Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 25. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΜΑΡΚΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ




ΑΠΡΙΛΙΟΣ ΚΕ

ΜΑΡΚΟΣ ΕΥΑΓΓΕΛΙΣΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ Προσόμοια τοῦ Ἀποστόλου. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες· Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τὸν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον.

 

Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε.

 

Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα.

 

Ἕτερα Προσόμοια Ἦχος ὁ αὐτὸς. Πανεύφημοι Μάρτυρες

Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάῤῥουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι.

 

Μᾶρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρώην μέν, ἐν τῇ θαλάσσῃ ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμει τοῦ αὐτοῖς μετὰ σώματος, ἐπιδημήσαντος, καὶ τὰ τούτων χειροποίητα, καθελόντος, ὑψηλῷ βραχίονι.

 

Μᾶρκε πανίερε φωτί, ὁμιλῶν τοῦ Πνεύματος, πνευματικὸς ὅλος γέγονας, καὶ νῦν πανόλβιε, ταῖς πρὸς τὸν Δεσπότην, ἀνενδότοις νεύσεσι, καὶ μακαριωτάταις ἐλλάμψεσιν, θέσει θεούμενος, μυστηρίου τὸ κεφάλαιον, καὶ τὸ τέλος, εὗρες τὸ πολύευκτον.

 

Δόξα... Ἦχος πλ. α'

Τὸν τῆς Μαρίας υἱὸν καὶ ἀνεψιὸν Βαρνάβα, τὸν ὁμόψυχον Πέτρου καὶ Παύλου συνοδίτην, Μᾶρκον τὸν πανένδοξον Εὐαγγελιστὴν δεῦτε χριστώνυμοι τιμήσωμεν, καὶ γὰρ ἱδρῶτας ἀποστολικοὺς ἐξέχεεν ὁ μακάριος, μετεγκεντρίζων ἀπὸ τῆς πλάνης τῶν εἰδώλων, εἰς τὴν καλλιέλαιον τοῦ Χριστοῦ τοὺς ἡμῶν Πατέρας, ὅθεν ὡς ἀντιμίσθιον τοῦ κόπου αὐτοῦ δῶμεν, τὴν ὀρθοδοξίαν τῆς πίστεως καὶ τὴν ἐν πράξεσιν σωφροσύνην, ὅπως συμμέτοχοι γενώμεθα τῆς τῶν Οὐρανῶν Βασιλείας, ἣν διὰ τούτου ἀκριβῶς ἐμάθομεν.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς

 

Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. 1, 3-9)

Ἀδελφοί, εὐλογητὸς ὁ Θεός καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. Ἐν ᾧ ἀγαλλιάσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστὶ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρέθῃ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπάτε· εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιάσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

 

Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. 1, 13-19)

Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίας, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

 

Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. 2, 11-24)

Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντες φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα, ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. Πάντες τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὗ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τὶς λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ’ εἶ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ. Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.

 

Λιτή. Ἦχος α΄.

Τῆς πρὸς τὸν θεῖον Βαρνάβαν συγγενείας ὁ βαθμὸς ἐπετάθη, Μᾶρκε Εὐαγγελιστὰ καὶ Ἀπόστολε, διὰ τῆς ἐν Χριστῷ εὐαγγελικῆς συμπορείας. Τούτῳ γὰρ καὶ τῷ Παύλῳ ἠκολουθήσας, ὑπηρετῶν εὐπειθῶς ταῖς χρείαις, ὡς διάκονος ὁμόψυχος καὶ πιστός. Μαθητευθεὶς δὲ τὸν τρόπον τοῦ κηρύγματος, ἰσοφαὴς φωστὴρ ἀναδέδειξαι. Διὸ μὴ παύσῃ καταποτίζων τὴν Ἐκκλησίαν σαῖς εὐχαῖς, πρὸς τὸν Φιλάνθρωπον Κύριον.

 

Ἦχος β΄.

Λεοντίως βρυχήσας θεῖε Μᾶρκε Ἀπόστολε, ὡς κνώδαλα ἐπτόησας τὰ εἰδωλικὰ σεβάσματα, τὴν οἰκουμένην εὐαγγελισάμενος, καὶ ἐστερέωσας τὴν πίστιν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις τῶν νεοφύτων, ὡς γεωργὸς θεοφορούμενος. Διὸ πρέσβευε Εὐαγγελιστὰ παμμακάριστε, ὑπὲρ ἡμῶν πρὸς τὸν Φιλάνθρωπον Κύριον.

 

 

Ἦχος γ΄.

Τὴν οἰκουμένην ἐλευθερώσας τῆς εἰδωλικῆς ματαιότητος, κατενέωσας ταύτην σοφῶς, Εὐαγγελίου τῷ φωτὶ Μᾶρκε Ἀπόστολε. Καὶ κόσμον διελθὼν ἅπαντα ὡς χριστόφωτος κομήτης, πανταχοῦ τὴν δύναμιν τοῦ Κυρίου τοῖς θαύμασιν ἐφανέρους. Διὸ καὶ ἐξ ἡμῶν δέχου τὸν εὐγνώμονα τοῦτον ὕμνον, ὡς ἀντίδωρον τῆς πατρώας εὐσεβείας, δι’ ἧς ἐν ἀφθαρσίᾳ παρὰ σοῦ ἀρχαιόθεν, Εὐαγγελιστὰ ἐπλουτίσθημεν.

 

Ἦχος δ΄.

Τοῦ Πέτρου κατὰ χάριν υἱοθετικὴν γενόμενος ἐπιστήθιος, τούτου καὶ ὁμότροπος ἀνεδείχθης Μᾶρκε θεῖε Ἀπόστολε, ἐμπλησθεὶς γὰρ ἐν τῇ Σιὼν τοῦ θείου νεύματος, ἐκεῖθεν ἐξώρμησας ὡς φωτόμορφος γίγας, τοῦ ἡλίου Χριστοῦ κομίζων τὸ ἀειφεγγὲς καὶ σωτήριον κήρυγμα. Καὶ μετὰ Βαρνάβα ἀγωνισάμενος, πολὺν καὶ ἄριστον ἔσχες τὸν σωτήριον καρπόν. Τοῖς γὰρ ἐπακολουθοῦσί σοι σημείοις καὶ θαύμασι δοξαζόμενος, πλείονας ἡλίευες μυστικῶς εἰς τὸ Εὐαγγέλιον. Διὸ ἐν Παραδείσῳ νῦν αὐλιζόμενος, πρέσβευε ὡς φιλότεκνος ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

Δόξα. Ἦχος πλ. β΄.

Σοῦ ἐξεχύθη χάρις ἐν χείλεσι Μᾶρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας διδάσκων τὰ λογικά πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοοῦσιον ἐν μιᾷ Θεότητι.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχ. α. Πανεύφημοι Μάρτυρες

Μᾶρκε θεόσοφε σοφοῦ, γραμματέως κάλαμος, καὶ ὀξυγράφου γεγένησαι, Χριστοῦ τὴν σάρκωσιν, θεοπνεύστως γράφων, καὶ τρανῶς φθεγγόμενος, ζωῆς ἀτελευτήτου τὰ ῥήματα, ἐν ᾗ δυσώπησον, ἐγγραφῆναι τοὺς ὑμνοῦντάς σε, καὶ τιμῶντας, τὴν ἔνδοξον μνήμην σου.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Μᾶρκε Πανεύφημε Χριστόν, εὐαγγελιζόμενος, τὴν οἰκουμένην διέδραμες, καθάπερ ἥλιος, ἀφανίζων πᾶσαν, ταῖς αὐγαῖς τῆς πίστεως, τὴν τῆς πολυθεΐας σκοτόμαιναν, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Μᾶρκε Ἀπόστολε ἐν οἷς, τὸ πρὶν ἐπλεόνασε, τῆς ἀσεβείας ἡ ἄνοια, αὐτὸς ἐκήρυξας, Αἰγυπτίων σκότος, φωτισμῷ τῶν λόγων σου, διώκων θεοκήρυξ πανόλβιε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ'

Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμοῖς καὶ ὑμνῳδίαις, Μᾶρκον πάντες εὐφημήσωμεν. Οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος γ'

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸ φῶς τὸ τοῦ Χριστοῦ, εἰς τὸν κόσμον κομίσας, εἰδώλων σκοτεινῶν, ἀπεδίωξας πλάνην, καὶ Πνεύματι ὡδήγησας, πρὸς ἀλήθειαν σώζουσαν, Μᾶρκε ἔνδοξε, ἡμῶν ἀρχαίους προγόνους· ὅθεν δέχου νῦν, εὐχαριστίας καὶ αἴνους, ὡς δόσιν εὐγνώμονα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Βαρνάβα σύμψυχος, Μᾶρκε Ἀπόστολε, ὡς συγγενὴς αὐτοῦ, ἐν πᾶσι γέγονας, τὸ Εὐαγγέλιον Χριστοῦ, κηρύττων ἐν τοῖς ἔθνεσι, θαύμασι πιστούμενος, εὐσεβείας ἀλήθειαν, νόσους ἐξιώμενος, καὶ διώκων τοὺς δαίμονας· διό σε τῶν πιστῶν αἱ χορεῖαι, ᾠδαῖς καὶ ὕμνοις ἑορτάζουσι.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀποστόλων γενόμενος κοινωνός, οἰκουμένην διῆλθες εὐεργετῶν, ὦ Μᾶρκε θεόσοφε, ἁλιεύων τοῖς λόγοις σου, καὶ πρὸς σωτηρίαν ἑλκύων πιστεύοντας, συνεργόν σου ἔχων, τὴν Χάριν τοῦ Πνεύματος· ὅθεν ἐν Κυρίῳ, τέκνα σὰ γεγονότες, τιμῶμεν τὴν μνήμην σου, καὶ πρεσβείας αἰτούμεθα, ὅπως εὕρωμεν ἔλεος, ἐν ὥρᾳ ἐτασμοῦ τῇ φρικτῇ, καὶ φανῶμεν ἄξιοι τῆς κλήσεως, σὺν χοροῖς τῶν Ἁγίων, Δεσπότην δοξάζοντες.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Οἱ ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, κατὰ Μᾶρκον, κεφ. ΙΔ΄, 46-53

Ἀνάστασιν Χριστοῦ θεασάμενοι.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τῇ ἀποστολικῇ σου ῥάβδῳ Μᾶρκε θεῖε Εὐαγγελιστά, στήριξον τὴν ἐν Χριστῷ κληρουχίαν, ἣν ἱδρῶσί σου τὸ πάλαι θεολογῶν ἐπότισας. Καὶ ἀποτίναξον τῶν ψυχῶν ἡμῶν τὴν κόνιν τῶν προλήψεων τῆς ἁμαρτίας, ὅπως χαίροντες γεραίρομεν, τὴν χαρμόσυνον μνήμην σου.

 

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου β΄.

Ὁ α’ Κανών.

ᾨδὴ α' Ἦχος α' Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Μᾶρκον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται.

Σοῦ τὸν θεηγόρον φωτισμῷ, καταλαμπρύνας Σωτὴρ τῷ τῆς χάριτος, κόσμῳ ἐξαπέστειλας, Λόγε Θεοῦ τῶν ἀγαθῶν ὡς αἴτιος, σοῦ τὴν παρουσίαν, ἡμῖν εὐαγγελιζόμενον.

Πέτρῳ τῷ σοφῷ μαθητευθείς, καὶ τὴν ἐκείνου πλουτήσας υἱότητα, Μᾶρκε παναοίδιμε, μυσταγωγὸς ἐδείχθης μυστηρίων Χριστοῦ, καὶ συγκληρονόμος, αὐτοῦ τῆς δόξης γεγένησαι.

Θεοτοκίον

Ὁ τοὺς Αἰγυπτίους ἐν βυθῷ, καταποντίσας, νεφέλῃ καθήμενος, οὗτος ἐπεδήμησε, παρθενικῇ, τοῖς Αἰγυπτίοις ὕστερον, καὶ διὰ τοῦ Μάρκου, αὐτοὺς τῆς πλάνης ἐῤῥύσατο.

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Ὦ Μᾶρκε, τήνδε τὴν δέησίν μου δέχου. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Ὡς ἥλιος μέγας ἀνατολαῖς, τοῦ Εὐαγγελίου, καταυγάζεις πᾶσαν τὴν γῆν· διὸ τοῦ νοός μου θεῖε Μάρκε, τὸν σκοτασμὸν δυσωπῶ σε ἀπέλασον.

Μακρύνας καρδίαν φθοροποιῶν, παθῶν οἰκειώθης, τῷ καλέσαντί σε Χριστῷ· Ὃν νῦν ἐκδυσώπει θεῖε Μᾶρκε, ἀπὸ πλανήσεως ῥυσθῆναί με.

Ἀγῶνας καὶ πάλας τοῦ πονηροῦ, καὶ τὰς μεθοδείας, τὰς ἐκείνου καὶ μηχανάς, Μᾶρκε ἀβλαβῶς με διαβαίνειν, ἐκδυσωπῶν τὸν Σωτῆρα ἐνίσχυσον.

Θεοτοκίον

Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, τῶν ἐπεμβαινόντων, ἀφειδῶς μοι διὰ παντός, Παρθένε Μαρία ἐκδυσώπει, τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἱκετεύω Σε.

 

ᾨδὴ γ'. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

Σὲ τὴν ἐνυπόστατον Χριστέ, σοφίαν ἀνεκήρυξε, μαρμαρυγαῖς ταῖς σαῖς αὐγαζόμενος, παντὶ τῷ κόσμῳ φανεῖσαν Δέσποτα, καὶ ζωὴν παρέχουσαν, καὶ βροτοὺς φωτίζουσαν, ὁ θεράπων σου Μᾶρκος φιλάνθρωπε.

Τὸ ῥεῖθρον δεξάμενος Χριστέ, σοφίας τὸ ἀείῤῥυτον, ὡς ποταμὸς ῥοιζῶν γῆς ἐπέκλυσε, θεογνωσίας φωτὶ τὰ πέρατα, σοῦ δεικνὺς ὑπάρχουσαν, ἀληθῆ τὴν πρόῤῥησιν, ὁ αὐτόπτης σου Μᾶρκος φιλάνθρωπε.

Τῷ Πέτρῳ ἑπόμενος σοφέ, σοφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς αὐτοῦ διετύπωσας, θεολογίας τὸ φῶς δρεψάμενος, παρ' αὐτοῦ Ἀπόστολε, καὶ Θεοῦ τὴν ἔνσαρκον, παρουσίαν μηνύσας τρανότατα.

Θεοτοκίον

Αἰγύπτου τὸ πρὶν παρθενικαῖς, ἀγκάλαις ἐποχούμενος, δαιμονικοὺς βωμοὺς σὺ κατέσεισας, καὶ ταύτῃ πάλιν τὸν Μᾶρκον ἔπεμψας, συνετίζειν ἅπαντας, τὴν σὴν ἐνανθρώπησιν, καὶ τὸ θεῖον Χριστέ μου μυστήριον.

 

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.

Κόσμον κατεφώτισας, ταῖς διδαχαῖς· διὸ δέομαι, τῆς πονηρᾶς, ῥῦσαι ἀκοσμίας, τῶν παθῶν με Ἀπόστολε.

Ἔβλυσεν ἡ γλῶσσά σου, μελισταγῆ σοφὲ δόγματα· ὅθεν βοῶ, πάσης με πικρίας, τῶν παθῶν ἐλευθέρωσον.

Τίμιος γενόμενος, ταῖς ἀρεταῖς Θεῷ ἔνδοξε, πάσης ἡμᾶς, πράξεως ἀτίμου, δυσωπῶ σε ἀπάλλαξον.

Θεοτοκίον

Ἥλιον κυήσασα, τὸν ἀγαθώτατον Κύριον, Μῆτερ ἁγνή, τῶν ἁμαρτιῶν μου, τὸ βαθὺ σκότος δίωξον.

 

Κάθισμα τοῦ Ἁγίου Ἦχος δ' Ἐπεφάνης σήμερον

Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη ἔνδοξε, τῶν διδαγμάτων σου βολαῖς, φαιδρυνομένη κραυγάζει σοι· Χαίροις Παμμάκαρ, Κυρίου Ἀπόστολε.

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

 

ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι

Εἰς πᾶσαν ὁ φθόγγος σου, τὴν γῆν ἐξελήλυθε, καὶ εἰς τὰ πέρατα σοφέ, τῆς οἰκουμένης σου τρανῶς, ῥημάτων ἡ δύναμις, δαυϊτικῶς διαπρυσίως κηρύττουσα, τὴν σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἔφανε Σωτήρ, ὡς ἀστραπὴ ὁ Ἀπόστολος, τῇ οἰκουμένῃ ὁ σοφός, τῆς ἀληθείας τὴν χαράν, εὐαγγελιζόμενος, θεολαμπεῖ φωτοχυσίᾳ πυρσούμενος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Οἱ πόδες οἱ σοὶ προφητικῶς ὡραιώθησαν· τὴν ὑπὲρ λόγον γὰρ ἡμῖν, εὐηγγελίσω προφανῶς, εἰρήνην θεόληπτε, διὰ σαρκὸς ἐμφανισθεῖσαν τοῖς πέρασιν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Θεοτοκίον

Νεφέλῃ ὁ Λόγος, παρθενικῇ ἐποχούμενος, τῶν Αἰγυπτίων τὰς βουλάς, καὶ θεομάχους λογισμούς, μωράνας διέλυσε, ταῖς διδαχαῖς τοῦ θείου Μάρκου ὡς εὔσπλαγχνος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 

Ἕτερος. Εἰσακήκοα Κύριε.

Νυσταγμοῦ ψυχοφθόρου με, καὶ ὕπνου βαθέος Μᾶρκε Ἀπόστολε, ταῖς ἀγρύπνοις ἱκεσίαις σου, ταῖς πρὸς τὸν Δεσπότην ἐλευθέρωσον.

Δεσμευθεῖσαν τοῖς πάθεσιν, λῦσον τὴν ψυχήν μου λύειν Ἀπόστολε, ἐξουσίαν καὶ δεσμεῖν εἰληφώς, παρὰ τοῦ Δεσπότου παμμακάριστε.

Εἰς τὰ βάθη τοῦ Πνεύματος, ἔνδοξε ἐγκύψας μετὰ τοῦ Πνεύματος, ἐκ τοῦ βάθους τῆς κακίας με, πονηρῶν πνευμάτων ἐλευθέρωσον.

Θεοτοκίον

Τῆς ψυχῆς μου τὰ τραύματα, ἴασαι Παρθένε τῇ μεσιτείᾳ Σου, καὶ τὸν νοῦν μου ταραττόμενον, προσβολαῖς δαιμόνων νῦν εἰρήνευσον.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει

Ἐστάλαξας γλυκασμόν, εὐσεβείας τῷ λόγῳ σου, θεῖον ὄρος πανταχόθεν ἀκτῖσι λαμπόμενον, ἐκφανθεὶς τῇ χάριτι, σαφῶς τοῦ νοητοῦ Ἡλίου, Μᾶρκε παμμάκαρ θεόληπτε.

Ἐκ τοῦ οἴκου τοῦ Κυρίου πηγὴ ἐξελήλυθας, καὶ ποτίζεις τὰς χερσώδεις καρδίας τοῖς ῥεύμασι, δαψιλῶς τοῦ Πνεύματος, καρπὸν ἀντὶ τῆς ἀκαρπίας, φέρειν διδάσκων Ἀπόστολε.

Σὺ τοῦ Πέτρου τοῦ μεγάλου, υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς, φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας, τῶν σοὶ θερμῶς προσομιλούντων, Μᾶρκε Κυρίου Ἀπόστολε.

Θεοτοκίον

Ὡς ἄνθρωπος ἐκ Παρθένου, τεχθεὶς Αἰγυπτίοις Χριστέ, ἐπεφάνης ἐκ Πατρός, ὁ ἐκλάμψας πρὸ κτίσεως, οἷς τὸν Μᾶρκον ἔχρισας, σοφῶς αὐτοὺς μυσταγωγοῦντα, θεογνωσίας μυστήρια.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ἡ θεόπνους ψυχή σου, θείων ἐπιλάμψεων δοχεῖον γέγονεν, ἀλλ’ αἰτῶ σε μάκαρ, σκοτειναῖς προσβολαῖς τοῦ ἀλάστορος, τὴν ἐμὴν καρδίαν, διὰ παντὸς ἐκτυφλουμένην, φωτισμῷ σου λαμπρῦναι Ἀπόστολε.

Νομοθέτης ἐγένου, ἐν πλαξὶ καρδιῶν τὸν καινότατον, καταγράφων νόμον, Ὃν τηρεῖν με δυνάμωσον ἄτρωτον, τῆς ψυχῆς μου Μᾶρκε, νῦν κατευθύνω τὰς πορείας, καὶ τοῦ πλάνου ἀπείργων τὰ ἔνεδρα.

Διανοίᾳ τελείᾳ, Παύλῳ θείῳ κήρυκι συμπορευόμενος, τὸν τοῦ κόσμου γῦρον, κατεφώτισας· μεθ’ οὗ νῦν πρέσβευε, κοσμικῶν σκανδάλων, καὶ πειρασμῶν καὶ ἁμαρτίας, λυτρωθῆναί με Μᾶρκε Ἀπόστολε.

Θεοτοκίον

Ἐμαυτὸν κατακρίνω, ἔργα κατακρίσεως ἔχων πρὸ κρίσεως, καὶ πιστῶς βοῶ Σοι· ἡ Θεὸν τὸν κριτὴν σωματώσασα, ἀκατάκριτόν με, ἐν τῇ τῆς Κρίσεως ἡμέρᾳ, Παναγία Παρθένε συντήρησον.

 

ᾨδὴ ς'. Ἐκύκλωσεν ἡμᾶς

Κατέβαλες ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας, Ἀπόστολον τὸν σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει σου· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Τὸν στέφανον τὸν τῆς ἐλπίδος ἔνδοξε, δι' οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν Δημιουργὸν Μᾶρκε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλασθέντα, φύσει τοῦ σώματος.

Ὁ Πέτρος σε, ὁ κορυφαῖος ἔνδοξε σαφῶς ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτην σὲ τῆς χάριτος· σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας.

Θεοτοκίον

Τὴν Αἴγυπτον, τὴν πρὶν ἐν σκότει Κύριε, Παρθένου Θεομήτορος, κατελάμπρυνας ὡς βρέφος προελθών, ταύτης θριαμβεύσας τὰ σεβάσματα, ταῖς διδαχαῖς τοῦ θεηγόρου, Μάρκου φιλάνθρωπε.

 

Ἕτερος. Τὴν δέησιν.

Ἡ πέτρα σε, ἡ τῆς πίστεως Μᾶρκε, κορυφαίων ἡ κρηπὶς θεηγόρων, ὡς μαθητήν, Αἰγυπτίοις ἐκπέμπει, καὶ παιδευτὴν καὶ διδάσκαλον ἔνθεον, φωτίζοντα τούτους πολλαῖς, διδαχαῖς καὶ θαυμάτων λαμπρότησιν.

Σταλάζων, καθάπερ ὄρος ἐφάνης, γλυκασμὸν θεομακάριστε Μᾶρκε, ὅθεν βοῶ· τῆς πικρίας με ῥῦσαι, τῶν ἀκαθάρτων παθῶν παμμακάριστε, ἡδύνων μου τὸν λογισμόν, θεωρίαις ἐνθέοις καὶ πράξεσιν.

Ἰάτρευσον, τὰ ἀνίατα πάθη, τῆς καρδίας μου Ἀπόστολε Μᾶρκε, καὶ δι’ ὁδοῦ, στενοτάτης βαδίζειν, πρὸς ἀπαθείας με πλάτος ὁδήγησον, καὶ στένωσον τοὺς ἀφειδῶς, ἐπεμβαίνοντας τῇ ἀσθενείᾳ μου.

Θεοτοκίον

Νενέκρωται, ζωηφόρῳ σου τόκῳ, ὁ νεκρώσας τοὺς γενάρχας ἀπάτῃ· ὅθεν βοῶ· τὰ νεκροῦντά με πάθη, ζωωκυῆτορ Παρθένε ἀπέλασον, καὶ ζώωσόν μου τὴν ψυχήν, νεκρωθεῖσαν πολλαῖς παραβάσεσιν.

 

 

Κοντάκιον Ἦχος β'. Τὰ ἄνω ζητῶν

Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Ὁ Οἶκος

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους, ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Συναξάριον

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

ᾨδὴ ζ'. Σὲ νοητήν, Θεοτόκε

Ταῖς θεϊκαῖς, ἀστραπαῖς πυρούμενος, ἀντανακλάσεις μυστικῶς, ἀντιπέμπεις αὐγοειδεῖς, Μᾶρκε παμμακάριστε· Λόγον γὰρ ἐκήρυξας, σεσαρκωμένον τὸν ἄσαρκον, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Θεουργικαῖς, Παντουργὲ δυνάμεσι, τὸν θεηγόρον Μαθητήν, καθοπλίσας θαυματουργόν, τοῦτον ἀπετέλεσας· νόσους γὰρ ἀπήλασε, καὶ μαλακίας ἰάσατο, τὸν αἰνετόν σε κηρύττων, Θεὸν καὶ ὑπερένδοξον.

Τῶν Μαθητῶν, τοῦ χοροῦ τὸν ἔξαρχον, καθηγεμόνα ἐσχηκώς, θεῖον Πέτρον ἐκμιμητής, τούτου ἀναδέδειξαι· ἅπαν γὰρ ἐῤῥύθμισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν κηρύττων ἔνδοξε.

Θεοτοκίον

Στήλην αὐτός, ἐν Αἰγύπτῳ ἔστησας, Εὐαγγελίου σου γραφήν, τῷ τεχθέντι ἄνευ σπορᾶς, ἐκ τῆς Θεομήτορος, ῥήσεσιν ἑπόμενος, τοῦ Ἡσαΐου πανεύφημε, τὸν αἰνετόν καταγγέλλων, Θεὸν τὸν ὑπερένδοξον.

 

Ἕτερος. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Μίαν θεότητα κηρύττων, χαρακτῆρσιν ἐν τρισὶ γνωριζομένην, πολυθέου τὴν γῆν, πλάνης ἀπελυτρώσω, Μᾶρκε Χριστοῦ Ἀπόστολε, ὁδηγὲ τῶν πλανωμένων.

Ὄμβροις κατήρδευσας δογμάτων, τὴν ὑφήλιον· διό σε ἱκετεύω, τῶν κακῶν μου σοφέ, ἀπόπλυνον τοὺς ὄμβρους, καὶ μυστικαῖς ἀρδείαις σου, καρποφόρον δεῖξον Μᾶρκε.

Ὕλην ἐνέπρησας τῆς πλάνης, διδαγμάτων σου πυρὶ Χριστοῦ αὐτόπτα· τῶν παθῶν μου διό, κατάφλεξον τὴν ὕλην, καὶ ἐσβεσμένον ἄναψον, τῆς καρδίας μου τὸν λύχνον.

Θεοτοκίον

Δός μοι βοήθειαν Παρθένε, ὁδηγοῦσάν με πρὸς τρίβους μετανοίας, προσβολαῖς τοῦ ἐχθροῦ, καὶ πάσαις μεθοδείαις, διὰ παντὸς τρεπόμενον, πρὸς ἀτόπους ἐνθυμήσεις.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η'. Ἐν καμίνῳ Παῖδες

Τὸν τεχθέντα Λόγον ἐκ Πατρός, πρὸ πάντων τῶν αἰώνων, τὴν φύσιν τὴν τῶν ἀνθρώπων, ἐνδυσάμενον Χριστόν, ἐκήρυξας ἔνδοξε, καὶ ἐβόας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν διδόντα λύτρον ἑαυτόν, ἡμῶν τῆς ἁμαρτίας, καὶ πάθει τοὺς πεπτωκότας, ἀναστήσαντα Χριστόν, ἐδόξασας ἔνδοξε, καὶ ἐβόας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῇ τοῦ Πέτρου Μᾶρκε πειθαρχῶν, σοφὲ διδασκαλία, πανσόφως διὰ γραμμάτων, ἀνετύπωσας πιστοῖς, σεπτὸν Εὐαγγέλιον, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἡ Παρθένος τὸν Ἐμμανουήλ, βαστάζουσα ὡς βρέφος, ἐπέστη τοῖς Αἰγυπτίοις, οἷς ὡς ἔκλαμπρος ἀστήρ, ὁ Μᾶρκος ἀπέσταλται, ἀνακράζων· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Ἐν ἀμελείᾳ πάντοτε, διεξάγων τὸν βίον μου, τὸν ἀγαθοδότην προσοργίζων Κύριον· διό σε Ἀπόστολε, ὡς ἀγαθὸν προστάτην μου, νῦν καθικετεύω τῇ θερμῇ σου πρεσβείᾳ, μετάνοιάν μοι δίδου, κατανύξει τελείᾳ, ἐκπλύνουσάν με πάσης, κηλῖδος ἁμαρτίας.

Χειμαζομένην πάντοτε, ἐπηρείαις τοῦ ὄφεως, Μᾶρκε θεηγόρε τὴν ἐμὴν διάνοιαν, πρὸς ὅρμον σωτήριον, τῆς ἀπαθείας ἴθυνον, κύματα κακίας ἐκφυγοῦσαν τελείως, καὶ σῶσόν με βοῶντα· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὅτε τῷ θείῳ βήματι, παραστήσομαι κρίνεσθαι, λόγον ἀποδώσω ὧν ἐν βίῳ ἥμαρτον· προστάτην σε εὕροιμι, τῶν ἀναγκῶν ῥυόμενον, καὶ τοῖς δεξιοῖς με ἀριθμοῦντα προβάτοις, Ἀπόστολε Κυρίου, ὁ προστρέχων τῇ σκέπῃ, τῇ σῇ ἐν πεποιθήσει, καὶ πόθῳ σε γεραίρων.

Θεοτοκίον

Ὑπεραγία Δέσποινα, ὑπεράγιον τέξασα, Κύριον τῆς δόξης ἐκτενῶς ἱκέτευε, κατακυριεύοντος, καὶ ἀναιδῶς πειράζοντος, πλάνου καὶ ἐχθροῦ πάντας ἡμᾶς λυτρωθῆναι, τοὺς πίστει μελῳδοῦντας· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς λοχείας σου

Φθάσας τὴν πηγὴν τὴν ἄφθαστον, τῆς τρισηλίου θεοφάντορ ἐλλάμψεως, καθαρώτερον, κατατρυφᾷς καὶ τρανότερον, τῆς θεώσεως της ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συγχορεύων, ἀκαταπαύστως ἱερώτατε.

Πέτρου κοινωνὸς γενόμενος, διδασκαλίας καὶ τοῦ θείου κηρύγματος, τὰ οὐράνια, περιπολεύεις σκηνώματα, σὺν αὐτῷ θεοῤῥῆμον μακάριε, μεθ' οὗ καὶ συμπρεσβεύεις, ὑπὲρ ἡμῶν Μᾶρκε Ἀπόστολε.

Φάος τὸ τρισσῶς ἑνούμενον, μοναδικῶς τε πάλιν ξένως τρισσούμενον, ἀνεκήρυξας, πανευσεβῶς Μᾶρκε πάνσοφε, φωτιζόμενος αἴγλῃ τῆς χάριτος· διὸ σε δυσωποῦμεν· Ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε

Θεοτοκίον

Μᾶρκος ὁ σεπτός, Ἀπόστολος, τοῖς Αἰγυπτίοις Ἱεράρχης δεδώρηται, οἷς ὡς νήπιος, σωματωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου ἁγνῆς Θεομήτορος, ὁ Κύριος τῆς δόξης, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

 

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Ἰσχύϊ νευρωθεῖσά σου ἡ ψυχή, τοῦ ἁγίου μακάριε Πνεύματος, πᾶσαν ἰσχύν, ὤλεσεν ἀνίσχυρον τοῦ ἐχθροῦ, οὗ τῆς κακίας ῥῦσαί με, πάντοτε φυλάττων με ἀβλαβῆ, καὶ πρόθυμον πρὸς πᾶσαν, ἁγίαν ἐργασίαν, ἀποτελῶν τῇ μεσιτείᾳ σου.

Ὦ Μᾶρκε Ἀποστόλων ἡ καλλονή, ἀρετῶν καλλοναῖς με καλλώπισον, καὶ ταῖς ἐν σοί, θείαις ὡραιότησι τὴν ἐμήν, καρδίαν καθωράϊσον, ὅπως μετὰ πάντων τῶν ἐκλεκτῶν, Θεῷ εὐαρεστήσας, τῆς ἄνω Βασιλείας, ἀξιωθῶ πίστει γεραίρων σε.

Συνόμιλος Ἀγγέλων ἀποφανθείς, Ἀποστόλων ἐδείχθης συγκάθεδρος, περιλαβών, τῷ Εὐαγγελίῳ πᾶσαν τὴν γῆν, ὡς ἀετὸς ὑπόπτερος· ὅθεν δυσωπῶ σε Μᾶρκε σοφέ, βαρούμενον τὸν νοῦν μου, πολλαῖς φιληδονίαις, τῆς ἀπαθείας πτεροῖς κούφισον.

Ἡ δίκη ἐπὶ θύραις ἡ φοβερά· ταπεινή μου ψυχὴ διανάστηθι, ἔργα φωτός, πράττουσα καὶ βόησον τῷ Χριστῷ, ταῖς ἱεραῖς δεήσεσιν, Μάρκου τοῦ σοφοῦ Εὐαγγελιστοῦ· οἰκτείρησόν με σῶσον, καὶ τῆς αἰωνιζούσης, λύτρωσαι τότε κατακρίσεως.

Θεοτοκίον

Φιλίας με δολίας καὶ βλαβερᾶς, τῆς πρὸς σάρκα Παρθένε διάζευξον, ὅπως Θεῷ, πάντοτε τὰ φίλα ἐπιτελῶν, πᾶσαν κακίαν φύγοιμι, πάσης τε κακίας ἐκμακρυνθῶ, ὑμνῶν Σου ἀενάως, τὴν θείαν προστασίαν, δι’ ἧς πιστοὶ πάντες σωζόμεθα.

 

 

 

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε

Σὺ τὴν υἱότητα Πέτρου, τοῦ Ἀποστόλου πλουτήσας, τοῖς Αἰγυπτίοις ἐντεῦθεν, διατυποῖς πρῶτος πάντων, τὸ Εὐαγγέλιον Μᾶρκε, δι' οὗ τὸν κόσμον φωτίζεις.

Καὶ τῆς Ἑορτῆς

 

Αἶνοι. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Αἰγύπτου φωστὴρ ὁ φαεινός, Μᾶρκος ὁ πανάριστος, κήρυξ τοῦ Λόγου ὁ πάνσοφος, Εὐαγγελίου τε, συγγραφεὺς ὁ θεῖος, εὐφημείσθω ᾄσμασι, καὶ θείοις παρ' ἡμῶν μελῳδήμασι· Χριστῷ πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Δογμάτων τῶν θείων συγγραφεύς, τοῦ Χριστοῦ γενόμενος, πᾶσαν τὴν γῆν κατεφώτισας, αὐτοῦ τὴν σάρκωσιν, καὶ τὰ θεῖα πάθη, τὴν σεπτὴν ἀνάστασιν, καὶ τὴν πρός τὸν Πατέρα ἀνάβασιν, κηρύξας πάνσοφε, καὶ τὰ ἔθνη πρὸς ἐπίγνωσιν, ἀληθείας, ἑλκύσας Ἀπόστολε.

 

Τοῦ Πέτρου τοῦ θείου ὀπαδός, εὐπειθὴς γενόμενος, Μᾶρκε Κυρίου Ἀπόστολε, ταῖς τούτου πάνσοφε, διδαχαῖς πειθήσας, τοῦ Ἁγίου Πνεύματος, τῇ χάριτι λαοὺς κατεφώτισας, τῶν Αἰγυπτίων τε, καταυγάσας τὴν διάνοιαν, καὶ τὴν πόλιν αὐτῶν κατεκόσμησας.

 

Τοῦ Παύλου συνέκδημος ὀφθεὶς καὶ Βαρνάβα Ἅγιε, πᾶσαν τὴν κτίσιν ἐφώτισας, τούτοις ἑπόμενος, καὶ τὸ φῶς Κυρίου, νουνεχῶς κατέσπειρας, διό σε θεῖε Μᾶρκε δοξάζομεν, παρακαλοῦντές σε· Ἐκκλησίαν διαφύλαττε, ἱκετεύων Χριστὸν τὸν φιλάνθρωπον.

 

Δόξα... Ἦχος πλ. α'

Ὡς τοῦ φωτὸς τοῦ Θεοῦ Λόγος υἱὸς καὶ ὑπηρέτης, τὴν σινδόνα τῆς ἀρχαίας πλάνης ἀπὸ τοῦ κόσμου ἀπέβαλες, ἀποστολικῶς καὶ σὺ πορευθείς, σὺν Παύλῳ καὶ Βαρνάβᾳ τοὺς χριστομύσταις. Τοῖς δὲ σημείοις συνεργούμενος θαυμαστῶς, θέμεθλος ἄσειστος γέγονας τῆς ἀληθοῦς πίστεως, πολλοὺς πρὸς τὴν σωτηρίαν ἀγαγών. Διὸ Μᾶρκε Εὐαγγελιστὰ καὶ Ἀπόστολε θεῖε, ἔπαρον τὰς χριστογράφους χεῖράς σου καὶ αὖθις, καὶ ἐγχάραξον ἐν ταῖς ψυχαῖς ἡμῶν ἀνεξαλείπτως, τὸ Εὐαγγέλιον τῆς Χάριτος, ἵνα πρεσβείαις σου τύχωμεν τοῦ θείου ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

                                           Καὶ νῦν... Τῆς Ἑορτῆς

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς συγγραφεὺς Εὐαγγελίου τοῦ θείου, πλουσίαν χάριν οὐρανόθεν ἐδέξω, ἀρήγειν τοῖς τιμῶσί σε καὶ σκέπειν ἀεί, τοὺς ὡς θεοκίνητον, σὲ ὑμνοῦντας γραφίδας, τοῦ Χριστοῦ τὴν δύναμιν, δι’ ἀπείρων θαυμάτων, ἐνεργουμένην πᾶσι τοῖς βροτοῖς, θεόφρον Μᾶρκε, σαφῶς καταγράψασαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐαγγελιστοῦ Μάρκου, λιτὰς αἰτοῦμαι. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Εὐΐλατον Κύριον καὶ Θεόν, ἱκέτευε Μᾶρκε, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τιμώντων σου μνήμην τὴν ἁγίαν, πνευματοκίνητε θεῖε Ἀπόστολε.

Υἱὲ τῆς Μαρίας τῆς εὐσεβοῦς, Βαρνάβα τοῦ πάνυ, αὐταδέλφης υἱοὺς φωτός, ἀνάδειξον Μᾶρκε τοῦ ἀστέκτου, ἡμᾶς τοὺς πίστει καὶ πόθῳ ὑμνοῦντάς σε.

πόστολε Μᾶρκε θεοειδές, Βαρνάβα καὶ Παύλου, συνοδῖτα καὶ συνεργέ, ὁ Κύπρον σαφῶς περιοδεύσας, πρὸς σωτηρίας ἡμᾶς τρίβους ἴθυνον.

Θεοτοκίον.

Γινώσκοντες πάντες Σὲ ἀρωγόν, ταχεῖαν Παρθένε, ἀντιλήπτορα βοηθόν, καὶ ῥῦστην ἐκ πάσης βίου ζάλης, τῇ πανευσθενεῖ Σου προσπίπτομεν χάριτι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Γραμματεὺς χρηματίσας τῆς τοῦ Χριστοῦ πίστεως, Μᾶρκε κορυφῆς Ἀποστόλων, Πέτρου παρέδωκας, ἡμῖν τὰς θείας ἀρχάς, τοῖς σὲ τιμῶσιν εὐσχήμως, καὶ τῇ ἀντιλήψει σου, σπεύδουσι πάντοτε.

κκλησίας κοσμῆτορ καὶ συγγραφεῦ ἔνθεε, τοῦ Εὐαγγελίου τοῦ θείου, Μᾶρκε τὸν Κύριον, μὴ διαλίπῃς ἀεί, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν ἀνευφημούντων σε, ὡς βάθρον πίστεως.

Λυτρωθῆναι μανίας τοῦ βδελυροῦ ὄφεως, καὶ αὐτοῦ δεινῆς κακουργίας, Μᾶρκε τοὺς σπεύδοντας, τῇ σῇ θερμῇ ἀρωγῇ, Χριστὸν ἀπαύστως δυσώπει, Οὗ τὸ θεῖον ὄνομα, κόσμῳ ἐκήρυξας.

Θεοτοκίον.

ησοῦ παναγάθου Μῆτερ ἁγνὴ πρόσδεξαι, τὰς ἱκετηρίους δεήσεις, τῶν προστρεχόντων Σοι, καὶ τῶν πταισμάτων ἡμῶν, ἐξαίτει ἄφεσιν πάντων, ὡς Θεογεννήτριαν, τῶν εὐφημούντων Σε.

Διάσωσον, πνευματοκίνητε Μᾶρκε τοὺς σὲ ὑμνοῦντας, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Οἰκεῖε Χριστοῦ καὶ συνεργὲ ἀκάματε, Αὐτοῦ μαθητῶν, τὸ θεῖον Εὐαγγέλιον, ὁ συγγράψας δώρησαι τοῖς ἱκέταις σου, ἄμφω ὑγείαν τοῖς σὲ τιμῶσιν, ὕμνοις μελιχροῖς ἑκάστοτε, Μᾶρκε πνευματέμφορε.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Σῶν γραφῶν τοῖς πυρσεύμασι, Μᾶρκε ὁ φωτίσας τοῦ κόσμου πέρατα, φώτισόν μου τὴν σκοτόμαιναν, τὴν ζοφώδη βίου τοῦ ἀνόμου μου.

Τὸν σεπτὸν χριστοκήρυκα, τῆς Ἀλεξανδρείας καὶ ἀρχιποίμενα, Μᾶρκον ὕμνοις μεγαλύνοντες, τὰς αὐτοῦ θερμὰς λιτὰς αἰτούμεθα.

τοῦ Παύλου συνέκδημος, ἐν δεσμοῖς ἀπάλλαξον τοὺς ἱκέτας σου, τῶν δεσμῶν φιλαμαρτήμονος, βίου Μᾶρκε πάνσοφε Ἀπόστολε.

Θεοτοκίον.

περόπτας ἀνάδειξον, σχέσεων προσύλων τοὺς Σὲ γεραίροντας, Θεοτόκε ἀειπάρθενε, καὶ προσδεχομένους τὴν Σὴν εὔνοιαν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Μᾶρκε θεαυγές, σὺν τῷ θείῳ κατὰ σάρκα σου, τῷ Βαρνάβᾳ ὁ κηρύξας τὸν Χριστόν, ἐν τῇ Κύπρῳ δίδαξόν με τὰ σωτήρια.

νθος μυριστόν, Ἐκκλησίας Μᾶρκε πάντιμε, εὐωδίασον ἡμῶν τὴν βιοτήν, ἀμωμήτοις λογισμοῖς καὶ θείαις πράξεσι.

Θεοτοκίον.

Κόπασον παθῶν, ζοφερῶν ἡμῶν τὸν τάραχον, Θεοτόκε καὶ πρὸς ὅρμον γαληνόν, ἀπαθείας τοὺς οἰκέτας Σου ὁδήγησον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

ἄοκνος, τοῦ Χριστοῦ Ἀπόστολος, Εὐαγγέλιον Αὐτοῦ ὁ κηρύξας, ἐν τῇ Αἰγύπτῳ καὶ Ἀλεξανδρείας ἀρχιερεύς, Μᾶρκε πρῶτος γενόμενος, μὴ διαλίπῃς τὸν Θεόν, ἱκετεύων ὑπὲρ τοῦ ποιμνίου σου.

μνοῦμέν σε, μαθητὴν τὸν τίμιον, τῆς τριάδος Πέτρου Παύλου Βαρνάβα, τῶν κορυφαίων Χριστοῦ Ἀποστόλων, καὶ ὑφηλίου κηρύκων κραυγάζοντες· γενοῦ ἡμῖν καταφυγή, ἐν ἀνάγκαις τοῖς σὲ μακαρίζουσι.

Λοιμώττοντας, ἀνιάτως πρόσφυγας, τοὺς σοὺς νόσου ἀποκάθαρον τάχος, ὡς ἰατρόν, τῶν ψυχῶν καὶ σωμάτων, τοὺς σὲ γεραίροντας Μᾶρκε Ἀπόστολε, Εὐαγγελίου ἱεροῦ, τοῦ Χριστοῦ συγγραφεῦ ἐνθεώτατε.

Θεοτοκίον.

θύντειρα, τῶν πιστῶν πρὸς θέωσιν, Παναγία Θεοτόκε Παρθένε, τῆς μετανοίας ὑπάνοιξον πύλας, τοῖς Σοῖς οἰκέταις καὶ δεῖξον σωτήριον, ἡμῖν ὁδὸν τοῖς ἐν χορῷ, μεγαλύνουσι Σὲ Θεονύμφευτε.

Διάσωσον, πνευματοκίνητε Μᾶρκε τοὺς σὲ ὑμνοῦντας, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Εὐαγγελίου σου Μᾶρκε πυρσεύμασι, Χριστοῦ θαυμάτων κηρύττοντος ἄβυσσον, σκεδάζεις ἡμῶν τὴν ἀσθένειαν, καὶ εὐφροσύνην παρέχεις καὶ δύναμιν, αὐτὸ ἀναγνῶσαι τοῖς σπεύδουσι

 

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι΄, 16-21):

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμη τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτοῖς νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μᾶρκε ἀξιάγαστε, τοῦ θείου Πνεύματος σκεῦος, διαυγὲς ὁμόζηλε, Ἀποστόλων πίστεως καὶ ἐπίσκοπε, πρῶτε τῆς πόλεως, τῆς Ἀλεξανδρείας, ὁ τὸν λέοντα ὡς σύμβολον ἔχων περίδοξον, τοῦ Εὐαγγελίου τοῦ θείου σου, τοὺς πόθῳ προσιόντας σοι, καὶ ἐξαιτουμένους σὴν προστασίαν, τῶν θηρῶν παγίδων, ἐξάρπασον ταχὺ τῶν νοητῶν, καὶ βασιλεῦσαι ἀξίωσον, πάντας σὺν τῷ Κτίσαντι.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τοὺς καρποὺς σωτηρίας γεωργεῖν τὸν ἱκέτην τὸν σὸν ἐνίσχυσον, ὡς ἂν τῆς ἁμαρτίας, ἐκφύγω τὴν ἀπάτην, καὶ χαρᾶς τῆς ἀτέρμονος, ἐπαπολαύσω λιταῖς, ταῖς σαῖς θεόφρον Μᾶρκε

ποστόλων οἰκεῖος ἐκ νεότητος Μᾶρκε ὀφθεὶς ἐζήλωσας, αὐτοῖς διακονῆσαι, καὶ τοῦ Χριστοῦ συγγράψαι, τὸ σεπτὸν Εὐαγγέλιον, οὗ καὶ ἡμᾶς τὰς ἀρχάς, ἀξίωσον τηρῆσαι.

Σὸν ἱμάτιον Μᾶρκε ὁ λιπὼν προδοσίας ἐν ὥρᾳ Κτίσαντος, Γεθσημανῇ ἐν κήπῳ, Αὐτοῦ ἵνα οἰκεῖος, μὴ γνωσθῇς καταξίωσον, ἄχρι θανάτου Χριστόν, ὁμολογεῖν με χαίρων.

Θεοτοκίον.

πειρόγαμε Κόρη ἐν χερσί Σου ὡς βρέφος Χριστὸν βαστάσασα, Ὃν ἔτεκες ἀφράστως, χειρῶν με τοῦ βελίαρ, τοῦ παγκάκου ἀπάλλαξον, ἐν ἀνομίας βυθῷ, ποθοῦντος φεῦ μὲ πνίξαι

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

μνῶν σε Μᾶρκε, ὡς συγγραφέαν θεόπνουν, καὶ ποιμένα τῆς Ἀλεξανδρείας, πρῶτον ἐξαιτοῦμαι, τὰς πρὸς Θεὸν εὐχάς σου.

Τροφήν μοι πέμψον, ὑψόθεν Μᾶρκε ἀγήρω, βιοτῆς τὸν ὡς θεῖον τιμῶντα, χριστωνύμων πάντων, τῷ ὄντι τροφοδότην.

ἐκ τῆς Κύπρου, καταγωγὴν ἕλκων Μᾶρκε, ἕλκυσόν με πρὸς πόλιν τὴν ἄνω, ἵνα σὺν Ἀγγέλοις, Χριστὸν ἀεὶ δοξάζω.

Θεοτοκίον.

ψίστου θρόνε, περικλεὲς Θεοτόκε, ἀρετῆς θρόνους ποίησον πάντων, τῶν πιστῶν καρδίας, τῶν Σὲ μεγαλυνόντων.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μὴ διαλίπῃς Μᾶρκε, Ἀποστόλων γέρας, ἑνὶ ἑκάστῳ παρέχειν ἑκάστοτε, ἄμφω ὑγείαν ῥώμην ἰσχὺν καὶ δύναμιν.

γγέλων συμπολῖτα, Μᾶρκε θεολόγων, ἡ μεγαλόφωνος σάλπιγξ προσάγαγε, ἡμῶν αἰτήσεις Κυρίῳ τῷ παντοκράτορι.

χνηλατεῖν τὰς τρίβους, τῶν θεοκηρύκων, ἡμᾶς σεπτῶν Ἀποστόλων ἀξίωσον, ὧν ἠκολούθησας Μᾶρκε, ὁδοῖς γηθόμενος.

Θεοτοκίον.

Χαρᾶς μου τὴν καρδίαν, πλῆσον Θεοτόκε, τοῦ θείου Μάρκου πρεσβείαις καὶ δίωξον, ὁμίχλην ζοφώδη πασῶν μου θλίψεων.

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ὁ Ἀπόστολος τοῦ Χριστοῦ, πνευματοκινήτως, Εὐαγγέλιον ἱερόν, ὁ συγγράψας Μᾶρκε, πρὸς κόσμου σωτηρίαν, καὶ ἄνοδον πρὸς δόμους, ἀϊδιότητος.

Χαίρει σε τιμῶσα πανευλαβῶς, νῆσος τῶν Κυπρίων, ὡς συνέκδημον συνεργόν, καὶ πνευματοφόρον, ἀνεψιὸν Βαρνάβα, δοχεῖον Παρακλήτου, Μᾶρκε πανεύφημε.

Κλέϊσμα τοῦ θρόνου καὶ ἀπαρχή, τῆς Ἀλεξανδρείας, Μᾶρκε ὄνομα τοῦ Χριστοῦ, ἐν Νειλώᾳ χώρᾳ, ἐκήρυξας πανσόφως, καὶ ἔμψυχον ἀγέλη, ταύτης ἐποίμανας.

Πέτρου κορυφαίου σεπτὸς υἱός, ὤφθης κατὰ πνεῦμα, ὡς ἐκεῖνος ὁμολογεῖ, Μᾶρκε θεοφόρε, Εὐαγγελίου θείου, γραφεῦ καὶ Ἀποστόλων, πάντων ὁμόσκηνε.

Μὴ ἐλλίπῃς Μᾶρκε ἐκδυσωπῶν, τὸν Δεσπότην πάντων, καταπέμψαι ἡμῖν ταχύ, ἄφεσιν πταισμάτων, καὶ σωτηρίους δόσεις, τοῖς σὲ ὑμνολογοῦσιν, ὡς συμπαθέστατος.

Μᾶρκε Ἀποστόλων ἡ καλλονή, θείου σου Βαρνάβα, ἠκολούθησας ταῖς ὁδοῖς, καὶ αὐτοῦ τὸ σκῆνος, κηδεῦσαι ἠξιώθης, πανευλαβῶς ἐν Κύπρῳ, τῇ νῦν τιμώσῃ σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Μᾶρκε, Ἀποστόλων συνεργέ, Πέτρου καὶ Βαρνάβα καὶ Παύλου, ὁ τὸ θεόπνευστον, γράψας Εὐαγγέλιον ἡμῶν τὴν δέησιν, τῶν τιμώντων σε πρόσδεξαι, καὶ ῥῦσαι θανάτου, τοῦ διαιωνίζοντος τοὺς εὐφημοῦντάς σε, ὥσπερ θείου Πνεύματος λύραν, τὴν πιστοὺς ἡδύνουσαν πάντας, θαύματα Χριστοῦ ἀναγιγνώσκοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

2 σχόλια:

  1. Εὐχαριστῶ πολύ τόν ποιητή τῆς ἀκολουθίας, ἀλλά καί ἐσᾶς, πού τήν ἐδημοσιεύσατε. Χριστός Ἀνέστη.

    ΑπάντησηΔιαγραφή