ΜΑΪΟΥ 12!!
ΓΕΡΜΑΝΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ὤφθης
ἐκ νεότητος, πεποικιλμένος ταῖς πράξεσι, τῆς σοφίας τῆς κρείττονος, ζωῆς
καθαρότητι, καὶ περιφανείᾳ, ἀρετῶν ποικίλων, περιλαμπόμενος σοφέ, καὶ διαπρέπων
λόγῳ τῆς χάριτος, ἐντεῦθεν ἐνθεώτατος, ἀρχιερεὺς ἐχρημάτισας, τῆς Κυζίκου καὶ
πρόεδρος, Γερμανὲ ἱερώτατε.
Ψήφῳ
θείου Πνεύματος, ὡς πλήρης θείας ἐλλάμψεως, ποιμὴν μέγας καὶ ἔνθεος,
Κωνσταντινουπόλεως, Γερμανὲ ἐδείχθης, καὶ τῆς Ἐκκλησίας, ἁπάσης ἄδυτος φωστήρ,
καταφωτίζων λόγοις καὶ πράξεσι, τῶν εὐσεβῶν τὸ πλήρωμα, καὶ τῶν αἱρέσεων
ἅπασαν, διελέγχων ἀπόνοιαν, Ἰεράρχα μακάριε.
Λόγῳ
τῆς σοφίας σου, ὡς δυσσεβῆ καὶ παράνομον, Γερμανὲ παμμακάριστε, πανσόφως
διήλεγξας, τὸν περὶ τὴν πίστιν, Λέοντα σφαλέντα, τῆς Ἐκκλησίας τὴν ὀρθήν, καὶ
τῶν Εἰκόνων Πάτερ ἐτράνωσας, τὴν σχετικὴν προσκύνησιν, ὡς τὰς καρδίας
ἀναγουσαν, τῶν πιστῶν καὶ τὴν ἔφεσιν, εἰς αὐτὸ τὸ πρωτότυπον.
Λύχνος
ὁ πολύφωτος, τῆς ἐπιπνοίας τοῦ Πνεύματος, ἀρετῶν τὸ κειμήλιον, στόμα τὸ
θεόφθογγον, ὄργανον τὸ θεῖον, ἡ εὔσημος λύρα, ἀσμάτων τῶν πνευματικῶν,
ἱεραρχίας ὁ νοῦς ὁ ἔνθεος, ὑμνείσθω θείοις μέλεσιν, ὁ Γερμανὸς ὀ μακάριος, ὁ
πρεσβεύων ἑκάστοτε, ὑπὲρ πάντων πρὸς Κύριον.
Δόξα.
Ἦχος γ΄.
Τῷ
φωτὶ τῶν ἀρετῶν, καταλαμπρύνας τὴν ψυχήν, ταῖς ἀκτῖσι τῶν ἔργων σου, τὴν
Ἐκκλησίαν ἐφαίδρυνας, τῶν ἀποῤῥήτων γὰρ μυσταγωγός, καὶ τῆς εὐσεβείας ὑποφήτης
ὤφθης, θεοπρεπῶς πολιτευσάμενος, καὶ ἀμέμπτως ἱερατεύσας Θεῷ, καὶ ὡς θυσίαν
Αὐτῷ εὐπρόσδεκτον, προσαγαγὼν τοῦ βίου τὴν αθλησιν, τοῖς νοεροῖς συνήφθης
λειτουργοῖς, Γερμανὲ θεοφάντορ Ὅσιε, μεθ’ ὧν ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς
ψυχὰς ημῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Αἴγλη
τῶν ἀρετῶν, καθάρας τὴν καρδίαν, ἰδεῖν κατηξιώθης, τὰς θεϊκὰς ἐλλάμψεις,
Ἀρχιεράρχα Ὅσιε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Λόγῳ
σου ἱερῷ, εὐφραίνεις καὶ στηρίζεις, Χριστοῦ τῆν ἐκκλησίαν, ὡς θεῖος ἱεράρχης, ὦ
Γερμανὲ Πατὴρ ἡμῶν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου,
ἀγαλλιάσει ἀγαλλιάσονται.
Μέγας
ἀρχιερεύς, ἐν Βυζαντίῳ ὤφθης, καὶ πάσης Ἐκκλησίας, ὡς τοῦ Χριστοῦ θεράπων,
λύχνος φωτοειδέστατος.
Δόξα.
Τριαδικόν.
Τρίφωνε
Παντουργέ, ὁμόδοξε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Ἱεράρχου,
εἰρήνευσον τὸν κόσμον σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἄχραντε
Μαριάμ, Θεογεννῆτορ Κόρη, φωτὶ τῶν πρεσβειῶν Σου, τὰς κόρας τῆς ψυχῆς μου,
καταύγασον καὶ σῶσόν με.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας
τοῖς δόγμασιν ἐκπαιδευθεὶς εὐκλεῶς, φωστὴρ ἐχρημάτισας, τῆς Ἐκκλησίας Χριστοῦ,
ἐν λόγοις καὶ πράξεσι, σύμμορφος γὰρ ὑπάρχων, τῆς εἰκόνος Κυρίου, λύεις
Εἰκονομάχων, τὴν ἀντίθεον πλάνην, διό σε ἱεράρχα Γερμανέ, Χριστὸς ἐδόξασε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Λεόντιον
φρόνημα στεῤῥῶς, Γερμανὲ κατέβαλες, τὸ δυσσεβείας ἀνάμεστον· τὴν γὰρ
προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ δείλαιος, καὶ πάντων τῶν Ἁγίων ἠρνήσατο,
ἀλλὰ τοῖς λόγοις σου, θεοφάντορ ἐξελήλεγκται, καὶ ὡς ἄνους, ἀνόητος ἔμεινεν.
Ὁ Λέων ὁ ἄθεος
ὁ θήρ, ὁ Θεῷ μισούμενος, τοῦ Ἀντιχρίστου ὁ πρόδρομος, ὁ τὴν προσκύνησιν, τῆς
Χριστοῦ εἰκόνος, ἀθετήσας Ὅσιε, τοῦ κλήρου τῶν πιστῶν ἐξωστράκισται· διὸ αἰτοῦμέν
σε· Ὡς ἐκεῖνον ταῖς πρεσβείαις σου, τὸν παρόντα, κατεύνασον τάραχον.
Ἐφέσεως ἔτυχες
τῆς σοί, θεοφάντορ πόῤῥωθεν, πεποθημένης σαφέστατα· τῷ γὰρ Δεσπότῃ σου, μετὰ παῤῥησίας,
Γερμανὲ μακάριε, νῦν ἱεροπρεπῶς προσεχώρησας, ᾧ παριστάμενος, ἀπολαύεις, τῆς θεώσεως,
τὴν εἰρήνην τῷ κόσμῳ αἰτούμενος.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς
σοφίας τοῦ Πνεύματος, φωταυγὲς ἐνδιαίτημα, Γερμανὲ μακάριε ἐκ νεότητος, ὡς
ἀληθῶς ἐχρημάτισας, σαὐτὸν καθηράμενος, προσπαθείας γεηρᾶς, διὰ βίου λαμπρότητος,
ὅθεν ἔλλαμψας, ὡς ἀστὴρ ἑωσφόρος καταυγάζων, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν,
Ὀρθοδοξίας τοῖς δόγμασι.
Τῆς
Κυζίκου τὸ ποίμνιον, ὡς πανσόφως ἐποίμανας, Κωνσταντινουπόλεως ἐνθεώτατος,
ἀρχιεράρχης καὶ πρόεδρος, καὶ στύλος ὁλόφωτος, ἐπινεύσει θεϊκῇ, Γερμανὲ ἱερώτατε,
ἀναδέδειξαι, καὶ φωτὶ τῶν πλουσίων ἀρετῶν σου, καὶ τῶν λόγων ταῖς ἀκτῖσι, τὴν
Ἐκκλησίας ἐφαίδρυνας.
Ὡς
θεόπνευστον ὄργανον, τῇ τῶν λόγων σου σάλπιγγι, Γερμανὲ θεόσοφε ἐμελώδησας,
ᾄσματα θεῖα καὶ ἤνεσας, Κυρίου τὴν σάρκωσιν, καὶ Ἁγίων ἑορτάς, καὶ δογμάτων
ὀρθότητι, σοφῶς ἤλεγξας, τὸν δεινῶς ἀσεβοῦντα βασιλέα, παρ’ οὗ Πάτερ καὶ τοῦ
θρόνου, τοῦ σοῦ ἀδίκως ἐκβέβλησαι.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ἐξέλαμψεν ἡ τοῦ Ἱεράρχου Γερμανοῦ μνήμη, τὴν Ἐκκλησίαν καταφαιδρύνουσα. Δεῦτε
τῇ τούτου χάριτι μυσταγωγούμενοι, ἐνθέως ἑορτάσωμεν, πρὸς αὐτὸν βοῶντες·
Χαίροις, ὁ πολιτείᾳ θείᾳ ἐμπρέψας, καὶ Ἀποστολικοῖς πλουτισθεὶς χαρίσμασι·
χαίροις, Ἱεράρχα θεόσοφε, ὁ αμέμπτως ἱερατεύσας Θεῷ, καὶ τῆς εὐσεβείας τρανώσας
τὰς ἐκφάνσεις· χαίροις, εἰκονομάχων ἔλεγχος σφοδρός, καὶ τῆς ὀρθῆς λατρείας,
τύπος καὶ παράδειγμα. Ἐν αὐτῇ καὶ ἡμῶν τὰς καρδίας στήριξον, καὶ πρέσβευε Κυρίῳ
Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς
ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου
θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης
φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς
τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις
παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι
ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ
δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων
ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη
ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν,
οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν,
χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται
αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος
γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις
διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ
πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας
αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς
εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης,
καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν
αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις.
Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται
στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις
καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ,
καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ,
καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας
τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς
μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν
ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς.
Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τῶν
ἀρετῶν τὸ γέρας, περιποιησάμενος δι’ ἔργων, ἱερωσύνης τὴν στολήν, θεόθεν
ἐκομίσω, Ἱεράρχα Γερμανέ. Φιλοσοφίᾳ γὰρ τῇ θείᾳ, καθαγνίσας τὸν νοῦν,
ἐνδιαίτημα πολύτιμον, τοῦ Ἁγίου Πνεύματος ὤφθης, ἐν αὐτῷ γὰρ ζῶν καὶ
φθεγγόμενος, ῥήματα ζωῆς ἀιωνίου, καὶ δογμάτων ἀκρίβειαν, καὶ ζωῆς ἀρίστης
τύπον, τῇ Ἐκκλησία παρέθηκας. Ἀλλ’ ὡς ὑπὲρ ταύτης τιθεὶς τὴν ψυχήν, καὶ τὰ ἄνω
οἰκήσας βασίλεια, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
β΄.
Παντοδαποῖς
κεκοσμημένος προτερήμασι, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατεκόσμησας, τῇ σῇ σοφῇ
ἡγεσίᾳ, Ἱεράρχα Γερμανέ. Οὐ μόνον γὰρ τῷ λόγῳ τῆς χάριτος, πολλῷ δὲ μᾶλλον
πολιτείᾳ σώφρονι, τῶν πιστῶς τὰς ψυχὰς ἐπαίδευσας, τὰ ἄνω ποθεῖν καὶ ζητεῖν,
καὶ ἀλλοτρίων δογμάτων ἀπέχεσθαι. Καὶ περίβλεπτος ἐν πᾶσι γενόμενος, πρὸς τὴν
αμαρτίαν, μέχρις αἵματος ἀντικατέστης, ὑπὲρ τῆς ὀρθῆς πίστεως, σαὐτὸν
προϊέμενος. Διό σε ἐδόξασεν, ὁ τῆς δόξης Κύριος.
Ἦχος
γ΄.
Τοῦ
Εὐαγγελίου τῆς ζωῆς, λειτουργὸς ἐνθεώτατος, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ,
Ἀποστολικῶς ἐχρημάτισας, Ἱεράρχα πανσεβάσμιε. Καὶ καλῶς διαγαγών, τὴν δοθεῖσαν
σοι ἐξουσίαν, ἀγγελικῶς ἱεράτευσας, τῷ σαρκωθέντι Θεῷ ἡμῶν. Οὗ τὴν ἐν σαρκὶ
οἰκονομίαν, θεοφρόνως θεολογῶν, τῆς ἐμφερείας αὐτοῦ τὴν εἰκόνα, τιμᾶν καὶ
προσκυνεῖσθαι, ὀρθοδόξως ἐκήρυξας, εἰκονομάχους ἐκτρεπόμενος, ἀλλ’ ὡς τοῦ ξύλου
τῆς ζωῆς κατατρυφῶν, θεοφάντορ Γερμανέ, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ΄.
Ἡ
τοῦ Πνεύματος χάρις, δαβιτικῶς τοῖς χείλεσί σου ἐξεχύθη, ἱεράρχα Γερμανὲ πατὴρ
ἡμῶν, καὶ ὄργανον θεῖον σὲ ἀνέδειξε, καὶ λύραν παναρμόνιον, τῇ Ἐκκλησίᾳ τοῦ
Χριστοῦ, ὅθεν λόγοις μελιῤῥύτοις, καὶ ὕμνοις ἐνθέοις ᾔνεσας, τῆς ἐν Χριστῷ
οἰκονομία, τὸ μέγα μυστήριον. Καὶ τύπον καὶ εἰκόνα, σαὐτον παραστήσας, τῆς ἐν
πνεύματι λατρείας καὶ ζωῆς, τοῦ σαρκωθέντος Σωτῆρος τὴν Εἰκόνα, σέβεσθαι
ἐδίδαξας, θεοφθόγγῳ γλώσσῃ, ἐντεῦθεν ὡς ἀληθείας ὑφηγητής, καὶ ποιμὴν ποιμένων,
καὶ μέγας ὁμολογητής, ἀξίως ἐμεγαλύνθης, καὶ παρέχεις πᾶσι, τὰ πρὸς σωτηρίαν
αἰτήματα.
Δόξα.
Ἦχος β΄.
Τῆς
σοφίας τῆς κρείττονος, θησαυρὸς ἐχρημάτισας θεοπρεπῶς πολιτευσάμενος, Γερμανὲ
ἱερώτατε, ὁλοσχερῶς γάρ Θεῷ ἀνακείμενος, ταῖς θείαις μελέταις τὸν νοῦν
ἐπτέρωσας, καὶ τῶν γηΐνων ὑπέρτερος, ὡς οὐρανόφρων ὤφθης, ὅθεν ἡ τοῦ Χριστοῦ
Ἐκκλησίᾳ, τῇ σῇ ἱερατείᾳ σεμνύνεται, καὶ τοῖς ὁσίοις πόνοις σου, τοὺς υἱοὺς
αὐτῆς μυσταγωγεῖ, πρὸς εὐσεβείας ἐπιδόσεις. Ἀλλ’ ᾧ ἱεράρχα μακάριε, πρέσβευε
δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
μιαιφόνων ἐκ χειρῶν, Πάτερ προμηθείᾳ ἐῤῥύσθης, τοῦ Παντοκράτορος, τότε
καταλέλεξαι, παρθένων τάγματι, τῇ ἁγνείᾳ κοσμούμενος, καὶ πάσαις ἰδέαις,
ἐναρέτων πράξεων, καταλαμπόμενος, ὅθεν, ὥσπερ λύχνος ἐκλάμψας, ἀρχιερωσύνης
ἐμπρέπεις, Γερμανὲ παμμάκαρ τοῖς χαρίσμασι.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὅτε,
θεοσόφῳ διδαχῇ, ἤλεγξας τὸ ἄθεον δόγμα, Πάτερ τοῦ Λέοντος, τότε ὁ παράνομος,
ἄναξ ἐμβρόντητος, τῇ σοφίᾳ γέγονε, καὶ τοῦ ἱεροῦ σε, θρόνου κατεβίβασε, νοὶ
ἀγνώμονι. Σὺ γὰρ τοῦ Χριστοῦ τὴν Εἰκόνα, σέβεσθαι ἐκήρυξας πᾶσι, θείαις
παραδόσεσιν ἑπόμενος.
Στ.: Οἱ ἱερεῖς Σου Κυριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου,
αγαλλιάσει ἀγαλλιάσονται.
Ὅτε,
θεοφθόγγοις σου μολπαῖς, ᾔνεσας ὡς ὄργανον θεῖον, τὰ μεγαλεῖα Θεοῦ, τότε
ἐνθεώτατος, μύστης τῆς χάριτος, Γερμανὲ ἐχρημάτισας, ἀρετων Ἁγίων, λόγω
ἐκτιθέμενος, δόξαν τὴν ἄῤῥητον, ὅθεν, ἰσαγγέλως βιώσας, τὴν ἱερωσύνην
λαμπρύνεις, Πάτερ τοῖς σεπτοῖς σου κατορθώμασι.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῷ
λόγῳ τῆς χάριτος, τῶν εὐσεβῶν τὰς ἀκοὰς ὑπανοίγων, τὴν Ἐκκλησίαν ἐφαίδρυνας,
τοῖς θεοφθόγγοις σου ῥήμασι. Καὶ τῇ ἰσχύϊ τῆς γλώσσης σου, τὰς περὶ τῶν θείων
Εἰκόνων, διατρανώσας ὑπολήψεις, τῆς ἀληθείας τὸν χαρακτῆρα ἐνέφηνας. Διὸ ἐν
ἀμφοτέροις διαπρέψας, τὰ γέρα τῶν πόνων σου, παρὰ Θεοῦ ἀξίως εἴληφας, ᾧ καὶ
πρεσβεύεις ἀπαύστως, Γερμανὲ ἱερώτατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας
τοῖς δόγμασιν ἐκπαιδευθεὶς εὐκλεῶς, φωστὴρ ἐχρημάτισας, τῆς Ἐκκλησίας Χριστοῦ,
ἐν λόγοις καὶ πράξεσι, σύμμορφος γὰρ ὑπάρχων, τῆς εἰκόνος Κυρίου, λύεις
Εἰκονομάχων, τὴν ἀντίθεον πλάνην, διό σε ἱεράρχα Γερμανέ, Χριστὸς ἐδόξασε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐξέλαμψε
λαμπρῶς, ἡ ἁγία σου μνήμη, ὡς ἄστρον φαεινόν, Γερμανὲ ἱεράρχα, ἡμᾶς
καταλαμπρύνουσα, ταῖς ἀκτῖσι τῶν τρόπων σου, ἣν γεραίροντες, ἀσματικῶς σε
τιμῶμεν, ὡς θεράποντα, καὶ ἀληθῆ μυστηπόλον, τῆς θείας χρηστότητος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εικόνα
θεόγραφον τῶν ἱερῶν ἀρετῶν, σαὐτὸν προτιθέμενος, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ζωῆς
καθαρότητι, σέβεσθαι καὶ τιμᾶσθαι, τὰς πανσέπτους Εἰκόνας, στόματι θεηγόρω,
ἀνεκήρυξας Πάτερ, φυλάττων τῆς λατρείας τὸν τύπον, ἀπαραχάρακτον.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πίστεως, ὀρθοδοξίᾳ, ὑπεστήριξας, τὴν Ἐκκλησίαν, θεοφάντορ Γερμανὲ παμμακάριστε,
καὶ τῶν αἱρέσεων λύσας τὴν ζόφωσιν, πρὸς ἀφθαρσίας τὸ φῶς ἐξεδήμησας, Πάτερ
Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ
οἰκουμένῃ.
Εὐαγγέλιον, τὸ τοῦ Ἁγ. Ἰωάννου Χρυσοστόμου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ποιμαντικοῖς
διαπρέψας ἀγῶσιν, ὡς ἱεράρχης σοφὸς ὁμολογίᾳ σαὐτὸν ἐφαίδρυνας, Γερμανὲ
παμμάκαρ. Οὐ γὰρ ἐκάμφθης ἀπειλαῖς, τοῦ παρανομήσαντος ἄνακτος, ἀλλ’ ἐν ἡσυχίᾳ
προέκρινας διάγειν, καὶ συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἤ συγκοινωνεῖν, τῆς
αἱρέσεως πλάνῃ. Διὸ Χριστός, τοὺς σοὺς καμάτους δεξάμενος, λαμπρῶς σε ἐδόξασεν,
ἐν τῇ ἀϊδίῳ ζωῇ, αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δεόμεθα
Ἅγιε.
Εἶτα, οἱ
Κανόνες· τῆς ἑορτῆς ἤ τοῦ Πάσχα· καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Τοῦ ποιμενάρχου Γερμανοῦ μέλπω κλέος.
ᾨδὴ
α'. ᾨδὴ
α' Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος
Τῆς Ἱερωσύνης
τῇ στολῇ, κατακοσμούμενος Μάκαρ διέπρεψας, λόγῳ δὲ τῆς χάριτος, τὰ τῶν πιστῶν
πανευσεβῶς συστήματα, ὤφθης θεοφάντορ, καταφωτίζων τοῖς δόγμασιν.
Ὄχημα ὑπῆρξας
ἀρετῶν, οὗ ἐπιβὰς τῷ Θεῷ προσεχώρησας, κόσμου τὴν τερπνότητα, καταλιπών, καὶ τὸ
σαθρὸν δοξάριον, καὶ οὐρανοφοίτης, τῇ σῇ σοφίᾳ γενόμενος.
Ὑπὸ τῆς
προνοίας προγνωσθείς, ὡς Ἱερεὺς θεηγόρος ἐσόμενος, Πάτερ ὑπεξέφυγας, τυραννικὴν
μιαιφονίαν Ὅσιε, τοῦ Θεοῦ φρουροῦντος, σὲ δεξιᾷ παντοκράτορι.
Θεοτοκίον
Ποίαν σοι ἐπάξιον
ᾠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια, εἰμὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε;
Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.
ᾨδὴ
γ'. Ὁ μόνος εἰδὼς
Ὁ θείᾳ
προγνώσει προειδώς, σῆς γνώμης τὸ ἐλεύθερον, καὶ τῆς ψυχῆς Σοφὲ τὴν εὐγένειαν,
χερσὶν ἀνόμοις ἀναιρεθῆναί σε, ὡς Θεὸς ἑκώλυσε, καὶ παρθένων τάγματι, εὐνουχίᾳ
πανσόφως κατέλεξεν.
Ἰδεῖν ἐφιέμενος
σαφῶς, Παμμάκαρ τὴν λαμπρότητα, τὴν νοητὴν τῆς θείας θεώσεως, ἱεραρχίαν τὴν σὴν
ἐκόσμησας, πολιτείᾳ σώφρονι, καὶ σοφοῖς διδάγμασιν, ὀρθοδόξως ἰθύνας τὸ
ποίμνιον.
Μεγάλης
καθέδρας ἐπιβάς, μεγάλως κατελάμπρυνας, τῆς Ἐκκλησίας Πάτερ τὸ πλήρωμα,
διδασκαλίαις καὶ μελῳδήμασι, Γερμανὲ πανεύφημε, Ἱεράρχα Ὅσιε, καὶ φωστήρ οἰκουμένης
ὑπέρτιμε.
Θεοτοκίον
Ἐκ σοῦ ἀνεβλάστησεν
Ἁγνή, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ
φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον, Παρθένε πανάμωμε.
Κάθισμα.
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Ἱερὰν ἀμπεχόμενος
τὴν στολήν, ἀνεδείχθης ὑπέρμαχος τοῦ Χριστοῦ, μὴ πτήξας παράνομον, Βασιλέα, Πατὴρ
ἡμῶν, τὸν αὐχένα μὴ κλίνας, ἀθέῳ προστάγματι, ῥαπισμούς ὑποφέρων, ὀνείδη καὶ σκώμματα·
ὅθεν ὁ ἀλάστωρ, τῷ θυμῷ ὑπερζέσας, φρουρᾷ σε κατέκλεισε, μέχρι τέλους μακάριε·
διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ'. Ὄρος σε τῇ χάριτι
Νεκρώσας
πανσόφως τῆς σαρκὸς τὰ σκιρτήματα, Ἱερομύστα Γερμανέ, φιλοσοφίας φωτισμῷ, τὸν
νοῦν κατελάμπρυνας, πνευματικῇ μυσταγωγίᾳ κοσμούμενος, Χριστῷ κραυγάζων· Δόξα τῇ
δυνάμει σου.
Ἀρνεῖσθαι τὸ
πάνσεπον Χριστοῦ ἐξεικόνισμα, ὁ δυσμενέστατος ἐχθρός, παραφροσύνῃ προκληθείς,
ταῖς σαῖς ἐξελήλεγκται, περιφανῶς διδασκαλίαις ἀοίδιμε, ἀλλ' ἀνιάτως νοσῶν οὐκ ᾐσθάνετο.
Ῥημάτων τὸν
ἔλεγχον τῶν σῶν ὑφορώμενος, ὁ θηριώνυμος, Σοφέ, καὶ θηριότροπος τὸν νοῦν, τοῦ
θρόνου κατάγει σε, τοῦ ἱεροῦ, ἀλλ' ἀντὶ τούτου ἐπλούτησας, Ἱερουργίαν Παμμάκαρ
οὐράνιον.
Θεοτοκίον
Χαρὰν σοι
σαφῶς ἀπ' οὐρανοῦ ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο, εἰπών· Θεὸς ἐξελεύσεται,
μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.
ᾨδὴ
ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει
Ὁλοκλήρως τὸν
Χριστόν, ἀγαπήσας θεόληπτε, ἠγαπήθης παρ' αὐτοῦ, ἐπαξίως καὶ εἴληφας,
χαρισμάτων πέλαγος· καὶ γὰρ σοφῶς ταῖς διδαχαῖς, σου, τὴν Ἐκκλησίαν ἐφώτισας.
Ὑμνῳδίαις
Γερμανέ, θεοπνεύστοις ἐφαίδρυνας, τὰς χορείας τῶν πιστῶν, καὶ τὰ θεῖα πληρώματα·
ἡ γὰρ παναρμόνιος νευρά, Πάτερ τῆς σῆς καρδίας, τους Ὀρθοδόξους ἐλάμπρυνε.
Γηθόμενος,
τῶν Μαρτύρων τοὺς ἄθλους καὶ τρόπαια, στηλιτεύσας ἐγκωμίων καὶ λόγων συνθέσεσι,
καὶ αὖθις Ἀοίδιμε, εἰκονικαῖς χρωματουργίαις, εἰς ἓν συνάπτων ἀμφότερα.
Θεοτοκίον
Εὐφραίνονται,
οὐρανῶν αἱ δυνάμεις ὁρῶσαί σε ἀγάλλονται, σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ
γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.
ᾨδὴ
ς'. Ἐκύκλωσεν ἡμᾶς
Ῥυθμίζεται
ταῖς διδαχαῖς σου Πάνσοφε, καὶ λόγοις τὸ βασίλειον ἱεράτευμα, λαός τε τοῦ
Χριστοῦ, ὁ ἡγιασμένος καὶ θεόκλητος, καὶ πρὸς Θεόν, καθοδηγεῖται ταῖς ὑποθήκαις
σου.
Μνημόνευε τῶν
σὲ ὑμνούντων Ὅσιε, Θεῷ νῦν παριστάμενος, καὶ πληρούμενος τῆς θείας καλλονῆς, καὶ
τῆς ἀκηράτου ὡραιότητος, πρὸς τὴν ζωήν, καθοδηγῆσαι ταῖς ἱκεσίαις σου.
Ἀνάβασιν
σοφῶς τοῦ βίου τέθεικας, ἐκ δόξης καὶ δυνάμεως, πρὸς οὐράνιον σὺ δόξαν καὶ ἰσχύν,
Ἔνδοξε προβαίνων ταῖς ἀσκήσεσιν, ἕως Χριστῷ, τῷ ποθουμένῳ χαίρων ὡμίλησας.
Θεοτοκίον
Νῦν Πάναγνε
τὸν σὸν οἰκέτην λύτρωσαι, ἐκ πάσης περιστάσεως, τρικυμίας τε καὶ ζάλης τῶν παθῶν,
καὶ πρὸς σὸν λιμένα καθοδήγησον· σὺ γὰρ ἐμοῦ, καὶ προστασία καὶ ἐπανόρθωσις.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Οἰκονόμος
ἄριστος, τῶν δωρεῶν του Σωτῆρος, ὡς εἰκὼν θεόγραφος, τῶν ἀρετῶν πέλων Πάτερ,
ἔλαμψας, ἐν Ἱεράρχαις ἀμέμπτῳ βίῳ, ἔδειξας, τὴν τῶν Εἰκόνων τιμὴν προσφόρως,
διὰ τοῦτό σοι βοῶμεν· Χαίροις τρισμάκαρ, Γερμανὲ ἔνδοξε.
Οἶκος.
Ἐκ
ῥίζης Πάτερ εὐκλεοῦς, βλαστήσας ὥσπερ φοίνιξ, ἐξήνθησας Δαβιτικῶς, τῇ Ἐκκλησίᾳ
τοῦ Χριστοῦ, καρποὺς τοὺς ψυχοτρόφους, ἀμέμπτως γὰρ καὶ σωφρόνως, ἐν ὁσιότητι
καὶ δικαιοσύνῃ πολιτευσάμενος, ἀπαθείας ἐδείχθης ὄργανον, καὶ τοῦ Παρακλήτου
σκήνωμα πολύτιμον, ἐντεῦθεν ἱερατεύσας Θεῷ, ἐν Κυζίκῳ μὲ πρώην, καὶ εἶτα ἐν τῇ
Βασιλίδι Πόλει, ὡς Ἱεράρχης μέγας καὶ θεοειδής, καὶ παγκόσμιος φωστὴρ
ἀνέλαμψας. Καὶ τῶν εἰκονομάχων διαλύσας τὴν σκοτόμαιναν, Ὀρθοδοξίας διαυγάζεις
φῶς τοῖς βοῶσι· Χαίροις τρισμάκαρ, Γερμανὲ ἔνδοξε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ
αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ,
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Χαίρων ἀφεὶς
γῆν Γερμανός, καὶ γῆς θρόνον,
Γῆς
Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Οὗτος ὑπῆρχεν
υἱὸς Ἰουστινιανοῦ Πατρικίου, καὶ κατὰ τοὺς χρόνους Ἡρακλείου τοῦ βασιλέως
πλείστας ἀρχὰς δημοσίας διοικήσαντος, ὅν θαυμασθέντα παρὰ τῆς συγκλήτου, διὰ τὴν
ἄκραν εὐσέβειαν ὁ ἔγγονος Ἡρακλείου ζηλοτυπήσας ἀπέκτεινε. Καὶ Γερμανόν, τὸν υἱὸν
αὐτοῦ, βραχύτατον ὄντα εὐνούχισε καὶ τῷ κλήρῳ τῆς μεγάλης ἐκκλησίας κατέλεξεν. Ὁ
δὲ ὡς ἑρμαίῳ χρησάμενος τῷ συμβάντι ἐπέδωκεν ἑαυτὸν τῇ τῶν θείων Γραφῶν μελέτῃ.
Τάχει δὲ φύσεως καὶ πόνοις ἐνδελεχέσιν ἐπὶ πλεῖστον προελθὼν γνώσεως, καὶ τὸν
βίον ῥυθμίσας καλῶς, πρῶτον μὲν χειροτονεῖται τῆς ἐν Κυζίκῳ ἐκκλησίας Ἐπίσκοπος,
οὐ σχεδιάσας τοὺς βαθμούς, ἀλλ’ ἀκολουθίᾳ καὶ τάξει ἐπὶ τὸ τέλειον προελθῶν. Ἔπειτα
δὲ τῶν ἐκκλησιῶν ἐμφρόνως ἐπιστασίας δεομένων καὶ ἀνδρὸς λόγῳ καὶ πράξει
κατηρτισμένου ἀπὸ τῆς Κυζίκου πρὸς τὴν μεγάλην Κωνσταντινουπόλεως καθέδραν ἀνάγεται.
Ἔνθα
πολλαῖς διδασκαλίαις τὸν λαόν, κατήρτισε, καὶ τὰ βαθύτερα καὶ ἀσαφῆ τῆς Γραφῆς ἡρμήνευσε,
καὶ πανηγυρικοῖς καὶ ἐγκωμιαστικοῖς λόγοις τὰς τῶν πιστῶν ἐκκλησίας ἐφαίδρυνες
καὶ μελῳδίαις καὶ ᾄσμασι τὸν ἐν ταῖς ἀγρυπνίαις σκληρόν τε καὶ σύντονον
κατέθλεξεν. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος τὴν τῶν Ῥωμαίων ἀρχὴν τυραννήσας κατὰ θεοῦ
πρῶτον ὑβρίζειν ἤρξατο καὶ τὰς ἱερὰς ἐικόνας καθελεῖν ἐπεχείρισε καὶ οὔτε
κρείττοσιν ἀποδείξεσιν ὡς δεῖν προσκυνεῖσθαι ταύτας καὶ τιμᾶσθαι ἐπείθετο ἀλλὰ
καὶ τὰς συνταχθείσας βίβλους ὑπὲρ τῶν ἁγίων εἰκόνων κατέκαυσε. Τότε συνιδὼν ὁ Ἅγιος
ὅτι κωφῷ τινι καὶ ἀναιδεῖ καὶ ἀνοήτῳ παραινεῖ, θεὶς ἐπὶ τῆς ἱερᾶς τραπέζης τὸ ὠμοφόριον
αὐτοῦ ἐν τῷ ίδίῳ γενόμενος οἴκῳ τὴν ἡσυχίαν ἠσπάσατο. Καὶ ἐν γήρᾳ καλῷ τὸν βίον
κατέλυσε τοῖς ἐννενήκοντα χρόνοις προσεπιβάς. Καὶ παρ’ αὐτὴν τὴν ἐκφοράν, τοὺς
προσεγγίσαντας αὐτοῦ τῷ λειψάνῳ παντοίων ἀπαλλάξας παθῶν καὶ μετὰ τὴν τούτου
κατάθεσιν τοῖς πιστοῖς ἰάματα βρύων, κατετέθη ἐν τῷ εὐαγεῖ μοναστηρίῳ τῆς
χώρας. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου
Κωνσταντίας τῆς Κύπρου.
Φανεὶς Ἐπιφάνιος
ἐν Κύπρῳ μέγας,
Κλέος παρ᾽
αὐτῇ καὶ θανὼν ἔχει μέγα.
Οὗτος,
χώρας γέγονε Φοινίκης, ἐκ πριοικίδος Ἐλευθερουπόλεως, γονέων αὐτουργῶν. Τραφεὶς
δὲ ἐν οἰκίᾳ μικρᾷ, καὶ οἵαν ἔχοιεν πένητες ἄνθρωποι καὶ γηπόνοι, αὐτὸς τῇ κατὰ
Θεὸν διέλαμψεν ἀρετῇ, καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς κατ’ εὐσέβειαν προήχθη
πολιτείας. Τῶν γὰρ γονέων αὐτοῦ τῇ τοῦ νόμου ἐναπομεινάντων λατρείᾳ καὶ σκιᾷ,
καὶ μὴ δυνηθέντων ίδεῖν τὸ φῶς τῆς χάριτος, αὐτὸς πρὸς τὴν ἐν Χριστῷ ἀλήθειαν ἔδραμε,
μικρᾶς δραξάμενος ἀφορμῆς.
Κλεοβίου
γάρ τινος, ἰασαμένου αὐτοῦ τὴν πληγήν, ἥν ὑπέστη κατὰ τοῦ μηροῦ, ἀτάκτως
πεσόντος ἀπὸ τοῦ ὑποζυγίου οὗ ἐπωχεῖτο κατασκιρτήσαντος καὶ αὐτοῦ δὴ τοῦ ὑποζυγίου
θανατωθέντος τότε μὲν ἀμφίδοξον ἐν διαλογισμοῖς ἔσχε τὴν γνώμην, καὶ τὸ λοιπὸν
οὐ πάνυ τῇ τοῦ νόμου προσεῖχε δουλείᾳ. Ὕστερον δὲ Λουκιανῷ τινι μονάζοντι ἐντυχών,
εἶδεν αὐτὸν πένητι ἐντυγχάνοντα ζητοῦντι αὐτῷ βρῶσον φαγεῖν, ὁ δὲ καὶ τριβώνιον
ἐπέδωκε. Καὶ αὐτίκα ἄνωθεν ἐκείνῳ στολὴ τῷ Λουκιανῷ ἐνεδύετο. Καὶ ταῦτα
θεασάμενος Ἐπιφάνιος, τῇ τῶν Χριστιανῶν πίστει προσέρχεται, καὶ τὸ Ἅγιον
Βάπτισμα παρὰ τοῦ Ἐπισκόπου δέχεται.
Τὰ δὲ ἐντεῦθεν
δυσέφικτον ἐν ἐπιτόμῳ πάντα περιλαβεῖν τὰ θαυμάσια ἄ εἰργάσατο. Τοσοῦτον δὲ εἰπεῖν
μόνον ἐστὶν ἀναγκαῖον, ὅτι κομιδῇ νέος ὤν τῇ ἡλικίᾳ, τὴν κατὰ Χριστὸν πίστιν ὑποδεξάμενος,
εὐθὺς μονάσας ὁσίως, πάντας τοὺς κατ’ αὐτὸν ὑπερήλασεν ἐγκρατείᾳ καὶ πόνοις ἀσκητικοῖς,
καὶ εἰς τὸ τέλειον τῆς ἀρχιερωσύνης γενόμενος, κατάλληλον ἔσχε τὴν πρᾶξιν τοῖς
προβεβιωμένοις. Ἐν μὲν γὰρ τοῖς παρελθοῦσιν, ἀσκητικὴν διαγωγήν, καὶ πλήθη
θαυμάτων καὶ θεραπείαν πολλῶν ἀσθενούντων εἰργάσατο. Ἐν δὲ τοῖς μετὰ τὴν ἱερωσύνην
αὐτά τε ταῦτα καὶ διδασκαλίαν ὀρθήν, καὶ συγγραμμάτων πλήθει πάντας ἐπαίδευσεν,
ὑπὲρ οὗ πολλοὺς ἐξεῦρε τοὺς πειρασμοὺς παρὰ τῶν κακοδόξων. Ζήσας δὲ ἔτη
δεκαπέντε πρὸς τοῖς ἑκατόν, ἐπὶ μησὶ τρισίν, ὡς αὐτὸς Ἀρκαδίῳ τῷ βασιλεῖ ἐρωτήσαντι
ἀπεκρίνατο, τῷ Κυρίῳ τῷ πνεύμᾳ παρέθετο. Οὐκ ἐν τῷ οἰκείῳ δὲ θρόνῳ, κατὰ τὴν τοῦ
Χρυσοστόμου αἴτησιν, ἐπεὶ τὴν κατ’ ἐκείνου ἐξορίᾳ συνῄνεσε. Τὸν δὲ φασὶν ἀντιγράψαι
μηδὲ αὐτόν, τὸν τόπον πρὸς ὅν ἀπέσταλτο ὁ ὑπερόριος, φθάσαι κατιδεῖν. Τελεῖται
δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ οἴκῳ, τῷ ὄντι ἔνδον τοῦ Ἁγίου
Φιλήμονος.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου
Γερμανοῦ, τοῦ ἰσαγγέλως ἐν Ἄθωνι ἀσκήσαντος καὶ τύπου ὑπακοῆς ὀφθέντος.
Γερμανέ, ἀφάτου ὑπακοῆς κέρας,
ἡγίασας Ἄθωνα ἱδρώτων ῥείθροις.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανός, γόνος
εὐσεβῶν καὶ εὐπατρίδων γονέων, ἐγεννήθη ἐν Θεσσαλονίκῃ τῷ 1252. Παιδιόθεν
Χριστὸν ἀγαπήσας καὶ Αὐτοῦ τοῖς βήμασιν ἀκολουθήσας κατέλιπε τὰ τερπνὰ καὶ ἡδέα
τοῦ κόσμου ὡς ῥέοντα καὶ τὰ ἀεὶ διαμένοντα ποθήσας ἀνεχώρησε διὰ τὸν
ἀσκητικώτατον Ἄθωνα. Διεκρίθη διὰ τὴν τελείαν ἐκκοπὴν τοῦ αὐτοῦ θελήματος, τὴν
ταπείνωσιν καὶ τὴν ὑποταγὴν τοῖς θελήμασι τοῦ αὐτοῦ Γέροντος. Φθάσας εἰς μέτρα
ἀρετῆς καὶ σοφίας δυσαντίβλεπτα ἠξιώθη γενέσθαι δοχεῖον τοῦ θείου Πνεύματος καὶ
αὐτουργὸς παραδόξων θαυμάτων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν Ἁγίῳ Ὄρει τῷ 1336 ἄγβν τὸ
ὀγδοηκοστὸν τέταρτον ἔτος τῆς αὐτοῦ ἡλικίας. Τὸν θαυμαστὸν αὐτοῦ βίον κατέγραψε
πρὸς πνευματικὴν οἰκοδομὴν τῶν πιστῶν ὁ συμπατριώτης αὐτοῦ καὶ συνασκητῆς ἐν
Ἄθωνι Ὅσιος Φιλόθεος ὁ Κόκκινος.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοὺ Ὁσίου Θεοδώρου
τοῦ ἐν Κυθήρῳ.
Χριστοῦ
δωρεῶν ἐπωνυμίαν φέρων.
Βροτοῖς ἴασιν
ἀεὶ πηγάζεις Πάτερ.
Οὗτος ὁ ἐν
Ὁσίοις Πατὴρ ἡμῶν Θεόδωρος, ὑπήρχεν ἐπὶ Ρωμανοῦ βασιλέως· πατρίδα εἶχε τὴν ἐν
Πελοποννήσῳ Κορώνην, καὶ γονεῖς ἐπισήμους καὶ θεοσεβεῖς. Ἡ μήτηρ αὐτοῦ στεῖρα οὖσα
ἐγέννησεν αὐτὸν διὰ τῆς πρὸς Θεὸν θερμῆς παρακλήσεως· διὰ τοῦτον καὶ Θεόδωρον αὐτὸν
ὠνόμασεν.
Ἀνετρέφετο
λοιπὸν παιδαγωγούμενος έν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδαχθεὶς τὰ ἱερὰ
γράμματα, παρεδόθη ὑπὸ τῶν γονέων εἰς τὸν τότε Ἐπίσκοπον Κορώνης, ὅστις καὶ
δεχθεὶς αὐτὸν κατέταξε εἰς τὸν κλῆρον, χειροτονήσας αὐτὸν ἀναγνώστην. Ἀποθανόντων
δὲ μετ’ οὐ πολὺ τῶν γονέων τοῦ Ὁσίου καὶ μὴ ἔχοντος ἀρκετὴν ἡλικίαν, ἐδέχθη αὐτὸν
ὁ ἐν Ναυπλίῳ Πρωτοπαπᾶς, φίλος ὤν καὶ γνώριμος με τοὺς γονεῖς τοῦ Ἁγίου, ὅστις
καὶ ἀνέτρεφεν αὐτὸν ὡς υἱὸν. Αὐξηθέντος δὲ τοῦ Ὁσίου, τῇ τοῦ Πρωτοπαπᾶ
παρακινήσει ἔρχεται ἐις γάμου κοινωνίαν, καὶ δύο τέκνων πατὴρ γίνεται. Συζῶν δὲ
καὶ μετὰ τῆς γυναικὸς θεοφιλῶς καὶ θεαρέστως, καὶ ἔχων τὸν θεῖον φόβον εἰς τὴν
καρδίαν του ἀνεξάλειπτον, δὲν ἐμποδίζετο ποσῶς ἐκ τῆς προόδου τῆς ἀρετῆς, ἀλλὰ λησμονῶν
τὰ ὄπισθεν ἐπεκτείνετο μᾶλλον, κατὰ τὸ Παῦλον, εὶς τὰ ἔμπροσθεν. Ὅθεν καῖ ὑπὸ
τοῦ τότε Ἐπισκόπου Ἀργείων, Θεοδώρου, μαθόντος τὰς ἀρετὰς, καὶ τὴν εἰς τὰ θεῖα
εὐλάβειαν βιασθεὶς χειροτονεῖται διάκονος.
Τότε λοιπὸν,
αὐξήσας τὸν πρὸς τὸν Θεὸν πόθον, καὶ μηδόλως λησμονῶν τὸν θάνατον καὶ τὴν ὥρα τῆς
κρίσεως, ἀναχωρήσας ἐκ τῆς Πελοποννήσου ἦλθεν εἰς Ῥώμην, χάριν προσκυνήσεως τῶν
ἐκεῖσε εὐρισκομένων ἁγίων ναῶν τῶν Ἁγίων Ἀποστόλων, καὶ ἱερῶν λειψάνων Μαρτύρων
τε καὶ Ὁσίων. Ἔνθα, ἐνδιατρίψας τετραετίαν καὶ πολλοῖς τῶν ἐκεῖσε Ἁγίων Πατέρων
συναναστραφεὶς, ἐπέστρεψεν εἰς Πελοπόννησον διατρίβων εὶς Μονεμβασίαν καὶ
καιροφυλακτῶν τὴν εἰς Κύθηρα ἀναχώρησίν του, ἔρημην τότε οὖσαν διὰ τὸν φόβο καὶ
ἐπιδρομὰς τῶν Ἀγαρηνῶν, κυριευόντων τότε καὶ τὴν Κρήτην. Ἐνδιατρίψας δε ἀρκετὸν
χρόνον εὶς τὴν Μονεμβασίαν καὶ καταφανὴς γενόμενος, ὑπέφερε γενναίως καὶ ἀνενδότως
τὰς τῆς γυναικὸς καὶ τῶν φίλων παρακλήσεις, παρακαλούντων αὐτὸν εὶς συμπάθεια τῶν
τέκνων του διὰ τοῦ Ἐπισκόπου Μονεμβασίας. Εἰς αυτὸν δὲ ἀπεκρίθη ὅτι γνωρίζει τὰς
ἐπιστολὰς πόθεν ἧσαν καὶ ἐννοεῖ τὰς ἐπιβουλὰς τοὺ παμπονήρου διαβόλου, ὅστις
περιέρχεται ὡς λέων ὀρυόμενος, ζητῶν τί νὰ καταπίῃ. Ὅσον δὲ περὶ τῶν τέκνων αὐτοῦ
ἀπεκρίθη, ὅτι ὁ Θεὸς ὅστις εἶναι Πατὴρ καὶ προνοητὴς ὅλων τῶν πλασμάτων Αὐτοῦ,
Αὐτὸς ἔχει καὶ τὴν φροντίδα τῶν τέκνων του. Ὅθεν, μηδόλως προσέξας εἰς τοὺς
λόγους αὐτῶν, ἡσύχαζεν, ἕνα σκοπὸν ἔχων· τὴν θείαν εὐαρέστησιν.
Εὐκαιρίας
δὲ ὲπιτυχὼν, ἐπέρασε εἰς τὴν νῆσον Κύθηρα, ἐρήμην ὡς ἐῤῥέθη οὖσα τότε, διὰ τὸν
φόνον τῶν Ἀγαρηνῶν. Συνηκολούθησε δὲ τὸν Ὅσιον, καὶ τις Ἀντώνιος, ὅστις μὴ ὑποφέρων
τοὺς κόπους καὶ σκληραγωγίας, ἐπέστρεψεν εἰς Πελοπόννησον, διηγούμενος τοὺς ἀσκητικοὺς
πόνους τοῦ Ὁσίου. Ἐνταῦθα ὁ Ὅσιος ναόν τινα εὐρὼν τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ
Βάκχου, καὶ ἐν αὐτῷ ἡσυχάζων, τῷ Θεῷ καλῶς εὐηρέστησε καὶ εἰς χεῖρας Αὐτοῦ τὴν
ψυχὴν παρέθετο.
Τοὺς δὲ ἀσκητικοὺς
αὐτοῦ ἀγῶνας, ποία γλῶσσα δύναται να λαλήσῃ; Τὴν ἐν πείνῃ, καὶ δίψῃ ὑπομονὴν, τὴν
ἐν κρύει καὶ καύσωνι, τὰς προσβολὰς τοῦ δολίου, τὰς νυκτερινὰς φαντασίας, με τὰς
ὁποίας ἐζήτει νὰ φοβήση τὸν Ὅσιον; Ἀλλὰ γενναίως αὐτὸν ἀντέκρουεν ἔχων ἰσχυρώτατον
κατ’ αὐτοῦ ὄπλον τὴν προσευχὴν, καὶ τὴν ἐγκράτεια. Διὰ τοῦτο καὶ ἠξιώθη νὰ
προγνωρίσῃ καὶ τὸ μακάριον αὐτοῦ τέλος, καὶ νὰ σημειώσῃ αὐτὸ προγράψας καὶ τὴν ἡμέραν
τῆς ἀσθενείας του.
Ἐδόξασε δὲ
αὐτὸν ὁ Θεὸς καὶ μετὰ θάνατον, πολλὰ ἐκτελῶν δι’ αὐτοῦ θαυμάσια, εἰς τοὺς ἐπικαλουμένους
μετὰ πόθου τὸ ὄνομα αὐτοῦ, καὶ τὸ τίμιον αὐτοῦ λείψανον εὐλαβῶς ἀσπαζομένους,
θεραπεύων νόσους, καὶ φυγαδεύων πολεμίους. Κεῖται δὲ τό ἱερὸν αὐτοῦ λείψανον, εἰς
τὸν ἱερὸν ναὸν, τὸ πρότερον μὲν τῷ ὀνόματι Σεργίου καὶ Βάκχου, τῶν Μαρτύρων
τιμώμενον, νῦν δὲ ἐπ’ ὀνόματι τοῦ Ὁσίου, οὗ ταῖς πρεσβείαις Χριστὲ, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλίππου τοῦ Ἀργυρίου
τοῦ πρεσβυτέρου, τοῦ ἐκ Σικελίας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Βλάχου τοῦ ἐν
Πόλῃ μαρτυρήσαντος ἐν ἔτει 1662.
Σώφρων ὑπάρχων
ὦ Ἰωάννη Βλάχε,
ἀθλεις ἄριστα
δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Εὐθυμίου Πατριάρχου Ἱεροσολύμων.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Θεοφάνους ἐπισκόπου Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ Σιναΐτου.
Τῇ αὐτῇ ἡμέρα,
μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐν Σέῤῥαις
μαρτυρήσαντος.
Ἔχαιρεν ὑμνῶν
Ἰωάννης ἐν μέσῳ,
Θεὸν
καμίνου ὡς πάλαι νεανίαι.
Οὗτος ἐκ
πόλεως ἧν Φεῤῥῶν, ἥτις καὶ Βέργα παρὰ Κλαυδίῳ, Πτολεμαίῳ ὠνόμαστο, ἐπισήμων καὶ
εὐγενῶν γονέων υἱός. Ἐν κομιδῇ δὲ πάνυ νέᾳ τῇ ἡλικίᾳ ἱματίοις εἴθιστο κοσμεῖσθαι
λαμπροῖς καὶ ἵπποις ἀγαθοῖς τε καὶ καλοῖς χρῆσθαι καὶ τῇ ὁμοίᾳ παραπλησίως
περιαυγάζεσθαι πολυτελείᾳ. Ὅθεν διὰ φθόνον ὑπὸ τῶν ἐκ τῆς Ἄγαρ διεβλήθη ὡς εἰς
τὴν σφῶν αὐτῶν θρησκείαν ἐξυβρικώς. Ἀμέλει καὶ πρὸς τὸν δικαστήν, οἱ διαβολεῖς ἕλκουσι,
καὶ ἔφασαν: ὦ δικαστά, οὗτος συγκατανεύσας ὅμοιος κατὰ τὴν θρησκείαν ἡμῖν
γενέσθαι, νῦν ἀπαναινόμενος καὶ τὴν ὑπόσχεσιν παντάπασιν ἀθετῶν χριστιανὸν ἑαυτὸν
εἶναι βούλεται. Ἐπεὶ δὲ ὁ δικαστής, αὐτὸν ἐρωτήσας οὐδὲν ἄλλο παρ’ αὐτοῦ ἠκηκόει
εἰ μὴ τὸ χριστιανὸν εἶναι καὶ Χριστοῦ δοῦλον καὶ τοὺς ἀνθεστηκότας αὐτῷ υἱοῦς
διαβόλου καὶ τοῦ ψεύδους δημιουργούς, εἰς φυλακὴν ἐμβληθῆναι κελεύει ὅ καὶ
γέγονε. Ἔχαιρεν οὖν ὁ Ἅγιος διὰ Χριστόν, οἰκῶν τὴν εἱρκτήν.
Καιροῦ δέ
τινος παρωχηκότος ἐξάγεται ὑπ’ αὐτῶν καὶ τοῦτο μὲν θωπείαις τε καὶ δώροις καὶ ὑποσχέσεσιν
ἀξιωμάτων, τοῦτο δὲ ἀπειλαῖς μεθελκόμενος ὑπ’ αὐτῶν οὐδ’ ἄκροις ὠσὶν τοὺς αὐτῶν
ἐδέχετο λόγους. Διὸ καὶ τὴν ἀλωπεκῆν ἀποθέμενοι σφόδρα μαστίζουσι καὶ κατὰ γῆς
σύρουσι καὶ τὰς τρίχας τῆς κεφαλῆς ἐκτίλλουσι καὶ ἀναρτήσαντες ῥάβδοις ἅπαν τὸ
σῶμα κατέξαινον καὶ ἀνηλεῶς συνέτριβον. Ἐκεῖθεν δὲ ὡς ἄγριοι θῆρες βίᾳ
καθέλκοντες ἀπῆγον εἰς τὴν εἱρκτήν. Ὁ δὲ Ἅγιος ἑλκόμενος καὶ μαστιζόμενος ὑπό
τε τῶν προαγόντων καὶ ἑλκόντων καὶ τῶν ἐφεπομένων καὶ τὸ Κύριε Ἰησοῦ Χριστέ,
καθ’ ἑαυτὸν λέγων βοήθεί μοι, ὁρᾷ πρὸς τὸ δεξιὸν αὐτοῦ μέρος συνοδεύοντα αὐτῷ ἄνδρα
φοβερώτατον ἔφιππον καὶ ὡς τὰς ἡλιακὰς ἀκτῖνας ἀνδρίζεσθαι καὶ μηδὲν δεδιέναι.
Ὥρα δὲ ἧν
ὡς ἑβδόμη τῆς ἡμέρας. Συνοδεύσας δ’ αὐτῷ ὁ τοιοῦτος ἐφ’ ἱκανὸν ἐξ ὀφθαλμῶν αὖθις
γέγονε. Καὶ ἡ μὲν εἱρκτὴ πάλιν τὸν Ἄγιον διεδέξατο ἡμίθνητον ὡς εἰπεῖν ἔκ τε τῶν
μαστίγων καὶ πληγὼν τῶν ἀφορήτων ἐκείνων πλὴν νοερῶς ἀγαλλόμενον ἄγαν ἐπὶ τῇ τοῦ
φανέντος θαρσοποιήσει. Τὸ δὲ ἀνήμερον πλῆθος ἐκεῖνο οὐδόλως ἐφησύχαζον ἧν, ἀλλὰ
τῷ κρατοῦντι διὰ γραφῆς τὰ κατὰ τὸν Ἅγιον δηλοποιοῦσιν κατὰ τὸν ἑαυτῶν δήπου
σκοπόν. Ὁ δὲ εἰς τοιαῦτα ταχὺς ὤν, ἀπεφήνατο, ἤ τὴν εὐσέβειαν μεταβαλεῖν ἤ
ξίφει ἀναιρεθῆναι καὶ τὸ σῶμα οἱ πυρί, παραδοθῆναι.
Τὴν ἀπόφασιν
οὖν τὴν τοιαύτην δεξάμενοι, τῆς φυλακῆς τὸν Ἅγιον ἐξάγουσι καὶ πρὸς τὸν
δικαστήν, ἀπάγουσιν. Ὁ δὲ πάλιν σαίνειν ἀπήρξατο τιμῶν καὶ δωρεῶν ὑποσχέσεσι καὶ
μυρίαις χρησάμενος θωπείαις πρὸς αὐτὸν ὁμοῦ δὲ πρὸς αὐτὸν ὁμοῦ δὲ σὺν αὐτῷ καὶ
τὸ περιστὼς ἅπαν πλῆθος καὶ πολλὰ τεχνευσάμενοι καὶ μηδὲν ἀνύσαντες τὴν ἀπόφασιν
τοῦ κρατοῦντος αὐτῷ ἐμφανίζουσιν. Ὁ δὲ Ἅγιος μετὰ χαρᾶς ὅ,τι πολλῆς δεξάμενος τὴν
ἀπόφασιν καὶ τῷ δικαστῇ προσηκόντως εὐχαριστήσας ἠκολούθει τοῖς ἕλκουσιν ὡς
πρόβατον ἐπὶ σφαγήν. Οἱ οὖν δήμιοι, ἵνα τὸ τοῦ θανάτου τέλος αὐτῷ δριμύτερόν τε
καὶ ἀλγεινότερον προξενήσωσι τὴν τάξιν ἐνήλλαξαν τῆς ἀποφάσεως καὶ δὴ κάμινον
πεποιηκότες μεγάλην, ἐν μέσῳ ταύτης δεσμοῦσιν αὐτὸν ἐν πασσάλοις τέσσαρσι τοῖς
ποσὶν αὐτοῦ πρῶτον τὸ πῦρ παραθέντες. Νεμόμενον δὲ τοὺς πόδας κατ’ ὀλίγον τὸ πῦρ
μέχρι τῶν γονάτων ἀνῆλθεν. Ὁ δὲ ὡς ἄλλου πάσχοντος δήπου διακείμενος, πρὸς τοὺς
παρεστηκότας δημίους εἶπε: Ἁρά γε, παρεδώκατέ με πυρί; Τῶν δὲ χλεύην τὸν λόγον ὑπολαβόντων
εἷς ἐξ αὐτῶν πάσσαλον κατὰ τὸ στόμα τῷ ἁγίῳ ἐπέῤῥιψεν, ὅς πρὸς τὸ ἕτερον
διελάσας μέρος τὸ μαρτυρικόν, καὶ μακάριον αὐτῷ τέλος ἐπήγαγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς Ὁσίας Καλλιτρόπου, ἀδελφῆς τοῦ Ἁγίου Ἐπιφανίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομιτίλλας τῆς ἐν Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγκρατίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Νεομαρτύρων, τῶν ἐν Μπουτόβῳ τῆς Ῥωσσίας
μαρτυρησάντων, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστώτος, ὧν ὁ ἀριθμὸς αὐτῶν ἀνέρχεται
εἰς χιλιάδες δεκάδες, ἐξ ὧν καὶ δέκα χιλιάδες Ἕλληνες.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Νεκταρίου τῆς Ὄπτινα.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίων Ἀντωνίου καὶ Διονύσιου τῶν ἐν Ῥάντονεζ
Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους, πΠατριάρχου
Μόσχας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς εὐρέσεως
τῶν λείψανων τὴς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης ἐν τῇ Λέσβῳ.
Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Σὲ νοητήν, Θεοτόκε κάμινον
Ὅλην ἐν
σοί, τὴν αὐγὴν τοῦ Πνεύματος, εἰσδεδεγμένος ἀληθῶς, ἀναβρύεις ὡς ποταμός, Πάτερ
ἀξιάγαστε, δόγματα σωτήρια, θεοτερπῆ τε διδάγματα, τὸν αἰνετόν μεγαλύνων, Θεὸν
καὶ ὑπερένδοξον.
Ὑμνολογῶν,
εὐσεβῶς ἐφαίδρυνας, τὰς τοῦ Δεσπότου ἑορτάς, ἀναμέλπων μελῳδικῶς, ἔνθεος,
γενόμενος, πάντας τοὺς Ἁγίους τε, σαῖς μουσικαῖς ἐμεγάλυνας, πρὸς ἀρετήν ἐπαλείφων,
σοφῶς τοὺς πίστει ψάλλοντας.
Τριαδικόν
Μίαν ἀρχήν,
ἑνιαίαν ἄτμητον, ἐν ὑποστάσεσι τρισί, θεολόγῳ γλώσσῃ βοῶν, πᾶσιν ἀνεκήρυξας, ἄναρχον
Γεννήτορα, Μονογενῆ τε συνάναρχον, καὶ συμφυὲς θεῖον Πνεῦμα, τρανῶς καὶ ὁμοούσιον.
Θεοτοκίον
Ἐν σοὶ ἁγνή,
Θεοτόκε τίθημι, πᾶσαν ἐλπίδα, καὶ πρὸς σέ, καταφεύγω διὰ παντός. Σῶσόν με
πανάμωμε, ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς κατεχούσης συγχύσεως, καὶ ταραχῆς, τῶν
δεινῶν μου παθῶν καὶ παραπτώσεων.
ᾨδὴ
η'. Ἐν καμίνῳ παῖδες
Λαμπηδόσι
καὶ μαρμαρυγαῖς, φωτὸς τῆς τρισηλίου, λαμπάδος Ἱεροφάντορ, ἐνηδόμενος τανῦν,
κραυγάζεις γηθόμενος· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Πολυφώτου
καὶ πλησιφαοῦς, Πάτερ ἠξιωμένος, χορείας ἐπουρανίου, ἐν σκηνώμασιν ἡμῶν, βοώντων
μνημόνευε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ὡς τηρήσας
τὸ θεοειδές, καὶ Θεοῦ κατ' εἰκόνα, εἰκόνας τὰς τῶν Ἁγίων, ἀνεστήλωσας εἰδώς, ἐπὶ
τὸ πρωτότυπον, διαβαίνειν πᾶσαν τιμήν τε καὶ δόξαν, πανεύφημε καὶ γέρας. Κύριον
ὑμνεῖτε, βοῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Καινῷ τρόπῳ
καὶ ὑπερφυεῖ, Παρθένε συλλαβοῦσα, τὸν Λόγον τὸν τῷ Πατρί, συγκαθορώμενον Υἱόν,
Παρθένος διέμεινας· Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα, τὸ Χαῖρέ σοι βοῶντες, καὶ ὑπερυψοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Τύπον ἁγνῆς
Λύειν καὶ
δεσμεῖν τὰ πταίσματα, τὴν ἐξουσίαν οὐρανόθεν δεξάμενος, ἐννομώτατος, ὡς Ἱερεὺς
παμμακάριστε, τοῖς ὑμνοῦσί σε Πάτερ τὴν ἄφεσιν, πρεσβείαις σου παράσχου, ἵνα σε
πάντες μακαρίζωμεν.
Εὗρες ἀμοιβὰς
τῶν πόνων σου, Ἱεροφάντορ Γερμανὲ παμμακάριστε, τὸ μακάριον, ἀπειληφὼς ἐνδιαίτημα,
καὶ ζωῆς αἰωνίου λαβόμενος, καὶ θείας θεωρίας, ἀκαταπαύστως ἐμφορούμενος.
Ὅλον σεαυτὸν
ἀνέθηκας, τῷ παντεπόπτῃ Λόγῳ καὶ παντοκράτορι, καλλιέρημα, ἀναδειχθεὶς ἱερώτατον,
καὶ θυσίαν δεκτὴν καὶ εὐάρεστον, προσάγων τῷ Κυρίῳ, σῶν πονημάτων τὰ ἐφύμνια.
Θεοτοκίον
Στῆσον τῆς
σαρκὸς τὸ φρόνημα, καὶ τῶν παθῶν Παρθένε παῦσον τὸν τάραχον, τοῦ προσφεύγοντος,
Θεογεννῆτορ τῇ σκέπῃ σου, καὶ ἐλπίδος κρηπῖδά σε ἔχοντος, καὶ θείαν προστασίαν,
πεπλουτηκότος καὶ ἀντίληψιν.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Ὡς Ἱεράρχης θεῖος καὶ θεηγόρος, πολυειδῶς φαιδρύνεις
τὴν Ἐκκλησίαν, λόγῳ καὶ σοφίᾳ τε και χάριτι, καὶ πολιτείᾳ κρείττονι, διό σε
ἀνευφημοῦμεν, ὦ Γερμανὲ θεοφάντορ.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου ὕμνοις τιμήσωμεν, ὡς πεπλησμένον
θείας, ἀληθῶς φωταυγείας, τῶν θείων Ἀποστόλων τὸν μιμητήν, Γερμανὸν τὸν
θεόσοφον, ἵνα πρεσβεύῃ ἀπαύστως ὑπὲρ ἡμῶν, πρὸς Χριστὸν τὸν μόνον εὔσπλαγχνον.
Τῇ θεοσόφῳ σου γλώσσῃ και θεοῤῥήμονι, διήλεκται ἡ
γνώμη, ὡς ἀντίθεος οὖσα, καὶ πλήρης ἀπονοίας αἱρετικῆς, Ἱεράρχα τοῦ Λέοντος,
καὶ ἡ τιμὴ τῶν Εἰκόνων ἡ εὐσεβής, θεοφρόνως πεφανέρωται.
Ἱεραρχίας τὴν χλαῖναν τὴν θεοΰφαντον, πνευματικαῖς
καμάτοις, τοῦ ἀμέμπτου σου βίου, τελέσας λαμπροτέραν Πάτερ σοφέ, μετὰ δόξης
ἀνέδραμες, ἔνθα Χριστὸς πρῶτος πάντων ὑπὲρ ἡμῶν, εἰσελήλυθε μακάριε.
Τῆς εὐσεβείας τὸ στόμα τὸ θεοκίνητον, ὁ Γερμανὸς ὁ
μέγας, τοῦ Χριστοῦ Ἱεράρχης, τὸ γέρας τῶν Ἁγίων Ἱεραρχῶν, Ἐκκλησίας τὸ σέμνωμα,
ἀξιοχρέως τιμάσθω νῦν παρ’ ἡμῶν, ὡς ἡμῶν πρέσβυς πρὸς Κύριον.
Δόξα...
τοῦ Ἁγίου Γερμανοῦ. Ἦχος πλ. δ'
Τῇ μελέτῃ τῶν
θείων Γραφῶν σεαυτὸν παρασχόμενος, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι τὸν νοῦν
καταυγασθείς, τῆς ἱερωτάτης ἱεραρχίας σκεῦος καθαρόν, καὶ φωτὸς ἔμπλεων ἀνεδείχθης,
Γερμανὲ Πατὴρ ἡμῶν· ὅθεν καὶ ταῖς σοφαῖς σου διδασκαλίαις, τὸ τοῦ Χριστοῦ
ποίμνιον, εἰς νομὰς ζωηφόρους ὁδηγήσας, καὶ Γραφικαῖς ἀποδείξεσι, τήν τῶν Εἰκονομάχων
αἵρεσιν στηλιτεύσας, τῆς Ὀρθοδόξου πίστεως πρόμαχος ἐγένου, καὶ φυλακαῖς καὶ
θλίψεσι προσεπάλαισας, καὶ νῦν παριστάμενος Χριστῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ τῆς
χάριτος θησαυρός, Γερμανὲ παμμάκαρ, Ἱεράρχα Πάτερ σοφέ, χαίροις θεῖον γέρας,
Χριστοῦ τῆς Ἐκκλησίας, καὶ τῶν σοὶ ὁμωνύμων, ἐν βίῳ ἔφορος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πατριαρχῶν
τῆς Νέας Ῥώμης τὸ εὖχος, ὁμολογίας τῶν δογμάτων τε στῦλον, θεολογίας σάλπιγγα
καὶ μύστην λαμπρόν, δεῦτε ἱκετεύσωμεν, Γερμανὸν θεοφόρον, μάρτυρα τῆς πίστεως,
καὶ γλυκὺν ὑμνηπόλον· καὶ γὰρ πλουσίας δόξης ἐκ Θεοῦ, νῦν ἀπολαύει, τῷ θρόνῳ
τῆς Χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Γερμανοῦ ἀκαμψίαν γεραίρω Ἱεράρχου. Θ(εοτέκνη).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Γερμανὲ παράσχου μοι
φωτισμόν, ὁ ὑπερμαχήσας, τῶν δογμάτων τῶν θεϊκῶν, καὶ χάριν μοι δίδου τοῦ
ὑμνῆσαι, σῆς βιοτῆς τὰ βραβεῖα τὰ ἔνθεα.
Ἐνδόξων ἀρχόντων καὶ
εὐλαβῶν, ἀντάξιος γόνος, παλατίου φθόνον πικρόν, ἐγνώρισας θεῖε Ἱεράρχα, ἀλλ’
ᾑρετίσω τὸν βίον τὸν κρείττονα.
Ῥυσθεὶς ματαιότητος
κοσμικῆς, Γερμανὲ κατέστης, ἐντρυφέστατος τῆς Γραφῆς, καὶ γέγονας μύστης τῶν
ἀῤῥήτων, καὶ Νέας Ῥώμης ποιμὴν πολυτάλαντος.
Θεοτοκίον.
Μαριὰμ Ἀγγέλων ἡ χαρμονή, ἡ
πεποικιλμένη, θείᾳ αἴγλῃ βασιλικῇ, λάμπρυνον χιτῶνα τῆς ψυχῆς μου, ἵνα νυμφῶνι
εἰσέλθω Σῆς χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀμετάτρεπτον
γνώμην Πάτερ σοφὲ ἔδειξας, λόγου τε δεινότητι θείᾳ ἐνεκωμίασας, τὰς ἑορτὰς τοῦ
Χριστοῦ, καὶ τῶν Ὁσίων τοὺς βίους, οἷς στοιχεῖν μακάριε, πάντας ἀξίωσον.
Νουνεχῶς
ἐξανέστης ὦ Γερμανὲ πάνσεπτε, Λέοντι δεινῷ τῷ Ἰσαύρῳ, φαύλῳ προστάγματι,
ἐπιχειρήσαντι, τοῦ καθελεῖν τὰς Εἰκόνας, σὺ δὲ θρόνον ἔνδοξον, ἅμα κατέλιπες.
Οὐ
πτοεῖ σε γενναῖε τυραννικὴ ἔπαρσις, οὐδ’ ἐπαπειλαὶ τῶν βασάνων καὶ ὕβρεις
πάνσοφε, ἀλλὰ ἐν φόβῳ Θεοῦ, Χριστοῦ εἰκόνα προπέμπεις, θαλαττίῳ ῥεύματι, Ῥώμης
εἰς Πρόεδρον.
Θεοτοκίον.
Ὑμνοπλόκον
Σου μέγαν ἐν οὐρανοῖς ἄχραντε, θεῖον Γερμανὸν ποιμενάρχην, καὶ Σὸν θεράποντα,
ὁμολογίας τε, στήλην τὴν ἄσειστον Μῆτερ, Σῇ χορείᾳ τέθεικας, πάνυ ὡς ἄξιον.
Διάσωσον,
αἱρετιζόντων μανίας ὦ Ἱεράρχα, ὅτι πάντες πανευλαβῶς πρὸς σὲ καταφεύγομεν,
αἰτούμενοι σθένος κατ’ ἐναντίων.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ πολύτιμον
ἀλάβαστρον, Χριστοῦ Ἀθλητά, καὶ ὑμνῳδῶν ἀγλάίσμα, Γερμανὲ βοῶμέν σοι, ὡς
φρουρὸς ἡμῶν καὶ ἑδραίωμα, μὴ διαλίπῃς τοῦ σκέπειν ἡμᾶς, καὶ πλάνης λυτροῦσθαι
ἀειτίμητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκραιφνεὶς διαφύλαξον,
μαθητὰς Κυρίου τοῦ πανοικτίρμονος, Γερμανὲ πατέρων κράτιστε, ἑπομένους ἴχνεσιν
ἁγίοις σου.
Κεκτημένος ἀοίδιμε, τῆς
θεολογίας πλοῦτον τὸν ἄσυλον, ποδηγέτει τοὺς ἱκέτας σου, πρὸς ὀρθοδοξίας θεῖα
νάματα.
Ἀσιγήτοις ἐν χείλεσιν,
ὕμνους ἀναπέμπειν Πάτερ βοήθει μοι, καὶ παράσχου μοι συγχώρησιν, ἀρχιερωσύνης
ἀξιώματι.
Θεοτοκίον.
Μὴ παρίδῃς Μητρόθεε, ὥρᾳ
τῆς ἐξόδου ἀχρεῖον δοῦλόν Σου, ἀλλὰ σπεύσασα Θεόνυμφε, ἐξελοῦ χειρῶν τοῦ
πολεμήτορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ψώμισον ἡμᾶς, ὡς πατὴρ λίαν
φιλόστοργος, θείῳ ἄρτῳ τῶν δογμάτων σου σοφέ, ἱεράρχα Γερμανὲ ἀειμακάριστε.
Ἴασαι ταχύ, ἀσθενούντων τὰ
νοσήματα, ὅτι χάρις σοι ἐδόθη ἐκ Θεοῦ, εἰς ἀντίδοσιν στεῤῥᾶς ὁμολογίας σου.
ᾎσον τῷ Χριστῷ, Γερμανὲ
φόρμιγξ τοῦ Πνεύματος, τοῦ Ἀρνίου τὴν παμπόθητον ᾠδήν, σὺν παρθένοις καὶ
συνάθλοις σου μακάριε.
Θεοτοκίον.
Νῦν ἐξ οὐρανοῦ, πλησμονὴν
χάριτος δώρησαι, Θεοτόκε ἀειπάρθενε ἁγνή, ὅτι πλεῖστοι οἱ ἀντίχριστοι γεγόνασι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Γεραίρουσιν, Ὀρθοδόξων
ποίμνια, τὸν ποιμένα τὸν καλὸν θεοφόρε, Πατριαρχῶν δὲ σεπτὴ ἡ χορεία, ἐπὶ τῇ σῇ
παῤῥησίᾳ σεμνύνεται, καὶ ἐκθειάζει Γερμανέ, τῆς ψυχῆς σου τὸ ἄκαμπτον φρόνημα.
Ἐνστάλαξον, Ἱεράρχα Ὅσιε,
δροσισμὸν τοῦ Παρακλήτου ἀφθόνως, ὅτι ποικίλων χαρίτων ἐπλήσθης, καὶ μυροθήκη
τοῦ Πνεύματος γέγονας, εὐωδιάζων τοὺς πιστούς, τῇ πλοκῇ λιγυρῶν ὑμνημάτων σου.
Ῥυσθείημεν, τῇ θερμῇ
πρεσβείᾳ σου, πειρασμῶν ἐκ ψυχικῶν ἀθλοφόρε, τῇ ὀρθοδόξῳ ἐμμένοντες πίστει, καὶ
τὰς τοῦ δαίμονος φεύγοντες ἄρκυας, ὡς λέων γὰρ καὶ ἐφορμᾷ, ὀρθοδόξοις λαοῖς ὁ
παγκάκιστος.
Θεοτοκίον.
Ἀνάστησον, ἐν ἐσχάτοις
ἔτεσι, θεηγόρους ὑποφήτας Παρθένε, ἵνα λαλῶσιν ἐν Πνεύματι θείῳ, καὶ νηπτικῇ
ἐνοράσει κηρύττωσι, τὸ θέλημα τοῦ Σοῦ Υἱοῦ, ἵνα μὴ πλανηθῶμεν ὡς ἄκαρποι.
Διάσωσον,
αἱρετιζόντων μανίας ὦ Ἱεράρχα, ὅτι πάντες πανευλαβῶς πρὸς σὲ καταφεύγομεν,
αἰτούμενοι σθένος κατ’ ἐναντίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν θρόνον τὸν ἔνδοκον καὶ
τὰς προσκαίρους τιμάς, ἠρνήθης πανόλβιε καὶ ὠμοφόριον σόν, ἐνστὰς ἐναπέθηκας,
ἐπὶ θείας Τραπέζης, ἱερὲ ἀθλοφόρε, κράζων τῷ δυσσεβοῦντι, βασιλεῖ θαρσαλέως·
Εἰκόνα σέβω Χριστοῦ, καὶ Ἁγίων ἁπάντων τε.
Προκείμενον: Τὸ στόμα μου
λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Κατά Ματθαίον (ι΄ 32-33, 37-38, ιθ΄ 27-30)
Εἶπεν
ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ
ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με
ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν
οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ
οὐκ ἔστι μου ἄξιος· καὶ ὁ
φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν
σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ
Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα
ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ
ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ
θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα
φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ
μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα
λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ
ἔσχατοι πρῶτοι.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μύστα ἐνθεώτατε, τῶν ἱερῶν
μυστηρίων, Γερμανὲ πανθαύμαστε, Νέας Ῥώμης ἔξοχον σεμνολόγημα, τῶν δεινῶν ῥῦσαί
με, καὶ ἐπικινδύνων, σοφισμάτων τῶν αἱρέσεων, καὶ ἐν εὐθύτητι, καὶ τῇ σωφροσύνῃ
πορεύεσθαι, ἀξίωσον τὸν δοῦλόν σου, πλείστοις πειρασμοῖς κινδυνεύοντα, ὡς ἂν
ἐμπλησθείην, πρεσβείαις σου φωτὸς τοῦ θεϊκοῦ, καὶ Παραδείσου προσλάβοιμι,
κλῆρον τὸν παμπόθητον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱεροῦ καταλόγου ἐκλεκτὸν
ποιμενάρχην θεολογίας σεπτόν, καθηγητὴν πλουτοῦμεν, δεινόν τε ὑμνοτόκον,
Γερμανὲ ἀξιάγαστε, καὶ ταχινὸν πρεσβευτήν, ἐν θρόνῳ θείας δόξης.
Ῥαντισμῷ σῶν χαρίτων
Ἱεράρχα Κυρίου καὶ θεολόγε κλεινέ, ἐνίσχυσον τὴν πίστιν, λαοῦ ἠγνοηκότος, τὰ
σωτήρια νάματα, καὶ δὸς πιστῷ σου λαῷ, ἀγάπησιν τὴν πρῶτην.
Ὡς πιστὸς οἰκονόμος
αἰκισμοῖς ἀσιτίαις καὶ ἐν πικροῖς στεναγμοῖς, ἐν ἐγκλεισμῷ πολλάκις, διῆλθες
σου τὸν βίον, Γερμανὲ πανσεβάσμιε, ἵνα μὴ παύσῃ Χριστοῦ, τιμᾶν θείαν εἰκόνα.
Θεοτοκίον.
Ἱλασμὸν τῶν πταισμάτων καὶ
ψυχῆς εὐρωστίαν Μῆτερ παράσχου μοι, ἰᾶσαι γὰρ εὐσπλάγχνως, τοὺς ἐπιβοωμένους,
Σὴν ταχεῖαν ἀντίληψιν, καὶ ἐκπληροῖς μητρικῶς, αἰτήματα Σῶν τέκνων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὐλόγησόν με, ὥσπερ
ηὐλόγησας τρίβον, Γερμανὲ τοῦ Στεφάνου τοῦ νέου, ὁμολογητοῦ τε, εἰκόνων τῶν
ἁγίων.
Ῥερυπωμένος, ἐν ἁμαρτίαις
παντοίαις, τὸν πενθήρη οὐκ ἤσκησα βίον, σὺ δὲ θεοφόρε, μετάνοιάν μοι δίδου.
Ἀδολεσχίας, Γερμανὲ
ἀξιοῦνται, οἱ ἐγκύπτοντες πανσόφοις σου δέλτοις, ᾄδοντές τε θείους, ὑμνῳδιῶν
σου στίχους.
Θεοτοκίον.
Ῥαθυμοτόκου, δαιμονικῆς
ἀκηδίας, λυτρωθείην πανάχραντε Κόρη, ἵνα ἀνυμνῶ Σε, ψυχῆς ἐν κατανύξει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρίτωσον σὰ τέκνα, θεῖε
Ἱεράρχα, καὶ τὸ πτωχὸν τόδε δέξαι ἐφύμνιον, ὡς τὸ τῆς χῆρας τὸ πρόθυμον Πάτερ
δίλεπτον.
Ὁδήγησόν με Πάτερ, Γερμανὲ
παμμάκαρ, πρὸς Βασιλείαν τὴν ἄνω τὴν μένουσαν, ἐν ᾑ εὐφραίνῃ σὺν πᾶσι ἁγίοις
μάρτυσι.
Ὑπέρτιμε καὶ θεῖε, ἀπειλῶν
τὸ νέφος, ἀπὸ τοῦ γένους σῶν δούλων ἐκδίωξον, ὅτι πολλῆς ἐνεπλήσθημεν
οὐθενώσεως.
Θεοτοκίον.
Θεόνυμφε Μαρία,
κεχαριτωμένη, τὴν σκοτισθεῖσαν ψυχήν μου οἰκτείρησον, καὶ εὐωδίᾳ χαρίτων Σου
παραμύθησον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ἄστρον Ἐκκλησίας ἀειλαμπές,
θρόνον Νέας Ῥώμης, καταπλούτισον δαψιλῶς, τῆς θεογνωσίας, τῷ ἀσυλήτῳ ὄλβῳ, καὶ
καρτερίας μέτρα, πᾶσι χορήγησον.
Γνῶσιν τοῦ ἀκτίστου φάους
λαβών, ὡς τῷ θείῳ γνόφῳ, τῆς θεώσεως ἐντυχών, ἔλλαμψον πλουσίως, ἡμῶν ταῖς
διανοίαις, τοῖς τῶν Συνόδων ὅροις, ἀεὶ πορεύεσθαι.
Ἴασαι τῇ χάριτι τοῦ
Χριστοῦ, Γερμανὲ ὡς οἶδας, νοσημάτων ἐξ ἀλγεινῶν, ἵνα εὐφροσύνως, τιμῶ καὶ
μεγαλύνω, τὴν ἱεράν σου μνήμην, πατέρων πρόεδρε.
Ἇρας σου τὰς χεῖρας πρὸς
τὸν Θεόν, Γερμανὲ θεόφρον, ἐκδυσώπει ὑπὲρ ἡμῶν, ὅπως διχονοίας, ὑπέρτεροι
φανῶμεν, ἐν Πνεύματι Ἁγίῳ, συμπορευόμενοι.
Μέμνησο φιλεύσπλαγχνε
ἀθλητά, δούλους σου ἀχρείους, ἐπαινοῦντος γέρα τὰ σά, καὶ λαμπρῶν χαρίτων,
κατάπεμψον ἀκτῖνας, σὺν τῆς ὁμολογίας, θείῳ δωρήματι.
Ἐγκλημάτων παῦσον δεινὸν
λοιμόν, παιδιόθεν Πάτερ, ὁ γνωρίσας φθόνον πικρόν, καὶ κλεινοῦ πατρός σου,
ὑστερηθεὶς προώρως, ἐκ φθόνου τῶν ἀρχόντων, ἀειμακάριστε.
Τὸν τῆς Νέας Ῥώμης κόσμον
λαμπρόν, καὶ θεολογίας, Ὀρθοδόξου τὸν ἀετόν, θεῖον ἱεράρχην, καὶ ὑμνηγόρον
μέγαν, τὸν Γερμανὸν πρεπόντως, ἀνευφημήσωμεν.
Ἐν τῇ Ἐκκλησίᾳ τῇ κιβωτῷ,
Γερμανέ με τήρει, ἕως τέλους καὶ ταπεινόν, δεῖξόν με ἐργάτην, τῆς δόξης τοῦ
Κυρίου· δι’ ὃν καὶ ἐνεδύθην, Σχῆμα τὸ ἅγιον.
Ὡραιώθη ξένως καρδία σή,
ἄβυσσον ἐλέους, ἀγαπήσασα ἐκτενῶς, καὶ διὰ τὸν ζῆλον, Εἰκόνων τῶν Ἁγίων, τὴν
μαρτυρίαν δοῦσα, θεοειδέστατε.
Ῥύου ἀντιχρίστου ἐκ
πειρασμῶν, Γερμανὲ στεῤῥόφρον, τὸν προσφεύγοντα σοι λαόν, ἐξαιτούμενόν γε, τὴν
θείαν ἀρωγήν σου, καὶ πόθῳ προσκυνοῦντα, σεπτὴν εἰκόνα σου.
Ἀλώβητον τήρει καὶ ἀνθηράν,
πολιτείαν Πάτερ, Μετεώρων τὴν ἱεράν, καὶ δεῖξον τοὺς ζήλῳ, ἐνθάδε ἀσκουμένους,
τῶν οὐρανῶν πολίτας, καὶ συνυμνήτορας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐξεδήμεις πρὸς Θεόν,
θεῖε Ἱεράρχα Κυρίου, καὶ ἀθλητὰ Γερμανέ, ἐπ’ Ἀγγέλων πτέρυξι, λαμπρῶς
ὀχούμενος, καὶ Χριστοῦ οὐκ ἐκτύπωμα, ἀλλ’ ἔνδοξον θρόνον, ἐνεὸς ἑώρακας, ποιμὴν
γλυκύτατε, πόδας, τοῦ Χριστοῦ ὡς ἐφίλεις, ἄξια οὐκ ἧν ἀνεβόας, τὰ ὑπὲρ Αὐτοῦ ἐν
γῇ παθήματα.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου