴν μακαρίαν κεφαλὴν πρὸ τῆς πύλης τοῦ Δαβίδ, τῇ Ε’ Ἀπριλίου μηνός, ἐν ἔτει 1820. Τὸ δὲ λείψανον αὐτοῦ, ἀγορασθὲν ὑπὸ τοῦ ἑλληνικοῦ Μοναστηρίου τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης, ἐτάφη εὐλαβῶς ἐν τῷ κοιμητηρίῳ τῆς Ἁγίας Σιών.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐίκτωρος, Οὐικτωρίνου, Παππίου, Σεραπίωνος, καὶ Νικηφόρου.
Σπεύδεις, ὀκλάζων Κλαύδιε πρὸς σὸν γόνυ,
Τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ.
Θεσσαλονίκη, σχοῦσα καλὰ μυρία,
Καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρας καὶ Διδύμου.
Σὺν τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ.
Φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θέρμος πυρὶ τελειοῦται.
Θέρμην ἔρωτος ἐνθέου Θέρμος φέρων,
Θέρμην πυρὸς φλέγοντος ὡς ψῦξιν κρίνει.

Τῇ αὐτῇ ἡμέρα, αἱ Ἁγίες Δύο Μάρτυρες Κυρία και Δούλη ξίφει τελειοῦνται.
Ἐχρῆν ἕπεσθαι κυρίᾳ τὴν δουλίδα,
Ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Πομπήϊος ξίφει τελειοῦται.
Ὡς ζῶν πρόβατον, Πομπήιε, Κυρίου
Χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, πίσσαν χρισθεὶς καὶ εἰς πῦρ βληθεὶς καὶ δόρατι ἔνδον τῆς πυρᾶς τρωθείς, τελειοῦται.
Ἆθλος τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.
Οἶμαι δι᾿ ἣν ἔπασχε ταῦτα Τριάδα.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Μάξιμος καὶ Τερέντιος ξίφει τελειοῦνται.
Ἴσου μετέσχον καὶ στέφους, ὡς καὶ τέλους,
Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων πέντε Μαρτύρων νεανίδων τῶν ἀπὸ Λέσβου.
Ἀθληφόρους τίθησι Λεσβίας κόρας,
Μίαν, δύο, τρεῖς, τέσσαρας, πέντε ξίφος.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Φωστηρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβδιησοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὑπομονῆς.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μπέκαν, ἱεραποστόλου Ἰρλανδίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρῆς μαρτυρήσασα ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1752.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρής τῆς ἐκ Προύσας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος ὁ ἀθλήσας ἐν τῇ Νέᾳ Ἐφέσῳ κατὰ τὸ ἔτος 1801, ξίφει τελειοῦται.
Τομὴν ὑποίσας, ὦ Γεώργιε, ξίφους,
Χαρᾷ ἀπέπτης εἰς χαρᾶς τὸ χωρίον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Νεότητος οὐδόλως ἐφρόντισας, θανεῖν διὰ Χριστὸν ὡς ἐπόθησας, καὶ πρὸς ἀΐδιον ζωήν, χαίρων μετέβης σοφέ.
Ἐκόπης τῆς χειρὸς τοὺς δακτύλους σου, καὶ πάσας Παναγιώτη συνέκοψας, τὰς ἐπινοίας τοῦ ἐχθροῦ, καὶ τὰ βουλεύματα.
Ὡς νέος ἑωσφόρος ἀνέτειλας, Χριστοῦ τῇ Ἐκκλησίᾳ ὡς ἤθλησας, ἐν τοῖς ὑστέροις καιροῖς, ὦ Νεομάρτυς Χριστοῦ.
Θεοτοκίον.
Γενοῦ μοι προσφυγὴ καὶ στερέωμα, ἐχθροῦ τὰς ἐπιθέσεις ἀπείργουσα, Παρθενομῆτορ Ἁγνή, ἵνα ὑμνῶ Σε ἀεί.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Ἐτμήθης τὴν κάραν σου, χερσὶ τῶν ἀσεβῶν, καὶ ταύτην κατέστεψε, Χριστὸς ὁ Βασιλεύς, ἀφθάρτοις στεφάνοις, κατοικίσας σοφέ, ἐν ἐπουρανίοις, σκηναῖς σε εἰς αἰῶνας.
Ῥωσθεὶς θείᾳ χάριτι, καθεῖλες τοῦ ἐχθροῦ, ψυχῆς σου στεῤῥότητι, τὴν δύναμιν εἰς γῆν, Μάρτυς Παναγιώτη, καὶ ἐπήρθης λαμπρῶς, εἰς ἐπουρανίους, σκηνὰς ἐν εὐφροσυνῃ.
Ἀθλήσει κατήσχυνας, τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ πᾶσαν κατηύφρανας, ψυχὴν τῶν εὐσεβῶν, Μάρτυς Παναγιώτη· διὸ ἐν χαρᾷ, τὴν σὴν φωτοφόρον, ἐπιτελοῦμεν μνήμην.
Θεοτοκίον.
Σαρκὶ τὸν Ὑπέρθεον, τεκοῦσα ὑπὲρ νοῦν, ἀτρέπτως πανάχραντε, ἐῤῥύσω τῆς φθορᾶς, τοὺς πίστει τιμῶντας, τὸ τοῦ Σοῦ τοκετοῦ, μυστήριον μέγα, καὶ ἄφραστον Παρθένε.

ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.
Ἴχνεσι βαίνων ψυχῆς καθαρότητι, τῶν πάλαι θείων Μαρτύρων μακάριε, ἐν ἐσχάτοις ἔτεσιν, ἀνδρικῶς ἐνήθλησας, καὶ τὴν ἀπάτην καθεῖλες Παναγιώτη, ἀνακηρύξας Κυρίου τὸ ὄνομα.
Μαρτυρικῶς ἐν Σιὼν ἠνδραγάθησας, καὶ πρὸς Σιὼν τὴν οὐράνιον ἔδραμες, τελέσας τὸν δρόμον σου, Παναγιώτη ἔνδοξε, καὶ μαρτυρίου τὰ ἔπαθλα ἐδέξω, παρὰ Χριστοῦ τοῦ λαμπρῶς σὲ δοξάσαντος.
Ὁ Ἀθλητὴς Παναγιώτης ὁ ἔνδοξος, ὁ τῶν Ἁγίων Μαρτύρων ἰσότιμος, δέξαι μου τὴν αἴνεσιν, ταύτην ὡς θυμίαμα, καὶ δυσωδίας παθῶν, τὸν νοῦν μου ῥῦσαι, καὶ τῶν πταισμάτων μοι αἴτει τὴν ἄφεσιν.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν Θεὸν σωματώσασα, καὶ μετὰ κύησιν ἄφθορος μείνασα, μόνη ἀειπάρθενε, Θεοτόκε Δέσποινα, ἐκ τῆς φθορᾶς τῶν παθῶν ἀπάλλαξόν με, πρὸς ἀπαθείας ὁδὸν ὁδηγοῦσά με.



Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῶν Ἀθλητῶν ἰσότιμος ἀνεδείχθης, ἀθλητικῶς τελέσας σου τὸν ἀγῶνα, Μάρτυς Παναγιώτη ἀξιάγαστε, Πελοποννήσου βλάστημα, καὶ τῆς Σιὼν τῆς ἁγίας, ἄστρον νεόφωτον θεῖον.
Θεοτοκίον.
Τὸν Θεὸν λόγον τέξασα ἀποῤῥήτως, τὴν ἐν Ἀδὰμ κατάραν ἀνεῖλες Κόρη, καὶ εὐλογίας πέλαγος ἀνέβλυσας, τοῖς πίστει μεγαλύνουσι, τὰ μεγαλεῖα Παρθένε, τῶν ὑπὲρ νοῦν σου θαυμάτων.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πίστει, καὶ ἀγάπῃ ἀληθεῖ, Μάρτυς τῷ Χριστῷ συνημμένος, ὡς νεανίας σοφός, τούτου τὴν σωτήριον κλῆσιν ἐκήρυξας, σεαυτὸν ἀρνησάμενος, καὶ πάντα τοῦ κόσμου, τὰ τερπνὰ ὡς πρόσκαιρα, ὑπεριδὼν νουνεχῶς· ὅθεν, καὶ νομίμως ἀθλήσας, στέφος Παναγιώτη ἐδέξω, παρὰ τοῦ Σωτῆρος ἀμαράντινον.

Ἔστης, πρὸ βημάτων ἀσεβῶν, ἐν ἀκαταπλήκτῳ καρδίᾳ, ὁμολογῶν τὸν Χριστόν, Παναγιώτη ἔνδοξε, καὶ διελέγχων τρανῶς, ἀσεβῶν τὴν παράνοιαν, ἐν θείᾳ δυνάμει· ὁ Χριστὸς ἀνέστη γάρ, τούτοις ἐκραύγαζες· ὅθεν, καὶ τμηθεὶς τὸν αὐχένα, ῥείθροις τῶν αἱμάτων σου Μάρτυς, Ἐκκλησίαν ἅπασαν κατήρδευσας.

Νέος, ἀνεδείχθης Ἀθλητής, ἐν Σιὼν ἀθλήσας νομίμως, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Παναγιώτη ἔνδοξε, τῶν Ἀθλητῶν κοινωνέ· διὰ τοῦτο εὐφραίνονται, ἐν τῇ σῇ ἀθλήσει, Ὀρθοδόξων σύλλογοι, καὶ ἐκβοῶσί σοι· ῥῦσαι, ταῖς πρεσβείαις σου Μάρτυς, πάσης συμφορᾶς καὶ ἀνάγκης, τοὺς πανηγυρίζοντας τὴν μνήμην σου.

Χαίροις, Νεομάρτυς τοῦ Χριστοῦ, τῶν Νεομαρτύρων τὸ κλέος, καὶ τῶν πιστῶν χαρμονή, σκεῦος πολυτίμητον, τῆς θείας χάριτος, Παναγιώτη πανεύφημε, τῆς Πελοποννήσου, βλάστημα καὶ καύχημα, Σιωνιτῶν δὲ λαμπτήρ· ἔχων, παῤῥησίαν Κυρίῳ, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ὑμνολογούντων σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. α΄.
Ἀθλητικῇ ἐνστάσει, τὴν ἐν σοὶ τῆς πίστεως ἰσχύν, ὑπὲρ ἥλιον λάμπουσαν ἔδειξας, τοῖς πᾶσι Παναγιώτη· οὐ γὰρ ἔδεισας μακάριε, τῶν ἀντικειμένων τὸ κράτος καὶ τὸν θυμόν, ἀλλ’ ἀπτοήτως ἐβόας· Χριστὸς ἐστὶ Θεὸς τῶν ὅλων, ὑπὲρ οὗ προθύμως θνήσκω, ἵνα ζήσω σὺν αὐτῷ αἰωνίως· καὶ τῷ ξίφει τμηθείς, τῆς σῆς ἐφέσεως ἔτυχες, τελέσας τὸν ἀγῶνα. Ἀλλὰ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις, Νεομάρτυς ὁ εὐκλεής, ὁ στεῤῥῶς ἀθλήσας δι’ ἀγάπην τὴν τοῦ Χριστοῦ· χαίροις Παναγιώτη, Πελοποννήσου γόνος, καὶ πάντων ὀρθοδόξων, νέον ἀγλάϊσμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου