ΜΑΡΤΙΟΣ Ι΄!!
ΑΝΑΣΤΑΣΙΑ ΟΣΙΑ ΠΑΤΡΙΚΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξαν,
παριδοῦσα τὴν φθαρτήν, θείᾳ τετρωμένη ἀγάπῃ, Ἀναστασία σεμνή, χαίρουσα
κατέλιπες, τὰς βασιλείους αὐλάς, Βασιλείαν τὴν ἄνωθεν, θερμῶς ἐκζητοῦσα· ὅθεν
παραγέγονας, εἰς Ἀλεξάνδρειαν, ἔνθα, τὸν ἰσάγγελον βίον, πόθῳ ὑπελθοῦσα Ὁσία,
ὤφθης τῶν Ἀγγέλων ἰσοστάσιος.
Γνώμην
καὶ τὴν κλῆσιν καὶ στολήν, μεταμειψαμένη Ὁσία, στεῤῥῷ φρονήματι, πᾶσαν
καταλέλοιπας, σχέσιν ἐπίγειον, καὶ ὡς ἄσαρκος ᾤκησας, ἔνδον τοῦ σπηλαίου,
ἄγνωστος ἀπρόϊτος, τελοῦσαν ἅπασι· ὦ τῆς καρτερίας σου Μῆτερ, καὶ τῶν θαυμαστών
σου ἀγώνων, δι’ ὧν καταβέβληκας τὸν δράκοντα.
Φύσεως
οἰκείας τοὺς θεσμούς, Μῆτερ παριδοῦσα ἐμφρόνως, πόνοις ἀσκήσεως, πλείστοις σ’
αὐτὴν δέδωκας, οἷάπερ ἄσαρκος, καὶ δοχεῖον ὑπέρτιμον, τοῦ Πνεύματος ὤφθης,
ἀπαθείας λάμπουσα, τοῖς προτερήμασι· ὅθεν, πρὸς τὰ ἄνω μετέστης, καὶ ἐν
οὐρανίοις θαλάμοις, ὦ Ἀναστασία κατεσκήνωσας.
Ἕτερα.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας
τὸ σῶμά σου, Ἀναστασία θεόληπτε, πρὸς ἀγῶνας καὶ σκάμματα, ὁσίας ἀσκήσεως,
ἀνενδότῳ γνώμῃ, ἀπαρνησαμένη, σαὐτὴν τελείῳ λογισμῷ· ὅθεν ἐπλήσθης θείων
ἐλλάμψεων, καὶ μέτοχος γεγένησαι, τῶν δωρεῶν τῶν τοῦ Πνεύματος· διὰ τοῦτο τὴν
μνήμην σου, τὴν ἁγίαν γεραίρομεν.
Ἤμειψας
τὸ φρόνημα, θεοπρεπῶς καὶ τὸ ὄνομα, καὶ τὸ ἔνδυμα πάνσεμνε, καὶ χαίρουσα
ᾤκησας, ἐν σπηλαίῳ Μῆτερ, Δανιὴλ τοῦ θείου, ἰθυνομένη τῇ χειρί· ἐν ᾧ ἀσκήσει
συντονωτάτη σου, τὸν σκότους κοσμοκράτορα, Ἀναστασία κατέβαλες, γυναικείῳ ἐν
σώματι, καὶ ἀξίως δεδόξασαι.
Φῶς
θεῖον ἐώρακας, καὶ ἐπιστάντας Ἀγγέλους σοι, ὡς ἰσάγγελος ἔνδοξε, ἡνίκα τὸ
πνεῦμά σου, Χριστῷ τῷ Νυμφίῳ, Μῆτερ ἀπεδίδως, καὶ μεταστάσα ἐν χαρᾷ, πρὸς
οὐρανίους αὐλὰς ἀνέδραμες, τῶν πόνων σου τὰ ἔπαθλα, Ἀναστασία λαμβάνουσα, καὶ
ἀπαύστως πρεσβεύουσα, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἡ τῆς Ὁσίας Ἀναστασίας μνήμη, τὴν Ἐκκλησίαν πυρσεύουσα ἐπέστη· ἐν ὁσιότητι γὰρ
καὶ ἀληθείᾳ, καὶ ἔργοις φωτὸς ἐμπρέψασα, καταλαμπρύνει τοὺς βοῶντας· χαίροις, ἡ
τὰς βασιλείους τιμάς, καὶ τὰς σφαλλομένας ἀξίας, τῆς κατὰ Χριστὸν ζωῆς τῇ
τραχύτητι· χαίροις, ἡ τὸ ἀσθενὲς τῆς φύσεως ἀποῤῥίχασα, καὶ πρὸς ἀνδρικοὺς
ἀγῶνας, ἐνθέῳ πεποιθήσει χωρήσασα· χαίροις, Ἀγγέλων ἰσότιμε, μοναζουσῶν δόξα
καὶ καύχημα, καὶ πρὸς Χριστόν, μεσίτις ἡμῶν ἀξιόθεος. Ὦ! μὴ παύσῃ πρεσβεύουσα
Ὁσία, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως
καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας,
καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ
ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ
μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.
Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα
καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι
ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὴν ἀληθὴν ἀξίαν, ὁλικῶς
ἐκζητοῦσα, τῶν ἐπὶ γῆς ἀξιωμάτων, τὸ εὐδιάλυτον παρεῖδες, νοΐ μεγαλόφρονι,
Ἀναστασία Ὁσία. Καὶ χαίρειν πᾶσιν εἰποῦσα, ἀσκητικῶς Χριστῷ ἠκολούθησας, τὸν
Σταυρὸν ἐπ’ ὤμων ἅρασα. Ὦ τοῦ θαύματος! Πῶς ἠγωνίσω ὡς ἀσώματος, καὶ ἐν
ἀσθενείᾳ φύσεως, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου; Ἀλλ’ ὡς ὑπερκοσμίου δόξης
κοινωνός, μὴ παύσῃ πρεσβεύουσα Μῆτερ, ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου, τελούντων τὴν
μνήμην σου.
Ἦχος β΄.
Τῶν ἐπὶ γῆς ἀποθεμένη τὴν
σχέσιν, ἐν τῇ ἑνώσει τῶν κρειττόνων τοῦ οἰκείου πλούτου τὴν κτῆσιν, ἀπεβάλου
νουνεχῶς, πλουτισθεῖσα θησαυρίσματα, τῆς θεϊκῆς ἀγάπης. Καὶ ὡς ἔλαφος διψῶσα
ἔδραμες, ἐπὶ τὴν Αἴγυπτον Ὁσία, τοῦ ἄκρου ἐφετοῦ τυχεῖν ἐπισπεύδουσα. Καὶ
θεοβρύτων πηγῶν τῆς χάριτος, δι’ ἀσκήσεως τρυφήσασα, τὸν χειμάῤῥουν τῆς τρυφῆς
ἐκληρώσω, καθαρθεῖσα τῶν προσύλων. Ἀλλ’ ὡς ἔχουσα πρὸς Χριστὸν παῤῥησίαν,
Ἀναστασία παμμακάριστε, ἱκέτευε πάντοτε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Ἀνδρεῖον ἀναλαβοῦσα
φρόνημα, ἀνδρικοὺς ἀγῶνας διήνυσας, ἐν τῇ στεῤῥᾷ ἀσκήσει, Ἀναστασία Ὁσία
θεόσοφε. Καὶ ἐν σπηλαίῳ σαὐτὴν ἐγκλείσασα, πάσης συναφείας γηΐνης, τὸν νοῦν
τελείως ἐχώρισας, καὶ ὁλοτρόπως ἡνώθης, τῷ φωτὶ τῶν μυστικῶν θεωριῶν τῆς
κοινωνίας τῆς χάριτος· ὅθεν, ἡ ἰσάγγελος ζωή σου, τῆς διανοίας ἡμῶν ἐκπλήττει,
καὶ πρὸς θεῖον πόθον διεγείρει, τοὺς ὁμοφρόνως βοῶντας· Κύριε, δόξα Σοι.
Δόξα.
Ἦχος δ΄.
Ἐνδεδυμένη
τὴν ἄνωθεν δύναμιν, οὐκ ἔπτηξας Ὁσία, τοῦ ἀοράτου ἐχθροῦ τὰς ἐπινοίας καὶ
μηχανάς· ἀλλ’ ἀνίσχυρον τὸ θράσος αὐτοῦ ἀπέδειξας, ἀσκητικῶς ἀγωνισαμένη, ἐν
γυναικείῳ σώματι. Καὶ νεκρωθείσα τῇ σαρκί, τῆς ἀθανάτου ζωῆς τοὺς καρπούς,
δαψιλῶς ἐκαρποφόρησας. Δι’ ὧν Ἀναστασία θεόφρον, ἐκτρέφεις τὰς ψυχὰς τῶν πιστῶς
σε τιμώντων, καὶ τῷ Σωτῆρι βοώντων· Κύριε, δόξα Σοι.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ἀναστασία σεμνή, τῆς Ἀναστάσεως Χριστοῦ ἡ ἐπώνυμος, ἣς πίστει εἰσδεδεγμένη, τὴν
μυστικὴν ἀστραπήν, ἔνδον ἐν καρδίᾳ θείῳ Πνεύματι, τὸ σκότος κατέλιπες, κοσμικῆς
ματαιότητος, καὶ τῶν Ἀγγέλων, τὴν ζωὴν ἐπεόθησας, ὡς ἀσώματος, μετὰ σώματος
ζήσασα· ὅθεν νῦν τὴν ἰσάγγελον, ἐκτήσω φαιδρότητα, καὶ οὐρανίων θαλάμων,
περιφανῶς κατηξίωσαι, ἀεὶ δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Χαίροις,
Ἀναστασία σεμνή, ἡ ὁλοτρόπως τὸν Χριστὸν ἀγαπήσασα, καὶ πᾶσαν τιμὴν καὶ δόξαν,
καὶ βασιλείους αὐλάς, θεολήπτῳ γνώμῃ καταλήψασα, καὶ πένθει καὶ δάκρυσι, καὶ
συντόνοις ἀσκήσεσιν, ἐν τῇ Αἰγύπτῳ, θεοφρόνως βιώσασα, ὡς θεράπαινα, τοῦ Θεοῦ
θεοφόρητος· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, χαρᾶς ὤφθης μέτοχος, περιχορεύουσα Μῆτερ,
περὶ τὸν θρόνον τοῦ Κτίστου σου, Ὃν οὖν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις,
Ἀναστασία σεμνή, ἡ φερωνύμως ἀνιστῶσα ἑκάστοτε, ἐκ λάκκου ταλαιπωρίας, καὶ ἐκ
βυθοῦ πειρασμῶν, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας, καὶ πᾶσιν παρέχουσα, τὴν
θερμὴν προστασίαν σου, τοῖς τῷ ναῷ σου, τῷ ἁγίῳ προστρέχουσι, καὶ τὴν μνήμην
σου, τὴν σεπτὴν ἑορτάζουσι· χάριν γὰρ θείαν εἴληφας, πληροῦν τὰ αἰτήματα, ἡμῶν
καὶ νέμεις ἑκάστῳ, ῥῶσιν ψυχῆς ῥῶσιν σώματος, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
ἐπαξίως ὑμνήσε, τὰ τοῦ βίου σου κατορθώματα, Ἀναστασία Ὁσία θεόσφε; Πάντα γὰρ
ἐξέστησαν, τῆς σῆς φρονήσεως ὁ πλοῦτος, τῆς ἀνδρείας τὸ ἀνένδοτον, καὶ τῆς
ἀσκήσεως τὸ σύντονον· ὅτι τὰ ἄνω ποθοῦσα, τῶν χαμαὶ συρομένων, ὁλοσχερῶς
ἀπέστης. Καὶ τῶν Ἀγγέλων τὴν ζωὴν χαρακτηρίσασα, ἀγγελικῆς συναυλίας ἠξίωσαι.
Μεθ’ ὧν πρέσβευε τῷ σῷ Νυμφίῳ Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Βασιλείου
ἀξίας καὶ δόξαν πρόσκαιρον, καταλιποῦσα ἐμφρόνως Ἀναστασία
σεμνή, τὴν ἰσάγγελον ζωὴν στεῤῥῶς διήνυσας, καὶ δοξασθεῖσα ἐκ Θεοῦ, ὡς δοχεῖον
ἀρετῶν, δυσώπει Ὁσία Μῆτερ, ὑπὲρ τῶν πίστει τιμώντων, τῆς πολιτείας σου τὴν
ἄσκησιν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἔλιπες σεμνή, Κωνσταντίνου τὴν πόλιν, δεχθεῖσα τῇ ψυχῇ, τὴν οὐράνιον φλόγα,
πρὸς πόλιν Ἀλεξάνδρεια, εὐπλοήσασα ἔδραμες, καὶ μονάσασα, Ἀναστασία ὁσίως, τὴν
τοῦ πόθου σου, πλήρωσιν εὕρηκας Μῆτερ, Χριστὸν μεγαλύνουσα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Δυνάμει
τοῦ ἐκ Σοῦ, προελθόντος ἀῤῥήτως, σαρκὸς τὸ ἀσθενές, ῥωννυμένη Παρθένε, ἀσκήσει
ἠνδραγάθησε, καὶ ἀξίως δεδόξασται, ἀνυμνοῦσά Σε, Ἀναστασία ἡ θεία, καὶ
δοξάζουσα, παμφαῆ μεγαλεῖα, τῆς δόξης Σου ἄχραντε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει
ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, τῆς ἀσκήσεως τῆς σῆς, ἡ ὑπὲρ φύσιν ἀγωγή, Ἀναστασία
Ὁσία θεόσοφε· σὺ γὰρ ὡς ἀνήρ, στεῤῥῶς ἠγώνισαι, ἀπρόϊτος πολλοῖς, ἔτεσι
μείνασα, ἐγκεκλεισμένη σπηλαίῳ ὡς ἄσαρκος, μόνῳ Χριστῷ ἀτενίζουσα· ὦ τῆς
ἀνδρείας, τῆς σῆς Ἁγία, δι’ ἧς λαμπρῶς τεθαυμάστωσαι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μετὰ
σώματος ἁγνή, τὸν ὑπερούσιον Θεόν, κυοφορήσασα ἡμῖν, δίχα τροπῆς τε καὶ φυρμοῦ,
τῶν ποιημάτων ἐδείχθης ἁγιωτέρα· ὅθεν τῷ φωτί, τῆς Σῆς λαμπρότητος, χαίρουσα
ἀεί, νοΐ θεόφρονι, Ἀναστασία τὸ σκότος διέφυγε, τῆς τῶν δαιμόνων κακότητος, καὶ
τοῦ Υἱοῦ Σου Θεογεννῆτορ, τῆς θεαυγείας ἠξίωται.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐξ
εὐγενῶν καταγομένη Ὁσία, τῆς ψυχικῆς σου εὐγενείας τὸ κάλλος, διατηρεῖν
ἀνόθευτον ἐσπούδασας· ἔνθεν πεπολίτευσαι, ὡς ἀσώματος Μῆτερ, σεαυτὴν νεκρώσασα,
τῇ ἀπάτῃ τοῦ κόσμου, καὶ μεταστάσα νῦν ἐν οὐρανοῖς, Ἀναστασία, ζωῆς θείας
ἔτυχες.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἐκ
τῶν ἁγνῶν Σου καὶ ἁγίων αἱμάτων, σάρκα λαβῶν ὁ δοῦς τοῖς πᾶσι τὸ εἶναι, Υἱός
Σου ὤφθη Κόρη ὁ φιλάνθρωπος· ὅθεν τούτῳ πρέσβευε, ὡς ἁγνὴ Αὐτοῦ Μήτηρ, δοῦναι
ταῖς ψυχαῖς ἡμῶν, φωτισμὸν καὶ εἰρήνην, καὶ Βασιλείας τῆς τῶν Οὐρανῶν,
καταξιώσαι, ἡμᾶς τοὺς ὑμνοῦντάς Σε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Ματθαῖον:
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·
Πάντα μοι παρεδόθη... (Ζήτει αὐτὸ ἐν τῇ
Λειτουργίᾳ τοῦ Ἁγ. Σάββα)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ἀρνησαμένην
σεαυτήν, ἀσκητικῶς Χριστῷ ἠκολούθησας, Ἀναστασία μεγαλώνυμε, καὶ σῶμα καὶ ψυχὴν
ἐκκαθάρασα, ἀκηλίδωτον ὤφθης ἔσοπτρον, τῆς θεϊκῆς ἐπινοίας καὶ νῦν τῶν δεσμῶν
τῆς σαρκὸς ἀπολυθεῖσα, ἀνακεκαλυμμένως μετέσχες τοῦ ξύλου τῆς ζωῆς. Αὐτοῦ τῆς
μετοχῆς, καὶ ἡμᾶς ἀξίωσον, θερμαῖς σου παρακλήσεσι.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας οὗ ἡ Ἀκροστιχίς: Χαῖρε, Ὁσία
Ἀναστασία. Γερασίμου Μοναχοῦ.
ᾨδὴ
α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Χαρμονῆς
τῆς θείας καὶ τρυφῆς, τῆς ὑπὲρ κατάλυψιν, Ἀναστασίαν ἀξίως μετέχουσα, χάριτος
ἀξίωσον, τὴν καρδίαν μου, καὶ τὸ στόμα μου πλήρωσον Πνεύματος Ἁγίου, ὅπως
ἀνυμνήσω σου τὴν ἄσκησιν.
Ἀπὸ
ῥίζης Μῆτερ εὐκλεοῦς, ὡς βλαστὸς κατάκαρπος, Ἀναστασία Ὁσία βλαστήσασα, δαψιλῶς
προηγάγες, θείοις τρόποις σου, τοὺς καρποὺς τοὺς τῆς πίστεως, δι’ ὧν ἀεὶ
τρέφεις, τῶν σὲ εὐφημούντων τὴν διάνοιαν.
Ἱερὰν
ζωὴν θεοφιλῶς, Μῆτερ διανύουσα, καὶ βασιλείους αὐλαῖς διατρίβουσα, πλήρης θείων
πράξεων, ἐχρημάτισας, ἐν πραότητι λάμπουσα, καὶ πολλῇ συνέσει, οἷα τοῦ Θεοῦ
σοφὴ θεράπαινα.
Θεοτοκίον.
Ῥυπωθεὶς
ἐν πάθεσι πολλοῖς, πρὸς Σὲ τὴν ἀμώμητον, πίστει θερμῇ καταφεύγω καὶ δέομαι·
κάθαρόν με ἄχραντε, τοῦ ἐλέους Σου, ταῖς ἀρδείαις καὶ θέλξον με, θείων
νοημάτων, καθαρὸν ἐν πᾶσιν ἐνδιαίτημα.
ᾨδὴ
γ’. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἐμάκρυνας
Ὁσία τῆς Βυζαντίδος, καὶ πάντων γυμνωθεῖσα τῶν προσηκόντων, ἐπέστης ἐν Αἰγύπτῳ
Χριστῷ βοῶσα· Σὺ μὲ ὁδήγησον, τοῦ Σοῦ θελήματος, ἐπὶ τρίβον Δέσποτα, τὴν
σωτήριον.
Οὐράνιον
κεκτημένη, ἐν Ἀλεξάνδρου πόλει σεπτῶς ἐδείμα, σεμνὴ Ἀναστασία μονὴν ἁγίαν, ἐν ᾗ
σκηνώσασα, οὐκ ἔστιν Ἅγιος, τῷ Χριστῷ ἐκραύγαζες, πλήν Σου Κύριε.
Σοφίᾳ
καὶ συνέσει κεκοσμημένη, τὸν πλοῦτον τὸν ἐπίγειον ἀπεσείσω, Χριστοῦ δὲ τὴν
πτωχείαν ἀναλαβοῦσα, ἐν πλούτῳ πράξεων ὁσίως ἔζησας, καὶ πλουσίας χάριτος,
κατηξίωσαι.
Θεοτοκίον.
Ἰσχὺν
ἡ θεοφόρος Ἀναστασία, ἐκ Σοῦ κομιζομένη Θεογεννῆτορ, ἠρίστευσεν ἐν πάλῃ τῇ
ἀκροτάτῃ, κατὰ τοῦ δράκοντος, καὶ νίκης στέφανον, ἐκ Θεοῦ ἐδέξατο, ἀνυμνοῦσά
Σε.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πτερωθεῖσα
ἀγάπῃ τῇ θεϊκῇ, τὰς τιμὰς καὶ ἀξίας τὰς ἐπὶ γῆς, ἐμφρόνως κατέλιπες, ὡς τὰ ἄνω
ποθήσασα, καὶ πρὸς ζωὴν ἀγήρω, σαυτὴν κατευθύνουσα, κατάλληλον τῷ πόθῳ τὸν
τρόπον ἐπέδειξας· ὅθεν οὐρανίων, μετασχοῦσα θαλάμων, κομίζῃ τὰ ἔπαθλα, τῶν
ἀπείρων καμάτων σου, Ἀναστασία θεόπνευστε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
περίοπτον ὄρος καὶ ἐμφανές, τὴν νεφέλην τὴν θείαν καὶ χρυσαυγῆ, θρόνον τὸν
πυρίμορφον, τοῦ τῶν ὅλων Δεσπόζοντος, τὴν φωταυγῆ λυχνίαν, τὴν στάμνον τὴν
πάγχρυστον, ἐν ᾗ ζωῆς τὸ μάννα ἀφράστως ἐσκήνωσε, ὕμνοις εὐχαρίστοις, τὴν ἁγνὴν
Θεοτόκον, ὑμνήσωμεν ἅπαντες, δι’ αὐτῆς οἱ σωζόμενοι, πρὸς αὐτὴν ἀνακράζοντες·
πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν
Παρθένε, τὴν ἄῤῥητον δόξαν Σου.
ᾨδὴ
δ’. Ἐλήλυθας ἐκ Παρθένου.
Ἀσκήσασα,
ὑπὲρ μέτρον Ὁσία τῆς φύσεως, τῆς σαρκὸς ἐμάρανας, Ἀναστασία τὸ φρόνημα, καὶ ἐν
σοὶ ἐπλούτησας τοῦ θείου Πνεύματος, τὴν ζωοποιοῦσαν ἐνέργειαν.
Ἀνέθηκας,
Δανιὴλ τῷ Ὁσίῳ θεόπνευστε, τὰ τῆς πολιτείας σου, οὐ καθυπείκουσα ῥήμασιν, ὡς
ἀνὴρ ἠγώνισαι, κλήσει καὶ σχήματι, δόξαν τῷ Θεῷ ἀναπέμπουσα.
Νεκρώσασα,
σεαυτὴν τοῖς ἐν κόσμῳ κατώκησας, ὡς τερπνὸν παλάτιον, Ἀναστασία τὸ σπήλαιον,
καὶ πόνοις ἀσκήσεως ναὸς περίδοξος, τοῦ παμβασιλέως γεγένησαι.
Ἀπαύστοις
σου, προσευχαῖς καὶ νηστείαις καὶ δάκρυσι, τὴν ψυχὴν καθαίρουσα, ἐν σπηλαίῳ
ἀπρόϊτος, πλείστοις διετέλεσας Ὁσία ἔτεσι, καὶ ἐχθροῦ καθεῖλες τὸ φρύαγμα.
Θεοτοκίον.
Σωθῆναί
με, τῆς μανίας ἁγνὴ τοῦ ἀλάστορος, χεῖρα βοηθείας μοι ὥσπερ φιλάγαθος ὄρεξον,
καὶ φωτὶ συνέσεως, τὸν νοῦν μου λάμπρυνον, τὸν νυκτὶ παθῶν πορευόμενον.
ᾨδὴ
ε’. Μεσίτης Θεοῦ.
Τὸν
φόβον Θεοῦ, παιδιόθεν σχοῦσα ἐν καρδίᾳ σου, πολιτείαν ἄμεμπτον, ἐν τοῖς
βασιλείοις διατρίβουσα, Ἀναστασία ἔσχες, καὶ τρόπον χριστομίμητον.
Ἁπάσης
φθαρτῆς εὐκληρίας, χαίρουσα ἐξέκλινας, καὶ πλοῦτον τὸν πρόωρον, πλούτῳ θείου
ἔρωτος κατέλιπες, τὴν πτωχείαν Κυρίου, Ἀναστασία δέξασα.
Σαυτήὴν
ταῖς χερσὶ Δανιὴλ τοῦ θείου, Μῆτερ δέδωκας, ὡς σεπτὸν ἀνάθημα θερμῶς, τοῖς
ἔμπροσθεν προβαίνουσα, ἀνδρικὰ ἐν σπηλαίῳ, διήνυσας παλαίουσα.
Θεοτοκίον.
Ἰλύος
παθῶν, τῇ Σῇ ῥυπτικῇ πρεσβείᾳ κάθαρον, μολυνθεῖσαν Δέσποινα, ἀπροσεξίας τὴν
καρδίαν μου, καὶ τὴν ῥύμην τοῦ πλάνου, τὴν κατ’ ἐμοῦ κατάργησον.
ᾨδὴ
στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀναστάσεως
ὤφθης ἐπώνυμος, τῆς τοῦ σοῦ Νυμφίου· ὅθεν ἀνέστησας, Ἀναστασία τρόπαια, κατὰ
τοῦ πολεμήτορος μέγιστα.
Γυναικείῳ
ἐν σώματι ἤνυσας, ἀνδρικὰ παλαίσματα στεῤῥῶς ἀσκήσασα, Ἀναστασία πάνσεμνε,
ὑπερβάσα τοὺς ὅρους τῆς φύσεως.
Ἐν
σπηλαίῳ ἀπρόϊτος μένουσα, τὴν ἀπ’ οὐρανοῦ ἐδέχου παράκλησιν, Ἀναστασία ἔνδοξε,
καὶ Ἀγγέλους συλλήπτορας ἔσχηκας.
Θεοτοκίον.
Ῥάβδῳ
Κόρη τῆς θείας δυνάμεως, ἡ Ἀναστασία τὸν νοῦν ἐπερείσασα, ἀσκητικῶς ἐδόξασε,
τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὸ ὄνομα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς
ἰσαγγέλως ἐν τῷ κόσμῳ βιοτεύσασα, Ἀναστασία
τῶν Ὁσίων ἐγκαλλώπισμα, δωρεαῖς τοῦ Παρακλήτου ἐμεγαλύνθης. Ἀλλ’ ἀπαύστως
καθικέτευε πρὸς Κύριον, πάσης θλίψεως λυτροῦσθαι καὶ κακώσεως, τοὺς βοῶντάς
σοι· Χαίροις Μῆτερ ἰσάγγελε.
Ὁ
Οἶκος.
Ἄγγελος
ἐν ἀσκήσει, ἀληθῶς ἀνεδείχθης, Ἀναστασία Ὁσία Μῆτερ, καὶ ἀγγελικῆς τυχοῦσα
χαρᾶς, ἀνάστησόν με βυθοῦ παραπτώσεων, ὡς ἂν τὴν πολιτείαν σου, μακαρίζω βοῶν
σοι ταῦτα·
Χαῖρε,
Ὁσία λελαμπρυσμένη·
χαῖρε,
Ἁγία δεδοξασμένη.
Χαῖρε,
ἡ λιποῦσα τρυφὴν τὴν ἐπίκηρον·
χαῖρε,
ἡ εὑροῦσα χαρὰν τὴν ἀκήρατον.
Χαῖρε,
ὕψος ἀποῤῥίψασα εὐκληρίας γεηρᾶς·
χαῖρε,
κλέος γεωργήσασα, πολιτείας τῆς λαμπρᾶς.
Χαῖρε,
ὅτι παρεῖδες τὸ τοῦ θήλεως χαῦνον·
χαῖρε,
ὅτι καθεῖλες τὸ τοῦ δράκοντος φαῦλον.
Χαῖρε,
λαμπὰς ὁσίας ἀσκήσεως·
χαῖρε,
πυρσὸς ἐνθέου φρονήσεως.
Χαῖρε,
δι’ ἧς ὁ ἐχθρὸς ἀνετράπη·
χαῖρε,
δι’ ἧς ὁ Χριστὸς ἐδοξάσθη.
Χαίροις,
Μῆτερ ἰσάγγελε.
Συναξάριον.
Ἡ
Πατρικία πάντα λιποῦσα τάδε,
Πάντων κατέστη κυρία ἐν τῷ πόλῳ.
Πάντων κατέστη κυρία ἐν τῷ πόλῳ.
Δεκάτη
Ἀναστασίαν γηθόσυνον ἔνθεν ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν
Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ· Ἀνεκτοῦ, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος
Τῶν
δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας
Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ' αἱμάτων πλύνῃ.
Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,
Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.
Ὁρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει,
Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.
Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ' αἱμάτων πλύνῃ.
Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,
Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.
Ὁρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει,
Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.
Οὗτοι
ὑπῆρχον ἐκ Κορίνθου, κατὰ τοὺς καιροὺς Δεκίου καὶ Οὐαλεριανοῦ, Ἰάσωνος τῆς
Ἑλλάδος ἡγεμονεύοντος. Ὁ δὲ Ἅγιος Κοδράτος, κομιδῇ νήπιος καταλειφθείς, τῆς
μητρὸς αὐτοῦ τελευτησάσης, παραδόξως ἐτρέφετο, νέφους ἐπ’ ἀυτὸν ἐρχομένου, καὶ
χορηγοῦντος τὴν τροφήν. Ἤδη δὲ καὶ ἐν νεανίσκοις τελῶν, συνήθεις αὐτῷ οἱ
εἰρημένοι γεγόνασιν Ἅγιοι, ἄλλος ἀλλαχόθεν ὁρμώμενος. Μεθ’ ὧν συνελήφθη διὰ τὴν
εἰς Χριστὸν ὁμολογίαν, καὶ τυφθεὶς σφοδρῶς, εἶτα σὺν αὐτοῖς ἀπετμήθη τὴν
κεφαλήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαρκιανός, ξύλοις θλασθείς, τελειοῦται.
Ἐθαύμασαν
βροτοὶ σε θλασθέντα ξύλοις,
Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.
Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Ἀγάθωνος, τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ τοῦ Ἁγ.
Συμεών, ἐν τῷ Χαλεπίῳ τῆς Συρίας
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μαυρουδής, ἐκ
Γρανίτσης Εὐρυτανίας, ἐν Θεσσαλονίκη, ἐν ἔτει 1544, πυρὶ τελειοῦται
Οὐ
Μάρτυς ἁπλοῦς ἀλλὰ καὶ θείων λόγων,
ῥήτωρ
ἐδείχθης ὦ Μιχαὴλ παμμάκαρ.
Οὗτος ἦν τὸν 16ον αἰῶνα, καταγόμενος ἔκ τινος χωρίου
τῆς Εὐρυτανίας, Γρανίτσα καλουμένου, ἐν τῇ τῶν Ἀγράφων περιοχῇ. Μετοικήσας ἐν
Θεσσαλονίκῃ, τὸ τοῦ ἀρτοποιοῦ ἐπάγγελμα μετήρχετο, ζῶν ἐν πάσῃ εὐσεβείᾳ, καὶ
ἀμέμπτως πορευόμενος ἐν τοῖς δικαιώμασι Κυρίου. Φθονηθεὶς ὑπὸ τῶν Ἀγαρηνῶν,
ἐβιάσθη πρὸς ἐξόμοσιν τοῦ σωτηρίου τοῦ Κυρίου ὀνόματος· ἀλλὰ ἀτρέπτῳ παῤῥησίᾳ,
καὶ θαυμαστῇ, ὡς ἀληθῶς, ὁμολογίᾳ, ἐν τῇ δοθείσῃ αὐτῷ ἄνωθεν σοφίᾳ, ἀνεκήρυξε
τὸ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ τὴν προαιώνιον τοῦ Σωτῆρος Θεότητα, καὶ
τὴν ἐπ’ ἐσχάτων ὑπὲρ ἡμῶν ἀπόῤῥητον αὐτοῦ κένωσιν, καταπλήξας καὶ καταισχύνας
τῶν ἀντικειμένων τὰς τάξεις. Ποικιλοτρόπως δὲ αἰκισθείς, καὶ φρουρᾷ
καθειρχθείς, ὑπέστη ἀγαλλόμενος τὸν διὰ πυρὸς θάνατον ἐν ἔτει 1544ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Ἰωάννου τοῦ
Γεωργιανοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.
Ἀήττητον
φρόνημα ἐνδεικνυμένη, ἀνδρεῖα παλαίσματα Ἀναστασία ἤνυσας, καὶ σκεῦος πολύτιμον
τῆς ἐπιπνοίας Θεοῦ ὤφθης ἀνακράζουσα· ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Στολήν
σου ἀμείψασα ὡς καὶ τὴν κλῆσιν, ἀνὴρ ἄλλος πέφηνας εὐνοῦχος ἐν τῷ σχήματι, καὶ
πάντας διέλαθες, ἐν τῇ ζωῇ σου σεμνή, εὐτόνως ἀναμέλπουσα· ὁ ὢν εὐλογημένος καὶ
ὑπερένδοξος.
Ἰσχὺν
τὴν οὐράνιον ἐνδεδυμένη, ἐχθροῦ ἀπεγύμνωσας τὴν πονηρίαν ἅπασαν· στεῤῥῶς γὰρ
ἠγώνισαι, ἐγκεκλεισμένη σεμνή, ἐν τῷ σπηλαίῳ κράζουσα· ὁ ὢν εὐλογημένος καὶ
ὑπερένδοξος.
Θεοτοκίον.
Μαρίαν
τὴν ἄχραντον καὶ Θεοτόκον, τὴν μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, σαρκὸς
ὁμοιώματι, δι’ εὐσπλαγνίαν πολλὴν ὑμνήσωμεν κραυγάζοντες· χαῖρε εὐλογημένη καὶ
ὑπερένδοξε.
ᾨδὴ
η’. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὁ
θεοφόρος Δανιήλ, θείῳ Πνεύματι κινούμενος Ὁσία, ἐν ἀνδρώᾳ στολῇ σε πρὸς
ἀκροτάτην ζωήν, ἰθύνει χωρίσας ἁπάσης σε σχέσεως ἀνθρώπων, καὶ συνουσίας Μῆτερ.
Ὑπὸ
τῆς ἄνωθεν ῥοπῆς, σθενουμένη κραταιῶς περιεγένου, φυσικῆς ἀσθενείας, καὶ ὑπὲρ
φύσιν σκληροὺς ἀγῶνας, Ὁσία ἐτέλεσας, δι’ ὧν καταπλήττεις, ἡμῶν τὰς διανοίας.
Μένεις
ἐν ἔτεσι πολλοῖς, ὑπὸ πάντων ἀληθῶς ἁγνοουμένη, ἐν σπηλαίῳ Ὁσίᾳ μόνῳ συνοῦσα
Θεῷ· ὦ θαῦμα! Πῶς ἤνεγκας πάνσεμνε, τὴν τελειωτάτην ἀποφυγὴν ἁπάντων.
Θεοτοκίον.
Ὄρος
Θεοῦ τὸ ἐμφανές, καὶ περίοπτον καὶ σύσκιον τῇ δόξῃ, Θεοτόκε Παρθένε, πλανώμενόν
με δεινῶς, ἐν ὄρει πολλῶν παραβάσεων, ἕλκυσόν με Κόρη, πρὸς τρίβον σωτηρίας.
ᾨδὴ
θ’. Ἀνάρχου Γεννήτορος.
Νομίμως
τελέσασα, τὸν δρόμον τῆς ἀσκήσεως, καὶ καλῶν ταῖς ἰδέαις σαὐτὴν κοσμήσασα,
ἤρθῃς ἐν χαρᾷ θεοφόρε, πρὸς τοὺς νυμφῶνας τῆς ἀφθαρσίας, τῶν πόνων τὰ ἔπαθλα,
κομιζομένη πάνσεμνε.
Ἀγγέλους
ἑώρακας, ἀπ’ οὐρανοῦ ἐλθόντας σοι, τὴν ἁγίαν ψυχήν σου λαβοῦσα καὶ ἄμωμον, καὶ
λαμπρῶς τὸ πρόσωπον λάμψαν, Ἀναστασία τὸ σὸν ἀῤῥήτως, δόξαν οὐράνιον, γηθοσύνως
ἀνελήλυθας.
Χριστοῦ
τὴν τερπνότητα, καὶ κάλλος τὸ ἀμήχανον, καὶ τὴν ἄφραστον δόξαν καὶ τὴ λαμπρότητα, ἤδη καθορῶσα Ὁσία, καὶ μετοχῇ
θείᾳ θεουμένη, ἀπαύστως ἱκέτευε, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Ὁ
ἅγιος οἶκός σου, ὃν πόθῳ σοι ἀνήγειραν, οἱ τιμῶντες Ὁσία τὴν μνήμην σου, πάντας
ἁγιάζει, τοὺς πίστει μετ’ εὐλαβείας αὐτῷ φοιτῶντας, ἀλλὰ ταῖς πρεσβείαις σου,
δίδου πᾶσι τὰ αἰτήματα.
Θεοτοκίον.
Ὑμνοῦμεν
τὸ μέγιστον, καὶ ἄφραστον μυστήριον, τοῦ ἀχράντου Σου τόκου θεοχαρίτωτε, Σὺ γὰρ
τὸν Θεὸν καὶ Σωτῆρα, μετὰ σαρκὸς τέξασα τῷ κόσμῳ, ἠλευθέρωσας τῆς ἀρχαίας παραβάσεως.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀγῶνας
ὑπὲρ ἄνθρωπον, ἐν γυναικείῳ σώματι, Ἀναστασία θεόφρον, θείῳ πόθῳ, ἔτη ὀκτὼ καὶ
εἴκοσιν, ἀπρόϊτος διέμεινας, ἐν τῷ σπηλαίῳ πάνσεμνε, πυκτεύουσα πρὸς τὰς
τάξεις, τῶν ἀκαθάρτων πνευμάτων.
Θεοτοκίον.
Θεὸν
τὸν ὑπερούσιον, οὐσιωθέντα πάναγνε, τοῦ πρωτοπλάστου τὴν φύσιν, δι’ οἰκτιρμοὺς
ἀμετρήτους, ὑπερφυῶς γεγένηκας, καὶ μετὰ τόκον ἄφθορον, μεμένηκας πανάχραντε·
διὸ Σὲ ὑμνολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν
τοῦ κόσμου τερπνότητα, καὶ αὐλὴν τὴν βασίλειον, καὶ τιμὴν τὴν πρόσκαιρον
καταλέλοιπας, ὥσπερ φθαρτὰ καὶ λυόμενα, τρωθεῖσα τῷ ἔρωτι, τῆς ἀγάπης τοῦ
Χριστοῦ, καὶ Αὐτῷ ἠκολούθησας, ὡς ἀσώματος, ἐν Αἰγύπτῳ ἀσκήσασα ὁσίως· διὰ
τοῦτο σὲ τιμῶμεν, Ἀναστασία πανένδοξε.
Καὶ
τὴν κλῆσιν ἀμείψασα, καὶ τὸ σχῆμα ἀλλάξασα, καὶ ἀνδρεῖον φρόνημα Μῆτερ φέρουσα,
ἀσκητικῶς ἠνδραγάθησας, ἀνδρείοις παλαίσμασι, καὶ δοχεῖον ἀρετῶν, ἀνεδείχθης
πολύτιμον, διὰ τοῦτό σε, ὁ Χριστὸς πρὸς μονὰς Ἀναστασία, οὐρανίους κατοικίζει,
θεουργικῶς μεγαλύνας σε.
Ὥσπερ
θάλαμον ὤκησας, θεοφόρε τὸ σπήλαιον, καὶ πρὸς ὕψος ἔφθασας τελειότητος. Ὢ τῆς
πολλῆς καρτερίας σου! Πῶς ἤνεγκας ἔνδοξε, τὴν μονίαν τὴν σκληράν; Πῶς εἰς τέλος
κατήσχυνας, τὸν πολέμιον, γυναικείᾳ ἐν φύσει μακαρία; Διὰ τοῦτο ὁ Χριστός σε,
Ἀναστασία ἐδόξασε.
Λαμπρυνθεῖσα
τῷ Πνεύματι, τῷ Ἁγίῳ πανεύφημε, τὴν σὴν ἐκ τοῦ σώματος ἀνεγνώρισας, ἐπὶ τὰ ἄνω
μετάστασιν, καὶ φῶς θεῖον βλέψασα, μετετέθης ἐν ταὐτῷ, πρὸς τὰ ἄνω Βασίλεια,
ἱκετεύουσα, ὑπὲρ πάντων ἡμῶν Ἀναστασία, τῶν τιμίως ἐκτελούντων, τὴν ἀεισέβαστον
μνήμην σου.
Δόξα.
Ἦχος πλ. α΄.
Ὁσία
Μῆτερ, τὴν ἀγαθὴν μερίδαν, εὐαγγελικῶς ἐκλεξαμένη τὸ συνεῖναι Χριστῷ
προέκρινας, ἢ πρόσκαιρον ἔχειν ἀπόλαυσιν· ὅθεν τῶν ἐν κόσμῳ μακρυνθεῖσα,
ἀσκητικὸν ἀγῶνα ἠγώνισαι, καὶ περιφανὲς ἀνέστησας τρόπαιον, ἐν τῇ ἄνωθεν ῥοπῇ,
κατὰ τοῦ ἀρχαίου πτερνιστοῦ. Καὶ νῦν τῆς ἐφέσεως τυχοῦσα, Ἀναστασία μεγαλώνυμε,
ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σοι οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἔρωτι
τρωθεῖσα τῷ θεϊκῷ, ἰσάγγελον τὸν βίον, ἐβιώσω μετὰ σαρκός· ὅθεν οὐρανίων,
τυχοῦσα δωρημάτων, Ἀναστασία Μῆτερ, σκέπε τοὺς δούλους σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
προσιόντας τῷ ἁγίῳ ναῷ σου, καὶ τὴν θερμήν σου ἐκζητούντας πρεσβείαν, Ἀναστασία
Μῆτερ παμμακάριστε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, πειρασμῶν καὶ
θλίψεων, διαλύουσα νέφος, καὶ τῶν πταισμάτων αἴτησαι ἡμῖν, παρὰ Κυρίου, Ὁσία
τὴν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Σκέπε, Ὁσία, τοὺς σὲ τιμῶντας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Ἀγγέλων θείοις
χοροῖς, σὺν αὐτοῖς δυσώπει, λυτρωθῆναι πάσης ὀργῆς, τοὺς πίστει καὶ πόθῳ προσιόντας,
Ἀναστασίᾳ τῇ θείᾳ σου χάριτι.
Κινδύνων ἀπάλλαξον χαλεπῶν,
καὶ τῶν τοῦ βελίαρ, πολυστρόφων ἐπιφορῶν, τῇ σῇ πρὸς Χριστὸν ἱκετηρία,
Ἀναστασία τοὺς σὲ μακαρίζοντας.
Ἐν πίστει προσήλθομεν τῷ
σεπτῷ, ναῷ σου Ὁσία, καὶ αἰτοῦμεν πανευλαβῶς, τῆς σῆς προστασίας τὰς ἐκφάνσεις,
ἃς συμπαθῶς ἡμῖν δίδου ἑκάστοτε.
Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς
θεϊκῆς, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ἐπόμβρησον πᾶσιν οὐρανόθεν, τοῦ Σοῦ
ἐλέους τὰ ῥεῖθρα τὰ ἄφθονα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπακούσασα
Μῆτερ ὡς συμπαθὴς πρόσδεξαι, τὰς φωνὰς ἡμῶν τῶν ἐν πίστει, παρακαλούντων σε,
καὶ δίδου ἅπασι, χαρὰν ὑγείαν καὶ ῥῶσιν, καὶ παθῶν τὴν ἴασιν, καὶ βίον τὸν
ἄλυπον.
Ὁ
σὸς ἅγιος οἶκος οἷα λιμὴν ἄκλυστος, πᾶσι καθορᾶται Ὁσία, τῇ ἐπισκέψει σου, ἐν ᾧ
προστρέχοντες, Ἀναστασία γαλήνης, θεϊκῆς πληρούμεθα, ἀνευφημοῦντές σε.
Συνοχῆς
τῶν ἐν βίῳ ὀδυνηρῶν λύτρωσαι, καὶ τῶν ψυχικῶν συντριμμάτων καὶ πάσης θλίψεως,
Ἀναστασία σεμνή, τοὺς ὁλοτρόπως ζητοῦντας, τῆς σῆς ἀντιλήψεως, τὴν ἐπισκίασιν.
Θεοτοκίον.
Ἱλασμὸν
τῶν πταισμάτων καὶ τῶν δεινῶν λύτρωσιν, κεχαριτωμένη Παρθένε, Μῆτερ ἀνύμφευτε,
αἴτει τοῖς δούλοις Σου, τοῖς ἀκλινεῖ διανοίᾳ, Κόρη ἀτενίζουσι, τῇ Σῇ
χρηστότητι.
Διάσωσον,
Ἀναστασία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῷ σῷ ναῷ καταφεύγοντας, ὡς
παῤῥησίαν πλουτοῦσα πρὸς τὸν Δεσπότην.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ Ἀναστασία
σπεύδοντες, πολλῶν πειρασμῶν ταχέως ἐκλυτρούμεθα· διὸ θερμῶς βοῶμέν σοι·
ψυχικῶν νοσημάτων καὶ θλίψεων, καὶ τῶν ἐν βίῳ σεμνὴ ἀναγκῶν, ἡμᾶς ἀνωτέρους
διαφύλαττε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀναβλύζει ἑκάστοτε, ἡ σεπτὴ
εἰκών σου χάριν καὶ ἔλεος, ᾗ προσπίπτοντες πληρούμεθα, ὦ Ἀναστασία θείας
χάριτος.
Τῶν παθῶν τὰ οἰδήματα,
ἴασαι Ὁσία τῶν προσιόντων σοι, καὶ ποικίλων περιστάσεων, λύτρωσαι ἡμᾶς τοὺς σὲ
γεραίροντας.
Ὁ ἰσάγγελος βίος σου, τῶν
δαιμόνων ἔλυσε δεινὰ φάσματα, ὧν τῆς βλάβης ἀπολύτρωσαι, τοὺς εἰλικρινῶς σε
μακαρίζοντας.
Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, ἡ τὸν
Θεὸν Λόγον σαρκὶ κυήσασα, ἀλογίας τὴν καρδίαν μου, τῆς ἐκ τῶν δεινῶν παθῶν
ἐκκάθαρον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, καὶ μεσίτις
πρὸς τὸν Κύριον, καὶ βοήθειαν ἡμῖν ἔσο ἀεί, τοῖς προστρέχουσιν Ὁσία τῇ σῇ
χάριτι.
Σύντριψον σεμνή, τοῦ δολίου
πολεμήτορος, τὰ ὑπούλως τεκταινόμενα ἀεί, καθ’ ἡμῶν τῶν προστασίαν κεκτημένων
σε.
Ἔχοντες σεμνή, τὸν ναόν σου
τὸν πανάγιον, καταφεύγομεν ἐν τούτῳ εὐλαβῶς, καὶ λαμβάνομεν ἀπαύστως τὰ
αἰτήματα.
Θεοτοκίον.
Τόμον Σε καινόν, Ἡσαΐας
προεώρακεν, ἐν ᾧ γέγραπται ὁ Λόγος τοῦ Θεοῦ, Θεοτόκε διὰ τοῦτό Σε δοξάζομεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάματα, ἀναβλύζει Ὁσία,
ἐπομβρίᾳ Παρακλήτου τῇ θείᾳ, ὁ σὸς ναός, καὶ ξηραίνει ποικίλων, Ἀναστασία παθῶν
τὴν ἐπίκλησιν· διὸ κηρύττομεν τὴν σήν, πρὸς ἡμᾶς ταχυτάτην ἀντίληψιν.
Μεγίστους, ἐν τῇ ἀσκήσει
ἀγῶνας, διανύσασα στεῤῥῶς μακαρία, μεγίστης δόξης μετέσχες θεόθεν· διὸ μεγάλων
ἀπάλλαξον θλίψεων, Ἀναστασία τοὺς θερμῶς, προσιόντας τῇ θείᾳ πρεσβείᾳ σου.
Ὡς αἴγλης, τῆς ἀνεσπέρου
Ὁσία, κοινωνοῦσα σὺν Ἁγίων τοῖς δήμοις, ἐν σκοτομήνης δεινῶν νοσημάτων, καὶ
ζοφερῶν παθημάτων καὶ θλίψεων, Ἀναστασία θαυμαστή, τοὺς τιμῶντάς σε ῥύου
ἑκάστοτε.
Θεοτοκίον.
Νοός μου, τὸν σκοτασμὸν
Θεοτόκε, καὶ ψυχῆς μου τὴν βαθείαν ὀμίχλην, φωτιστικῇ Σου διάλυσον αἴγλῃ, καὶ
τῷ φωτὶ προσταγμάτων τοῦ Κτίσαντος, ὁδήγησόν μου τὴν ζωήν, ἵνα δόξης μετάσχω
τῆς κρείττονος.
Διάσωσον,
Ἀναστασία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐν πίστει τῷ σῷ ναῷ καταφεύγοντας, ὡς
παῤῥησίαν πλουτοῦσα πρὸς τὸν Δεσπότην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ πρὸς Θεόν σου πρεσβείᾳ
θεόληπτε, τὴν τῶν πταισμάτων ἡμῖν δίδου ἄφεσιν, καὶ πάσης ἀνάγκης ἐκλύτρωσιν,
καὶ εἰρηναίαν ἐν βίῳ κατάστασιν, Ἀναστασία ἡμῶν ἡ βοήθεια.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν
Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν
βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ
πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’
ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Βίον τὸν ἰσάγγελον,
πολιτευθεῖσα Ὁσία, ἰσαγγέλου ἔτυχες, δόξης καὶ λαμπρότητος θείῳ Πνεύματι· ἀλλ’
ἀεὶ πρέσβευε, Χριστῷ τῷ νυμφίῳ, τῷ λαμπρῶς σε μεγαλύναντι, δοῦναι συγχώρησιν,
τῶν ἁμαρτιῶν τοῖς ἱκέταις σου, καὶ συμφορῶν λυτρώσασθαι, καὶ πολυειδῶν
περιστάσεων, τοὺς τῇ σῇ εἰκόνι, προσπίπτοντας Ὁσία εὐλαβῶς, Ἀναστασία καὶ
μέλποντας, τὰ σὰ κατορθώματα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν παθῶν τὰς ὀδύνας καὶ
ἐχθρῶν τὰς ἐφόδους σεμνὴ διάλυσον, τῇ σῇ ἐπιστασίᾳ, Ἀναστασία Μῆτερ, ἐξ ἡμῶν
τῶν βοώντων σοι· σὺ εἶ προστάτις ἡμῶν, καὶ σὲ ὑμνολογοῦμεν.
Ἀλγηδόνων ποικίλων καὶ
σκανδάλων ἐν βίῳ ἡμᾶς ἀπάλλαξον, καὶ δίδου οὐρανόθεν, τὴν μητρικήν σου Μῆτερ
εὐλογίαν τοῖς τέκνοις σου, ἵνα βιῶμεν σεμνή, ἐν εὐπραγίαις θείαις.
Συντονίᾳ ἀτρέπτῳ καὶ
ἀσκήσει τὸν βίον σεμνὴ διήνυσας· διὸ ἐξ ἀκηδίας, ἡμᾶς καὶ ῥαθυμίας, ψυχοφθόρου
ἐκλύτρωσαι, πρὸς ἀρετῶν τὴν ὁδόν, ἡμᾶς καθοδηγοῦσα.
Θεοτοκίον.
Γέρας εἴληφε θεῖον τῇ
κυήσει Σου Κόρη φύσις ἡ ἔκπτωτος· διὸ καταπτωθέντα, βυθῷ ἁμαρτιῶν με, τῇ
πρεσβείᾳ Σου ἔγειρον, καὶ ἴθυνόν με ἁγνή, πρὸς τρίβον μετανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ ναῷ σου, προσφεύομεν
Ὁσία, τῇ πρεσβείᾳ σου λαμβάνομεν ταχέως, τὰς σωτηριώδεις, Ἀναστασία δόσεις.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν
τε καὶ σῶμα, τοῖς προσπίπτουσι σεμνὴ Ἀναστασία, τῇ πρὸς τὸν Σωτῆρα, θερμῇ σου
ἱκεσίᾳ.
Ἀναστασίας, τὴν παναγίαν
εἰκόνα, προσκυνήσωμεν οἱ πάσχοντες ποικίλως, βρύει γὰρ ἰάσεις, καὶ παύει τὰς
ὀδύνας.
Θεοτοκίον.
Σὲ προστασίαν, καὶ ἀσφαλῆ
ὁδηγίαν, Κόρη ἔχοντες λυτρούμεθα ὀξέως, τῶν ἐπερχομένων, ἡμῖν πικρῶν κινδύνων
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, κατὰ
τοῦ βελίαρ, Ἀναστασία Ὁσία θεόληπτε, καὶ προστατεύειν μὴ παύσῃ, τῶν εὐφημούντων
σε.
Μεγίστη σου ἡ χάρις, πᾶσι
γὰρ παρέχεις, Ἀναστασία τὰ θεῖα δωρήματα· διὸ κηρύττομεν πάντες, τὴν προστασίαν
σου.
Ὁλόφωτον Ὁσία, ἔχουσα
παστάδα, ἐκ ζοφερῶν πειρασμῶν ἀπολύτρωσαι, Ἀναστασία τοὺς σπεύδοντας, τῇ σῇ
χάριτι.
Θεοτοκίον.
Ὑπὲρ τῶν Σὲ ὑμνούντων,
κεχαριτωμένη, τὸν Σὸν Υἱὸν καὶ Θεὸν καθικέτευε, ἵνα ζωῆς αἰωνίου ἀξιωθείημεν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις, τῆς ἀγάπης τῆς
θεϊκῆς, φαεινὴ λυχνία, διαχέουσα δαψιλῶς, ὦ Ἀναστασία, Ὁσία μακαρία, τῶν ἀρετῶν
ἀκτίνας, τοῖς σὲ γεραίρουσι.
Πάντα ἀπηρνήσω γνώμῃ
στεῤῥᾷ, αὐλὰς βασιλείους, καὶ ἀξίωμα εὐκλεές, καὶ τὴν τοῦ Σωτῆρος, ἠγάπησας
πτωχείαν, σοφὴ Ἀναστασία, ὁσίως ζήσασα.
Ἤμειψας τὸ ὄνομα νουνεχῶς,
καὶ σχῆμα Ὁσία, καὶ τὸ φρόνημα ἀνδρικῶς καὶ ἐν τῷ σπηλαίῳ, ὑπερφυεῖς ἀγῶνας,
Ἀναστασία Μῆτερ, στεῤῥῶς ἐτέλεσας.
Χαίρει ἡ χορεία τῶν
εὐσεβῶν, τὸν σεπτὸν ναόν σου, ὡς ἁγίασμα νοητόν, ἔχουσα Ὁσία, ἐξ οὗ Ἀναστασία,
λαμβάνομεν ἀπαύστως, ἃ ἐξαιτούμεθα.
Χαίροις ἐνδιαίτημα ἀρετῶν,
μοναζουσῶν δόξα, καὶ Ὁσίων ἡ καλλονή· χαίροις εὐσεβούντων, Ἀναστασία Μῆτερ,
προστάτις καὶ μεσίτις, θερμὴ πρὸς Κύριον.
Πάσης ἡμᾶς λύτρωσαι
ἀπειλῆς, φθορᾶς καὶ ἀνάγκης, κατὰ σῶμά τε καὶ ψυχήν, τοὺς τῇ σῇ πρεσβείᾳ,
προστρέχοντας Ὁσία, Ἀναστασία Μῆτερ, καὶ εὐφημοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης, κοινωνοῦσα θεϊκῆς,
δέχου τὰς ἡμῶν ἱκεσίας, Ἀναστασία σεμνή, καὶ ταύτας προσάγαγε, τῷ Ζωοδότῃ
Χριστῷ, ὡς ἂν εὕρωμεν ἔλεος, καὶ πάσης ῥυσθῶμεν, βλάβης καὶ κακώσεως, τοῦ
πολεμήτορος, πάσης, συμφορᾶς καὶ ἀνάγκης, καὶ πολυειδῶν συμπτωμάτων, οἱ τῇ
ἀρωγῇ σου καταφεύγοντες.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου