Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 5. ΑΓΙΟΣ ΕΦΡΑΙΜ ΝΕΑΣ ΜΑΚΡΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΥ Ε΄
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΑΓΙΟΝ ΕΦΡΑΙΜ



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β', Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Ἀττικῶν πᾶσα πληθύς, ὄρει τῶν Ἀμώμων ἐν πίστει, θερμῇ προσέλθωμεν, μνήμην τὴν πανίερον, τοῦ θεοφόρου Ἐφραίμ, ὁμοφώνως γεραίροντες· οὗτος γὰρ ἐνταῦθα, βίον τὸν ἐνάρετον, πολιτευσάμενος, ἤνυσε Μαρτύρων ἀγῶνας, καὶ διπλῶν στεφάνων ἀξίως, παρὰ τοῦ Σωτῆρος κατηξίωται.

Ὅτε ἀπηρνήσω σεαυτόν, ἔρωτι τρωθεὶς τῷ ἁγίῳ, ἀπὸ νεότητος, τότε ἦρας Ὅσιε τὸν τοῦ Σωτῆρος Σταυρόν, καὶ αὐτῷ ἠκολούθησας, προθύμῳ καρδίᾳ, πόνοις τῆς ἀσκήσεως, ἀποκαθάρας τὸν νοῦν. Ὅθεν τὴν βαρβάρων μανίαν, ἤνεγκας Ἐφραὶμ στεῤῥοψύχως, καὶ Μαρτύρων στέφει κεκαλλώπισαι.

Ὤφθης ὡς ἀστὴρ νεοφανής, ἄρτι ἐκφανθεὶς εὐδοκίᾳ, Πάτερ τῇ κρείττονι, διὰ τῆς εὑρέσεως, τῶν σῶν ἁγίων ὀστῶν, καὶ θαυμάτων ταῖς λάμψεσιν, ἡμᾶς καταυγάζεις, ἐν Ἁγίῳ Πνεύματι, Ἐφραὶμ μακάριε· νόσους γὰρ ἴασαι ποικίλας, καὶ ὀξέως πάντας προφθάνεις, τοὺς ἀπὸ ψυχῆς πιστῶς φωνοῦντάς σε.

Ὄρος τῶν Ἀμώμων ἀληθῶς, τοῖς ἀσκητικοῖς σου ἱδρῶσιν, ἠρδεύθη Ὅσιε, καὶ τοῖς τῶν αἱμάτων σου ῥείθροις ἡγίασται· ἐν αὐτῷ γὰρ διήνυσας, στεῤῥῶς τοὺς ἀγῶνας, καί ἐχθρῶν κατέβαλες, πᾶσαν τὴν δύναμιν. Ὅθεν τὴν ἁγίαν Μονήν σου, τὴν ἐν σοὶ ἀεὶ καυχωμένην, φύλαττε Ἐφραὶμ ἐκ πάσης θλίψεως.

Δόξα. Ἦχος β'.
Ἀσκητικοῖς περιῤῥεόμενος ἱδρῶσι, τὸ σὸν αἷμα προθύμως ἔχεας, ὑπὲρ τῆς δόξης Κυρίου, Ἐφραὶμ θεοδόξαστε· τῇ γὰρ πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος ἀκλινῶς, ἀκατάσειστος ἔμεινας, ταῖς τῶν ἐχθρῶν μηχαναῖς καὶ ποικιλοτρόπως αἰκισθείς, τὸν δρόμον τῆς ἀθλήσεως, νομίμως τετέλεκας. Ἀλλ' Ὁσιομάρτυς μακάριε, δέχου ἡμῶν τάς ᾠδάς, καὶ πλήρου τὰ πρὸς σωτηρίαν αἰτήματα.
Καὶ νῦν. Τῆς ἑορτῆς.

ΑΠΟΣΤΙΧΑ. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέος ἐν ἀσκηταῖς, καὶ μάρτυσιν ἐδείχθης, Ἐφραὶμ Ὁσιομάρτυς, καὶ ἐνεργεῖς θαυμάτων, δυνάμεις τοῖς τιμῶσί σε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ἤνεγκας καρτερῶς, βαρβάρων τὴν μανίαν, Ἐφραὶμ Ὁσιομάρτυς, καὶ ῥείθροις τῶν αἱμάτων, τὴν σὴν στολὴν ἐφοίνιξας.

Στίχ. Θαυμαστός ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἄγνωστος πρὶν τελῶν, ἤδη ἡμῖν ἐγνώσθης, Ἐφραὶμ καὶ τῶν λειψάνων, τὴν εὐαγῆ σορόν σου, ὡς πλοῦτον ἡμῖν δέδωκας.

Δόξα. Τριαδικόν.
Ἄναρχε Παντουργέ, ὁμότιμε θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Ἐφραὶμ ταῖς ἱκεσίαις, ἐλέησον τοὺς δούλους σου.

Καὶ νῦν.
Δόξαν σου τὴν πολλήν, ἐν ὄρει τῶν Ἀμώμων, Ἐφραὶμ ὑμνῶν ὁ θεῖος, Παρθένε Θεοτόκε, ὑπερφυῶς ἠγώνισται.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ λύχνος ἀνέλαμψας, καὶ μαρτυρικῶς θεοφόρε πρὸς Θεὸν ἐξεδήμησας, βαρβάρων ὑποστὰς ἐπιδρομάς, Ἐφραὶμ ὁσιομάρτυς τοῦ Χριστοῦ· διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ τὸ τῆς ἑορτῆς. Ἀπόλυσις.









ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Πανεύφημοι μάρτυρες.
Πάτερ Ἐφραὶμ ἀπὸ παιδός, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀσκητικῶς ἠκολούθησας, βίον ἰσάγγελον, ἐν ὄρει Ἀμώμων, διανύον Ὅσιε, ἐν ᾧ βαρβαρικὴν ἰταμότητα, στεῤῥῶς ὑπέμεινας, καὶ Μαρτύρων ἰσοστάσιος, ἀνεδείχθης, ἀθλήσας δι' αἵματος.

Πάτερ Ἐφραὶμ πολυειδῶς, αἰκισθεὶς τῷ σώματι, ἔστης ὡς πύργος ἀκλόνητος, ἐν ταῖς στρεβλώσεσι, καὶ χερσὶ Κυρίου, τὴν ψυχὴν παρέδωκας, τελέσας τὸν ἀγῶνα ὡς ἄσαρκος· διὸ τιμῶμέν σε, ὡς Χριστοῦ Ὁσιομάρτυρα δοξασθέντα, ἐν ἀπείροις θαύμασι.

Πάτερ Ἐφραὶμ ἐπιφανείς, ἐξ ἀδύτων ἔπλησας, ἡμᾶς χαρᾶς ὁ πρὶν ἄγνωστος, καὶ τῶν λειψάνων σου, τὴν ἁγίαν θήκην, ἡμᾶς ἁγιάζουσαν, ὡς θεῖον θησαυρὸν ἡμῖν δέδωκας, ἐξ ἧς προέρχεται, ἰαμάτων χάρις ἄφθονος, τοῖς τελοῦσι, τὴν πάνσεπτον μνήμην σου.

Πάτερ Ἐφραὶμ ὡς τοῦ Χριστοῦ, θεράπων θερμότατος, δόξης πολλῆς κατηξίωσαι· ὅθεν καλούμενος, πανταχοῦ προφθάνεις, καὶ παρέχεις ἅπασι, τὴν χάριν ἀληθῶς τὴν σωτήριον καὶ ἐν ὀνείρασι, καὶ καθ’ ὄναρ ὀπτανόμενος, πᾶσι δίδως, ταχεῖαν βοήθειαν.

Πάτερ Ἐφραὶμ χρόνοις πολλοῖς, πρότερον κρυπτόμενος, ὁ φανερῶς τοῦ ἀλάστορος, λύσας τὴν δύναμιν, εὐδοκίᾳ θείᾳ, ἡμῖν πεφανέρωσαι, τὴν δόξαν ὑπεμφαίνων τὴν μέλλουσαν, καὶ τὴν λαμπρότητα, ἧς λαμπρῶς ἀξιωθήσονται, οἱ Κυρίῳ, ἀμέμπτως δουλεύσαντες.

Πάτερ Ἐφραὶμ ὄψιν τὴν σήν, καὶ τὴν ἐπιφάνειαν, τρόποις πολλοῖς ἐν τῇ μάνδρᾳ σου, δεικνύων Ἅγιε, τοὺς σὲ καθορῶντας, ἐξιστᾷς τῇ δόξῃ σου· ἀλλὰ τοὺς τοῖς ἁγίοις λειψάνοις σου, πιστῶς προστρέχοντας, ῥῦσαι πάσης περιστάσεως, νοσημάτων, σβεννύων τὸν καύσωνα.






Δόξα. Ἦχος πλ. β'.
Ἀγγελικὴν ὑπελθὼν πολιτείαν, ἀπὸ νεότητος σοφέ, ἐν ὄρει τῶν Ἀμώμων ἐσκήνωσας, ἀσκητικῶς ἀγωνιζόμενος· τὴν γὰρ κλῆσιν εἰς ἔργον ἄγων, ἄμωμος καὶ ἄμεμπτος, ἐν τοῖς δικαιώμασι Κυρίου ὤφθης, ἀνακαθάρας σεαυτόν, πάσης ὑλικῆς προσπαθείας· καὶ χερσὶ μιαιφόνοις ἀποκτανθείς, ὡς θῦμα εὐπρόσδεκτον, καὶ ὁλοκάρπωμα θεῖον, προσηνέχθης Χριστῷ, ἀθλητικῶς τελέσας τὴν ζωήν. Ἀλλ' ὡς Ὅσιος ἐν ἀσκηταῖς, καὶ Μάρτυς ἐν ὁσίοις, διπλῶν στεφάνων ἔτυχες παρὰ Κυρίου, καὶ θαυμάτων χάριν ἐκομίσω, ὁσιομάρτυς Ἐφραίμ· διὸ τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτησαι ἱλασμὸν πταισμάτων, καὶ τὸ μέγα ἔλεος,

Καί νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ' 9)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



















ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α'.
Δαβιτικὴν ῥῆσιν πληρουμένην, ἐν σοὶ καθορῶντες, ὁσιομάρτυς Ἐφραίμ, φαιδρῶς τιμῶμέν σε· ἐν ὄρει γὰρ Ἀμώμων, τὴν ἀρετὴν ἐργασάμενος, ὡς ἐν ὄρει Κυρίου, ἀθῶος ὤφθης ταῖς χερσί, καὶ καθαρὸς τῇ καρδίᾳ, δικαιοσύνην ἐνδυσάμενος· καὶ ἀπαθείας τὰ ἄνθη, μαρτυρικῷ ἀρδεύσας αἵματι, ἀθλητικὴν καρποφορίαν ἐξήνθησας, καὶ τῶν θαυμάτων τὸν γλυκασμόν, τῇ Ἐκκλησίᾳ βλυστάνεις· δι’ ὧν παθῶν πικρία ξηραίνεται, καὶ πρὸς σωτηρίαν εὐοδοῦνται οἱ βοῶντες· Κύριε δόξα σοι.

Ἦχος β'.
Τῶν ἀρετῶν τὴν τρίβον, συντόνως πορευόμενος, τὸ τῆς σαρκὸς ἐνέκρωσας φρόνημα, ἐγκρατείας πόνοις, Ἐφραὶμ παμμακάριστε· τὴν δὲ ψυχὴν κατοικητήριον, καὶ καθαρώτατον σκήνωμα, τῆς παναγίας Τριάδος εἰργάσω, ὡς φωτὸς θείου πλήρης· καὶ τοῦ σκότους τὸν ἄρχοντα, δι’ ἀνημέρων βαρβάρων, λυσσωδῶς προσβαλόντα σοι, κραταιῶς ἀπεκρούσω, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· καὶ ὡς χρυσὸς ἐν καμίνῳ, πολυειδέσι βασάνοις δοκιμασθείς, τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, μαρτυρικῆς εὐκλείας ἀξιούμενος, καὶ πᾶσιν αἰτούμενος, εἰρήνην καὶ θεῖον ἔλεος.

Ἦχος γ'.
Ὁσιότητι ἐμπρέπων, καὶ τῷ Θεῷ ἀμέμπτως ἱερουργῶν, ὡς ἱερεὺς τῆς χάριτος εὐπρόσδεκτος Ὅσιε, ὡς θυσίαν καθαράν, καὶ προσφορὰν τελείαν, τὴν ἐν ἀσκήσει ζωήν, καὶ τὴν ἐν ἀθλήσει στεῤῥότητα, Χριστῷ προσενήνοχας· βαρβαρικαῖς γὰρ χερσὶ συσχεθείς, οὐκ ἐφείσω τῆς προσκαίρου ζωῆς, πρὸς τὴν αἰώνιον ζωὴν κατεπειγόμενος καὶ μαρτυρικῇ κοσμηθεὶς λαμπρότητι, πρὸς τὸν νυμφῶνα τῆς ἄνω δόξης ἀνέδραμες, ὁσιομάρτυς Ἐφραὶμ μακάριε· ὅθεν τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτει ἱλασμὸν παρὰ Θεοῦ καὶ μέγα ἔλεος.

Ἦχος δ'.
Τοῖς πάλαι Ὁσίοις ἁμιλληθεὶς καὶ Μάρτυσι, καὶ τῶν ἀγώνων κοινωνήσας αὐτοῖς, τῆς κατ’ αὐτοὺς χάριτος μετέσχες, ἐν τῇ ἀφθόνῳ δωρεᾷ, τοῦ Παρακλήτου δοξασθείς, Ἐφραὶμ παμμακάριστε, Θεοῦ θεράπων γνήσιε· ὅθεν ἐνεργῶν ἐν τοῖς θαύμασι, πανταχοῦ προφθάνεις καλούμενος καὶ κατ’ ὄναρ καὶ ὕπαρ παραδόξως φαινόμενος, σωστικὴν βοήθειαν παρέχεις, τοῖς ἐν ἀνάγκαις τελοῦσιν. Ἀλλὰ πρέσβευε Ἅγιε, ταύτην τὴν Μονήν σου ἀπήμαντον τηρεῖσθαι, καὶ τοῖς σὲ τιμῶσι διδόναι, πταισμάτων συγχώρησιν.



Δόξα. Ἦχος β'.
Τὴν ἐν ἀσκήσει ζωήν σου, ὁ τῆς δόξης προσηκάμενος Κύριος, ἀθλητικῆς εὐκλείας σε ἠξίωσεν, Ἐφραὶμ πάτερ Ὅσιε· ἀγγελικῶς γὰρ βιοτεύων, καὶ πρὸς τὸ πρῶτον ἀναγόμενος ἀξίωμα, τῇ τῶν κρειττόνων ἐργασίᾳ, ἐπιδρομέων ἰταμωτάτων, οὐκ ἔπτηξας τὴν ῥύμην· ἀλλ’ ὡς ἀρνίον ἄκακον, δίκην λύκων ὑπ' αὐτῶν σπαραχθείς, τῇ κεφαλῇ τῶν ὅλων Χριστῷ, τελεώτερον προσηρμόσθης· καὶ τοῦ πόθου εὑρὼν τὴν πλήρωσιν, μὴ παύσῃ ἱλεούμενος ἡμῖν, τὸν σὲ δοξάσαντα Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁσιομάρτυς Ἐφραίμ, ὁ ἐκ νεότητος σαυτὸν ἀναθέμενος, καρδίᾳ τελειωτάτῃ, τῷ παντεπόπτῃ Θεῷ, κοσμικὴν ἀπάτην βδελυξάμενος· ἐντεῦθεν ἰσάγγελον, πολιτείαν ἐζήλωσας, δι’ ἐγκρατείας, καὶ συντόνου δεήσεως, ἐνδιαίτημα, ἀπαθείας γενόμενος· ὅθεν Μαρτύρων σκάμματα, ὑπῆλθες ὡς ἄσαρκος, ὑπὸ βαρβάρων ἀνόμων, σφαγιασθεὶς ἀπηνέστατα. Καὶ νῦν ἐκδυσώπει, τοῖς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίροις ὁσιομάρτυς Ἐφραίμ, ὁ τῶν ὁσίων κοινωνὸς καὶ ὁμότροπος, Μαρτύρων ἐν πᾶσιν ἴσος, ὡς τὴν ἀνδρείαν αὐτῶν, καρτεροῖς ἀγῶσιν ἐνδειξάμενος· ἀστὴρ ὁ πολύφωτος, ἀρετῶν τῆς ἀσκήσεως, ὁ ἐκ τοῦ ὄρους, τῶν Ἀμώμων τοῖς πέρασι, τῶν ἰάσεων, καὶ θαυμάτων τάς χάριτας, πᾶσιν ἐκλάμπων Ἅγιε, καὶ λύων σκοτόμαιναν, παθῶν καὶ πάσης ἀνάγκης, τῇ ταχυτάτῃ πρεσβείᾳ σου. Καὶ νῦν ἐκδυσώπει, τοΐς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ φερωνύμως ἐπευφράνας ἐν Πνεύματι, εὑρέσει τῇ παρ’ ἐλπίδα, τῶν σῶν λειψάνων σοφέ, ἐξ ὧν ἀναβλύζει χάρις ἄφθονος· ἐντεῦθεν προστρέχουσι, πανταχόθεν τῇ μάνδρᾳ σου, οἱ ἐν ἀνάγκαις, καὶ ἐν νόσοις καὶ πάθεσι, καὶ τὴν ἴασιν, παραδόξως κομίζονται. Ὅθεν εὐσήμῳ στόματι, κηρύττουσιν ἔνδοξε, τὴν σὴν θερμὴν προστασίαν, οἱ τῶν καλῶν σου τρυφήσαντες, Χριστὸν ἀνυμνοῦντες, τὸν θαυμάτων ἐνεργείαις, σὲ μεγαλύναντα.




Δόξα. Ἦχος πλ. δ'.
Τῷ φωτὶ τῆς χάριτος, καταυγαζόμενος Πάτερ, τῶν ἀρχόντων τοῦ σκότους τάς ὁρμάς, ἀνδρειωτάτῃ ψυχῇ ὑπέμεινας, ὥσπερ ἄλλου πάσχοντος· καὶ τῷ Χριστῷ ὁλικῶς ἀτενίζων, σπαραττομένων τῶν μελῶν φονώσαις χερσίν, οὐδόλως ἐφρόντισας, ἀλλ’ ἐβόας Κυρίῳ· δέξαι Σῶτερ τὸ πνεῦμά μου, ὁ δι’ ἐμὲ ἑκουσίως παθών, καὶ πηγάσας μοι ζωὴν αἰώνιον. Καὶ νῦν Ἐφραὶμ μακάριε, ἀδιαλείπτως πρέσβευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ λύχνος ἀνέλαμψας, καὶ μαρτυρικῶς θεοφόρε πρὸς Θεὸν ἐξεδήμησας, βαρβάρων ὑποστὰς ἐπιδρομάς, Ἐφραὶμ ὁσιομάρτυς τοῦ Χριστοῦ· διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ τὸ τῆς ἑορτῆς.

Ἀπόλυσις.



















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ,
Νεόφωτος ἀστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Ἐφραὶμ Θαυματουργέ, ἀληθῶς ἀνεδείχθης, ἀκτῖσι τῶν θαυμάτων σου, καταυγάζων τὰ πέρατα. Ὅθεν σήμερον, τῆς σῆς ἀθλήσεως μάκαρ, ἑορτάζομεν, τὴν ἑορτὴν τὴν ἁγίαν, Χριστὸν μεγαλύνοντες.
Καὶ τὸ τῆς ἑορτῆς.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπιπεσόντων τῇ ἁγίᾳ Μονῇ σου, ἀγαρηνῶν οἷά περ λύκων ἀγρίων, σὲ τοῦ Χριστοῦ ἀρνίον τὸ πραότατον, Πάτερ κατεσπάραξαν, πολυτρόποις βασάνοις· ἔνθεν ἀνελήλυθας, πρὸς οὐράνιον μάνδραν, ὁσιομάρτυς Ἅγιε Ἐφραὶμ , καὶ μαρτυρίου, ἐδέξω, διάδημα.
Καὶ τὸ τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον.
Ἐν τῷ ὄρει Ἀμώμων ἀναδραμών, πρὸς αἰώνια ὄρη κατὰ Δαβίδ, τὸν νοῦν σου ἀνύψωσας, διὰ βίου λαμπρότητος, καὶ μαρτυρίου δρόμον, ἀνδρείως διήνυσας, βαρβαρικῆς μανίας, γενόμενος σφάγιον· ὅθεν διπλοῦν γέρας, ἐκ Θεοῦ ἐκομίσω, καὶ βλύζεις ἰάματα, Ἐφραὶμ πάτερ τοῖς σπεύδουσι, τοῖς τιμίοις λειψάνοις σου· αὐτὰ γὰρ τῇ σεπτῇ σου Μονῇ, ὥσπερ πλοῦτον θεῖον ἐφανέρωσας, τοὺς πιστῶς προσιόντας, ἀεὶ ἁγιάζοντα.
Καὶ τὸ τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί. Τὸ α' Ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Ό Ν'.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου... καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.
Τῆς ἀμπέλου τῆς ζωῆς, κλῆμα ὑπάρχων, Ἐφραὶμ παναοίδιμε, τοῦ μαρτυρίου τὸν βότρυν τὸν πέπειρον, τῇ Ἐκκλησίᾳ ἐγεώργησας, καλῶς ἀγωνισάμενος. Καὶ νῦν βλυστάνεις ἡμῖν, τὸ μυστικὸν τῆς χάριτος νέκταρ, τῇ θερμῇ ἀντιλήψει σου, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα οἱ Κανόνες. Τῆς ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Δίδου ὦ Πάτερ θείαν μοι χάριν. Γερασίμου.
ᾨδὴ α'. Ἦχος α'. Σοῦ τροπαιοῦχος δεξιά.
Δόξης ἀπολαύων θεϊκῆς, καὶ φωτισμοῦ ἀποῤῥήτου πληρούμενος, λόγον μοι πρυτάνευσον, καὶ φωτισμόν μοι παράσχου πρεσβείαις σου, Ἐφραὶμ θεοφόρε, ὅπως ὑμνήσω τοὺς ἄθλους σου.
θυνας τὸν νοῦν σου ἐκ παιδός, τοῖς τοῦ Κυρίου προστάγμασιν Ὅσιε, πρὸς ζωὴν τὴν κρείττονα, καὶ μοναστὴς θεοφόρος καὶ ἄμωμος, ἐν Ἀμώμων ὄρει, κατὰ Δαβὶδ ἐχρημάτισας.
Δύναμιν λαβὼν παρὰ Θεοῦ, βαρβαρικῆς ἰταμότητος ἔφοδον, ἀκλινῶς ὑπέμεινας, τῆς εὐσεβείας προφαίνων τὴν δύναμιν, Ἐφραὶμ θεοφόρε, ἐν τῷ στρεβλοῦσθαι τὸ σῶμά σου.
Θεοτοκίον.
λη καθαρὰ καὶ ἐκλεκτή, τῆς παρθενίας ἐκλάμπουσα χάρισιν, ὤφθης Παναμώμητε, καὶ τὸν Θεὸν τῶν ἁπάντων ἐκύησας, ἐπεὐεργεσίᾳ, τῶν γηγενῶν σωματούμενον.

ᾨδὴ γ'. Ὁ μόνος εἰδώς.
ψώσας τὸν νοῦν σου πρὸς Θεόν, ταῖς θείαις ἀναβάσεσι, σαρκὸς τὸ φρόνημα ἀπενέκρωσας, καὶ ἀπαθείας ὤφθης κειμήλιον, πόνοις τῆς ἀσκήσεως, Ἐφραὶμ παμμακάριστε, προγυμνάζων σεαυτὸν πρὸς τὴν ἄθλησιν.
ς εἶδες ὡς θῆρες ἀπηνεῖς, κατὰ τῆς θείας μάνδρας σου, ἐπιπεσόντα στίφη τὰ βάρβαρα, ἔστης ἀκλόνητος καὶ ἀπτόητος, τούτων ἐπιθέσεσι, καὶ βασάνων ἔφοδον, παρ' αὐτῶν θεοφόρε ὑπέμεινας.
Παντοίων κολάσεων ποινάς, ὑπήνεγκας ὡς ἄσαρκος, καὶ τοῦ Βελίαρ πᾶσαν τὴν δύναμιν, τῇ ἀνενδότῳ πάτερ ἐνστάσει σου, Ἐφραὶμ ἐξενεύρισας, καὶ Μαρτύρων στέφανον, ἐκ Θεοῦ ἐκομίσω μακάριε.
Θεοτοκίον.
γίων τὸν Ἅγιον Ἁγνή, ὡς οἶκος ἁγιάσματος, καὶ παρθενίας πάναγνον σκήνωμα, σαρκὸς ἐν εἴδει ἡμῖν γεγένηκας· ὅθεν καθαγίασον, θερμῶς ἱκετεύω σε, τὴν ῥυπῶσαν Παρθένε καρδίαν μου.








Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Βιώσας ὡς ἄγγελος, ἐν ἐγκρατείᾳ πολλῇ, οἰκείοις ἐν αἵμασι, τὴν σὴν ἁγίαν στολήν, ἐφοίνιξας Ὅσιε· ὅθεν ἐν ἀμφοτέροις, ἱερῶς διαλάμπων, δίδου ἡμῖν ὑψόθεν, τῇ θερμῇ σου πρεσβείᾳ, Ἐφραὶμ ὁσιομάρτυς, ἐν πᾶσι βοήθειαν.
Θεοτοκίον.
Ἀφράστως κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, φθορᾶς με ἀπάλλαξον, τῶν ἀκαθάρτων παθῶν, σπιλούντων με πάντοτε· εἶδέ μου τὴν ὀδύνην, τῆς ψυχῆς Θεοτόκε, κάθαρον δὲ τὸν νοῦν μου, νοημάτων ἐκτόπων, καὶ δίδου τῇ καρδίᾳ μου, κατάνυξιν δέομαι.

ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι.
Τείναντες τὸ σῶμά σου, οἱ βάρβαροι Ὅσιε, κατεδαπάνησαν αὐτό, τοῖς ἀνυποίστοις αἰκισμοῖς, σὺ δὲ πρὸς τὸν Κύριον, ἐνατενίζων καρδίας τοῖς ὄμμασι, ἀγαλλομένῃ ψυχῇ πάντα ἤνεγκας.
χαιρες τυπτόμενος, καὶ συντριβόμενος Ἅγιε, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, ὑπ’ ἀλλοφύλων δυσμενῶν, καὶ πάντα συνέτριψας, τὰ τοῦ ἀλάστορος κέντρα τοῖς πόνοις σου, ὁσιομάρτυς Ἐφραὶμ ἱερώτατε.
ήσεων ὡς ἤκουσε, τῶν θείων χειλέων σου, ᾗ ἐπεφάνης μυστικῶς, ὁράσει Πάτερ ἱερᾷ, τὸν τρόπον τοῦ βίου σου, καὶ τὴν σὴν κλῆσιν Ἐφραὶμ καὶ τὴν ἄθλησιν, τοῖς ἐν τῷ κόσμῳ λαμπρῶς ἐφανέρωσε.
Θεοτοκίον.
Θρόνος ἀνεδείχθης, τοῦ Θεοῦ ὑψηλότατος, κατέχουσα ἐν ταῖς χερσί, ὅν περ προήγαγες σαρκὶ· διὸ κἀμὲ ὕψωσον, ἐκ κατωτάτου βυθοῦ παραπτώσεων, Θεογεννῆτορ πρὸς βίον ὑπέρτερον.

ᾨδή ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει.
πιστὰς μετὰ τὴν θείαν τῶν λειψάνων σου εὕρεσιν, ἐνεργεῖς ἀοράτῳ τὸ σὸν ἅγιον ὄνομα, καὶ τὴν ἄθλησίν σου τὴν στεῤῥάν, Ἐφραὶμ ὁσιομάρτυς, τοῖς ἀγνοοῦσιν ἐγνώρισας.
αμάτων θεῖα ῥεῖθρα ἡ σορὸς τῶν λειψάνων σου, ἐπομβρίᾳ ἀναβλύζει θεοφόρε τοῦ Πνεύματος, καὶ ἰᾶται πάθη χαλεπά, Ἐφραὶμ Ὁσιομάρτυς, καὶ πᾶσαν ἄλλην ἐπήρειαν.
οράτως ἐπιφαίνει τοῖς καλοῦσι τὴν κλῆσίν σου, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ καὶ παρέχεις τὴν χάριν σου· ὅθεν τῶν θαυμάτων σου σοφέ, ἡ Ἀττικὴ ἐπλήσθη, καὶ μεγαλύνει τὸν Κύριον.
Θεοτοκίον.
Νεκρωθέντα τῇ ἀπάτῃ τοῦ δεινοῦ πολεμήτορος, ζώωσόν με Θεοτόκε ἡ ζωὴν τὴν αἰώνιον, τέξασα ἐν σώματι ἡμῖν, καὶ πρὸς ζωὴν βελτίστην, ἀνθέλκυσόν με τὸν δείλαιον.
ᾨδὴ ς'. Ἐκύκλωσεν ὑμᾶς.
Μαρτύρων τὴν ἀνδρείαν ἐνδειξάμενος, μαρτυρικῆς λαμπρότητος, ἀνεδείχθης θεοφόρε κοινωνός, πρὸς βαρβαρικὴν γνώμην ἀπάνθρωπον, πάτερ Ἐφραίμ, ἀκαταπλήκτως ἀντιταξάμενος.
νέος ἐν Ὁσίοις τε καὶ Μάρτυσιν, Ἐφραὶμ ὁ παναοίδιμος, τοὺς πιστοὺς πρὸς εὐφροσύνην μυστικήν, πάντας συγκαλεῖται θείῳ Πνεύματι· οὗ τὴν σεπτήν, ἄθλησιν μέλψωμεν ᾄσμασιν.
σχὺν ἐνδεδυμένος τὴν θεόσδοτον, ὡς Μάρτυς ἐνθεότατος, τάς ἰάσεις τοῖς νοσοῦσι χορηγεῖς, καὶ τοῖς ἐν κινδύνοις νέμεις λύτρωσιν, Ἐφραὶμ σοφέ, τοὺς παραλύτους ἐπανορθούμενος.
Θεοτοκίον.
Χαρὰν τὴν ἀνεκλάλητον ἐπήγασας, τῷ ὑπὲρ φύσιν τόκῳ σου, τοῖς ἐν λύπαις καὶ ὀδύναις καὶ ποιναῖς, μόνη Θεοτόκε ἀειπάρθενε· ὅθεν κἀμέ, τῆς αἰωνίου χαρᾶς ἀξίωσον.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ἐν τῷ ὄρει ἤσκησας, τῶν Ἀμώμων θεόφρον, καὶ ἐν τούτῳ ἥνυσας, τοῦ μαρτυρίου τὸν δρόμον· ὅθεν σε, διπλοῖς στεφάνοις ὁ ζωοδότης, ἔστεψεν, ὁσιομάρτυς Ἐφραὶμ ἀξίως, ἐκτενῶς ἐκδυσωποῦντα, ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.
Ὁ οἶκος.
Ἀπὸ νεότητος Χριστῷ ἀκολουθήσας Πάτερ, τὴν κοσμικὴν ἐπιφοράν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, ἠρνήσω ὁλοτρόπως· καὶ τῇ θείᾳ μεταρσιούμενος ἀγαπήσει, ἐν ὄρει τῶν Ἀμώμων ἀγγελικῇ πολιτείᾳ διέλαμψας, καὶ τῆς θείας ἐνεργείας κατοικητήριον πέφηνας, ἱδρῶσιν ἀσκητικοῖς, σῶμα καὶ ψυχὴν ἐκκαθαρθείς, τῆς τῶν παθῶν ψυχοφθόρου συνοχῆς· καὶ χερσὶ μιαιφόνοις ἐπιδρομέων ἀλλοφύλων συσχεθείς, μαρτυρικὴν ἐπεδείξω στεῤῥότητα, ποικιλοτρόπως αἰκισθείς, καὶ στρεβλώσεις ὑποστάς, καὶ βιαίως διὰ Χριστὸν θανατωθείς· ὅθεν ὁ ζωοδότης, διπλοῖς στεφάνοις σε ἔστεψεν, ὁσιομάρτυς Ἐφραὶμ, ἐκτενῶς ἐκδυσωποῦντα, ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.










Συναξάριον.
Τῇ ε' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου ὁσιομάρτυρος Ἐφραὶμ τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ κατὰ τὴν Ἀττικὴν ὄρει τῶν Ἀμώμων ἀσκήσαντος καὶ ἀθλήσαντος κατὰ τὸν δέκατον καὶ πέμπτον αἰῶνα.
Ἀσκήσει τὴν ἄθλησιν Ἐφραὶμ συνάψας
ἀξίως δεδόξασαι παρὰ Κυρίου.
Πέμπτῃ Ἐφραὶμ χερσὶ φονόεσσαις λυγρὸν εὕρατο μόρον.
Οὗτος ἦν τῷ δεκάτῳ καὶ πέμπτῳ αἰῶνι, καὶ ἐκ νεαρᾶς ἡλικίας· δέκατον τέταρτον γὰρ ἦγεν ἐνιαυτόν, ἀφιερώθη τῷ Κυρίῳ, ἄρας ἐπ’ ὤμων τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐν ὄρει τῶν Ἀμώμων, καλουμένῳ, ὄντι ἐν τῇ Ἀττικῇ, ἐν τῇ ἐκεῖσε Μονῇ, ζήλῳ θείῳ τῶν κρειττόνων μονάσας, τοὺς ἀσκητικοὺς ἤνυε ἀγῶνας, δι’ ἄκρας ἐγκρατείας, καὶ ταῖς λοιπαῖς κατὰ Χριστόν, ἀρεταῖς καθαίρων ἑαυτόν, καὶ θεοειδὴς γνωριζόμενος. Ἀλλὰ φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος μισοκάλου ἐχθροῦ, στίφος ἀλλοφύλων Ἀγαρηνῶν βαρβάρων διὰ θαλάσσης ἐπιδραμόν, φθορᾷ καὶ δῃώσει καὶ λεηλασίᾳ τὰ ἐκεῖσε πάντα, σὺν τῇ Μονῇ, ὑπέβαλον. Τότε δὴ καὶ τὸν μακάριον Ἐφραίμ, μανίᾳ πολλῇ κρατήσαντες, φρικώδεσι τιμωρίαις καὶ βασάνοις καὶ πόνοις κατῃκίζοντο καὶ ἐσπάρασσον, ἕως οὗ βιαὶῳ θανὰτῳ τὴν ἑαυτοῦ ἁγίαν ψυχὴν εἰς χεῖρας Θεοῦ. παρέδωκεν τῇ ε' Μαΐου, ἐν ἔτει σωτηρίῳ 1426, ἡμέρα Τρίτη, περὶ ὥραν θ'.
Ταῦτα πάντα ἐτέλουν ἄγνωστα καὶ ἀφανῆ πλείστων ἐνιαυτῶν περιόδοις, κατακαλυπτόμενα τῷ βυθῷ τῆς σιωπῆς καὶ λήθης. Θείᾳ δὲ ἐπινεύσει καὶ ῥοπῇ, ἐν ἔτει 1950, κινηθεῖσα ἡ τῆς Μονῆς ἡγουμένη, ἧς ἡ κλῆσις Μακαρία, ἐποίησατο ἀνασκαφὰς ἐν τῇ ἐκεῖσε αὐλῇ, ἔνθα τῇ γ' Ἰανουαρίου μηνός, ἀνεύρατο ἐν πολλῇ ἐκπλήξει καὶ θάμβει ἱερῷ, λείψανα ὁσίου ἀνδρός, οὐράνιον ἐκπέμποντα εὐωδίαν καὶ ὀσμήν. Διαποροῦσα καὶ εὐχομένη τίνος ἆρα εἰσὶ ταῦτα, ἐφάνη αὐτῇ θαυμαστὸς καὶ ἱεροπρεπὴς μοναχός, ὅστις τὰ πάντα δῆλα πεποίηκε· τὴν κλῆσιν, τὴν βαρβαρικήν ἐπιδρομήν, τὸ μαρτυρικὸν τέλος, ἔτι δέ, ὅτι τὰ εὑρεθέντα ὀστᾶ ἀνήκουν αὐτῷ, ὡς ἐν ἐκτενείᾳ πως ἀφηγοῦνται τῇ γ' Ἰανουαρίου, ἐν ᾗ τελεῖται καὶ ἑορτάζεται ἡ εὕρεσις τῶν τιμίων λειψάνων τοῦ Ὁσιομάρτυρος.
Ὁ θεῖος οὗτος Ὁσιομάρτυς, δοξασθεὶς παρὰ Κυρίου, πλεῖστα θαύματα ἐνεργεῖ τοῖς ἐπικαλουμένοις αὐτόν, καὶ παντοίας νόσους θεραπεύει τοῖς προσερχομένοις τοῖς ἱεροῖς αὐτοῦ λειψάνοις, ἀποκειμένοις ἐν τῇ παρὰ τὴν Νέαν Μάκρην ἁγίᾳ αὐτοῦ Μονῇ, καὶ κατ' ὄναρ καὶ καθ’ ὕπαρ πολλάκις φαινόμενος, βοηθεῖ καὶ ἀρήγει τοῖς ἐν ἀνάγκαις συνεχομένοις, τῇ δεδομένῃ παρὰ Κυρίου αὐτῷ χάριτι.
Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ'. Σὲ νοητήν.
σκητικόν, διανύων Ὅσιε, ἀγῶνα πόθῳ θεϊκῷ, τοῖς ἀθλήσεως σεαυτόν, ἔβαψας τοῖς αἵμασι, καὶ ὡς θῦμα ἄμωμον, Ἐφραὶμ προσήχθης τῷ Κτίσαντι, ὡς αἰνετὸν μεγαλύνων, αὐτὸν καὶ ὑπερένδοξον.
ῶσιν ἀεί, ἐνεργείᾳ κρείττονι, τῶν λειψάνων σου σορός, ἀναβλύζει πάτερ Ἐφραίμ, νόσους θεραπεύουσα, δαίμονας ἐλαύνουσα, καὶ εὐωδίαν οὐράνιον, ἀρωματίζει πᾶσι, τοῖς εὐλαβῶς προστρέχουσι.
δοὺ πιστῶς, Ἀττικῶν συστήματα, καὶ Ἀθηναῖοι εὐλαβεῖς, τῇ Μονῇ σου τῇ εὐαγεῖ, σπεύδουσιν αἰτούμενοι, τὴν πλουσίαν χάριν σου, Ἐφραὶμ Ἀγγέλων συμμέτοχε, ἣν δίδου ὁσιομάρτυς, εὐφραίνων τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Νάμα ζωῆς, ὡς πηγὴ ἀκένωτος, τῶν οἰκτιρμῶν τῶν θεϊκῶν, τῇ διψώσῃ μου νῦν ψυχῇ, βλῦσον Παναμώμητε, καὶ σβέσον τὸν καύσωνα, τῶν ἀμετρήτων μου θλίψεων, ἵνα ὑμνῶ Θεοτόκε, τὴν δόξαν σου τὴν ἄφραστον.

ᾨδὴ η'. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Γαβριῶντος ἔθραυσας ἐχθροῦ, ὀφρὺν τὴν ἐπηρμένην, τῇ θείᾳ σου ταπεινώσει, ἐν τῷ θλίβεσθαι πικρῶς, παρὰ τῶν κτεινόντων σε· εὐλογεῖτε πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Ἐφραὶμ εἰς τοὺς αἰῶνας.
δοξάσθης Πάτερ ἀληθῶς, παρὰ Χριστοῦ ἀξίως, καὶ πᾶσι δεδοξασμένος, μετὰ χρόνιον ἡμῖν, ἀπόκρυψιν πέφηνας· εὐλογεῖτε πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Ἐφραὶμ εἰς τοὺς αἰῶνας.
αντισθεὶς τοῖς αἵμασι τοῖς σοῖς, κατέκλυσας τῶν βαρβάρων, τὸ κράτος καὶ τὴν μανίαν, τῇ στεῤῥότητι τῆς σῆς, ψυχῆς καὶ τῇ χάριτι, καὶ ἐβόας Ἐφραὶμ ἐν τῷ θνήσκειν· δέξαι μου τὸ πνεῦμα, οἰκτίρμον ζωοδότα, χερσί σου ταῖς ἀχράντοις.
Θεοτοκίον.
πειράνδρως τέτοκας Χριστόν, καὶ μετὰ τόκον μένεις, Παρθένος ὡς πρὸ τοῦ τόκου, ἀειπάρθενε Ἁγνὴ· διό σοι κραυγάζομεν· χαῖρε μόνη ἁγνείας κειμήλιον πάναγνον, Κεχαριτωμένη εἰς πάντας τοὺς αἰῶνας.









ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς.
Στέφος μαρτυρίου εἴληφας, μαρτυρικῶς σφραγίσας Πάτερ τὸν βίον σου, καὶ παρέστηκας, ζωῆς τῷ ξύλῳ γηθόμενος, αἰωνίου χαρᾶς ἀξιούμενος, Ἐφραὶμ ὁσιομάρτυς, καὶ μετοχῇ θείᾳ θεούμενος.
σος τῶν Ὁσίων πέφηνας, ὁσιακῶς τελέσας Πάτερ τὸν βίον σου, καὶ ἰσότιμος, τῶν ἀθλοφόρων γεγένησαι, ἐνεγκὼν τῶν βαρβάρων τὴν ἔφοδον, Ἐφραὶμ ὁσιομάρτυς· ἔνθεν διπλῶν βραβείων ἔτυχες.
Μνήμην ἐκτελοῦντες σήμερον, τῆς σῆς στεῤῥᾶς ἀθλήσεως ἐκβοῶμέν σοι· ἀεὶ φύλαττε, πάσης ἀνάγκης καὶ θλίψεως, τὴν παροῦσαν Μονήν σου τιμῶσάν σε, Ἐφραὶμ ὁσιομάρτυς, καὶ πᾶσι δίδου τὰ σωτήρια.
ρμῳ γαληνῷ προσώρμησαι, τῆς αἰωνίου δόξης τε καὶ λαμπρότητος, μετὰ κλύδωνα, τῶν ἀνυποίστων κολάσεων, ὑποστὰς βιαιότατον θάνατον, Ἐφραὶμ ὁσιομάρτυς, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Θεοτοκίον.
ψος τοῦ ἀφράστου τόκου σου, τίς ἐξειπεῖν Παρθένε λόγος ὑμνήσεται; Σὺ γὰρ τέτοκας, μετὰ σαρκὸς τὸν ἀσώματον, καὶ Θεὸν τῶν ἁπάντων καὶ Κύριον· διό σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς παλαίσμασι, τὴν σὴν ζωὴν ἐλάμπρυνας, καὶ μαρτυρίου ἀγῶσιν, ὡς εὐωδέστατον θῦμα, καὶ προσφορὰ εὐπρόσδεκτος, Κυρίῳ προσενήνεξαι, Ἐφραὶμ ἀεὶ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν ἄθλησίν σου.
Καὶ τὸ τῆς ἑορτῆς.
















ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσι.
Ἐκ νεότητος Ἅγιε, τῷ Χριστῷ ἠκολούθησας, κοσμικὴν τερπνότητα ἀπωσάμενος, καὶ πολιτείας λαμπρότητι, καὶ πόνοις ἀθλήσεως, ἐν τῷ ὄρει τῷ σεπτῷ, τῶν Ἀμώμων διέπρεψας, καὶ ἐδόξασας, τὸν Χριστὸν ἀμφοτέροις τοῖς καμάτοις, καὶ Ἀγγέλων ταῖς χορείαις, Ἐφραὶμ παμμάκαρ ἠρίθμησαι.

Ὡς ἀρνίον σε ἄκακον, ἐπελθόντες οἱ βάρβαροι, οἷα θῆρες ἄγριοι κατῃκίζοντο, σὺ δὲ ἀτρέπτῳ φρονήματι, τὰ πάντα ὑπέμεινας, ἀτενίζων τῷ Χριστῷ, οὗ εἰς χεῖρας τὸ πνεῦμά σου, χαίρων δέδωκας, καὶ συνήφθης Ἁγίων ταῖς χορείαις, ὡς στεῤῥὸς ὁσιομάρτυς, Ἐφραὶμ ἡμῶν ἀγαλλίαμα.

Ἐν Ὁσίοις ὡς Ὅσιος, διαλάμπεις μακάριε, καὶ ἐν ἀθλοφόροις ὡς μάρτυς ἔνθεος· ἐν ἀμφοτέρων γὰρ Ἅγιε, τοῖς πόνοις ἠρίστευσας, καὶ ἐδόξασας Χριστόν· διὰ τοῦτο θαυμάτων σοι χάριν δέδωκεν, ὁ δεχθεὶς τοὺς ἁγίους σου ἀγῶνας· ὂν ἱκέτευε ἀπαύστως, Ἐφραὶμ ὅπερ τῶν τιμώντων σε.

Εὐδοκίᾳ τῇ κρείττονι, τοῦ λαμπρῶς σε δοξάσαντος, μετὰ πολυχρόνιον τὰ σὰ λείψανα, ἐν γῇ κατάκρυψιν Ὅσιε, νῦν ἐφανερώθησαν, ὥσπερ ἄνθη νοητά, εὐωδίαν οὐράνιον, ἀποπνέοντα, καὶ θαυμάτων δυνάμεις ἐνεργοῦντα, τοῖς ἐν πίστει ἑξαιτοῦσιν, Ἐφραὶμ θεόφρον τὴν χάριν σου.

Δόξα. Ἦχος πλ. α'.
Τῆς ἀρετῆς τὴν χλαῖναν, τῷ τῆς ἀθλήσεως αἵματι ἐφοίνιξας, ὁσιομάρτυς Ἐφραὶμ, ἀγωνισάμενος νομίμως· τάς ἀοράτους γὰρ ἀρχάς, τοῦ σκότους θριαμβεύσας, τῶν ἐρωμένων τὴν ῥύμην οὐκ ἔπτηξας, τὰ ἄνω ποθῶν καὶ ζητῶν· καὶ ἐν πᾶσιν ἀριστεύσας, λαμπαδηφόρος ἀνέδραμες, ἐν τῷ νυμφῶνι τῆς ἀϊδίου ζωῆς. Ἀλλ’ ὡς τοῦ θείου φωτὸς κοινωνός, σκότους παθῶν ἀπάλλαξον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

Καί νῦν. Τῆς ἑορτῆς ἢ τὸ τοῦ Πάσχα.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον,
Βίῳ διαλάμπων ἀσκητικῷ, ἐν ὄρει Ἀμώμων, ἠγωνίσω μαρτυρικῶς, καὶ θαυμάτων χάριν, θεόθεν ἐκομίσω, Ἐφραὶμ Ὁσιομάρτυς, Ἀγγέλων σύσκηνε.



ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, λέγομεν τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος, καὶ ὡς συνήθως τὰ ἑξῆς. Ἦχος δ', Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς προσιοῦσι τοῖς σεπτοῖς σου λειψάνοις, καὶ ἑξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, δίδου ἀεὶ τὴν θείαν σου ἀντίληψιν, τούτους ἐκλυτρούμενος, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, ὁσιομάρτυς Ἅγιε Ἐφραίμ, ὡς τοῦ Σωτῆρος θεράπων θερμότατος.
Δόξα. Ὅμοιον.
Τῇ ἀνευρέσει τῶν σεπτῶν σου λειψάνων, χαρᾶς ἐπλήρωσας πιστῶν τάς καρδίας, καὶ τὴν Μονήν σου ταύτην πλεῖον εὔφρανας, ἥτις καταφεύγουσα, τῇ σῇ χάριτι κράζει· Σύ μου εἶ προσφύγιον, καὶ θερμὸς ἀντιλήπτωρ, ὁσιομάρτυς Ἅγιε Ἐφραίμ· διό με ῥύου, δεινῶν περιστάσεων.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ό Ν' ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Εὔφρανον Πάτερ ἡμᾶς σῇ δόξῃ. Γερασίμου.
ᾨδὴ α'. Ἦχος πλ. δ'. 'Ὑγρὰν διοδεύσας.
κ γῆς ὥσπερ κρίνα ἐαρινά, ἐφάνησαν Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, ὀσμῇ οὐρανίῳ τὸ δυσῶδες τῶν παθημάτων Ἐφραὶμ ἀπελαύνοντα.
ψόθεν ὑπάρχων ἐπισκοπῶν, τὴν δὲ τὴν Μονήν σου, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ δίδου αὐτῇ Ἐφραὶμ παμμάκαρ, τῆς εὐλογίας τῆς σῆς χάριν τὴν ἄφθονον.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν τὴν ὁμίχλην, καὶ τὴν νύκτα τῶν πειρασμῶν, διάλυσον Πάτερ ἐκ τῶν πίστει, προσφευγόντων τοῖς θείοις λειψάνοις σου.
Θεοτοκίον.
υσθῆναί με πάσης ἐπιβουλῆς, ἐχθροῦ τοῦ ἀσάρκου, τῇ πρεσβείᾳ σου τῇ σεπτῇ, ἐνίσχυσόν με μόνη Θεοτόκε, ἵνα ὑμνῶ σου τὴν δόξαν τὴν ἄῤῥητον.






ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
νατείλας ἐσχάτως, ὥσπερ ἀστὴρ πάμφωτος, τῇ ἀποκαλύψει τῶν θείων, Πάτερ λειψάνων σου, θαῦμα λάμψεσι, φωταγωγεῖς τάς καρδίας, τῶν αἰτούντων Ἅγιε, τὴν σὴν βοήθειαν.
Νοσημάτων παντοίων, καὶ χαλεπῶν θλίψεων, δρόσῳ τῆς σεπτῆς σου πρεσβείας, σβεννύεις καύσωνα· διὸ βοῶμέν σοι· σβέσον ἡμῶν τάς ὀδύνας, ἐπομβρίᾳ Ἅγιε, τοῦ θείου Πνεύματος.
Οἱ τῇ θείᾳ σορῷ σου, μετὰ σπουδῆς σπεύδοντες. ἴασιν κομίζονται Πάτερ, καὶ ἀπολύτρωσιν, πάσης κακώσεως· σὺ γὰρ τοῖς πᾶσι παρέχεις, οἷα συμπαθέστατος, χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Νοητὸς ὤφθης θρόνος, καὶ χρυσαυγὲς σκήνωμα τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, Παρθένε ἄχραντε· διὸ κἀμὲ δεῖξον οἶκον, ἔργοις καθαρότητος, τῆς θείας χάριτος.
Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ θεόφρον.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Αἴτησις παρὰ τοῦ ἱερέως, καὶ τὸ Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή.  (Τὰ ἄνω ζητῶν) 
Προστάτης θερμός, ἀρτίως ὤφθης Ἅγιε, ἐκφάνσει ἡμῖν, τῶν ἱερῶν λειψάνων σου, τοῖς πόθῳ καταφεύγουσι, θεομάκαρ Ἐφραὶμ τῇ πρεσβείᾳ σου· διὰ τοῦτο βοῶμέν σοι πιστῶς· Χριστῷ ὑπὲρ πάντων Πάτερ πρέσβευε.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Πλείστοις τρόποις μακάριε, φαίνῃ τοῖς καλοῦσι τὴν θείαν κλῆσίν σου, καὶ παρέχεις τὰ αἰτήματα τὰ πρὸς σωτηρίαν Ἐφραὶμ Ὅσιε.
σθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις χαρὰν τὴν κρείττονα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, δίδου οὐρανόθεν Ἐφραὶμ Ἅγιε.
Τὴν Μονήν σου ἀπήμαντον, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, διατήρει Ἐφραὶμ Ἅγιε, τὴν ἐγκαυχομένην τοῖς λειψάνοις σου.
Θεοτοκίον.
κ γαστρὸς ἀνέτειλε, τῆς δικαιοσύνης Ἁγνὴ ὁ Ἥλιος, οὗ ταῖς αἴγλαις καταλάμπρυνον, τὴν ἐσκοτισμένην μου διάνοιαν.






ᾨδὴ ε'. Φώτισον ἡμᾶς.
άβδῳ ἰσχυρᾷ τῆς πρεσβείας σου ἐκδίωξον, τὸν ἀόρατον τὸν καθ' ἡμῶν, ὠρυόμενον Ἐφραὶμ καθάπερ λέοντα.
θλησας καλῶς, καὶ ἀρτίως ἡμῖν ἔγνωσαι, τῇ ἐκφάνσει τῶν ἁγίων σου ὀστῶν ἁγιάζων τάς ψυχὰς ἡμῶν μακάριε.
Μέγας ἀρωγός, τῆς Μονῆς ὤφθης Ἅγιε, τῆς πλουτούσης ὥσπερ θεῖον θησαυρόν, τὰ μυρίπνοα καὶ ἅγιά σου λείψανα.
Θεοτοκίον.
χραντε Ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν νοσοῦσάν μου τοῖς πάθεσι ψυχήν, θεραπείας τῇ σῇ χάριτι ἀξίωσον.

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων καὶ ψυχῶν ἰατῆρα, ἡ τοῦ Πνεύματος χάρις, ἐν ταῖς ἐσχάταις ἡμέραις παμμάκαρ, ἐκ γῆς λαγόνων τὰ θεῖά σου λείψανα, ἀνακαλύψασα ἡμῖν μετὰ χρόνιον Πάτερ κατάκρυψιν.
Συσφίγξας τοῦ παραλύτου τὰ μέλη, ὑγιῆ τοῦτον ἀπέδειξας Πάτερ, καταφυγόντα τῇ θείᾳ σορῷ σου, καὶ τοῦ Κυρίου τῷ φόβῳ συνέτισας. Ὅθεν ἀπῆλθεν ἐν χαρᾷ, μεγαλύνων τὸ σὸν θαυματούργημα.
νίκα, τῇ ἡγουμένῃ ὡράθης, ἐμφανῆ τὰ σὰ κατέστησας ταύτῃ· ἀλλὰ καὶ νῦν ποθοῦσί σε Πάτερ, τὸ σὸν ἐπίφανον ἅγιον πρόσωπον, καὶ πλήρωσον ἡμᾶς χαρᾶς, οὐρανίου Ἐφραὶμ θεοδόξαστε.
Θεοτοκίον.
Δοχεῖον περιφανὲς τοῦ Ὑψίστου, καὶ Ναὸς φωτοειδὴς καθωράθης, ἐκ τῶν ἁγνῶν σοῦ αἱμάτων Παρθένε, προαγαγοῦσα τῷ κόσμῳ ὡς ἄνθρωπον, τοῦτον δι’ ἔλεος πολύ, διὰ τοῦτο τὴν δόξαν σου.
Διάσωσον, τοὺς προσιόντας...
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Αἴτησις παρὰ τοῦ ἱερέως, καὶ τὸ Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Τῇ φανερώσει τῶν θείων Λειψάνων σου, τὴν σὴν ἐγνώρισας πᾶσι λαμπρότητα· ἰάσεις γὰρ βρύεις ἑκάστοτε, καὶ ἀπαλλάττεις δεινῶν περιστάσεων, Ἐφραὶμ τοὺς φωνοῦντας τὴν κλῆσίν σου.







Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Τοῖς 'Ἁγίοις αὐτοῦ τοῖς ἐν τῇ γῇ...
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, κα! μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου....
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.., καὶ τὸ προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ἤνεγκας στεῤῥότατα, ἐπιδρομῆς τῶν βαρβάρων, καὶ Μάρτυς ἀήττητος, ὤφθης τοῦ Παντάνακτος Ἐφραὶμ Ἅγιε, καὶ χαρὰν κρείττονα, τοῖς πιστοῖς παρέσχες, τῇ εὑρέσει τῶν Λειψάνων σου, δι’ ὧν διώκεται, πᾶσα τοῦ Βελίαρ ἐπήρεια, καὶ νόσοι θεραπεύονται, καὶ ψυχῶν ἰῶνται τὰ τραύματα. Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, πᾶσι δοθῆναι συγχώρησιν, καὶ ζωὴν γαλήνιον.

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν θεόφρον, ἀφικόμενος ὧδε τῇ θείᾳ Μάνδρᾳ σου, ὁρᾶσαι παραδόξως, ποικίλαις ἐμφανείαις, καὶ πληροῖς τὰ αἰτήματα, ὁσιομάρτυς Ἐφραίμ, τῶν σὲ ὑμνολογούντων.
Ξενοτρόπως κατ’ ὄναρ, καὶ καθ’ ὕπαρ παμμάκαρ ἐμφανιζόμενος, χαρὰν καὶ εὐφροσύνην, καὶ πᾶσαν ἄλλην δόσιν, ἀγαθὴν δίδως Ἅγιε, τοῖς εὐφημοῦσιν Ἐφραὶμ τὴν ἱερὰν ζωήν σου.
ἁγία Μονή σου, ὡς ἁγίασμα θεῖον καὶ δῶρον ἅγιον, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ καταπλουτοῦσα ἁγιάζει σῇ χάριτι, τοὺς πανταχόθεν αὐτῇ πιστῶς προσερχομένους.
Θεοτοκίον.
Γεωργίᾳ ἀΰλῳ τῆς σεπτῆς σου πρεσβείας θεοχαρίτωτε, βλαστάνειν τὴν ψυχήν μου, καρποὺς τῆς μετανοίας, Θεοτόκε ἀξίωσον, ὡς ἂν τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.





ᾨδὴ η'. Τὸν Βασιλέα.
Εὔφρανον Πάτερ, εὐφραντικῇ ἀρωγῇ σου, τοὺς στενάζοντας ἐν λύπαις καὶ ἀνάγκαις, τούτους ἀπαλλάτων, Ἐφραὶμ πάσης πικρίας.
ανίσι θείαις τῶν πρεσβειῶν θεόφρον, παφλάζουσαν ὀδύνην τῆς ψυχῆς μου, σβέσον καὶ παράσχου, ἀναψυχήν μοι θείαν.
γίων δήμοις, συναυλιζόμενος Πάτερ, καθικέτευε σὺν τούτοις θεοφόρε, ὑπὲρ τῶν τιμώντων, τὰ θεῖα Λείψανά σου.
Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ ἀπόπλυνον τὸν ῥυπωθέντα νοῦν μου, ταῖς τῆς ἁμαρτίας, ἐννοίαις τε καὶ ἔργοις.

ᾨδή θ'. Κυρίως Θεοτόκον.
άτρευσον παμμάκαρ, πάσης καχεξίας, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ μακάριε.
Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ταῖς θαυμασταῖς προστασίαις σου Ἅγιε, ἐπινοιῶν τοῦ Βελίαρ καὶ πάσης θλίψεως.
νέος ἐν Ἁγίοις, ὡς φανεὶς ἀρτίως, θαυματοφόρε Ἐφραὶμ ἀξιάγαστε, ῥύου κἀμὲ τῆς μανίας τοῦ πολεμήτορος.
Θεοτοκίον.
πέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, ἐκ λογισμῶν χαμαιζήλων χείρονος, καὶ τὴν καρδίαν θείας ἐλλάμψεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς.... Καὶ τὰ Μεγαλυνάρια.
Χαίροις ὁ ἀθλήσας πάλαι στεῤῥῶς, καὶ γνωσθεὶς ἀρτίως, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀνακαλύψει τῶν θείων σου Λειψάνων, Ἐφραὶμ ὁσιομάρτυς ἀξιοθαύμαστε.
Ὤφθης καὶ ἐδήλωσας ἐμφανῶς, τὴν κλῆσίν σου Πάτερ, καὶ τὸ τέλος σου τὸ σεπτὸν· ὅθεν προσκυνοῦντες, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ ὁσιομάρτυς, χάριν λαμβάνομεν.
Ἄγνωστος ἐτέλεις χρόνοις πολλοῖς, καὶ τῇ φανερώσει, τῶν Λειψάνων σου τῶν σεπτῶν, ἔδειξας τῷ κόσμῳ, τὴν σὴν πλουσίαν χάριν, θαυμάτων ἐνεργείας, Ἐφραὶμ μακάριε.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, χαίροις τῶν Μαρτύρων, ὁ ζηλώσας τὴν ἀρετήν· χαίροις ὁ ἐν ὄρει, Ἀμώμων διαπρέψας, Ἐφραὶμ ὁσιομάρτυς, διπλοῖς ἐν σκάμμασι.
Χάριν ἀναβλύζεις θείᾳ ῥοπῇ, καὶ τοὺς ἀσθενοῦντας, θεραπεύει ἡ σὴ σορὸς· ὅθεν οἱ τῇ θείᾳ Μονῇ σου προσιόντες, καρποῦνται τὴν ὑγείαν, ψυχῆς καὶ σώματος.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστὸν Ἐφραὶμ θεοφόρε, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῆς Μονῆς σου, τῇ σοὶ ἀνακειμένῃ, καὶ πάντων τῶν ζητούντων, τὴν σὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον καὶ τὰ συνήθη τροπάρια. Ἐκτενὴς καὶ ἀπόλυσις.

Πρὸ τοῦ Δι' εὐχῶν, ψάλλομεν τὰ ἑξῆς.  Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις Λειψάνοις, Ἐφραὶμ μακάριε σκέπε καὶ διάσῳζε, ἐκ πάσης θλίψεως, καὶ πταισμάτων τὴν ἄφεσιν, καὶ νόσων παντοίων, αἴτησαι τὴν ἴασιν παρὰ Χριστοῦ τοῦ Θεοῦ· δίδου δὲ τὴν σὴν εὐλογίαν, τῇ σεπτῇ Μονῇ σου, θεόφρον, τῇ ἀνακειμένῃ τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι....
Τὴν πᾶσαν ἐλπίδα μου....  
Δι' εὐχῶν.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου