Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 15. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΑΝΟΥΗΛ ΣΦΑΚΙΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΡΤΙΟΣ ΙΕ΄!!
ΜΑΝΟΥΗΛ ΝΕΟΜΑΡΤΥΣ ΣΦΑΚΙΩΝ
ΑΚΟΛΟΥΘΙΑ

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄, δευτεροῦντες αὐτά. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλοχρίστων ἡ πληθύς, δεῦτε συνελθόντες ἀξίως, τὸν Νεομάρτυρα, τοῦ Κυρίου στέψωμεν, ἐπαίνων ἄνθεσιν, Μανουὴλ τὸν ἀοίδιμον· ἡ γὰρ ἐκ τῶν ὕμνων, τιμὴ πρὸς τὸν Μάρτυρα, τῶν ὁμοδούλων ἡμῶν, κέκτηται ἀπόδειξιν ὄντως, τῆς πρὸς τὸν Δεσπότην εὐνοίας, ὡς ὁ μέγας ἔφησε Βασίλειος.

Ῥόδα, ὡσπερεὶ ἐαρινά, καὶ μυριστικὰ ὥσπερ ἄνθη, καὶ κρίνα εὔοσμα, πᾶσι τοῖς ποθοῦσί σε, ἐπιφαινόμενον, σοῦ τὸ θεῖον μνήμοσυνον, σὺν ἔαρι Μάρτυς, Μανουὴλ στεῤῥόψυχε, τῷ αἰσθητῷ νοητῶς, κατευωδιάζει εὐθυέως, πάντων τὰς ψυχὰς τῶν τιμώντων, σοῦ πανευλαβῶς τὴν θείαν ἄθλησιν.

Δῆμος, τῶν Ἀγγέλων ἐν χαρᾷ, τῶν ἱερωνύμων Μαρτύρων, πᾶσά τε θεία πληθύς, καὶ δικαίων σύλλογος, σοὶ ἐπεκρότησεν, ὡς στεῤῥῶς ἐναθλήσαντι, καὶ σφαγιασθέντι, ὑπὲρ θείας πίστεως, παραλαβόντες τε, σοῦ τὸ ἱερώτατον πνεῦμα, τῷ ἀγωνοθέτῃ Κυρίῳ, Μανουὴλ ἐν δόξῃ παρεστήσαντο.

Δόξα. Ἦχος γ΄.
Προδοσίᾳ τὸ πάλαι ἡ ζωὴ τῶν ἁπάντων, ὁ Κτίστης καὶ Θεός, ἀσχήμονι θανάτῳ κατακριθείς, ζωὴν τοῖς τῇ ἁμαρτίᾳ θανατωθεῖσιν ἅπασιν ἐχαρίσατο, σὺ δὲ Μάρτυς Μανουήλ, προδοσίᾳ εἰς ἄνομον κρίσιν ἐναχθεὶς ὡς κριτός, ἀνευθύνως κατεκρίθης κτανθῆναι, καὶ τῷ πνεύματι εἰς οὐρανοὺς ἀναδραμών, τὴν μηδέπω λήγουσαν ζωήν, τῶν ἀγώνων ἐπαξίως ἀνταπείληφας· ἧς καὶ ἡμᾶς, κοινωνοὺς τοὺς ἀνυμνοῦντάς σε ἐν πίστει, ταῖς εὐπαῤῥησιάστοις πρὸς Θεόν, πρεσβείαις σου ποίησον.

Καὶ νῦν. Θεοτοκίον
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος β΄.
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, τοῦ Νεομάρτυρος Μανουὴλ εὐφημήσωμεν τοὺς ἄθλους. Τράπεζαν γὰρ κοινὴν παραθείς, τοῖς ἐρασταῖς τῶν πνευματικῶν αὐτοῦ καὶ θείων ἀγώνων, ἀφθόνως ἐπεντρυφᾶν συγκαλεῖ.

Δόξα. Ἦχος πλ. α΄.
Ἑορτῆς Ἀθλητὰ καινὴν παρέσχεν ὑπόθεσιν, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἡ πανσεβάμσιος μνήμη τῆς σῆς ἀθλήσεως, ἐν ταῖς τῶν νηστειῶν πενθίμοις ταύταις ἡμέραις, οἷόν τις τύπος ἐν σκοπῷ, τοῦ ἀκροτάτου τῶν ἐφετῶν προκειμένης, τοῖς τὴν βαλβίδα τοῦ παρόντος σταδίου διατρέχουσιν· ἐν ταύτῃ τοίνυν ανουήλ, πάρεσο ἡμῖν ἀοράτως, καὶ πρὸς τὴν σὴν εὐφημίαν συνδραμόντας, ἵλεως ἐπιδών, τὰ πρὸς σωτηρίαν αἰτήματα πλήρωσον, καὶ τὴν τοῦ λοιποῦ τῆς νηστείας διάνυσιν δίδου, καὶ τὴν τοῦ κοσμοχαρμοσύνου Πάσχα προσκύνησιν, ταῖς πρὸς Θεὸν μεσιτείαις σου, πταισμάτων τε συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
















Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Τίνα ᾠδήν σοι ἐπάξιον, τῷ στρατιώΤῃ Χριστοῦ, εὐφημοῦντες προσοίσωμεν, οἱ ὑπερφιλοῦντές σε, Μανουὴλ θεοδόξαστε, τῷ ἐπὶ γῆς τὸν βίον θεάρεστα, κατ’ ἐντολὰς τὰς θείας τελέσαντι, τῷ καὶ κηρύξαντι, πίστιν τὴν σωτήριον, πρὸ δυσσεβῶν, καὶ καρτερικώτατα, ὑπεραθλήσαντι.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Θεοσεβής τε καὶ δίκαιος, κατὰ τὸν νόμον Θεοῦ, πορευόμενος ἄμεμπτα, γνωρισθεὶς ἀοίδιμε, Μανουὴλ θεοδόξαστε, καὶ εὐδοκίᾳ θείᾳ ἐσύστερον, διὰ ἀθλήσεως τελειότατος, μάκαρ γενόμενος, ἡμῖν ὑποκείμενος, μακαρισμῶν, θῦμα δὲ τῷ κτίσαντι, ἐγένου ἄμωμος.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἴδε τὴν μέγιστην κάκωσιν, ἣν συγχωρήσει Θεοῦ, ἀπειθὴς λαὸς πάσχομεν, καὶ ὡς συμπαθέστατος, Μανουὴλ χριστομίμητος, εἰς ἱκεσίαν χείρας σου ἔπαρον, πρὸς τὸν φιλάνθρωπον πάντων ἄνακτα, χείλη σου κίνησον, εἰς πρεσβείαν ἔνδοξε,ὑπὲρ ἡμῶν, καὶ διασπαρέντας τε, εἰς ἓν συνάγαγε.


Δόξα. Ἦχος πλ. δ΄.
Ἐξωμότας ἡ Ἐκκλησία Χριστοῦ, τοὺς τὴν ἥττασν ἀνδρικῶς ἀναπαλαισαμένους, καὶ πίστεως μέχρις αἵματος ὑπεραθλήσαντας, τὴν βεβαιότητα παρὰ τοῦ Χρυσοῤῥήμονος ἔχουσα, μαρτυρικῶν τιμῶν ἀξιοῖ, καὶ ἐν ᾠδαῖς καὶ ὕμνοις, τὴν ἱερὰν αὐτῶν μνήμην ἐτησίως, τελεῖ πανηγυρίζουσα, σέ τε Μάρτυς Μανουήλ, Πέτρῳ τῷ πάνυ Ἰακώβῳ Πέρσῃ, καὶ τοῖς μετ’ αὐτούς, καὶ σὺν αὐτοῖς Ἁγίοις Μάρτυσι συντάττουσα, ὡς τὴν ἥτταν ἀναπαλαισάμενον κατ’ ἐκείνους, καὶ σφαγιασθέντα ὑπὲρ τοῦ θείου ὀνόματος, τῶν αὐτῶν ἐκείνοις τιμῶν ἀξιοῖ, τὴν στεῤῥάν σου ἄθλησιν κροτοῦσα, καὶ τὴν πανσεβάσμιον μνήμην σου ἐτησίως, μετ’ εὐφροσύνης τελοῦσα κραυγάζει σοι· Ἀθλητὰ τοῦ Χριστοῦ, ὁ δι’ Αὐτὸν τὸ αἷμα ἐκχέας, καὶ νῦν Αὐτῷ ἐν δόξῃ παρεστώς, μὴ ἐλλείπῃς πρεσβεύων ὑψωθῆναι, τὸ ὑπὸ ἀσεβῶν ταπεινωθὲν κέρας μου, καὶ τὴν ἀρχαίαν ἀπολαβεῖν με εὐπρέπειαν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἣν ἐφοίνιξας, σαὐτῷ ὡραίαν, τῶν αἱμάτων σου, χροιᾷ πορφύραν, τῆς ὁρωμένης ἐν τῷ κόσμῳ λαμπρότερον, ἐν δόξῃ νῦν Μανουὴλ περικείμενος, τῷ Βασιλεῖ τοῦ παντὸς συμπαρίστασαι, Μάρτυς ἔνδοξε, Αὐτῷ ἐκτενῶς οὖν πρέσβευε, ὑπὲρ τῶν εὐλαβῶς ἀνευφημούντων σε.
Δόξα. Ὅμοιον.
Ἐπιάνθη μέν, ἡ νῆσος Χίος, καὶ ἡγίασται, τῷ αἵματί σου, θηρῶν δ’ ἐφόδων ἀγρίων κατέσκαπται, τῶν ἐν αὐτῇ τε οἱ μὲν θήρα ὤφθησαν, οἱ δὲ λαθόντες αὐτοὺς διεσπάρησαν. Μάρτυς ἔνδοξε, εἰς ἓν οὓς ἐπισυνάγαγε, τὸν κόσμον εἰρηνεύων, ταῖς πρεσβείαις σου.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Χριστὸν ἐν τῇ ψυχῇ, ἐνοικοῦντά συ ἔχων, Αὐτοῦ κατ’ ἐντολάς, πεπολίτευσαι μάκαρ, Χριστὸν πρὸ ἀνόμων τε, διατόρως ἐκήρυξας, καὶ Χριστῷ συζῇς, μετὰ μακάριον τέλος, χριστομίμητε, ὦ Μανουὴλ Νεομάρτυς, ἡμῖν ὃν ἱλέωσαι.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀσόφοις καὶ μωροῖς, καὶ ἐν τοῖς ἀγενέσιν, ὁ Κτίστης καὶ Θεός, ἐνδοξάζεται πάντως· ὡς εὐδοκεῖ ὡς βούλεται, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, οἱ σοφοὶ τῆς γῆς, καὶ οἱ κομπάζοντες ὅπως, αἰσχυνθήσωνται, ἐν τῇ αὐτῶν εὐγενείᾳ, καὶ γένους λαμπρότητι.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Οὐχ ἁπλῆ σου ἡ κλῆσις ὦ Μανουήλ, ἀριδήλως δηλοῦσα δὲ τὸ Θεοῦ, ἐν σοὶ θεῖον ὄνομα, οἷόν τε ἐκ γεννήσεως, προωρισμένη σαφῶς τὸ ἐσόμενον, κατὰ Θεὸν τὸ εἶναι, τὸ ζῆν καὶ κινεῖσθαί σε· μόνον τὸν Θεὸν γάρ, ἐκ παιδὸς σὺ ποθήσας, παγίδας θεόσοφε τοῦ ἐχθροῦ διεξέφυγες, πρὸς καιρὸν κατεχούσας σε, καὶ κατὰ Θεὸν πολιτευθείς, τῇ Θεοῦ εὐδοκίᾳ καὶ χάριτι, ὑπερήθλησας χαίρων· δι’ ὃ ἀνυμνοῦμέν σε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχεται ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἀναστὰς ὁ Ἰησοῦς. Στ.: Ἐλέησόν με ὁ Θεός...
Οἱ ὑμνοῦντες τὴν στεῤῥάν, καὶ λαμπροτάτην τε ἄθλησίν σου, Μάρτυς Μανουὴλ λυτρωθείημεν δεινῶν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς ἐν τοῖς Θεοτοκίοις: Ἀνδρέου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πενθίμως ἀνύουσι νῦν ἡμῖν, ὁδον τῆς νηστείας, ἡ χαρμόσυνος Μανουήλ, καὶ φαιδρὰ ἐπέλαμψέ σου μνήμη, τοὺς ἀνυμνοῦντάς σε πάντας φαιδρύνουσα.
Πολίχνη μὲν Κρήτης περιφανής, πατρίς σοι γηΐνη, ἀξιάγαστε Μανουήλ, στεῤῥῶς δ’ ἐναθλήσαντος τὸ πνεῦμα, εἰς οὐρανίαν πατρίδα κατήντησε.
Μετὰ δυναστείας πρὶν Μανουήλ, ἔξαρνος ἐγένου, θείας πίστεως δουλωθείς, τὸ σύντριμμα τοῦτο δὲ ἰάσω, στεῤῥῶς ἀθλήσας σοφὲ μέχρις αἵματος.
Θεοτοκίον.
πλέτῳ Σε πόθῳ δοξολογῶν, καὶ μετ’ εὐλαβείας, Σὲ ἐνθέρμου θεολογῶν, Θεοτόκε ἄχραντε Παρθένε, ἐκλυτρωθείην δεινῶν ταῖς πρεσβείαις Σου.














ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποδρὰς τῆς πατρίδος καὶ δυσσεβοῦς ἅμα τε, μάκαρ ἐκ δουλείας προνοίᾳ, Θεοῦ καὶ χάριτι, ὥσπερ ἐκ ζάλης δεινῆς, ὦ Μανουὴλ διεσώθης, μεταγνοὺς εἰς Μύκονον
ὡς ἐπεπόθησας.
Τὴν μετάνοιαν πάντων ὁ ποιητὴς Κύριος, τῶν μετανοούντων γνησίως, ὁ προσδεχόμενος, σὲ μεταγνόντα θερμῶς, χάριτος ἔπλησε θείας, ἐξ ἧς σοι τῆς πίστεως, ἔργα ἐπέλαμψεν.
Κεκρυμμέναι σοι πράξεις, καὶ ἀρεταὶ ἔνδοξε, μόνῳ ἐμφανεῖς τῷ εἰδότι, πάντων τὰ κρύφια, αἱ ἐνορώμεναι δέ, θεοσεβῆ τε καὶ πρᾷον, Μανουὴλ καὶ δίκαιον, σὲ ἐμαρτύρησαν.
Θεοτοκίον.
Νῦν ποινὰς μὲν μελλούσας φρίττων ἁγνὴ δέδοικα, νῦν δὲ ἡδοναῖς ταῖς τοῦ βίου, παρασυρόμενος, κατατολμῶ ἀναιδῶς, πᾶσαν ἀθέμιτον πρᾶξιν, Σύ μοι πρὸ τῆς Κρίσεως, δίδου μετάνοιαν.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν σωτήριον πίστιν Μάρτυς πανένδοξε, πρὸ βημάτων ἀθέων σὺ παραστὰς Μανουήλ, ἀνεκήρυξας τραινῶς καὶ γενναιότατα, ὑπερήθλησας αὐτῆς καὶ ἐπεσφράγισας σοφέ, αἱμάτων σου τῇ ἐκχύσει, τῶν πανιέρων τρισμάκαρ, δι’ ὃ ἐκ πόθου σε μεγαλύνομεν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Φόβος ἁγνός, Κυρίου χαρακτηρίζων σε, ἐν τῷ βίῳ, ὄντως ἄνδρα δίκαιον, ἄλλον πρᾳότατον Ἰωσήφ, ἔδειξέ σε πᾶσι· καὶ γὰρ αἰσχρῶς ἀτιμάσασαν, εὐνὴν νομίμου γάμου, σὺ παραδειγμάτισαι, Μανουὴλ οὐκ ἠνέσχου τὴν σύνοικον.
Ὡς ὁ ἁπλοῦς, ἐπικληθεὶς δι’ ἁπλότητα, τὴν ἐν βίῳ, Παῦλος ὁ θαυμάσιος, μεμονωμένος ζῆν ἐν Χριστῷ, προήρησαι μάκαρ, μετὰ τῶν τέκνων ἀοίδιμε, ὧν πόθος τε καὶ ἔρως, τῆς ἐνθέρμου ἀγάπης, πρὸς Θεὸν Μανουὴλ οὐκ ἐχώρισεν.
Ἐμπορικός, εἰς πλοῦν σοι ἔκπλους μετήλλακται, πρὸς τὴν ἄνω, πόλιν ὁ γὰρ Κύριος, ὁ ἐπιβλέπων πᾶσαν τὴν γῆν, καὶ τὴν σωτηρίαν, οἰκονομῶν ὡς φιλάνθρωπος, ἁπάντων ἀοράτως, Μανουήλ σε ἀθλῆσαι, ὑπὲρ πίστεως θείας προώρισε.
Θεοτοκίον.
Διὰ Χριστόν, τὸν ἐκ τῆς Παρθενομῆτορος, βροτωθέντα, εἰς κρίσιν τὴν ἄνομον, παραδοθεὶς Μάρτυς Μανουήλ, πληγὰς ἀφορήτους, ἀλλεπαλλήλως ὑπήνεγκας, καὶ ἤθλησας γενναίως· ὃν ἡμῖν ταῖς λιταῖς Σου, δεινῶς πάσχουσι νῦν ἐφιλέωσαι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἷον κνώδαλα μάκαρ, καὶ ὡς ψωραλέους κύνας λογιζόμενος, τοὺς τῆς Ἄγαρ γόνους, ἀπτοήτῳ παρέστης φρονήματι, καὶ ὁμολογήσας, τρανῶς τὴν πίστιν τὴν πατρώαν, ἀνδρικῶς Μανουὴλ ὑπερήθλησας.
Παιδιάν τινα μάκαρ, τὰς τῶν δυσσεβῶν ἀπειλὰς λογιζόμενος, βέλη τε νηπίων, αἰκισμοὺς ἀοφρήτους ἀοίδιμε, τοὺς ἐπαγομένους, δι’ ἡμερῶν σοι ἐπαλλήλως, πρὸς Χριστὸν Μανουὴλ ἐνητένιζες.
Ἐν Χριστῷ ζῆν τρισμάκαρ, ἐν Αὐτῷ κινεῖσθαι καὶ εἶναι ἔκραζες, τῷ δεινῷ τυράννῳ, δι’ Αὐτόν τε θανεῖν προθυμούμενος, ὁ τῷ Θεολόγῳ, μαθητευθεὶς τῆς δὲ σοφίας, διδασκούσης σε, Μάρτυς τοῦ Πνεύματος
Θεοτοκίον.
οῦν δεινῶν ἀδοκήτων, καθ’ ἡμῶν νῦν παγκοίνως βίᾳ φερόμενον, τῶν σεμνυνομένων, τῷ Χριστῷ σωτηρίῳ ὀνόματι, κενῇ μόνον κλήσει, πράξεων δίχα ἐπαξίων, ἀναχαίτισον ἄχραντε Δέσποινα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ Χίος, τῶν ἀλγεινῶν σοι ἔνδοξε, καταπαύσεως ἐγένετο τόπος· ἐν αὐτῇ γὰρ τῆς νηὸς ὡς ἀπέβης, τῷ τοῦ ναυάρχου ἀνόμῳ κελεύσματι, ἤνυσας τέλος τὸ καλόν, Μανουὴλ ἀληθῶς καὶ μακάριον.
Φιλομάρτυς, κατὰ νοῦν λαβέτω μοι, τὸν γενναῖον Ἀθλητὴν τοῦ Κυρίου, ἐν τῷ πλοΐ ἀνυποίστοις βασάνοις, ὡς τρικυμίᾳ δεινῇ προσπαλαίοντα, καὶ πρὸς λιμένα οὐρανῶν, μετ’ αὐτὰς καταχθέντα δι’ αἵματος.
Λαὸς ὁ, τῶν εὐσεβῶν χριστώνυμος, τὸν μὲν φόβον Μανουὴλ τῶν κρατούντων, ἀποβαλὼν τὸν δὲ ἔνθερμον πόθον, αὐτοῦ καὶ ζῆλον πρός σε ἐνδεικνύμενος, τῆς σῆς τιμίας ἐκτομῆς, ἐξαρπάσαι τὰ λῦθρα συνέδραμεν.

Θεοτοκίον.
κών αὐτός, ἐμαυτῷ ἐπέσυρα, τοῦ Θεοῦ τὴν φρικαλέαν κατάραν, ἐξ ἧς ἡ γῆ θλίψεις μὲν ὡς ἀκάνθας, καὶ ὡς τριβόλους δεινοὺς ἐξανέτειλε, ποικίλους κινδύνους τῷ οἰκτρῷ, ὧν οἰκτείρασα ῥῦσαί με Δέσποινα.









Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐπὶ σφαγὴν καθάπερ πρόβατον ἤχθης, καὶ ὡς ἀμνὸς περικαλλὴς τοῦ Δεσπότου, πρὸ τῶν κυκλούντων ἐναντί σε μαάκρ δυσσεβῶν, τὸ Χριστοῦ αἰνέσως πεπλησμένον τῆς θείας, στόμα οὐκ ἤνοιξας Μανουὴλ Νεομάρτυς, ἀλλ’ ἐν χαρᾷ προθύμως δι’ Αὐτόν, σφαγιασθεὶς οὐρανὸν δὲ ἀνήλυθας.
Ὁ Οἶκος.
Ἀγαθῆς ἐκ ῥίζης βλάστημα ἔφυς καλὸν Μανουὴλ Ἀθλοφόρε· εἰ δὲ καὶ πρὸς καιρὸν ἐστέρησαι τῆς κατὰ τὴν εὐσέβειαν μυστικῆς ἀνδρείας, διὰ τὸ ἐν δουλείᾳ μετὰ δυναστείας γενόμενόν σοι πτῶμα τῆς ἀρνήσεως, μέντοι γε οὐκ ἐμαράνθης ἐν ἀπογνώσει· ἔχων γὰρ ἀνέκλειπτον ἐν σεαυτῷ τὴν τῆς κατὰ Χριστοῦ εὐσεβείας ἰκμάδα, διέδρας τοὺς βρόχους τοῦ ἀντιπάλου καὶ ἐν πιστοῖς διεσώθης. Ἐντεῦθέν σοι οἷόν τις ἀπαρχὴ τῶν καρπῶν, ἡ ἀληθὴς μετάνοια ἥ τε πρὸς Θεὸν τῆς καρδίας συντριβή, καὶ ἡ ἄκρα ταπείνωσις ἡ τὰς δύο μεγίστας ἀρετάς, τὰς τὸν ἔχοντα οἶκον καὶ θρόνον Θεοῦ κατασκευαζούσας, τὸ ἡσύχιον φημί τε καὶ πρᾷον προαγαγοῦσα ἐπέλαμψεν, ὥριμον δ’ ἐπὶ τέλους καὶ ἥδιστον καρπόν, σαυτὸν τῷ Κυρίῳ προσῆξας καὶ μάλα εὐπρόσδεκτον· καὶ γὰρ μαρτυρικοὺς δι’ αὐτὸν ἀγῶνας ὑπέδυς γενναίως, ὡς στεῤῥὸς Ἀθλητής, ἐν χαρᾷ τε προθύμως δι’ Αὐτὸν σφαγιασθείς, οὐρανὸν δὲ ἀνήλυθας.

Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Μανουὴλ ὁ ἐκ Σφακίων, καὶ ἐν Χίῳ μαρτυρήσας, ἐν ἔτει 1792, ξίφει τελειοῦται.
Πρόβατον ὥσπερ σφαγιασθεὶς παμμάκαρ,
Mάνδρα προσήχθης ῶ Mανουὴλ τῇ ἄνω.
Πέμπτῃ καὶ εἰκάδι ἱρὴν κάραν ἄορι τμηθείς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου, καὶ τῶν σὺν αὐτῷ Μαρτύρων· Πλησίου, Ῥωμύλου, Τιμολάου, Ἀλεξάνδρου, ἑτέρου Ἀλεξάνδρου, Διονυσίου καὶ ἑτέρου Διονυσίου.
Ἔσπευδεν Ἀγάπιος εἰς μαρτυρίαν.
Θεοῦ γὰρ αὐτὸν ὑπέθαλπεν ἀγάπη.
Μετὰ τριῶν Πλήσιος ἐκτμηθεὶς ξίφει,
Θεοῦ σὺν αὐτοῖς ἵσταται νῦν πλησίον.
Ὡς Ἀλεξάνδροις κλῆσις ἐκτομή, στέφος,
Καὶ Διονυσίοις τε κοινὰ ἦν τάδε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀριστόβουλου, ἐκ τῶν Ο΄, ἐπισκόπου Βρετανίας.
Ἔπου Ἀριστόβουλε Παύλῳ ἐνθάδε,
ὡς ἂν χορεύσης ἅμα Παύλῳ ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικάνδρου τοῦ ἐν Αἰγύπτῳ.
Νίκανδρον ἐκδαίρουσιν, ὥσπερ ἀρνίον,
Χεῖρας βαλόντες οἱ μάγειροι τῆς πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγαπίου τοῦ ἐν Σκήτῃ τῆς Κολιτζοῦ τοῦ Ἁγίου Ὄρους.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς σωτηρίας τῆς Νήσου Λευκάδος ἐκ τοῦ σεισμοῦ τοῦ 1938.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ζωῆς κατεφρόνησας, τῆς ἐπικήρου τῶν ἐν αὐτῇ τερπνῶν, ὡς φθαρτῶν Νεομάρτυς, μόνα τὰ ἄνω ἐπιποθήσας σοφέ, τὰ εἰς αἰῶνα αἰώνων μὴ λήγοντα· ὧν νῦν τυχὼν Μναουήλ, μέμνησο πάντων ἡμῶν.
Προσήχθης πανένδοξε· διὸ καὶ παρέστης πρὸ τῶν τυράννων κριτός, ἐν ἑκάστῃ τριττήν τε, τῶν παραστάσεων, ἐποιήσω τρανῶς, ὁμολογίαν τοῦ θείου ὀνόματος, τὴν ἐναντίαν σοφῶς ἵνα ἐκτρίψῃς αὐτῇ.
Τὸ πλάνης ἐπισφράγισμα, τῆς ἀντιθέου ὁ δυσσεβὴς ἐπὶ σέ, κατιδὼν Νεομάρτυς, καὶ κατ’ αὐτοῦ σε ὑπὲρ πατρώας τρανῶς, πίστεως μάκαρ, διακηρυττόμενον, καρατομίαν εὐθύς, κατέγνω σου Μανουήλ.
Τριαδικόν.
νοῦς ὁ ἀγέννητος, Πατὴρ καὶ Λόγος ὁ γεννηθείς ἐξ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἀκαταλήπτως ἐκπορευτὸν πεφυκός, Θεὲ Μονάρχα τρισήλιε, ψάλλω σοι∙ Εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Δόξαν Θεῷ ἀνέπεμψας, τοῦ τυράννου ὡς ἤκουσας, σοῦ κατεγνωκότος διὰ ξίφους θαάντον, φαιδρῷ ἐν προσώπῳ τε, ἧς τρέχων μάκαρ ἐπὶ σφαγήν, ὥσπερ ἐπὶ γάμον Μανουὴλ κεκλημένος, καὶ χαίρων τὸν αὐχένα, διεξέτεινας Μάρτυς, πρὸ τὴν καρατομίαν, ὑπὲρ τοῦ πάντων Κτίστου.
Οἷόν τις πάνθηρ ἄγριος, κατασχών σε ὁ δήμιος, ξιφήρης παρῆλθεν ἐν τῷ μέσῳ θέλων σε, πτοῆσαι Νεομάρτυς, ἀλλ’ ἀντιπέπονθεν ὁ δεινός· καὶ τὸ ξίφος ῥίψας τρέμων ὅλος ἀπῆλθεν, ἐν σοὶ θαυματουργοῦντα, τὸν Θεὸν δὲ μὴ φέρων, ὡμότατά σε ἄλλος, προβάτου δίκην σφάττει.
Τεθνάναι μάκαρ ἔδοξας, τοῖς ἀθέοις καὶ ἄφροσι, καὶ ἡ ἀφ’ ἡμῶν πρὸς οὐρανὸν πορεία σου, λελόγισται κάκωσις, σὺ δ’ ἐν εἰρήνῃ Χριστῷ συζῇς, καὶ συμβασιλεύεις, Μανουὴλ μετὰ δόξης· βραχέων γὰρ ἀγώνων, μέγα κλέος ἠλλάξω, καὶ ἡ ἐλπίς σου ὄντως, ἀθανασίας πλήρης.
Θεοτοκίον.
πὸ τὴν Σὴν Θεόνυμφε, θείαν σκέπην κατέφυγον· Σύ μοι προστασία ἐν τῷ βίῳ φάνηθι, Σύ μοι θαλαττεύοντι, πάρεσο Κόρη καὶ ἐν ὁδῷ, Σὺ ἀντιλαβοῦ οἴκτειρον σῶσον Παρθένε, καὶ ῥῦσαι καταδίκης, ἧς πρὸς δίκης τυγχάνω, ὑπόδικος ὁ τάλας, ἁγνὴ τῆς ἐν γεέννῃ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Δεινὴν μανίαν πνέων ὁ δυσσεβής, τῇ στεῤῥᾷ σου ἀθλήσει Νεομάρτυς, ὡς ἐλεγχθείς, Μανουὴλ σὺν πλάνῃ τῇ ἑαυτοῦ, πιστῶν πληθὺν συντρέχουσαν, ἐπὶ σοὶ μὴ φέρων τε καθορᾶν, σὺν γῇ τε καὶ τοῖς λύθροις, ἁλὸς παραπεμφθῆναι, βυθῷ ὡρίσατο τὸ σκῆνός σου.
Πορφύραν ἐξ αἱμάτων σου τῶν σεπτῶν, Μανουὴλ Νεομάρτυς ἐφοίνιξας, καὶ νῦν λαμπρῶς, περιβεβλημένος ὡς βασιλεύς, καὶ ἱερεὺς παρίστααι, τῇ θείᾳ Τριάδι προσαγαγών, σαυτὸν ὡς ἱερεῖον, καὶ θεῖον ὥσπερ θῦμα, καὶ ὁλοκαύτωμα εὐπρόσδεκτον.
Ἃς ἵνα παιδευθῶμεν διὰ πολλάς, ἁμαρτίας ἐπήγαγεν κάκωσιν, ὁ Ποιητής, ἐφ’ ἡμᾶς μεγίστην ὦ Μανουήλ, τρισμάκαρ παραμύθησον, καὶ τὸν τῆς δειλίας βαρὺν ζυγόν, ἢ κούφισον ἢ ἆρον, ταῖς θείαις σου πρεσβείαις, ἵνα σε πόθῳ μεγαλύνωμεν.
Θεοτοκίον.
Παντάναξ πλαστουργέτα τῆς ὁρατῆς, ἀοράτου τε ἁπάσης κτίσεως, ὁ κραταιός, τῆς εἰρήνης ἄρχων Θεὸς ἡμῶν, λῦσον τὰ μηχανήματα, σύντριψον τὸ θράσος τῶν ἀσεβῶν, τῶν καθοπλιζομένων, πάντοθεν τοῖς Σοῖς δούλοις, ταῖς ἱκεσίαις τοῖς τεκούσης Σε.

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ὡς φίλον γνήσιον Χριστοῦ, κοινωνόν τε θανάτου, καὶ παθημάτων ἔνδοξε, τῶν αὐτοῦ γεγονότα, ὑμνολογοῦμέν σε πίστει, ἐν ᾠδαῖς καὶ ᾄσμασι, καὶ πρὸς Αὐτόν σε μεσίτην, Νεομάρτυς Μανουήλ, προβαλλόμεθα πιστῶς, καὶ πανευπρόσδεκτον πρέσβυν.
Θεοτοκίον.













Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ τῇ τοῦ βίου εὐθύτητι δοξάσας, τὸν Κτίστην καὶ Κύριον, καὶ αὖθις ὕστερον, μαρτυρικοῖς ἀγωνίσμασιν, ὑπερδοξάσας, καὶ μακαρίῳ τέλει δι’ αἵματος, ὁ θεῖος Νεομάρτυς, ὁ ἔνδοξος Μανουήλ, νῦν εὐφημείσθω μοι ᾄσμασι, καὶ ὑμνῳδίαις, ὡς στρατιώτης Χριστοῦ στεῤῥότατος, στεφανίτης τε οἷα πανάριστος, καὶ λαμρπότατος Μάρτυς, ἀληθῶς τῆς θείας πίστεως.

Πίστιν τὴν θείαν ἣν πρώην ἐξηρνήσω, Μανουὴλ ἀνέλαβες, καὶ ἀνεκήρυξας, πρὸ τῶν τυράννων τρανώτατα, καὶ ταύτης μάκαρ, ὑπερηγώνισαι μέχρις αἵματος, νῦν κατεργασθείσης δέ, ἡ ἀπὸ ταύτης ἐλπίς, σοὶ Νεομάρτυς μεμένηκεν· ἣν ὅτε λήψ{γ, τὸ τῶν ἀγώνων τέλειον ἔπαθλον, ἀπολαβεῖς τε καὶ μενεῖ σοι, ἡ πρὸς Θεὸν τοῦ λοιποῦ, καὶ πρὸς ἅπασαν, τὴν πληθὺν τῶν Ἁγίων, ἀκραιφνὴς ἀγάπη ἔνδοξε.

Τὴν ἐκδημίαν σὺν Παύλῳ Ἀθλοφόρε, τὴν ἀπὸ τοῦ σώματος, ὡς ἐνδημίαν ποθῶν, ἐν τῷ Χριστῷ καὶ τὸν θάνατον, ὡς οἰκειοῦντα, σε τῷ Κυρίῳ χαίρων ἀνέκραξες· τὸν ἄνετον βίον μέν, εἶναί σοι κάκωσιν, ἡγεῖσθαι δὲ τὴν ἀνάλυσιν, τὴν ἐκ τοῦ κόσμου, τρυφὴν μεγίστην τε καὶ εὐφρόσυνον· καὶ τούτου μάκαρ διὰ ξίφους τυχών, εἵης ὄντως τοῦ πόθου Νεομάρτυς, τῷ Θεῷ μετὰ δόξης, Μανουὴλ συμπαριστάμενος.

Εἰ μικρὸν ὄντως καὶ ἔλαττον τῆς δόξης, καὶ τῆς κληρωθείσης σοι, ἀξίας ἄνωθεν, ἐν οὐρανῷ Θεοδόξαστε, τὸ παρ’ἐμοῦ σοι, Μανουὴλ Μάρτυς τοῦτο ἐφύμνιον· ἀλλ’ εὐμενῶς πρόσδεξαι, ὡς χριστομίμητος, ποθῶν αὐτοῦ καθηψάμην γάρ, καὶ τῇ συνάρσει, τῇ σῇ χάριτι ἐκτετέλεσται· σὸν τοίνυν ἔργον σοῦ τε δώρημα, ἐν Χριστῷ Ὃν ἱκέτευε, ὑπὲρ τῆς σωτηρίας, τῶν πιστῶς ὑμνολογούντων σε.

Δόξα. Ἦχος πλ. δ΄.
Νεομάρτυς Μανουήλ, προσθήκην σε ἱερὰν ἐδέξατο ἐν οὐρανοῖς, ἡ τῶν ἱερωνύμων Μαρτύρων χορεία, καὶ ἡ τῶν ὑπὲρ Χριστοῦ παθόντων ὁμήγυρις. χαίροις διὸ σὺν αὐτοῖς ἀνεκλαλήτως, καὶ συμπρεσβεύοις ὑπὲρ πάντων ἡμῶν, τῷ Θεῷ ἐκτενῶς, λυτρωθῆναι τῶν ἐπικειμένων κινδύνων, καὶ τῶν μελλόντων ἐκεῖ τῆς κολάσεως.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις ἀξιάγαστε Μανουήλ καλλονὴ Μαρτύρων καὶ ἀγλάϊσμα Ἀθλητῶν, πᾶσι τοῖς Ἁγίοις, χαρᾷ ἀνεκλαλήτῳ, ἐν οὐρανῷ τρισμάκαρ, συναγαλλόμενος.
Ὅπου ὁ χειμάῤῥους ῥεῖ τῆς τρυφῆς, ὅπου ἦχος μάκαρ, ἑορτάζοντος Μανοτυήλ, ὅπου πᾶσα λύπη, ἄπεσι καὶ ὀδύνη, ἐκεῖ σου θεῖε Μάρτυς, τὸ ἐνδιαίτημα.
Στόμα ἐμφραγήτω τὸ καθ’ ὑμῶν, τῶν θείων Μαρτύρων, κινοῦν χείλη τὰ δολερά, τῶν πίστει δὲ μάκαρ, ὑμᾶς ἀνευφημούντων, τὸ στόμα πλατυνθείη, πρὸς θείαν αἴνεσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου