Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 10. ΟΣΙΟΙ ΘΕΦΑΝΗΣ & ΠΑΝΣΕΜΝΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΥ 10!!
ΘΕΟΦΑΝΗΣ & ΠΑΝΣΕΜΝΗ ΟΣΙΟΙ
ΑΚΟΛΟΥΘΙΑ
(Συγκλητικῆς Μοναχῆς Ἱ. Μ. Ἁγ. Παντελεήμονος Χρυσοκάστρου Καβάλας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ προσόμοια τῶν Ἁγίων, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τὴν δυάδα ὑμνήσωμεν, τῶν Ὁσίων τὴν πάντιμον, Θεοφάνη καύχημα τῆς ἀσκήσεως, ἀναφανέντα σεβάσμιον, Πανσέμνην αὐγάζουσαν, μετανοίας καθαρᾶς, φῶς τῷ κόσμῳ σωτήριον, οἷς βοήσωμεν, μὴ ἐλλίπητε πάντοτε πρεσβεύειν, τὰς ψυχὰς ἡμῶν σωθῆναι, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Προσευχῆς τῇ λαμπρότητι, φωτισθεὶς τὴν διάνοιαν, ἐγκρατείας πόνοις τε δουλωσάμενος, πᾶσαν σαρκὸς ἡδυπάθειαν, ἀΰλως ἐβίωσας, ἐπὶ γῆς καὶ τῷ Θεῷ, ἐκκολήθης μακάριε, Ὃν ἱκέτευε, δωρεῶν οὐρανίων ἀξιῶσαι, τοὺς ἐν πίστει ἐκτελοῦντας, ὦ Θεόφανες την μνήμην σου.

Μετανοίας γινώσκοντες, καθαρώτατον σκήνωμα, καὶ δακρύων τίμιον ἐργαστήριον, καὶ ταπεινώσεως τύπωσιν, Πανσέμνη γεραίρομεν, σὲ ὡς νύμφη καθαράν, τοῦ Σωτῆρος κᾂν πρότερον, ἁμαρτάνουσα, οὐχ ἐγίνωσκες Τοῦτον Ὃν δυσώπει, δωρηθῆναι ἡμῖν πᾶσι, ἐπιστροφὴν τὴν σωτήριον.

Δόξα. Ἦχος πλ. β΄.
Ἀνεξάντλητον ὑπάρχει τῶν οἰκτιρμῶν Σου Δέσποτα τὸ πέλαγος, ὅτι καὶ τὴν πρώην ἀσέμνως βιώσασα, λευκάνας τῇ μετανοίᾳ, σώφρονα καὶ καθαρὰν ἀνέδειξας Πανσέμνην τὴν φερώνυμον. Πεισθεῖσαν γὰρ ταῖς τοῦ Ὁσίου Θεοφάνους παραινέσεσι, ἀσκητικῶς διῆλθε τὸν βίον καὶ τελειωθεῖσα ἐν ὀλίγοις, ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἧν Κυρίῳ ἡ ψυχὴ αὐτῆς. Αὐτῶν ταῖς παρακλήσεσι Χριστὲ ὁ Θεός, τὴν εἰρήνην δώρησαι ἡμῖν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.










Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Δόξαν ἀναπέμψωμεν Θεῷ, ὅτι τὴν πρώην ἄσωτον καὶ πόρνην, μετανοήσασαν ἐκ ψυχῆς, ἀγκάλας πατρικὰς διανοίξας, εὐσπλάγχνως ὑπεδέξατο. Καὶ ἐνέδυσε τὴν θεοΰφαντον στολήν, ἀπείρῳ εὐσπλαγχνίᾳ κινούμενος. Διὸ μὴ ἀπογνῶμεν ἀδελφοί, οἱ ἐν ἁμαρτίαις Αὐτὸν παραπικράναντες, ἀλλὰ προσπέσωμεν ἐν δάκρυσι καὶ τὸ ἔλεος ἐκζητήσωμεν, παρὰ τοῦ πάντων Δημιουργοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Σύμμορφοι γεγονότες τῇ δόξη τῷ Υἱῷ καὶ Λόγῳ τοῦ Θεοῦ, ἐν οὐρανοῖς Αὐτῷ συμβασιλεύετε, Θεόφανες καὶ Πανσέμνη ἀοίδιμοι, τῶν ἱδρώτων ὑμῶν τὸν μισθὸν λαβόντες, ἄφθαρτον κληρονομίαν καὶ ἀΐδιον, ὅθεν καὶ παῤῥησίας τυχόντες ἀπτώτου, ἀπαύστως ἱκετεύσατε, πᾶσαν δόσιν ἀγαθὴν ἡμῖν καταπέμψαι, τοῖς ἐκτελοῦσι ἐν πόθῳ τὴν θείαν μνήμην ὑμῶν.
 
Ἦχος γ΄.
Καρτερίᾳ τῆς ἀσκήσεως, τῆς ἁμαρτίας ἐμάκρυνας Πανσέμνη, καὶ τῷ ὕδατι τῶν δακρύων σου, τὴν φλόγα τῶν σαρκικῶν ἡδονῶν ἀπέσβεσας, τοῖς πόνοις δὲ τῶν θείων σου ἀρετῶν, τὰ πάθη κατεμάρανες. Καὶ γέγονας περιστερὰ ὡς ἄμωμος, ὅλη λελαμπρυσμένη τῷ φωτὶ τῆς μετανοίας. Διὸ εἰς οὐρανίους καταπαύσεις πετάσασα, καὶ σκηνώσασα τοῦ Παραδείσου εν χαρᾷ, ἀδιαλείπτως πρέσβευε ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Δεῦτε φιλαγίων ὁ χορός, τὸ ἱερώτατον ζεῦγος ἐπαινέσωμεν, τῶν Ὁσίων τοῦ Χριστοῦ, Θεοφάνην τὸν μέγαν καὶ Πανσέμνην τὴν μακαρίαν. Τούτους γὰρ ἡ χάρις συνέδησε τοῦ Ἁγίου Πνεύματος, συνεργὸν χρησαμένη τὸν Θεοφάνην, πρὸς ἐπιστροφῆς αὐτῆς ἐκ τῆς ματαίας ζωῆς. Καὶ ὁδηγὸς αὐτῆς χρηματίσας, πρὸς ἀναβάσεις θεϊκῶν ἀρετῶν ὑπήλειψεν, καθυποδείξας τῆς μετανοίας τὴν κλίμακα. Διὸ ἀμφότεροι καλῶς τελειωθέντες καὶ τῷ Κυρίῳ εὐαρεστήσαντες, ἐπέτυχον τῶν αιωνίων ἀγαθῶν. Ὧν γένοιτο καὶ ἡμᾶς ἀπολαμβάνειν ταῖς πρεσβείαις αὐτῶν δεόμεθα.

Δόξα. Ἦχος πλ. α΄.
Τὰ πανεύοσμα ἄνθη τῆς ὁσιότητος, τὰ διαπνέοντα ὀσμὴν τὴν οὐράνιον καὶ εὐωδιάσαντα τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, ἱεραῖς μελωδίαις οἱ πιστοὶ ἀνευφημήσωμεν. Τὸν ἐν ἀσκήσει διαπρέψαντα Θεοφάνην καὶ τοῦ διαβόλου τὴν ἰσχὺν καταπατήσαντα καὶ φραιδρυνθέντα ταῖς ἀρεταῖς πανευλαβῶς. Σὺν τούτῳ τὴν ἔνδοξον Πανσέμνην, τὸν λύχνον τῆς μετανοίας τὸν ἀείφωτον καὶ ταπεινώσεως τὸ μέγα ἀκροθίνιον, ὧν ταῖς ἱκεσίαις ὁ Θεός, καὶ ἡμᾶς καταξίωσον τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν πρώην πόρνην ἡ χάρις Ὁσίαν ἔδειξεν, λουτρῷ τῆς μετανοίας, καὶ βαπτίσματος θείου, Πανσέμνην τὴν Ἁγίαν καὶ τῷ Χριστῷ, λαμπροφόρον παρέστησεν, ἀδιαλείπτως πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις δοξαζόντων αὐτήν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τῶν ἐπιγείων ἁπάντων καταφρονήσασα, καὶ ἡδονῶν ματαίων, ἀποστάσα ἐμφρόνως, ἐγένου ἐν ἐρήμῳ ἀσκητικῶς, τὴν ψυχὴν ἐκκαθάρασα, ὅθεν καὶ σκεῦος ἐγένου χωρητικόν, δωρεῶν τῶν ὑπὲρ ἔννοιαν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Θεὸν ποθῶν ἀκορέστως Πάτερ Θεόφανες, ἀγρύπνοις ἱκεσίαις, καὶ νηστείαις καὶ κόποις, ἐπτέρωσας τὸν νοῦν σου καὶ τῷ φωτί, τῷ ἀΰλῳ τεθέασαι, θεοφανείας ἀῤῥήτου τὴν ἀστραπήν, καὶ θεώσεως ἐπέτυχες.

Δόξα. Ἦχος πλ. δ΄.
Θεομιμήτως ζητῶν το πλανώμενον, ἐξῆλθες πρὸς ἐξεύρεσιν αὐτοῦ, Πάτερ Θεόφανες, ἐπεγνωκὼς γὰρ τὴν κατ’ εἰκόνα Θεοῦ πλασθεῖσαν, τῷ βορβόρῳ κυλισθεῖσαν τῆς ἁμαρτίας, πᾶσαν τέχνην διῆλθες πρὸς τὸ ἑλκῦσαι αὐτήν. Καὶ τῷ θείῳ βαπτίσματι κεκαθαρμένην, εἰς τὰς ερήμους ὁδηγήσας τοῦ ποικίλαι τὴν στολήν, τῶν Ὁσίων τοῖς ἀγωνίσμασι. Ὅθεν ἀμφότεροι ἐκλάμψαντες μυστικῶς ἐν τῷ στερεώματι τῆς ἀσκήσεως, μεγίστων δωρεῶν ἠξιώθητε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ ἐν Κυρίῳ τελέσαντες τὸν δρόμον, ἀξίως ἐστεφανώθητε σὺν τοῖς Ἁγίων χοροῖς, μεθ’ ὧν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱλασμοῦ τῶν πταισμάτων τυχοῦσα πάνσεμνε, τῷ φέγγει τῆς μετανοίας καταυγασθεῖσα τὸν νοῦν, τῆς ἀσκήσεως ἐφάνης θεῖον σέμνωμα, ὅθεν θαυμάτων δωρεᾶς, σὲ ἠξίωσε Χριστός, Πανσέμνη Ὁσία Μῆτερ, Ὃν δυσώπει τοῦ οἰκτειρῆσαι, ἡμᾶς τοὺς πίστει εὐφημοῦντάς σε.
Δόξα. Ἕτερον. Τῶν Ὁσίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως βιώσαντες ἐπὶ τῆς γῆς τὴν ἰσχύν, ἐχθροῦ ἐταπείνωσαν ὁ Θεοφάνης ὁμοῦ, Πανσέμνη ἡ πάνσεμνος, ὅθεν τῆς οὐρανίου, βασιλείας τυχόντες, ἄπαυστον ἱκεσίαν τῷ Θεῷ ἐκτελοῦσι, ὑπὲρ τῶν ἐπιτελούντων αὐτῶν, μνήμην τὴν εὔσημον.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐμπόνοις στεναγμοῖς, καὶ δακρύων τοῖς ῥείθροις, τοὺς σπίλους τῶν παθῶν, ἐκκαθάρασα Μῆτερ, ἐγένου καθαρώτατον, τῆς Τριάδος παλάτιον, τῷ βαπτίσματι, καὶ σὺν φρονίμοις παρθένοις, εἰσελήλυθας, εἰς τὸν οὐράνιον γάμον, Πανσέμνη θεόληπτε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μυστήριον τῆς Σῆς, ἀνεκφράστου λοχείας, καὶ νοῦς ἀγγελικός, οὐκ ἰσχύσει Μαρία, νοῆσαι Θεὸν γὰρ ἔτεκες, καὶ Παρθένος διέμεινας, παναμώμητε, ἀκατανόητον θαῦμα, ξένον θέαμα, καὶ ἀκατάληπτον βάθος, ὁ ἄφραστος τόκος Σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Φῶς προσέλαβες, θεογνωσίας, θείοις ῥήμασι, τοῦ Θεοφάνους, καὶ τὸ σκότος τῆς ἁμαρτίας ἐδίωξας, ἐν τῇ ἐρήμῳ Πανσέμνη κατώκησας, καὶ ἀρεταῖς τὴν ψυχὴν κατελάμπρυνας, ὅθεν γέγονας, Ὁσίων ἰσοστάσιος, καὶ σκεῦος ἐκλογῆς τοῦ θείου Πνεύματος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἄνθος τίμιον, τὴν οἰκουμένην, εὐωδίασας, τῇ παρθενίᾳ, Παναγία Θεοτόκε πανάσπιλε, οὗ τῇ ὀσμῇ εὐφρανθεὶς ὁ ἀχώρητος, ἐν τῇ γαστρί Σου ἐσκήνωσεν Δέσποινα, σαρξ γενόμενος, καὶ ἔσωσε τὸ ἀνθρώπινον, φθορᾶς καὶ τοῦ θανάτου ὡς φιλάνθρωπος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Θεοφάνης σήμερον, σὺν τῇ Πανσέμνῃ, ὡς ἀστέρες λάμποντες, περιαυγάζουσιν ἡμᾶς, τοὺς ἀνυμνοῦντας τὴν ἄσκησιν, καὶ τοὺς ἀγῶνας, οὓς ἄμφω διήνυσαν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Σωτηρίαν βράβευσον, Παρθενομῆτορ, πᾶσι τοῖς προστρέχουσι, τῇ Σῇ πρεσβείᾳ Ἀγαθή, ἁμαρτιῶν τὴν συγχώρησιν, δωρησαμένη, ὡς πάντα ἰσχύουσα.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν, τῆς 5ης Δεκεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἀνεξάντλητον ὑπάρχει τῶν οἰκτιρμῶν Σου Δέσποτα τὸ πέλαγος, ὅτι καὶ τὴν πρώην ἀσέμνως βιώσασα, λευκάνας τῇ μετανοίᾳ, σώφρονα καὶ καθαρὰν ἀνέδειξας, Πανσέμνην τὴν φερώνυμον. Πεισθεῖσα γὰρ ταῖς τοῦ Ὁσίου Θεοφάνους παραινέσεσι, ἀσκητικῶς διῆλθε τὸν βίον καὶ τελειωθεῖσα ἐν ὀλίγοις ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἧν Κυρίῳ ἡ ψυχὴ αὐτῆς. Αὐτῶν ταῖς παρακλήσεσι Χριστὲ ὁ Θεός, τὴν εἰρήνην δώρησαι ἡμῖν καὶ τὸ μέγα ἔλεος.







Εἷτα οἱ Κανόνες· τῆς Θεοτόκου ἤ τῆς ἑορτῆς· καὶ τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Σεμνοῖς με ἤθεσι κατακόσμησον Μῆτερ. Σ(υγκλητικῆς) Μ(οναχῆς).

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Σκοτίαν ἐκλάμπρυνον, τῆς ζοφερᾶς διανοίας μου, τὴν σὴν ὅπως μέλψω νῦν μνήμην ἀοίδιμε, καὶ καταύγασον, Πανσέμνη τοῦ νοός μου, τὰς κόρας τοῦ Πνεύματος, θείαις λαμπρότησιν.
κλύσει τὸ πρότερον, τῇ τῶν παθῶν διανύσασα, τὸν βίον ἀφέστηκας τοῦ Ζωοδότου Χριστοῦ, μὴ γινώσκουσα, Θεὸν Ὃν ἐκδυσώπει, ἁγνοίας με ῥύσασθαι δεινῆς πορώσεως.
Μελέτην τῆς κρίσεως, ὅλον τὸν βίον ποιούμενος, ἐμάκρυνας Ὅσιε, τῶν κοσμικῶν σεαυτόν, ἐν ἐρήμῳ δέ, οἰκήσας ἠξιώθης, δοχεῖον Θεόφανες γενέσθαι Πνεύματος.
Θεοτοκίον.
Νυμφὼν θεοκόσμητος, ἡ μακαρία Σου γέγονεν, κοιλία πανύμνητε, Θεὸν χωρήσασα, τὸν ἀχώρητον, παντὶ καὶ ἀφθαρσίαν, τῷ κόσμῳ ἐξέλαμψεν, Μῆτερ ἀπείρανδρε.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
πάντας βουλόμενος σωθῆναι, βορβόρων παθῶν τῶν σαρκικῶν, πεσοῦσαν σὲ ἀνέστησεν, τὸ πρώην μορφωσάμενος, κάλλος τὸ θεοτύπωτον, ἐν σοὶ Πανσέμνη πανένδοξε.
λὺν ἡδονῶν περικειμένην, ὁρῶν σε ὁ Ὅσιος Θεοῦ, Πανσέμνη κατωκτίρησε, καὶ ἔσπευσεν ἁρπᾶσαί σε, ἐκ τῆς χειρὸς τοῦ δράκοντος, τοῦ βροτοκτόνου ὡς τάχιον.
Σπουδαίως μανθάνουσα ὦ Μῆτερ, τὴν κόλασιν τῶν ἁμαρτωλῶν, ἐνύχθης τὴν καρδίαν σου, καὶ δάκρυσιν ἐστέναζες, ποθοῦσα δὲ τὴν λύτρωσιν, πρὸς τὸν Σωτῆρα κατέσπευσας.
Θεοτοκίον.
Μετάγουσα κλῖμαξ καθωράθης, πρὸς βίον οὐράνιον σεμνή, τοὺς πόθῳ Σὲ γεραίροντας, Μαρία πολυΰμνητε, καὶ ὀρθοδόξως σέβοντας, τοῦ Σου Υἱοῦ τὴν θεότητα.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χειραγωγοῦντα σε, πρὸς βίον ἄϋλον, καὶ ὑποδείξαντα, ὁδὸν ἀσκήσεως, τὸν Θεοφάνην ὁ Σωτήρ, ἀπέστειλεν φιλανθρώπως, ὅθεν τοῦ βαπτίσματος, τῷ φωτὶ ἀπαστράψασα, ἅπασαν κατέλιπες, ἡδονῶν ἀμαυρότητα, καὶ γέγονας Ὁσία Πανσέμνη, σκεῦος Θεοῦ ἡγιασμένον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς δεσποτείας με, παθῶν ἀπάλλαξον, καὶ τυραννίδος με, τούτων ἐκλύτρωσαι, κατατρυχόντων τὴν ψυχὴν τοῦ δούλου Σου Θεοτόκε, πνεῦμα δέ μοι δώρησαι, μετανοίας πανάσπιλε, συντριβήν τε πνεύματος καὶ καρδίας ταπείνωσιν, δακρύων τε σωτήριον ῥεῖθρον, ὅπως Θεὸν ἐξιλεώσω.









ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Εὐσπλαγχνίας τοῦ Δεσπότου ἀνεξάντλητον πέλαγος, Μῆτερ ἐπιγνοῦσα, ἅπασαν ἐβύθισας ἄβυσσον, τὴν τῶν πταισμάτων σου, καὶ στενὴν ἐβάδισας, τῆς ἀσκήσεως τρίβον, Πανσέμνη ἀείμνηστε.
γαλλίασε Πανσέμνη σοῦ τὸ πνεῦμα ἐπὶ Κύριον, ὅτε παραδόξως, σκεῦος ἀσωτίας ὑπάρχουσαν, σὲ ἀναπλάττει δοχεῖον καθαρότητος, ᾧ ἐβόησας· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεωρῶν ὁ Θεοφάνης πλανηθεῖσάν σε ὄρεσι, Μῆτερ ἀπωλείας, ἔλεος Δεσπότου μιμούμενος, ἐπιζητῶν ἁμαρτίας προσποιήσεσι, πρὸς τὴν μάνδραν σε, τὴν ἐπουράνιον εἵλκυσε.
Θεοτοκίον.
νυπόστατον τὸν Λόγον τοῦ Πατρὸς ἀπεκύησας, σάρκα εἰληφότα, Σοῦ ἐκ τῶν αἱμάτων ἀνύμφευτε, εἰς σωτηρίαν τοῦ κόσμου καὶ ἀνάπλασιν, ᾧ κραυγάζομεν· δόξα Χριστὲ τῇ δυνάμει Σου.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σταυρώσασα μέλη σου, τὰ ἐπὶ γῆς τῷ πνεύματι, πάντα καθυπέταξας Πανσέμνη, καὶ τῇ ἀσκήσει σάρκαν μαράνασα, ἀΰλως ἐβίωσας σεμνή, Ἄγγελος ἐπίγειος, γενομένη πανάριστε.
δρῶσι τῶν κόπων σου, ῥοαῖς δὲ τῶν δακρύων σου, ῥῦπον ἐναπέπλυνας πταισμάτων, καὶ τῆς ψυχῆς σου τὸ ὀπτικὸν φωτεινόν, Πανσέμνη εἰργάσω τοῦ Θεοῦ, δόξαν τὴν ἀπόῤῥητον, μυστικῶς θεωρήσασα.
Κοινὴν ἀπολαύετε, τὴν εὐφροσύνην Ὅσιοι, Θεόφανες Πάτερ καὶ Πανσέμνη, ὡς τοὺς ἀγώνας τῆς ἐπὶ γῆς θαυμαστῶς, ὁμοῦ διηνύσατε φωτί, θείῳ ἀναλάμψαντες, ὡς ἀστέρες παγκόσμιοι.
Θεοτοκίον.
ήττητον δώρησαι, ἰσχύν μου ἀειπάρθενε, ὅπως ἀποκρούσωμαι ἀνδρείως, τῶν ἀοράτων ἐχθρῶν τὰς φάλαγγας, τῶν ἐπιζητούντων δολερῶς, τὴν ψυχὴν ἁρπᾶσαί μου, καὶ κολάσει ἐκπέψειν με.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τὴν ἔμπρακτόν σου μετάνοιαν, ὁρῶν ἐκ τῶν σῶν πόνων ἀνέπαυσεν, Μῆτερ ὁ Κύριος, εἰς παραδείσου σκηνώματα, σὺν τοῖς Ἁγίοις πᾶσι τάξας ὁ δίκαιος.
κτήμων ἄοικος γέγονας, ἡ πρὶν ἐγκαυχωμένη τοῖς χρήμασι, καὶ ματαιότησι, διὰ Χριστὸν γὰρ ἠγάπησας, Πανσέμνη τὴν πτωχείαν βίου καὶ πνεύματος.
Καινὸν σὺ γέγονας θέαμα, Ἀγγέλοις καὶ ἀνθρώποις πῶς ἄσωτος, γυνὴ καὶ ἄσεμνος, σὺν ταῖς φρονίμοις εἰσέδραμες, παρθένοις εἰς νυμφῶνα τὸν ἐπουράνιον.
Θεοτοκίον.
Οἰκτίρμων Μῆτερ ὑπάρχουσα, οἰκτίρμονος Θεοῦ ὡς λοχεύτρια, οἴκτιρον σῶσόν με, καὶ πρὶν εἰς τέλους ἀπόλωμαι, λύτρωσαι Παναγία τῆς καταδίκης με.










Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν τῶν Ὁσίων ξυνωρίδα εὐφημήσωμεν, τὸν Θεοφάνην, ἀσκητῶν τὸ ἐγκαλλώπισμα, καὶ Πανσέμνην μετανοίας εὔοσμον μῦρον, ἣν ὁ Ὅσιος τὸν Κύριον μιμούμενος, ἐκ βυθοῦ τῆς ἁμαρτίας ἀνελκύσατο, ἀνακράζοντες· Παμμακάριστοι χαίρετε.
Ὁ Οἶκος.
φθαρτον εἰληφότες, ἐκ χειρὸς τοῦ Κυρίου, τὸ στέφος Θεόφανες καὶ Πανσέμνη, ἀσιγήτως ὑμνεῖτε Αὐτόν, καὶ νῦν τὰς δεήσεις ἡμῶν προσδέξασθε, τῶν τιμώντων τὴν μνήμην πιστῶς καὶ ἐκβοώντων κατὰ χρέος·
Χαίρετε, βάσεις τῆς Ἐκκλησίας·
χαίρετε, κρίνα τῆς ἀφθαρσίας.
Χαῖρε, Θεόφανες, τῶν ἀσκητῶν σύγκληρος·
χαῖρε, ἀσωμάτων Ἀγγέλων, ἐφάμιλλος.
Χαῖρε, Πανσέμνη, γνησίας μετανοίας διάγγελμα·
χαῖρε, τῶν ἐν βίῳ ἁμαρτανόντων τὸ ἐνίσχυμα.
Χαῖρε, Χριστοῦ μιμησάμενος τὴν ἀγάπην·
χαῖρε, τὴν ἁμαρτωλὸν διορθώσας τῆς πλάνης.
Χαῖρε, ἡ καθαρθεῖσα τοῖς δάκρυσι·
χαῖρε, ἡ λαμπρυνθεῖσα τοῖς πέρασι.
Χαίρετε, σκεύη ἡγιασμένα·
χαίρετε, Θεῷ καθιερωμένα.
Παμμακάριστοι χαίρετε.

Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Θεοφάνους καὶ Πανσέμνης.
Ὁμοῦ ἀσκήσαντες Θεοφάνης καὶ Πανσέμνη,
Θεοφανείας μετέχουσιν ὁμοίως.
Ὁ Ὅσιος Θεοφάνης τῆς Ἀντιοχέων πόλεως ἦν, ἐξ ἀπίστων καὶ δυσσεβῶν γεννηθεὶς γονέων. Γυναικὶ δὲ συζευχθείς, καὶ τρία ἔτη συνών, ἐκείνης ἐξ ἀνθρώπων γεγονυίας, αὐτὸς προσελθὼν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τὸ Ἅγιον Βάπτισμα δέχεται. Καὶ πλησίον τῆς πόλεως στενώτατον κελλίον οἰκοδομήσας, καθεῖρξεν ἑαυτόν, διὰ πάντων καθαιρόμενος, ἃ προς τελείωσιν καὶ τὴν ἄκραν ἀρετὴν συντελεῖ.
Μαθὼν δὲ περὶ δημοσίας τινὸς πόρνης, Πανσέμνης οὕτω καλουμένης, ὅτι πολλοῖς αἰτία ἀπωλείας καθίσταται, εὐξάμενος καὶ παρευθεὶς ἑαυτὸν τῷ Θεῷ πρὸς ἐκείνην παρεγένετο. Καὶ τοσαῦτα διεξῆλθεν αὐτῇ καὶ τοιαῦτα, οἷα εἰκὸς πόρνην καὶ ἀκόλαστον πεῖσαι, ἃ μετέρχεται καταλιπεῖν, καὶ σώφρονι καὶ κοσμίῳ βίῳ ταύτην ἐκδοῦναι. Ὑφ’ ὧν φωτισθεῖσα τὴν διάνοιαν, καὶ εἰς κατάνυξιν ἐλθοῦσα, τὸ θεῖον Βάπτισμα δέχεται, καὶ καλῶς τὸ καθ’ αὐτὴν διαθεῖσα, τῷ μακαρίῳ Θεοφάνει ἠκολούθησεν, ὃς τῇ κέλλῃ, ᾗ αὐτῇ ᾠκοδόμησε, ταύτην κατακλείσας, παντοίας ἀρετῆς ἐργάτην εἰργάσατο, ἥτις τοσοῦτον Θεῷ εὐηρέστησεν, ὡς καὶ δαίμονας ἀπελαύνειν, καὶ παντοῖα νοσήματα θεραπεύειν, ἐπιβιώσασα δὲ ἐνιαυτὸν ἕνα, καὶ μῆνας δύο, ἅμα τῷ Ὁσίῳ Θεοφάνει, πρὸς Κύριον μεθίσταται.











Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.
Εὕρατο Ἀλέξανδρος ἅμ’ Ἀντωνίνῃ,
Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Οὗτοι ὑπῆρχον ἀπὸ κώμης Καρδάμου, ἤ Κροδάμων. Ἡ μὲν οὖν Ἁγία Ἀντωνῖναν, σεμνῶς καὶ ὁσίως τὸν βίον διάγουσα ἐτύγχανε. Συλληφθεῖσα δὲ ὑπὸ Φήστου, καὶ μὴ πεισθεῖσα ἀρνήσασθαι τὸν Χριστόν, μηδὲ λατρεῦσαι τοῖς δαίμοσιν, ἐν οἰκήματι πορνικῷ ἀποτίθεται. Ἐπὶ τρισὶ δὲ ἡμέραις ἀπροσίτου διαμεινάσης αὐτῆς, παρίσταται φῶς ἐν νυκτί, καὶ βροντῆς καταῤῥαγείσης, αἱ τοῦ οἰκήματος θύραι ἐῤῥάγησαν, καὶ φωνὴ πρὸς αὐτὴν οὐρανόθεν γέγονε, προτρεπομένη ἀναστῆναι καὶ τροφῆς μεταλαβεῖν. Αἰτήσασα δὲ καὶ φαγοῦσα, ἐξῆλθεν αὖθις παραστῆναι τῷ ἡγεμόνι, καὶ μὴ πεισθεῖσα τοῖς εἰδώλοις θῦσαι, πτερνίζεται καὶ σπαθίζεται, καὶ πάλιν ἐπὶ πορνικὸν ἀπάγεται οἴκημα, ἐν ᾧ, δι’ ἀποκαλύψεως Ἀγγέλου, ὁ Ἀλέξανδρος εἰσελθών, καὶ διὰ τὸ νέον τῆς ηλικίας (ἦν γὰρ ὡσεὶ χρόνων εἰκοσιοκτώ), δόξας ἐπὶ πρᾶξιν ἄσεμνον παραγενέσθαι, λαθών, την μὲν Αγίαν τοῦ δώματος ὑπεξήγαγε, τῷ χλανιδίῳ τὴν αὐτῆς καλύψας κεφαλήν, αὐτὸς δὲ ἐκεῖσε διέμεινε.
Μετ’ ὀλίγον δέ, φανεροῦ γενομένου τοῦ πράγματος, στρατιωτῶν τινῶν εἰς τὸ ἐνυβρίσαι τὴν Ἁγίαν παραγενομένων, ἤχθη πρὸς τὸν ἡγεμόνα ὁ Ἀλέξανδρος. Καὶ πρῶτον μὲν σπαθίζεται, εἶτα συσχεθείσης και τῆς Ἁγίας, ἀμφότεροι τὰ ἄκρα τῶν ποδῶν καὶ τῶν χειρῶν ἀποτέμνονται, καὶ οὕτως ἐν βόθρῳ πυρός, ὅλον τὸ σῶμα πίσσῃ ἐπιχρισθέντες ὑγρᾷ, ἐξωθοῦνται καὶ ἀποῤῥίπτονται, καὶ ἐν τούτῳ τὸ μακάριον τέλος δέχονται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Τιμόθεος, ἐπίσκοπος Προύσης, ξίφει τελειοῦται.
Ὁ Τιμόθεος ἐκ ξίφους θνήσκειν θέλει,
Θεοὺς ἀτίμους μηδαμῶς τιμᾷν θέλων.
Οὗτος ἦν ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, τὴν λαχοῦσαν αὐτῷ Ἐκκλησίαν ἰθύνων καλῶς, και τὸν ἐν αὐτῇ λαόν, ποιμαίνων πνευματικῶς. Βρύων δὲ παντοίοις θαύμασι, τὸν δράκοντα τὸν μέγαν, ὃς τῇ τοῦ ἐμφωλεύοντος ἐν αὐτῷ τῷ τόπῳ κακίᾳ, φημὶ δὴ τοῦ βροτοκτόνου καὶ ἀρχαίου δράκοντος, τούς τε παριόντας ἀνθρώπους ἀνήρει καὶ τὰ κτήνη φυσήματι μόνον ἐλυμαίνετο, καὶ ὅλως ἄβατον τὴν μεταξὺ τῆς πόλεως Προύσης και τῶν θερμῶν ὑδάτων ὁδὸν ἐπεδείκνυε. Τοῦτον δὴ τὸν δράκοντα ὁ Ἅγιος, τῇ ἐπιβολῇ τοῦ τῶν ἱερῶν ἄρτων καλύμματος, διέῤῥηξε καὶ ἐνέκρωσεν. Ἀπετμήθη δὲ τὴν κεφαλήν, Ἰουλιανοῦ του Παραβάτου μαθόντος περὶ τῶν θαυμάτων ὧν ἐτέλει, καὶ ἀποστείλαντος καὶ ἀνελόντος αὐτόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κανίδου.
Γῆν καὶ τὰ ἐν γῇ ἐκλιπὼν ὁ Κανίδης,
ἄφθαρτον εὗρεν ἀντιμισθίαν ἄνω.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου του Μεγάλου, Θεοδότου καὶ Θεοφανοῦς υἱός, τὰς οἰκήσεις ποιουμένων ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ, εὐλαβῶν ὄντων καὶ θεοφιλῶν. Λέγεται δὲ τὴν μητέρα αὐτοῦ παντοίας τροφῆς ἀπέχεσθαι παχυτέρας, καθ’ ὃν καιρὸν τοῦτον ἐν γαστρὶ ἔφερε. Τεχθέντα δέ, ἀπέχεσθαι τῆς ἀριστερᾶς θηλῆς παντελῶς, εἶδέ ποτε δαψιλεστέρας τροφῆς ἐνεφορήθη ἡ μήτηρ, οὐδὲ τῆς δεξιᾶς θηλῆς ἥπτετο ὅλως. Βαπτισθεὶς οὖν καὶ ἀπογαλακτισθείς, καὶ τὰ τῆς πρώτης ἡλικίας παραμειψάμενος, χαίρειν πᾶσιν εἰπών, τὸ ὄρος καταλαμβάνει. Καὶ μικρὸν ἄντρον ὑπεισελθών, ἐν αὐτῷ ἑαυτὸν ἐγκαθείρξας, τῇ προσευχῇ καὶ τῇ νηστείᾳ σχολάζων, καὶ ἅπαξ τῆς ἑβδομάδος βραχυτάτων ὠμῶν λαχάνων ἄνευ ἁλῶν ἀπογευόμενος, διήρκεσε χρόνοις τρισὶ καὶ ἑβδομήκοντα. Ἐπὶ δὲ πάνυ ἧν κατάφορος ὁ τόπος ὕδασι, καὶ τὸ ἄντρον ὑπὸ πολλῆς νοτίδος πολιορκούμενον, διεφθάρησαν αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος. Οὕτως οὖν διαρκέσας ὁ μακάριος ἐπὶ πολύ, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεανίσκου, τοῦ σοφωτάτου Μάρτυρος.
Κακοῦ ἀγαθὸν ἀντιδοὺς στεφηφόρε,
Σοφώτατος δέδειξαι ἐκ τῶν πραγμάτων.
Ὅτε ὁ Μάξιμος ἦτο ἡγεμὼν εἰς τὴν Ἀλεξάνδρειαν, καὶ ἐδίωκε καὶ κατετυράννει τοὺς χριστιανούς, ἐμηνύθη εἰς αὐτὸν ὁ Νεανίσκος οὗτος, ὁ σοφώτατος καὶ ὡραῖος τοῦ Χριστοῦ Ἀθλητής, ὁ ὁποῖος ἐπροδόθη ἀπὸ τὴν δούλην του. Ὁ δὲ ἡγεμών, πολλὰς μὲν τυραννίας ἐποίησεν εἰς αὐτὸν εἰς διάστημα ἡμερῶν ἑπτά, βιάζων αὐτὸν νὰ ἀρνηθῇ τὸν Χριστόν, ἰδὼν δὲ ὅτι δὲν δύναται νὰ τὸν καταπείση, ἔδωκε κατ’ αὐτοῦ ἀπόφασιν νὰ θανατωθῇ. Ὅθεν ὁ τοῦ Χριστοῦ Μάρτυς εὐχαριστῶν τῷ Κυρίῳ, ἀπήρχετο χαίρων διὰ νὰ τελειώση τὸν ποθούμενον δρόμον τοῦ μαρτυρίου, ἠκολούθει δὲ εἰς αὐτὸν λαὸς πολύς, μετὰ του λαοῦ δὲ ἠκολούθει καὶ ἡ δούλη ἐκείνη ἥτις τὸν ἐπρόδωκε. Γυρίσας δὲ ὁ Ἅγιος καὶ ἰδὼν τὴν δούλην ἀκολουθοῦσαν, ἔνευσεν εἰς αὐτὴν μὲ τὴν χεῖρά του, διὰ νὰ ὑπάγῃ πλησίον του, καὶ ὅτε ὑπῆγε, τῇ ἔδωκεν ἓν χρυσὸν δακτυλίδιον, τὸ ὁποῖον εἶχεν εἰς τὴν χεῖρά του, καὶ εἶπεν εἰς αὐτήν· Εὐχαριστῶ σοι γῦναι, διότι μὲ τὴν προδοσίαν σου ἔγινες πρόξενος εἰς ἐμὲ τοιούτων ἀγαθῶν. Ἐλθὼν δὲ εἰς τὸν τόπον τῆς καταδίκης, προσηυχήθη καὶ οὕτως ἀπεκεφαλίσθη, καὶ ἔλαβεν ὁ τρισμακάριος παρὰ Κυρίου τὸν στέφανον τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη  τοῦ Ἁγίου ἐπισκόπου Ἀπολλῶ.
Ὡς χρηστὸς ὄντως ὁ ζυγός σου, Χριστέ μου,
ὃ ζῶν ὑπῆλθον, Ἀπολλὼς θανὼν λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀλεξίου, ἐπισκόπου Βιθυνίας.
Πόνων ὁ Ἀλέξιος ἀλέξημά τι,
Εὗρες τελευτὴν καὶ τρυφᾷς νῦν ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Οσίου Σιλουανοῦ, τῆς Λαύρας τῶν Κιέβου.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Σχῆμα ἅγιον τῶν μοναστῶν ἐνέδυσε ὁ ἀφαρπάσας σε ἐκ της ματαίου ζωῆς, καὶ πᾶσαν ἐδίδαξεν Πανσέμνη ἄσκησιν, τοῦ ἱλάσκεσθαι, Θεὸν τὸν εὐδιάλλακτον, τὸν ἀεὶ εὐλογημένον.
Μῦρον εὔοσμον τῆς μετανοίας δάκρυα Μῆτερ κατηύφραναν τὸν σὸν Νυμφίον Χριστόν, ὑπὲρ μακροχρόνιον ἄσκησιν ὄντως γάρ, ἐν ὀλίγοις σύ, τελειωθεῖσαι Πάνσεμνε, μακροὺς ἐπλήρωσας χρόνους.
συχάζουσα καὶ τῷ Θεῷ λατρεύουσα παννύχοις στάσεσι καὶ δακρυρόοις εὐχαῖς, χαρίτων τοῦ Πνεύματος γέγονας κάτοπτρον, ἀπαστράπτουσα, ὑπερφυῶν ἐλλάμψεων, ἡλιομόρφους ἀκτίνας.
Θεοτοκίον.
Σοῦ ἡ ἄσπιλος καὶ ὑπὲρ φύσιν γέννησις ἡδύνει πάναγνε τῶν εὐσεβῶν τὰς ψυχάς, ἐκύησας λύτρωσιν καὶ σωτηρίαν γάρ, τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ντως ἐχαροποίησας Ἀγγέλους, καθὼς ἐν εὐαγγελίοις ὁ Χριστὸς φησί, ἐν τῇ μετανοίᾳ σου, καὶ ἐν τῇ ἀσκήσει σου, Πανσέμνη σεμνολόγημα Ὁσίων τίμιον, μεθ’ ὧν δοξολογεῖς τὸν Δεσπότην, καὶ ὑμνεῖς συμφώνως εἰς πάντας τοὺς αἰῶνας.
Νήφουσα καὶ ἄγρυπνος τελούσα, Θεῷ προσεκαρτέρεις καὶ ἐκραύγαζες, μὴ μνησθῇς φιλάνθρωπε, χρόνους τῆς ἁγνοίας μου, ἐν οἷς ἀσώτως ἥμαρτον, καὶ παρεπίκρανα, τὸ πάθος δι’ ἐμὲ ἑκουσίως, πάλαι ὑποστάντα, ἵνα ἐμὲ λυτρώση.
Μέγας γέγονας θαυματοφόρος, ἀσκήσας ὑπὲρ τὴν φύσιν ὦ Θεόφανες, πᾶσι διετράνωσας, τοῦ Θεοῦ τὴν δύναμιν, τὰς νόσους ἰασάμενος, διώκων πνεύματα, καὶ Κύριον ὑμνεῖτε διδάσκων καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
ἐν γυναιξὶν εὐλογημένη, ὁ θρόνος τοῦ Βασιλέως ὁ χρυσόπλοκος, ἡ Θεογεννήτρια, πάντας συνεκάλεσεν, εἰς δόξαν καὶ προσκύνησιν τοῦ θείου Τόκου Αὐτῆς, Ὃν πάντες οἱ πιστοί, εὐλογοῦμεν καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τίμιος ὀ σός, ἐνώπιον γέγονεν Κυρίου θάνατος, περιβεβλημένης σου, λαμπρὸν χιτῶνα τῆς καθαρότητος, λελευκασμένον δάκρυσι τῆς κατανύξεως, καὶ παντοίων ἀρετῶν ταῖς χάρισι κοσμηθέντα, Πανσέμνη πανεύφημε.
ρωτι Χριστοῦ, ἐμάρανας πάνσεμνε, σαρκὸς τοὺς ἔρωτας, ὅλην δὲ τὴν ἔφεσιν, τὴν τῆς ψυχῆς σου Αὐτῷ ἐκόλλησας, ἀναβοῶν πανένδοξε· μέγας εἶ Κύριε, ὁ ἐξ ᾅδου πάλαι ἀφαρπάσας με, τῆς πικρᾶς ἁμαρτίας καὶ σώσας με.
ίψας τῆς σαρκός, τὸ γήϊνον πρόσλημμα, εἰς τὴν ὑπέρκαλλον δόξαν ἀνελήλυθας, χειρὶ τοῦ κτίστου, τῶν πόνων ἔπαθλον, Θεόφανες ληψόμενος, καὶ στέφος ἄφθαρτον, καὶ Ὁσίων χοροῖς συναπτόμενος ὡς ἰσότιμος τούτων μακάριε.
Σύμψυχοι ἐν γῇ ὡς ὤφθητε Ὅσιοι, οὕτω καὶ σύσκηνοι, ἐν ἀκαταλήπτῳ νῦν, τοῦ Παραδείσου δόξῃ ἐκλάμπετε, ὑμῶν σεπταῖς δεήσεσιν ἡμᾶς τειχίζοντες, τοὺς τὴν θείαν μνήμην καὶ σεβάσμιον, εὐσεβῶς ἐκτελοῦντας μακάριοι.
Θεοτοκίον.
Μόνη γυναικῶν, Παρθένος διέμεινας μετὰ τὴν κύησιν, μόνον τὸν ἀχώρητον, πάσῃ τῇ κτίσει Χριστὸν κυήσασα, εἰς κόσμου ἀπολύτρωσίν τε καὶ οἰκείωσιν, τῷ ἀνάρχῳ Πατρὶ παναμώμητε, ὅθεν πᾶσαι γενεαὶ Σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς μετανοίας τὸ ῥόδον, ἡμῖν ἐξήνθησεν λαμπρῶς, ἡ μακαρία Πανσέμνη, καὶ Θεοφάνης ὁ σεπτός, τὸ τῆς ἀσκήσεως κρῖνον, οὓς εὐφημήσωμεν ἅμα.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μῆτερ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου,
Ὅτε, Θεοφάνης ὀ σεπτός, την τῆς μετανοίας σοι τρῖβον, καὶ Βασιλείας ὁδόν, σοφῶς καθυπέδειξε Πανσέμνη ἔσπευσας, ἁμαρτίας μισήσασα, πορεύεσθαι ταύτην, πόνοις τῆς ἀσκήσεως σαυτὴν ἐκτήξασα, καὶ τοῖς ὀδυρμοῖς τῶν δακρύων, λύσιν τῶν πταισμάτων αἰτοῦσα, ταύτης σὲ ἠξίωσεν ὁ εὔσπλαγχνος. (Δίς)

Ἄφατος ὑπάρχει Σου Χριστέ, ἡ περὶ ἡμᾶς ἀγαθότης, καὶ εὐσπλαγχνία δι’ ἧς, εἵλκυσας τὴν δούλην Σου Πανσέμνην ἐκ τοῦ βυθοῦ, ἀσελγείας καὶ ἔνυξας, αὐτῆς τὴν καρδίαν, τῷ τῆς κατανύξεως κέντρῳ φιλάνθρωπε, θεῖον δὲ στολὴν ἀφθαρσίας, ἐπὶ τῷ βαπτίσματι ταύτην, καὶ ἀχειροποίητον ἐνέδυσας.

Κλήματα ἀμπέλου τῆς ζωῆς, βότρυν μυστικὸν τῷ Κυρίῳ, καρποφορήσαντες, ὄντως ἀνεφάνητε, Πανσέμνη πάνσεμνε, καὶ Θεόφανες Ὅσιε, ἡ μὲν μετανοίᾳ, Θεὸν ἱλεώσασα, ὁ δὲ ἐν κόποις πολλοῖς, νῦν δε εὐφροσύνης ἀλήκτου, καὶ μακαριότητος θείας, ἄμφω ἐντρυφᾶτε ἀγαλλόμενοι.





Δόξα. Ἦχος β΄.
Ἀγνωσίᾳ τὴν ψυχὴν κεκρατημένη, ἐδαπανήσας ταῖς ἡδοναῖς, τῆς ψυχῆς τὴν περιουσίαν και τῷ δυκτίῳ ἐνεπλάκης τῆς ἀσωτίας, ἀφισταμένη τοῦ Θεοῦ, ὅτε δὲ ἡ χάρις σὲ εἵλκυσε, τῇ τοῦ Ὁσίου Θεοφάνους ζωγρήσει, εὐθὺς ἀπέστης τῶν ἡδονῶν, καὶ σαυτὴν τῷ Κυρίῳ ἐκδέδωκας, ἐλεύκανας δὲ τὴν ψυχήν, τῷ τῆς μετανοίας ὑσσώπῳ καὶ ἐνεδύσω σωτηρίου ἱμάτιον, τὴν χάριν τοῦ βαπτίσματος, Πανσέμνη μακαρία. Τῇ ἀσκήσει δὲ λαμπρυνθεῖσα καὶ τῇ ἀεννάῳ προσευχῇ πρὸς τὸν Θεὸν πτερωθεῖσα, θείων θαυμάτων ἐνέργειαν ἐπλούτισας, πᾶσαν νόσον ἰασαμένη τῇ δυνάμει τοῦ Χριστοῦ. Αὐτῷ μὴ διαλίπης πρεσβεύουσα, ὁδοποιῆσαι καὶ ἡμῖν, τρίβον ἐπιστροφῆς πρὸς Κύριον καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη.
Ἀπόστολος τῶν Ὁσίων (Γαλ. Ε΄ 22-στ 2)
Εὐαγγέλιον Ματθ. ια΄ 27-30
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίροις μετανοίας εἰλικρινοῦς, Πανσέμνη Ὁσία, ὑποτύπωσις ἐναργής, χαίροις ποδηγέτα, αὐτῆς πρὸς σωτηρίαν, Θεόφανες Ὁσίων ἄνθος ἡδύπνευστον.
























ΙΟΥΝΙΟΣ 10.
ΘΕΟΦΑΝΗΣ & ΠΑΝΣΕΜΝΗ ΟΣΙΟΙ
ΠΑΡΑΚΛΗΣΙΣ
(Συγκλητικῆς Μοναχῆς)

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὰ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ τῶν Ὁσίων ἱερώτατον ζεῦγος, τὸν Θεοφάνην τὸν κλεινὸν καὶ Πανσέμνην, ἀξίως εὐφημήσωμεν ᾀσμάτων ᾠδαῖς, στέφοντες τὴν ἱερὰν αὐτῶν, ἐτησίαν πανήγυριν, καὶ πιστῶς προσπέσωμεν ἐξαιτοῦντες κινδύνων, καὶ ψυχικῶν δεινῶν ἀπαλλαγήν, τούτων πρεσβείαις, θερμαῖς πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ὁσίων δυὰς ἡ πανευκλεής, νοός μου τὸ σκότος καταφώτισον καὶ ψυχῆς, πάρεσιν διάλυσον εὐχαῖς σου, πρὸς τὸν Σωτῆρα τοῦ κόσμου καὶ Κύριον.
Ἡδύπνοον ῥόδον τοῦ νοητοῦ, Πάτερ παραδείσου ὦ Θεόφανες τῶν ἐμῶν, παθῶν τὴν δυσώδη ὕλην πᾶσαν, ἀποδιώξας ὀσμῆς σου ἀξίωσον.
Πανσέμνη ἡ λύρα ἡ ἐμμελής, τῆς μεταμελείας μετανοίας μοι λογισμόν, ἔμπνευσον καὶ φόβον τοῦ Δεσπότου, τὸν σωστικὸν τῇ καρδίᾳ μου κράτυνον.
Θεοτοκίον.
Χριστὸν παρθενίας τὸν φυτουργόν, κυήσασα Κόρη καὶ Παρθένος ὥσπερ τὸ πρίν, φανεῖσα Παρθένε Θεοτόκε, ἐν παρθενίᾳ ἡμᾶς διαφύλαξον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Βοηθὸς ἐν τῷ βίῳ δυὰς σεπτὴ φάνηθι, Ὅσιε Θεόφανες μάκαρ, Πανσέμνη ἔνδοξε, καὶ παναλκὴς ἀρωγός, διασκεδάζουσα πᾶσαν, σκευωρίαν δράκοντος τοῦ πολεμοῦντός με.
Θεόφανες Πάτερ τῶν ἀσκητῶν καύχημα, καὶ κατοικητήριον θεῖον, Ἁγίου Πνεύματος, τούτου τὴν χάριν ἡμᾶς, ἐφελκύσαι δυσώπει, ἐντολὰς φυλάξαντας τοῦ Παντοκράτορος.
Μετανοίας ῥομφαίᾳ Μῆτερ στεῤῥᾶς ἔτεμες, πάντα τοῦ προτέρου σου βίου, ἡδονῆς σύνδεσμον, καὶ τῷ Νυμφίῳ Χριστῷ, συναρμοσθεῖσα ὁσίως, πρὸς Αὐτόν μου ἴθυνον, τὰ διαβήματα.
Θεοτοκίον.
Μαργαρίτην τὸν θεῖον ἁγνοπρεπῶς Δέσποινα, ἔνδον ἐν κοιλίᾳ Σου Κόρη κυοφορήσασα, εἰς κόσμου σύναψιν, πρὸς τὸν Θεὸν καὶ εἰρήνην, Τοῦτον ἀπεκύησας, Χριστὸν τὸν Κύριον.
Διάσωσον, δυὰς Ἁγία Θεόφανες καὶ Πανσέμνη, ἀπὸ παντοίων πειρασμῶν τοὺς σοὶ καταφεύγοντας, καὶ θείας ἀξίωσον κληρουχίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου το ἄλγος.



Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἱερὰ Ὁσίων καὶ ὁμότιμος, Ἀγγέλων χοροῖς ἀεὶ ἀγαλλόμενοι, ἐκτενῶς πρεσβεύσατε, τοὺς τὴν μνήμην ὑμῶν γεραίροντας, ζωῆς τῆς αἰωνίου μετασχεῖν, ἐν τῇ ἀγήρῳ μακαριότητι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διαφύλαξον ἄτρωτον, ξυνωρὶς ἡ ἁγία τὸν σοὶ προστρέχοντα, τῶν βελῶν τοῦ πολεμήτορος, τούτου τὴν καρδίαν καταπλήξασα.
Μυστικῶς Πάτερ ἔτυχες, τῆς θεοφανείας ἐν τῇ καρδίᾳ σου, ἐξ ἧς λάμψον φῶς ἐν σκότει μου, πικρᾶς καθημένῳ ἀπογνώσεως.
Ἀθετοῦντος ἀείποτε, τοῦ Χριστοῦ Πανσέμνη θεῖα ἐντάλματα, μὴ παρίδῃς τοὺς οἰκέτας σου, ἀλλὰ πρὸς μετάνοιαν ὁδήγησον.
Θεοτοκίον.
Καταπλήττει μου Δέσποινα, τῆς κυοφορίας Σου τὸ μυστήριον, λογισμὸν καὶ τὴν διάνοιαν, πῶς Παρθένος οὖσα Θεὸν ἔτεκες.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄρδευσον ἡμῶν, τὰς καρδίας θείοις νάμασι, παρακλήσεων σεπτῶν θεία δυάς, ὦ Θεόφανες καὶ Πανσέμνη τρισμακάριστοι.
Ῥῦσαι χαλεπῶν, παθημάτων παναοίδιμε, ὡς πλουτήσας ἐκ Θεοῦ τὴν δωρεάν, τοῦ ἰατρεύειν ἀσθενούντων τὰ νοσήματα.
Ἔρως τοῦ Θεοῦ, τὴν καρδίαν καταφλέξας σου, ἀπεμάρανε σαρκὸς τὰς ἡδονάς, ὧν με ῥῦσαι ἐπηρείας πανσεβάσμιε.
Θεοτοκίον.
Μύρον νοητόν, ἀπεκύησας πανάσπιλε, καὶ ἐπλήρωσας ὀσμῆς θεουργικῆς, πᾶσαν τὴν κτίσιν ἀειπάρθενε Μητρόθεε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀσώματον, ἐν τῷ σώματι ὄντες, καταισχύνατε ἐχθρὸν θεηγόροι, διηνεκῇ, προσευχῇ καὶ νηστείᾳ, καὶ ταπεινώσει ἀμέτρῳ κοσμούμενοι, ὧν ἱκετεύσατε κἀμέ, νικητήριον δύναμιν κτήσασθαι.
Τὸν ἄφθαρτον, ἐκ Κυρίου στέφανον, σῇ ὁσίᾳ κεφαλῇ ἐκομίσω, ἀνθ’ ὧν τερπνῶς ἀπηρνήθης τὴν σχέσιν, καὶ ἀντὶ κόπων ἀμέτρων ὧν ἤνεγκας, Θεόφανες διὸ Αὐτόν, ἐκδυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὡς πάνσοφος, ἁμαρτίας τὸν ῥύπον, τῷ βαπτίσματι καὶ ῥείθρῳ τῶν δακρύων, ἀποκαθάρας Πανσέμνη Ὁσία, πάλλευκον κρῖνον ὡράθης καὶ ἄσπιλον, καὶ γέγονας πᾶσι πιστοῖς, μετανοίας πολύτιμον δώρημα.
Θεοτοκίον.
Δυσίατα, τῆς ψυχῆς μου Δέσποινα, πάθη ἴασαι ὡς μόνη τεκοῦσα, τὸν ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων, δραστικοτάτῃ ῥοπῇ τῆς πρεσβείας Σου, καὶ τήρησόν με ἀσινῆ, Σὸν ἱκέτην Μαρία Πανάχραντε.
Διάσωσον, δυὰς Ἁγία Θεόφανες καὶ Πανσέμνη, ἀπὸ παντοίων πειρασμῶν τοὺς σοὶ καταφεύγοντας, καὶ θείας ἀξίωσον κληρουχίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ εσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀγγέλων χοροῖς ἀεὶ ἐπιποθήσαντες, συνεῖναι σοφοὶ ἀγγελικὴν διήλθετε, πολιτείαν ἔχοντες πρὸς Θεόν, τὸν νουν δι’ ἀσκήσεως, καὶ ἀεννάου προσευχῆς, Πανσέμνη Ὁσία καὶ Θεόφανες.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον (Ματθ. ια΄, 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἄρατε τὸν ζυγόν μου ἐφ’ ἡμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ὁ γαρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σπείραντες μακάριοι, ἐν ἀμετρήτῳ ἀσκήσει, ἀρετῶν τὰ σπέρματα, σταλαγμοῖς δακρύων τε καταρδεύσαντες, στάχυν μυρίπνοον, καρπὸν νεόδρεπτον, τῷ Θεῷ ἑκατοστεύσατε, Πάτερ Θεόφανες, ὁμοῦ σὺν τῇ Πανσέμνῃ πανόσιοι. Διὸ Κριτὴς ὁ δίκαιος, τοὺς κόπους καθορῶν καὶ παλαίσματα, ὑμᾶς κληρονόμους, ἀφθάρτων ἀγαθῶν καταξιοῖ, καὶ Παραδείσου τὴν οἴκησιν, δωρεῖται ὡς εὔσπλαγχνος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐφημίας ἐπαίνων ὑπερέκεινα ὄντως ὑμῶν τὰ παλαίσματα, Θεόφανες Ὁσίων, ὁ μέγας θεοδρόμος καὶ Πανσέμνη στερέωμα, ἐπιστρεφόντων Θεῷ, διὰ τῆς μετανοίας.
Ἐκμαγεῖον ἁπάσης ἀρετῆς θεοφόρε Θεόφανες γέγονας, καὶ φῶς τοῖς ἐν τῷ σκότει, ἁμαρτίας κειμένοις, καὶ λαμπρὰ καθοδήγησις, καὶ ἀρωγὴ κραταιά, καὶ μέγας ἀντιλήπτωρ.
Ὁλοκάρπωσις Μῆτερ τῷ Χριστῷ ἀνετέθης ἀναβοῶσα θερμῶς, τοὺς χρόνους τῆς ἁγνοίας, παρορῶν πανοικτίρμων, ἁμαρτίας νεότητος, συγχώρησον ὡς Θεός, ἀεὶ εὐλογημένος.
Θεοτοκίον.
Καταπράϋνον Κόρη τῆς ψυχῆς τρικυμίας τῇ ἐπινεύσει τῆς Σῆς, γαλήνης Θεοτόκε, καὶ σῶσον μελῳδοῦντα τῷ Υἱῷ Σου πανάμωμε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δοξολογοῦντες, τὴν Παναγίαν Τριάδα, ὑπὲρ πάντων ἡμῶν θεοφόροι, ποιήσατε πρεσβείαν, ὅπως ἐλεηθῶμεν.
Τοῦ Παρακλήτου, εἰσδεδεγμένος τὴν χάριν, ὅλος γέγονας Πάτερ πυρίπνους, Κύριον δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Μῆτερ Πανσέμνη, σεμνεῖον θείας ἀγάπης, τὴν ψυχὴν ἀπειργάσω σεμνοῖς σου, ἤθεσιν Ὁσία, Θεὸν ἱλασκομένη.
Θεοτοκίον.
Κυοφορίᾳ, ὑπὲρ φύσιν Παρθένε, στρατιὰς ἐξέπληξας Ἀγγέλων, ἀνυμνολογούντων, Σὲ Κόρη εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁμότιμοι τῇ δόξῃ, σύνθρονοι Ὁσίων, δυὰς Ἁγία δειχθέντες συμμόρφους ἡμᾶς, Χριστοῦ γενέσθαι τῆς δόξης καθικετεύσατε.
Θεόφανες ὁ φοῖνιξ, τῆς ἀθανασίας, τῆς ἀθανάτου ζωῆς καταξίωσον, τοὺς εὐφημοῦντας ἀξίως τὴν πολιτείαν σου.
Πανσέμνη ἡ σεμνότης, γυναικῶν Ὁσίων, σέμνυνον πάσας αἰσθήσεις ψυχῆς καὶ τοῦ σώματος, τῶν ἐξαιτούντων τὴν θείαν ἐπικουρίαν σου.
Θεοτοκίον.
Διάνοιξον τὰ σπλάγχνα, τῆς φιλανθρωπίας, τοῦ Σοῦ Υἱοῦ Θεοτόκε πρεσβείᾳ θερμῇ, ὅπως ἐλέους τυχόντες Σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Χαίροις θεοσύναπτε ξυνωρίς, Θεόφανες Πάτερ καὶ Πανσέμνη θεοκλεής, χαίρετε προστάται, τῶν πόθῳ ἐκτελούντων, ὑμῶν τὴν θείαν μνήμην, θεομακάριστοι.
Χαίρετε δυὰς ἡ περικαλλής, ἀμάραντα ἄνθη Βασιλείας τῶν οὐρανῶν, Πανσέμνη Ὁσία, Θεόφανες παμμάκαρ, πιστῶν ἀδολεσχία, ἀκατασίγαστος.
Ἀκρογωνιαίῳ λίθῳ Χριστῷ, οἰκοδομηθέντες, πειρασμῶν ταῖς ἐπιφοραῖς, ἀκλινεῖς ὡς πύργοι, ἐμείνατε ἀθλοῦντες, Ὅσιοι ἀναιμάκτως, ἐπαγαλλόμενοι.
Φρόνημα νεκρώσαντες τῆς σαρκός, ἀΰλων Ἀγγέλων ὁμοιώθητε τοῖς χοροῖς, Θεόφανες Πάτερ, Πανσέμνη μακαρία, ἀσκητικῶν καμάτων, ῥόδα μυρίπνοα.
Διέγερσις Μῆτερ ἁμαρτωλῶν, ἀπὸ τῆς κακίας ὁ σὸς βίος ὁ θαυμαστός, πρόκειται Πανσέμνη, Θεοῦ τὴν εὐσπλαγχνίαν, τοῖς πέρασιν τρανώσας, καὶ τὴν συγχώρησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαις εἰς Τὸν σωθῆναι ἡμᾶς.

Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱλασμοῦ τῶν πταισμάτων τυχοῦσα πάνσεμνε, τῷ φέγγει τῆς μετανοίας καταυγασθεῖσα τὸν νοῦν, τῆς ἀσκήσεως ἐφάνης θεῖον σέμνωμα, ὅθεν θαυμάτων δωρεᾶς, σὲ ἠξίωσε Χριστός, Πανσέμνη Ὁσία Μῆτερ, Ὃν δυσώπει τοῦ οἰκτειρῆσαι, ἡμᾶς τοὺς πίστει εὐφημοῦντάς σε.
Ἕτερον. Τῶν Ὁσίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως βιώσαντες ἐπὶ τῆς γῆς τὴν ἰσχύν, ἐχθροῦ ἐταπείνωσαν ὁ Θεοφάνης ὁμοῦ, Πανσέμνη ἡ πάνσεμνος, ὅθεν τῆς οὐρανίου, βασιλείας τυχόντες, ἄπαυστον ἱκεσίαν τῷ Θεῷ ἐκτελοῦσι, ὑπὲρ τῶν ἐπιτελούντων αὐτῶν, μνήμην τὴν εὔσημον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς γεραίροντας ὑμῶν, τὴν ἀξιοτίμητον μνήμην, ἀπὸ παντοίων κακῶν, ῥύσασθε δεόμεθα καὶ πάσης θλίψεως, σὺν Πανσέμνῃ Θεόφανες, σύγκληροι Ὁσίων, ἄνθρωποι οὐράνιοι, βλαστοὶ θεόφυτοι, βέλη, τοῦ ἐχθροῦ τὴν καρδίαν, πᾶσαν κατατρώσαντες οὗπερ, τῶν παγίδων ἡμᾶς ῥύσασθε.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν.











ΙΟΥΝΙΟΣ 10.
ΘΕΟΦΑΝΗΣ & ΠΑΝΣΕΜΝΗ ΟΣΙΟΙ
ΠΑΡΑΚΛΗΣΙΣ
(Συγκλητικῆς Μοναχῆς)

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν τῶν Ὁσίων ξυνωρίδα εὐφημήσωμεν, τὸν Θεοφάνην, ἀσκητῶν τὸ ἐγκαλλώπισμα, καὶ Πανσέμνην μετανοίας εὔοσμον μῦρον, ἣν ὁ Ὅσιος τὸν Κύριον μιμούμενος, ἐκ βυθοῦ τῆς ἁμαρτίας ἀνελκύσατο, ἀνακράζοντες· Παμμακάριστοι χαίρετε.
Ὁ Οἶκος.
φθαρτον εἰληφότες, ἐκ χειρὸς τοῦ Κυρίου, τὸ στέφος Θεόφανες καὶ Πανσέμνη (γ΄), ἀσιγήτως ὑμνεῖτε Αὐτόν, καὶ νῦν τὰς δεήσεις ἡμῶν προσδέξασθε, τῶν τιμώντων τὴν μνήμην πιστῶς καὶ ἐκβοώντων κατὰ χρέος·
Χαίρετε, βάσεις τῆς Ἐκκλησίας·
χαίρετε, κρίνα τῆς ἀφθαρσίας.
Χαῖρε, Θεόφανες, τῶν ἀσκητῶν σύγκληρος·
χαῖρε, ἀσωμάτων Ἀγγέλων, ἐφαμιλλος.
Χαῖρε Πανσέμνη, γνησίας μετανοίας διάγγελμα·
χαῖρε, τῶν ἐν βίῳ ἁμαρτανόντων τὸ ἐνίσχυμα.
Χαῖρε Χριστοῦ, μιμησάμενος τὴν ἀγάπην·
χαῖρε, τὴν ἁμαρτωλὸν διορθώσας τῆς πλάνης.
Χαῖρε, ἡ καθαρθεῖσα τοῖς δάκρυσι·
χαῖρε, ἡ λαμπρυνθεῖσα τοῖς πέρασι.
Χαίρετε, σκεύη ἡγιασμένα·
χαίρετε, Θεῷ καθιερωμένα.
Παμμακάριστοι χαίρετε.

Βούλησις τοῦ Ὑψίστου, προϊδοῦσά σου Πάτερ, τὴν μέλλουσαν ψυχῆς εὐθυνίαν, ῥίζης προελθόντα ἐξ ἀσεβοῦς, εἰς τὴν θεοσέβειαν ἐνεκέντρισε, καὶ εὔκαρπον ἀνέδειξε, Θεόφανες, ἀναβοῶντα·
Ἀλληλούϊα.

Γλῶσσα πᾶσα οὐ σθένει, εὐφημεῖν ἐπαξίως, ὑμᾶς τοὺς μακαρίους, Πανσέμνη καὶ Θεόφανες, οὓς ὁ Θεός, ζωοπαρόχῳ δεξιᾷ ἐδόξασε, μικρὸν δὲ ὕμνον δέξασθε, ἀπὸ ἀνάγνου στόματός μου·
Χαίρετε, Ὅσιοι θεοτίμητοι·
χαίρετε, Ἅγιοι θεοδόξαστοι.
Χαῖρε Θεόφανες, συντριβὴ τῶν δαιμόνων·
χαῖρε, κραταιὰ ἀντίληψις τῶν ἀνθρώπων.
Χαῖρε, κόσμος ἡλιόμορφος, ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, λίθος χρυσοκόλλητος, ἐν τω οἴκῳ τοῦ Θεοῦ.
Χαῖρε Πανσέμνη, Ἀγγέλους ἡ καταπλήξασα·
χαῖρε, τῇ σῇ μετανοίᾳ, Θεὸν εὐφράνασα.
Χαῖρε, καταφυγὴ των ἀπηλπισμένων·
χαῖρε, μεταστροφὴ τῶν ἀπεγνωσμένων.
Χαίρετε, τῶν πιστῶν τὰ προπύργια·
χαίρετε, τῶν ἀπίστων τὰ θραύσματα.
Παμμακάριστοι χαίρετε.

Δήγματι ἁμαρτίας, πληγωθεῖσα Πανσέμνη, λαμπρὰν μετανοίας φωταυγείαν, ἐναπήστραψας πᾶσι πιστοῖς, ὁδὸν τῆς ἐπιστροφῆς ἐνδεικνύουσα, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τῷ Κυρίῳ προσφωνοῦσι·
Ἀλληλούϊα.

Εὔπνοια τῶν ἐν ζάλῃ πειρασμῶν ἐμπεσόντων, γεννήθητε τῶν προσπιπτόντων, τῇ θερμῇ προστασίᾳ ὑμῶν, καὶ εἰς γαλήνην ἐγκαθορμίσατε, ὅπως ἀπολυτρούμενοι, εὐφημῶμεν ὑμᾶς ἐν ὕμνοις·
Χαίρετε, πρυτανεῖα τῆς χάριτος·
χαίρετε, ἐκμαγεῖα τοῦ Πνεύματος.
Χαῖρε, πολιστὰ τῆς ἐρήμου περίδοξε·
χαῖρε, νικητὰ τῶν παθῶν ἀκατάληπτε.
Χαῖρε, Ὅσιε Θεόφανες, καρτερίας τύπωσις·
χαῖρε, προσευχῆς καὶ ἀγάπης ἡ ἔκφανσις.
Χαῖρε Πανσέμνη, ταπεινοφροσύνης πλήρωσις·
χαῖρε, δυναστείας τοῦ διαβόλου πτόησις.
Χαῖρε, τοῦ πένθους οἰκητήριον·
χαῖρε, τῶν πιπτόντων ἐγερτήριον.
Χαίρετε, πασῶν ἀρετῶν ταμειοῦχοι·
χαίρετε, ἀγάπης θείας σελασφόροι.
Παμμακάριστοι χαίρετε.

Ζῆλός σε τῶν κρειττόνων, ὑπεκίνησε Πάτερ, μετὰ τὴν θανὴν τῆς σῆς συζύγου, ἀζύγων τὸν βίον διελθεῖν, καὶ ἐν ἐρήμῳ Μονὴν ποιησάμενος, ἐκ δυνάμεως εἰς δύναμιν ἐλήλυθας, ψάλλων τῷ Θεῷ·
Ἀλληλούϊα.

χος ἑορταζόντων, ὅπου καὶ ἀφθαρσία, κατεσκηνώσατε ὁμοτρόπως, ὡς ὁμοψύχως ἐπὶ τῆς γῆς ἠγωνίσθητε, ἀσκήσαντες καὶ Θεὸν εὐαρεστήσαντες, διὸ ὑμνεῖσθε παρ’ ἡμῖν ἀξίως·
Χαίρετε, τοῦ Χριστοῦ φίλοι γνήσιοι·
χαίρετε, Αὐτοῦ μαθηταὶ πιστότατοι.
Χαῖρε, ὁ χλευάσας εἰδώλων τὴν πλάνην·
χαῖρε, ὁ ὑψώσας, Θεοῦ τὴν εὐσέβειαν.
Χαῖρε, ὅτι ἐπεζήτησας, Βασιλείας Οὐρανῶν·
χαῖρε, ὅτι σοὶ ὑπήντησε, ὁ Πατὴρ των οἰκτιρμῶν.
Χαῖρε, ἡ ὑπομείνασα πολυτρόπους πειρασμούς·
χαῖρε, ἡ ὀνειδίσασα τοὺς ἀσάρκους ἐχθρούς.
Χαῖρε Πανσέμνη, παθῶν δαμαστήριον·
χαῖρε, μοναζουσῶν τὸ ἀκροθίνιον.
Χαίρετε, θεραπεία τῶν ἀσθενούντων·
χαίρετε, μεσιτεία τῶν ἐκβοώντων·
Παμμακάριστοι χαίρετε.

Θεοφάνους, εὐστόχῳ τεχνάσματι πεισθεῖσα, ἀντὶ ἐπιγείου μνηστῆρος, τὸν οὐράνιον ἐν τῇ ψυχῇ Νυμφίον Χριστὸν Πανσέμνη νενύμφευσαι, μετὰ δακρύων προσπίπτουσα, καὶ κράζουσα ἐν κατανύξει·
Ἀλληλούϊα.


ρις φιλανθρωπίαν, τοῦ Θεοῦ ἐκτυπούσα, ἐφάνης Πανσέμνη Ὁσία, ὡς ἥλιος δὲ ἀειφεγγής, Θεόφανες ἐξέλαμψας, ἀμφότεροι δὲ καταπυρσεύετε ἡμᾶς, ἀγλαοφανῶς ἐκβοῶντας·
Χαίρετε, στάχυες τῆς ἀφθαρσίας·
χαίρετε, βότρυες αθανασίας.
Χαῖρε Θεόφανες, μύστα τῶν ἀποῤῥήτων·
χαῖρε, συνθιασῶτα ἐπουρανίων.
Χαῖρε, δι’ οὗ ἡδύνονται, αἱ ψυχαὶ τῶν εὐσεβῶν·
χαῖρε, δι’ οὗ καταισχύνονται, αἱ βουλαὶ τῶν ἀσεβῶν.
Χαῖρε, εὔηχος σάλπιγξ, τῆς χρηστότητος Θεοῦ·
χαῖρε, ἔμψυχος στήλη, φιλανθρωπίας Αὐτοῦ.
Χαῖρε, ἡ καθαρθεῖσα, διὰ δακρύων·
χαῖρε, ἡ λαμπρυνθεῖσα, δι’ ἀγώνων.
Χαίρετε, ἡ θεοπότιστος φυτεία·
χαίρετε, ἡ θεοπρόσδεστος πρεσβεία.
Παμμακάριστοι χαίρετε.

Καῦσις θείας ἀγάπης, πυρπολήσασα Πάτερ, σὴν ψυχὴν κατέπειθε προθύμως, ἐν τόπῳ τῆς ἁμαρτίας ἐλθεῖν,  καὶ τὴν κειμένην πορνείας ἐν μνήματι, ἀναστῆσαι πρὸς μετάνοιαν, ἀναβοῶσαν εὐσχημόνως·
Ἀλληλούϊα.

Λίθοι πεποικιλμένοι, ἀρεταῖς θεογράφοις, Πανσέμνη καὶ Θεόφανες δειχθέντες, κοσμεῖτε τὴν πόλιν τοῦ Θεοῦ, ἧς ὁ λύχνος τὸ ἀρνίον πέφυκεν, ὃ προσκυνοῦντες εὐσεβῶς φρουρεῖτε τοὺς ἀναβοῶντας·
Χαίρετε, περιφανεῖς ἐν Ὁσίοις·
χαίρετε, πανευκλεεῖς ἐν Ἁγίοις.
Χαῖρε, ὁ παριστάμενος, Θεοῦ τῷ θρόνῳ·
χαῖρε, ὁ αὐγαζόμενος, τῷ θείῳ κάλλει.
Χαῖρε, Ἄγγελος ἐπίγειος, καὶ ουράνιος βροτός·
χαῖρε, ἔνδοξος θεόμορφος, ἐν σημείοις θαυμαστός.
Χαῖρε, σεμνότητος ἡ φερώνυμος·
χαῖρε, Ὁσία ἡ πνευματέμφορος.
Χαῖρε, ὅτι προχέεις, ἰαμάτων πελάγη·
χαῖρε, ὅτι ευφραίνεις, ὀρθοδόξων τὰ πλήθη.
Χαίρετε, ὁλοκαρπώματα λογικά·
χαίρετε, θυσιαστήρια καθαρά.
Παμμακάριστοι χαίρετε.

Μῦρον ὡς πανευῶδες, τῷ Κυρίῳ προσῆξας, ἱδρῶτας ἀσκητικοὺς καὶ κόπους, ἀγρυπνίας τε διηνεκεῖς, νηστείας καὶ σαρκὸς ὑποπιάσματα, ὅπως παθῶν τὸν βόρβορον, ἐκπλύνης Πανσέμνη, βοῶσα·
Ἀλληλούϊα.







Νόημα ἅπαν θέντες, καὶ κινήσεις καρδίας, εἰς τὴν ὑπακοὴν τοῦ Δεσπότου, ὡς δοῦλοι εὐάρεστοι Αὐτῷ, ἐπολυπλασιάσατε τὸ τάλαντον, καὶ τὸν μισθὸν ληψάμενοι, πυρσεύετε τοὺς ἐκβοῶντας·
Χαίρετε, ὀσμὴ ζωῆς τοῖς πιστεύουσι·
χαίρετε, προσφυγὴ τοῖς κινδυνεύουσι.
Χαῖρε, τῶν Ὁσίων ὑπερύμνητον γέρας·
χαῖρε, των μοναζόντων πανσεβάσμιον κλέος.
Χαῖρε, σὺ γὰρ ἐνουθέτησας, πρὶν ἀκάθαρτον γυνήν·
χαῖρε, σὺ γὰρ καθωδήγησας, πρὸς μετάνοιαν αὐτήν.
Χαῖρε, τῆς ἁμαρτίας ἐκπλυθεῖσα τοῦ ῥύπου·
χαῖρε, τῆς σωφροσύνης, ἐνδυθεῖσα τὴν δόξαν.
Χαῖρε, δι’ ἧς ἐγείρονται ῥάθυμοι·
χαῖρε, δι’ ἧς ἀγάλλονται δίκαιοι.
Χαίρετε, δίκρουνος πηγὴ τῶν χαρίτων·
χαίρετε, δίστομος μαχαίρα τοῦ Λόγου.
Παμμακάριστοι χαίρετε.

Ξένος πάσης ἀπάτης, τῆς τοῦ βίου ἐγένου, πᾶν τὸ πρὸς σωτηρίας συντεῖνον, ἐπιμελούμενος ἀκριβῶς, τῇ ταπεινώσει δὲ θωρακιζόμενος, ἀγρύπνως προσευχόμενος, ἐν κατανύξει ἐβόας·
Ἀλληλούϊα.

ργανα Παρακλήτου, ὑπηχούμενα αὔραις, ἐμελῳδήσατε εὐαρμόστως, Πανσέμνη καὶ Θεόφανες ἡμῖν, τῆς εὐσπλαγχνίας Θεοῦ τὸ ἀστείρευτον, καὶ ἀνορθώσαντες πολλούς, ὑμνοῦντας εὐχαριστηρίως·
Χαίρετε, ἰσάγγελοι ἐν τῷ κόσμῳ·
χαίρετε, ἰσόψυχοι ἐν τῷ βίῳ.
Χαῖρε, συλλήπτωρ τῶν πιστῶν εὐεπήκοος·
χαῖρε, μεσίτης πρὸς Θεὸν εὐπροσήγορος.
Χαῖρε, ὅτι κατεσύντριψας, τῶν δαιμόνων τοὺς βωμούς·
χαῖρε, ὅτι κατεπόντισας, τοὺς ἀσάρκους δυσμενεῖς.
Χαῖρε, τῆς εὐσπλαγχνίας Θεοῦ ἡ βεβαίωσις·
χαῖρε, τῶν χαρισμάτων Αὐτοῦ ἡ ἀπόλαυσις.
Χαῖρε, παθῶν τὸ ῥεῖθρον ξηράνασα·
χαῖρε, μελῶν τὴν πύρωσιν σβέσασα.
Χαίρετε, εὐχῆς νοερᾶς ἐργαστήρια·
χαίρετε, ἡμῶν πρὸς Θεὸν ἱλαστήρια.
Παμμακάριστοι χαίρετε.

Πάνσεμνος κατεστάθης, ἡ πρὶν μεμολυσμένη, καὶ ἐχαροποίησας Ἀγγέλους, θαυμάτων δὲ τὴν δωρεάν, ἀξίως ἐκ Θεοῦ καταπλουτήσασα, ἀνθρώπους εὐηργέτησας, δοξάζοντας ἐν σοὶ τὸν Θεόν·
Ἀλληλούϊα.







ίπτοντες τὰ παρόντα, ὡς μὴ ὄντα, πρὸς τὰ μόνα τὰ αἰώνια ἀποσκοποῦντες, ἠξιώθητε τούτων μετασχεῖν, ὧν καὶ ἡμᾶς κατατρυφῆσαι πρεσβεύσατε, τοὺς ἐκτελοῦντας μνήμην ὑμῶν καὶ βοῶντας ἀξιοχρέως·
Χαίρετε, τὸ ψεῦδος ἐχθροῦ τροπωσάμενοι·
χαίρετε, τὰ σκεύη αὐτοῦ διαρπάσαντες.
Χαῖρε Θεόφανες, συνέσεως πλήρωμα·
χαῖρε, ζωοποιοῦ νεκρώσεως σκήνωμα.
Χαῖρε, δι’ οὗ ἐπιστηρίζονται, μοναστῶν τὰ πλήθη·
χαῖρε, δι’ οὗ καταφωτίζονται, ἀσκητῶν τὰ στίφη.
Χαῖρε Πανσέμνη, σεμνοπρεπέστατον ἄκουσμα·
χαῖρε Ὁσίων, θαυμασιώτατον καύχημα.
Χαῖρε λαμπάς, πυρσεύουσα ἅπαντας·
χαῖρε ἀμνάς, Χριστοῦ ἀρχιποίμενος.
Χαίρετε, ἀναψυχὴ τῶν θλιβομένων·
χαίρετε, διατροφὴ τῶν πενομένων.
Παμμακάριστοι χαίρετε.

Στῦλος θεοφανείας, ἀνέλαμψας τοῖς πᾶσι, Χριστὸν μορφωσάμενος ἐν τῇ ψυχῇ σου, κατὰ χάριν Θεὸς δὲ φανείς, συγκληρονόμος Αὐτοῦ ἐν παραδείσῳ γέγονας Θεόφανες, πανευφροσύνως ἀναμέλπων·
Ἀλληλούϊα.

Τέλους ἡγιασμένου, εἰληφότες τὴν χάριν, θαυματουργεῖν τε ἀξιωθέντες, πλουσίως Ὅσιοι τοῦ Θεοῦ, τὰς ἡμῶν ἀῤῥωστίας μὴ παρίδετε, ἀλλὰ λυτρῶσαι σπεύσατε, τοὺς εὐφημοῦντας ὑμᾶς ἐν πίστει·
Χαίρετε, ἁγιαστήρια θεῖα·
χαίρετε, θεραπευτήρια πάντων.
Χαῖρε, ὁ ἐξανθήσας ἐν τῇ ἐρήμῳ·
χαῖρε, ὁ ἀγαπήσας Θεὸν πλουσίως.
Χαῖρε, ὄργανον εὐάρμοστον, τῆς ἀγάπης τοῦ Θεοῦ·
χαῖρε, μέλισμα εὐήκοον, ἀγαθοσύνης Αὐτοῦ.
Χαῖρε, τῶν ῥαθύμων, τὰς ψυχὰς διεγείρουσα·
χαῖρε, τῶν ἀσώτων, τὸν νοῦν καταυγάζουσα.
Χαῖρε, ἀπογνώσεως ἐκδίωξις·
χαῖρε, ταπεινώσεως ἐκτύπωσις.
Χαίρετε, φοίνικες τῆς ἀφθαρσίας·
χαίρετε, δένδρα τῆς ἀθανασίας.
Παμμακάριστοι χαίρετε.

μνοις ἀκαταπαύστως, τὸν Χριστὸν ἀνυμνοῦσα, ὁμοῦ σὺν ταῖς φρονίμοις παρθένοις, μετανοίας πυξίον ὀρθόν, τοῖς ἁμαρτωλοῖς Πανσέμνη γεννήθητι, ὧν πρῶτος τυγχάνων ἐγώ, ὅπως ἐπιστρέψαντες βοῶμεν·
Ἀλληλούϊα







Φοῖνιξ οὐρανομήκης, Θεόφανες ἐδείχθης, καὶ ῥόδον μυροβόλον Πανσέμνη, ἐν ταῖς αὐλαῖς ἀνθήσαντες Χριστοῦ, καὶ ἀρδευόμενοι ῥοαῖς τοῦ Πνεύματος, οὗ τῶν χαρίτων καὶ ἡμᾶς ἀξιώσατε τοὺς μελῳδοῦντας·
Χαίρετε, Χριστοῦ συγκληρονόμοι·
χαίρετε, Ὅσιοι πνευματοφόροι.
Χαῖρε, ὡς στρουθίον, διάβολον νικήσας·
χαῖρε, ὡς καλάμην, τοῦτον καταφλέξας.
Χαῖρε, ὅτι στηλογράφημα, ἀνεφάνης μοναστῶν·
χαῖρε, ὅτι καταφύγιον, ἀνεδείχθης τῶν πιστῶν.
Χαῖρε, ἡ διαλύουσα ἀοράτους συμπλοκάς·
χαῖρε, ἡ συγκόπτουσα ἀκαθάρτους λογισμούς.
Χαῖρε, τρυγὼν Θεοῦ, ἡ φιλέρημος·
χαῖρε, προσφορὰ Αὐτῷ, πολύσεμνος.
Χαίρετε, οἱ φωτίζοντες τοὺς ἐν σκότει·
χαίρετε, οἱ διασώζοντες τοὺς ἐν ζάλῃ.
Παμμακάριστοι χαίρετε.

Χαίρων τῆς ἀφθαρσίας, κοινωνὸς ἀνεδείχθης, Θεόφανες Πάτερ θεηγόρε, καὶ περὶ τὸν θρόνον τοῦ Θεοῦ, ἀεὶ τοῖς Ἀσωμάτοις συγγινόμενος, ἐνθέως ἐπαγάλλεσαι, καὶ μυστικῶς ἀνακραυγάζεις·
Ἀλληλούϊα.

Ψαλμικῶς παρ’ Ἀγγέλους, βραχὺ ἐλαττωθέντες, ἀγγελικὴν ἐπὶ γῆς πολιτείαν, διηνύσατε θεοφιλῶς, καὶ ἀσκητῶν ὁμότιμοι γενόμενοι, νῦν σὺν αὐτοῖς εὐφραίνεσθε, τειχίζοντες τοὺς ἐκβοῶντας·
Χαίρετε, Ἁγίας Τριάδος μύσται·
χαίρετε, φωτὸς νοητοῦ ἐπόπται.
Χαῖρε, μυστικῆς θεοφανείας μέθεξις·
χαῖρε, τριλαμποῦς φωτοχυσίας ἔλλαμψις.
Χαῖρε, οἶκος ἁγιώτατος, λαμπροτάτων ἀρετῶν·
χαῖρε, κῆπος εὐθαλέστατος, ψυχοτρόφων δωρεῶν.
Χαῖρε Πανσέμνη, γεώργιον μετανοίας·
χαῖρε ταμεῖον, ἀδάπανον εὐκληρίας.
Χαῖρε, δι’ ἧς τιτρώσκονται δαίμονες·
χαῖρε, δι’ ἧς ἐχθροὶ ἐκδιώκονται.
Χαίρετε, ἀπροσμάχητος συμμαχία·
χαίρετε, ἡμῶν πρὸς Θεὸν μεσιτεία.
Παμμακάριστοι χαίρετε.

δυὰς μακαρία, Θεόφανες καὶ Πανσέμνη, πολύκαρπα κλήματα τοῦ Λόγου (γ΄), τὰς ἡμῶν δεχόμενοι ᾠδάς, θεοπροσδέκτους πρεσβείας ποιήσατε, τοῦ ῥυσθῆναι κολάσεως, τοὺς ἀναμέλποντας Κυρίῳ·
Ἀλληλούϊα.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου