Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 14. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΘΕΡΑΠΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΣ ΙΔ΄!!
ΘΕΡΑΠΩΝ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἐν τῇ τοῦ ἔαρος ὥρᾳ λαμπρῶς ἐξέλαμψεν, ἡ σὴ ἁγία μνήμη, Ἱεράρχα Θεράπον, τοῖς ἄνθεσιν ἀγώνων σου τῶν σεπτῶν, τοὺς πιστοὺς κατευφραίνουσα· ἣν ἐκτελοῦντες δοξάζομεν τὸν Χριστόν, τὸν πλουσίως σε δοξάσαντα.

Τοῖς ἱεροῖς σου ἀγῶσι συνεσταυρώθης Χριστῷ, καὶ τοῖς Αὐτοῦ μετέσχες, Ἀναστάσεως ὄντως, εὐκλείας τῆς ἀῤῥήτου ἐν οὐρανοῖς, κοινωνήσας λαμπρότατα, Ἱερομάρτυς Θεράπον θαυματουργέ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

Τῶν ἀρετῶν σου τῷ φέγγει πιστοὺς κατηύγασας, ὡς Ἱεράρχης θεῖος, θεηγόρε Θεράπον, καὶ ἄθλοις μαρτυρίου τῶν δυσσεβῶν, τὴν ἀπάτην κατήσχυνας· ὅθεν ἀξίως ἐδέξω παρὰ Χριστοῦ, τῶν θαυμάτων τὴν ἐνέργειαν.

Τοὺς τῷ ἁγίῳ ναῷ σου πιστῶς προστρέχοντας, καὶ τὴν σεπτήν σου μνήμην, χαρμοσύνως τελοῦντας, δεινῶν πειρατηρίων καὶ πειρασμῶν, πολυτρόπων διάσωζε, Ἱερομάρτυς Θεράπον θαυματουργέ, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Δόξα. Ἦχος α΄
Τῇ θεοφιλεῖ ζωῇ σου, τοῦ Παρακλήτου ἡ ἔλλαμψις, τῶν Ἀποστόλων ὁμότροπον, ἀληθῶς σε ἀνέδειξε, Θεράπον θεσπέσιε· ὅθεν ἀμέμπτως διέπρεψας, ἐν εὐσεβείᾳ καὶ χρηστότητι, ὡς Ἱεράρχης θεοειδής, καὶ ποιμὴν ἀληθινός, τύπον σαὐτὸν παραστήσας, τῶν ἔργων τῆς χάριτος, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ· ὑπὲρ ἧς καὶ νομίμως ἀθλήσας, οἰκείοις πόνοις στηρίζεις, τῶν πιστῶν τὴν διάνοιαν, καὶ πρεσβεύεις Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε, Ἱερομάρτυς ἀξιάγαστε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔργοις πνευματικοῖς, περιφανῶς ἐμπρέπων, Θεράπον Ἱεράρχα, ὑπὲρ Χριστοῦ προθύμως, τὸ αἷμά σου ἐξέχεας.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Λόγῳ σου ἱερῷ, ὡς τοῦ Κυρίου μύστης, ἐξήγειρας, ὢ θαῦμα! Τὸ τεθνηκὸς παιδίον, μεγάλως θαυμαζόμενος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ὅτε τὴν μυστικήν, ἐτέλεις λειτουργίαν, τότε καθάπερ θῦμα, σφαγιασθεὶς προσήχθης, Θεῷ Θεράπον Ὅσιε.

Δόξα. Τριαδικόν .
Ἕνα Σε τοῦ παντός, ἐκήρυξε Σεσπότην, Τρισήλιε Θεότης, ὁ ἱερὸς Θεράπον, καὶ ἤθλησε στεῤῥότατα.

Καὶ νῦν. Θεοτοκίον.
Ἔχαιρες τὴν χαράν, τὴν ὑπὲρ νοῦν Παρθένε, ὅτε ἐξαναστάντα, κατεῖδες ἐκ τοῦ τάφου, τὸν Σὸν Υἱὸν καὶ Κύριον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ὡς ἐν λυχνίᾳ ἐτέθης παρὰ Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τὰ λογικὰ αὐτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπον τοῦ Χριστοῦ ἱερουργέ. Διὰ τοῦτο συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος· δόξα τῷ δεδωκότι σοι ἰσχύν, τὸν δρόμον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Δόξα. Ὅμοιον.
Φερωνύμως θεράπων τοῦ Θεοῦ γνησιώτατος, καὶ θαυματουργὸς ἀνεδείχθης, Ἱεράρχα μακάριε, καὶ ἤθλησας στεῤῥῶς ὑπὲρ Χριστοῦ, Θεράπον ἱερέων καλλονή· διὰ τοῦτο τῶν θαυμάτων τὰς δωρεάς, παρέχεις τοῖς βοῶσί σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὥσπερ ἄστρον πολύφωτον, τοῦ Χριστοῦ τῆς ἐγέρσεως, τὸ φῶς ἐπιφέρουσα κόσμῳ ἔλαμψεν, ἡ πανσεβάσμιος μνήμη σου, Θεράπον μακάριε, Ἱεράρχα τοῦ Χριστοῦ, καὶ Μαρτύρων ὁμότροπε· ἣν γεραίροντες, ἀνυμνοῦμεν τοὺς θείους σου ἀγῶνας, καὶ θαυμάτων σου τὴν χάριν, ἣν ἐφαπλοῖς τοῖς τιμῶσί σε.

Ἐκ νεότητος Ἅγιε, τῷ Χριστῷ ἠκολούθησας, τοῖς Αὐτοῦ προστάγμασι ῥυθμιζόμενος, καὶ ἀρετῶν τελειότητι, δοχεῖον πολύτιμον, οὐρανίων δωρεῶν, ἐχρημάτισας Ἅγιε· διὰ τοῦτό σε, ὁ Θεὸς ἀληθῆ ἀρχιερέα, καὶ πιστοῦ λαοῦ ποιμένα, Πάτερ Θεράπον καθίστησι.

Καὶ Σιὼν ἡ περίπτυστος, τῆς δοθείσης σοι χάριτος, δαψιλῶς ἐτρύφησεν ἱερώτατε· ἐν ταύτῃ ξένα γὰρ θαύματα, Θεράπον ἐτέλεσας· καὶ ἐν Κύπρῳ γεγονώς, θεοφρόνως ἐποίμανας, θείῳ λόγῳ σου, τὴν ἐν ταύτῃ ἁγίαν Ἐκκλησίαν, ὑπὲρ ἧς καὶ ἐναθλήσας, ὤφθης τῷ κόσμῳ περίβλεπτος.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον λαμπρῶς ἀνέτειλεν, ὡς φαεινὸς ἑωσφόρος, ἡ τοῦ Ἱερομάρτυρος Θεράποντος μνήμη, νοηταῖς ἀκτῖσι, τοὺς πιστοὺς καταλάμπουσα. Δεῦτε οὖν, ἐν τῷ ναῷ αὐτοῦ συνελθόντες, πνευματικῶς πανηγυρίσωμεν, καὶ τῷ φωτὶ τῶν θαυμα΄των αὐτοῦ σημειούμενοι, ᾀσματικῶς βοήσωμεν· χαίροις, ὁ τὴν φερώνυμον κλῆσιν, βεβαιώσας τοῖς πράγμασι, καὶ θεράπων Θεοῦ, ἀναδειχθεὶς ἀληθέστατος· χαίροις, Ἀρχιερέων ὑποτύπωσις, καὶ Μαρτύρων ἐφάμιλλε, ἀθλητικῇ ἐνστάσει· χαίροις, θαυμάτων πηγὴ πολυχεύμων, καὶ τῶν εὐσεβῶν προστάτης θερμότατος· ὑπὲρ ὧν ἱκέτευε, τὸν ἐκ τάφου ἀνατείλαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, Ἱερομάρτυς ἀξιάγαστε.

Καὶ νῦν...Τῆς Ἑορτῆς








Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Εὐφραίνετο πάλαι, ἡ βασιλὶς τῶν πόλεων, τὸ ἱερόν σου σκήνωμα, ὠς θησαυρὸν κατέχουσα, Ἱερομάρτυς Θεράπον. Νῦν δὲ ἡμεῖς, πνευματικῶς σκιρτῶμεν, τὸν σὸν ἄγιον ναόν, ὠς ἁγίασμα ἔνθεον, καὶ ἱλαστήριον πλουτοῦντες· ἐν αὐτῷ γὰρ προσερχόμενοι, πᾶσαν δόσιν ἀγαθὴν λαμβάνομεν, καὶ ψυχῶν σωτηρίαν καρπούμεθα, καὶ σωμάτων ἰάσεις ἀφθόνους. Πᾶσι γὰρ παρέχεις, τὰς δωρεὰς τῆς προστασίας σου, καὶ πάντας προτρέπεις κραυγάζειν· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Τῶν ἀρετῶν τὴν αὔλακα τέμνων, τοὺς καρποὺς τοῦ Πνεύματος πλουσίως ἐξήνεγκας, Ἱερομάρτυς πανθαύμαστε· ἀνατεθεὶς γὰρ τῷ Θεῷ, ὁλοσχερῶς ἀπὸ παιδός, ἔργῳ καὶ λόγῳ αὐτὸν ἐθεράπευσας, καὶ τὴν θείαν διπλοΐδα, ἀξίως ἐκληρώσω, ὡς πλήρης θείας ἐλλάμψεως. Καὶ Ἱεράρχης ὅσιος γενόμενος, ἐν σοφίᾳ ἀληθεῖ, καὶ εὐσεβείᾳ καὶ θαύμασιν, ἀποστολικῶς διέπρεψας. Καὶ τῷ οἰκείῳ αἵματι, τῆς ἀληθείας σφραγίσας τὸν λόγον, μαρτυρικῶς Χριστῷ ἐξεδήμησας. ᾯ πρέσβευε δεόμεθα, θαυματουργὲ Πάτερ Θεράπον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ποιμαντικοῖς ἐκλάμπων προτερήμασιν, ὡς Θεοῦ Θεράπων γνήσιος, ἀθλητικοὺς ἀγῶνας διήνυσας, Ἱεράρχα Θεράπον ἔνδοξε. Τὴν γὰρ λαχοῦσάν σοι ποίμνην, εὐαγγελικῶς διεξάγων, ὑπὲρ τῆς τοῦ Σωτῆρος εἰκόνα, ποικίλοις πόνοις ὡμίλησας, ἀνενδότῳ φρονήματι. Καὶ ὑπὲρ τῆς ἀληθείας διωχθείς, Δεσποτικοῦ μακαρισμοῦ ἠξίωσαι, καὶ τῶν θαυμάτων τὴν χάριν, πλουσίως ἔλαβες παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Τὸν Ἱεράρχην Κυρίου, καὶ Μάρτυρα περίδοξον, Θεράποντα τὸν μέγαν, ὡς ἐν θαύμασι περιβόητον, καὶ ἐν προστασίαις θερμότατον, μελῳδικοῖς ἐπαίνοις εὐφημήσωμεν. Ἱεραρχικῶς γὰρ Χριστῷ εὐαρεστῶν, πολιτείᾳ ἀμέμπτῳ, καὶ δογμάτων ὀρθότητι, χερσὶν ἀνόμων ἐσφαγιάσθη, ἐν τῷ θύειν τὸν ἀμνὸν τοῦ Θεοῦ, τυθεὶς ὑπὲρ Αὐτοῦ προθύμως, ὡς τῆς Ἐκκλησίας προστάτης, καὶ εὐσεβείας ὑφηγητής. Αὐτῷ πιστοὶ βοήσωμεν· Ἱερομάρτυς θεόσοφε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, παρασχεῖν ἡμῖν πταισμάτων ἄφεσιν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.




Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, ὁ φερωνύμως Θεόν, ταῖς θεαρέστοις θεραπεύσας σου πράξεσι, Θεράπον θαυματοφόρε, ἀρχιερέων λαμπτήρ, καὶ τῶν Ἀθλοφόρων ἰσοστάσιε· ἐντεῦθεν πεπλήρωσαι, οὐρανίου ἐλλάμψεως, καὶ πᾶσιν ὤφθης, Ἱεράρχης θεόληπτος, καὶ αἰδέσιμος, ὡς πραΰς καὶ ἀκέραιος, βίου γὰρ καθαρότητα, καὶ τρόπων χρηστότητα, καὶ δωρεὰς ψυχοτρόφους, πᾶσι προτέθεικας Ἅγιε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Χαίροις, ἀρχιερεῦ τοῦ Χριστοῦ, τοῦ Παρακλήτου φωταυγὲς ἐνδιαίτημα, Μαρτύρων ἡ εὐκοσμία, ὁ τῶν πιστῶν στηριγμός, τῶν θαυμάτων ῥεῖθρον ἀνεξάντλητον, Θεράπον μακάριε, Ἀποστόλων ὁμόζηλε, ὁ κατ’ ἐκείνους, θαυμαστὰ ἐργασάμενος, καὶ τῷ λόγῳ σου, ἀναστήσας τὸν κείμενον, μύστης θεοειδέστατος, σεπτῶν ἐπιδόσεων, ὁ ἐν τῷ θύειν Κυρίῳ, τυθεὶς ἀρνίον ὡς ἄκακον. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ τῶν Κυπρίων ποιμήν, πεποικιλμένος μαρτυρίου τοῖς στίγμασι, Θεράπον Ἱερομάρυς, ὡς ἐναθλήσας καλῶς, καὶ καταπαλαίσας τὸν ἀλάστορα· ἐντεῦθεν τὸ σκῆνός σου, δοξασθὲν θείῳ Πνεύματι, τῇ Βυζαντίδι, ὥσπερ δῶρον πολύτιμον, Πάτερ δέδωκας, ἀοράτῳ κελεύσει σου· ὅθεν τὴν θείαν μνήμην σου, φαιδρῶς ἑορτάζομεν, ἐν τῷ πανσέπτῳ ναῷ σου, πιστῶς προστρέχοντες σήμερον, καὶ χάριν πλουσίαν, ἐκ τῆς θείας σου εἰκόνος, ἀεὶ λαμβάνομεν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν λαμπρῶν ἀγώνων σου, τὰς ἀρετὰς τίς διηγήσεται, Ἱερομάρτυς ἀξιάγαστε; Ποικίλως γὰρ διέπρεψας, ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, ὡς ἱεράρχης θεόσοφος, καὶ ἀθλητὴς ἐννομώτατος, καὶ ἐν ἀμφοτέροις δόκιμος φανείς, τὸν ἀμαράντινον ἀνεδήσω στέφανον, Θεράπον θαυματουργέ. Καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ὡς ἐν λυχνίᾳ ἐτέθης παρὰ Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τὰ λογικὰ αὐτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπον τοῦ Χριστοῦ ἱερουργέ. Διὰ τοῦτο συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος· δόξα τῷ δεδωκότι σοι ἰσχύν, τὸν δρόμον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Δόξα. Ὅμοιον.
Φερωνύμως θεράπων τοῦ Θεοῦ γνησιώτατος, καὶ θαυματουργὸς ἀνεδείχθης, Ἱεράρχα μακάριε, καὶ ἤθλησας στεῤῥῶς ὑπὲρ Χριστοῦ, Θεράπον ἱερέων καλλονή· διὰ τοῦτο τῶν θαυμάτων τὰς δωρεάς, παρέχεις τοῖς βοῶσί σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, τῇ τοῦ ἔαρος ὥρᾳ, ἀνέτειλεν ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀκτῖσι τῆς ἐγέρσεως, τοῦ Σωτῆρος ἐκλάμπουσα, ἣν γεραίροντες, Ἱερομάρτυς Κυρίου, ἀνυμνοῦμέν σου, τὰς εὐκλεεῖς ἀριστείας, Θεράπον μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Θεράπων γνήσιος, Θεοῦ γενόμενος, μύστης οὐράνιος, ὤφθης τῆς χάριτος, ὡς Ἱεράρχης ἱερός, Θεράπον θαυματοφόρε, βίπου γὰρ λαμπρότητι, τὸν Σωτῆρα ἐδόξασας, καὶ ψυχῆς στεῤῥότητι, τὴν ἀσέβειαν ἤσχυνας· διὸ καὶ ἐναθλήσας νομίμως, στέφανον δόξης ἐκομίσω.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Θεὸν θεραπεύων ποιμαντικῶς, ὡς τῆς δόξης τῆς ἄνω μυσταγωγός, τὸν λόγον τῆς πίστεως, θεοσόφως ἐτράνωσας, καὶ τῶν παρανομούντων, τὴν πλάνην κατήσχυνας, τῶν Ἀποστόλων Πάτερ, τῷ ζήλῳ κοσμούμενος· ὅθεν καὶ θαυμάτων, ἐνεργῶν τὰς δυνάμεις, τὸ αἷμά σου κέχυκας, δι’ ἀγάπην Κυρίου σου, ὦ Θεράπον θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱεραρχῶν κεκοσμημένος τῇ χάριτι, μαρτυρικῆς ἐπέβης εὐκληρίας, ἀθλητικῶς τελέσας τὸν βίον, Ἱερομάρτυς Θεράπον· ὅθεν ὡς εὐγνώμων δοῦλος, καὶ πιστὸς οἰκονόμος τῆς χάριτος, Δεσποτικῆς χαρᾶς ἠξίωσαι, ἀνακεκαλυμμένως ὁρῶν, τὴν δόξαν τοῦ Κυρίου. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, τοὺς χαρμοσύνως τιμῶντάς σε.


Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Θεράπων ὤφθης Θεοῦ, Θεράπον. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεοῦ τὴν λαμπρότητα, Πάτερ ὁρῶν καὶ δεχόμενος, αὐτῆς τὴν ἀπόῤῥοιαν, τὸν νοῦν μου λάμπρυνον, ταῖς πρεσβείαις σου, Θεράπον Ἱεράρχα, ὑμνοῦντος τοῦ βίου σου, τὰ θεῖα σκάμματα.
Ἐκ βρέφους ἠγάπησας, ψυχῆς ἐξ ὅλης τὸν Κύριον, καὶ τούτου τὸ θέλημα, Πάτερ ἐτέλεσας, βίῳ κρείττονι, καὶ ἀρετῶν ἰδέαις, καὶ τρόποις χρηστότητος, Θεράπον ἔνδοξε.
Ῥημάτων τοῦ Πνεύματος, καλλιεργῶν τὴν ἀκρίβειαν, ζωῆς καθαρότητα, Πάτερ ἐξήνθησας, καὶ ὑπέρτιμον, δοχεῖον ἀνεδείχθης, Θεράπον μακάριε, τῆς θείας χάριτος.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες, ἀδιαφθόρως δὲ τέτοκας, τὸν πάντων Δεσπόζοντα, δι’ εὐσπλαγχνίαν πολλήν, ἀναπλάττοντα, Ἀδὰμ τὸν συντριβέντα, Παρθένε πανάμωμε· ὅθεν ὑμνοῦμέν Σε.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ποιμὴν θεοφόρος ἀνεδέιχθης, τῇ ἄνωθεν Πάτερ ἐκλογῇ, καὶ Ἱεράρχης ὅσιος, τῆς σῆς πατρίδος Ἅγιε, ἣν καὶ σοφῶς ἐποίμανας, τῆς εὐσεβείας τοῖς δόγμασι.
Ὡς πλήρης σοφίας οὐρανίου, καὶ μύστης δογμάτων εὐσεβῶν, Εἰκονομάχων ἤλεγξας, Θεράπον τὴν ἀπόνοιαν, παρ’ ὧν πλείστας ὑπέμεινας, θλίψεις καὶ πόνους θεόσοφε.
Νυκτὶ ἐπιστάς σοι οὐρανόθεν, εἱρκτῇ κεκλεισμένῳ ζοφερᾷ, ὁ τοῦ Κυρίου Ἄγγελος, ἐκ τῶν δεσμῶν ἀπέλυσε, καὶ χαρμονῆς σε ἔπλησεν, ὡς τοῦ Θεοῦ φίλον γνήσιον.
Θεοτοκίον.
Ὡράθης Θεοῦ ἄφθορος Μήτηρ, ἀφράστως τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν τῆς κτίσεως, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, Παρθένε παναμώμητε, φθορᾶς τὸν κόσμον λυτρούμενον.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καθαρθεὶς δι’ ἀρετῆς, καὶ καθαγνίσας τὴν ψυχήν, ἱεράτευσας Θεῷ, οἷάπερ ἄγγελος ἐν γῇ, ἀρχιεράρχα Θεράπον ἡγιασμένε· ὅθεν καὶ στεῤῥός, Μάρτυς γενόμενος, ὤφθης τῶν παθῶν, Κυρίου σύμμορφος, καὶ τῆς Αὐτοῦ μετέσχες Ἀναστάσεως, τελειωθεὶς δι’ ἀθλήσεως· καὶ νῦν δυσώπει, Ἱερομάρτυς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.




ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Φωτιζόμενος τῇ αἴγλῃ ἱεράρχα τοῦ Πνεύματος, τῶν αἱρετιζόντων, λύεις τὴν ἀχλὺν ἐκ τῆς ποίμνης σου, τῷ φωτισμῷ διδαχῶν τῶν θεοπνεύστων σου· δι’ ὧν ἔλαμψας, οἷα φωστὴρ οὐρανόφωτος.
Θαῦμα μέγιστον ὡράθη τιμωροῦν τοὺς παράφρονας, πῦρ γὰρ οὐρανόθεν, Πάτερ κατελθὸν ἐνδικώτατα, τοὺς κατὰ σοῦ χεῖρα φόνιον ἐπάραντα, ἀπεξήρανε, του΄των ἐλέγχον τὸ τόλμημα.
Ἤθλησας Πάτερ ἀνδρείως, καὶ τὴν πλάνην κατήσχυνας, καὶ ἐκ τῆς σῆς ποίμνης, ὑπ’ ἀνδρῶν φρονούντων τὰ μάταια, ἐκδιωχθεὶς τὴν ἀσέβειαν ἐδίωξας, ἱερώτατε, τοῖς ἱεροῖς σου παλαίσμασι.
Θεοτοκίον.
Σωτηρίας ὤφθης πύλη τοῖς ἀνθρώποις πανάχραντε, τὸν Θεὸν τεκοῦσα, σάρκα τὴν ἡμῶν ἐνδυσάμενον, καὶ τῆς ἀρχαίας ἀρᾶς ἀπολυτρούμενον, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει Σου.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Θεράπων θερμότατος, Θεοῦ τοῦ Παντοκράτορος, πέλων ἀληθῶς Πάτερ Θεράπον, χαίρων ἐπέστης, ἐν τῇ ἁγίᾳ Σιών, ἔνθα ὁ τῶν ὅλων Βασιλεύς, καὶ Θεὸς εἰργάσατο, σωτηρίαν δι’ ἔλεος.
Ἐδόξασε Κύριος, σημείοις σε καὶ τέρασι, καὶ θαυματουργίαις παραδόξοις, Πάτερ Θεράπον ἀξιοθαύμαστε, ὡς τῶν Ἀποστόλων ζηλωτής, καὶ λαμπρὸν ὑπέρμαχον, τῶν δογμάτων τῆς πίστεως.
Ὁ λόγος σου πάνσοφε, δυνάμει θείου Πνεύματος, ἤγειρε τὸν παῖδα τὸν θανόντα, καὶ τὴν τεκοῦσαν τοῦτον ἀνέστησε, Πάτερ ἐκ θανάτου ψυχικοῦ, καὶ Χριστῷ προσήγαγε, σεσωσμένην τῇ χάριτι.
Θεοτοκίον.
Ὑψίστου παλάτιον, φωτολαμπὲς ὑπάρχουσα, κεχαριτωμένη Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου πάθεσι, κάθαρον καὶ πλήρωσον φωτός, τοῦ ἐξανατείλαντος, ἐξ ἀχράντου νηδύος Σου.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Θαυματουργῶν θείῳ Πνεύματι, τὴν νῆσον τῶν Κυπρίων κατέλαβες, καὶ ἐθεράπευσας, Σωσίαν ἅμα τῷ λόγῳ σου, καὶ τὴν αὐτοῦ γυναῖκα, δεινῶς πυρέσσουσαν.
Ἐπιφανείς σοι ὁ Κύριος, ἀστράπτων ὑπὲρ ἥλιον Ἅγιε, παιδὸς ἐν σχήματι, αἱρετικῶν τὴν ἀπόνοιαν, χιτῶνι ἐῤῥηγμένῳ, προδήλως ἤλεγξε.
Ῥημάτων θείων τῆς γλώσσης σου, καὶ τῶν ὑπερφυῶν θαυμασίων σου, καταπολαύοντες, Κυπρίων δῆμοι ποιμένα σε, ἀνέδειξαν οἰκεῖον, ὀμφῇ τῇ ἄνωθεν.
Θεοτοκίον.
Ἀνερμηνεύτως ἐκύησας, τὸν πάντων Βασιλέα καὶ Κύριον, σαρκὸς παχύτητι, δίχα τροπῆς καὶ συγχύσεως· διὸ ὑμνοῦμεν Κόρη, τὰ μεγαλεῖά Σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὤσπερ θεράπων τοῦ Θεοῦ παναληθέστατος, ἀρχιερέων ἀνεδείχθης ἐγκαλλώπισμα, ἱεράρχης θεοφόρος γεγενημένος· ἀλλ’ ὡς ἤθλησας στεῤῥῶς ὑπὲρ τῆς πίστεως, ἀναβλύζεις τῶν θαυμάτων χάριν ἄφθονον, τοῖς προστρέχουσιν, ὦ Θεράπον τῇ σκέπῃ σου.
Ὁ Οἶκος.
Ἄγγελος ἐν τῷ κόσμῳ, μετὰ σώματος ὤφθης, Θράπον Ἱεράρχα Κυρίου. Καὶ ὑπὲρ Χριστοῦ σφαγιασθείς, ὡς εὐῶδες θῦμα αὐτῷ προσήνεξαι· διό σου τὰ παλαίσματα, γεραίροντες ἀναβοῶμεν·
Χαῖρε, Θεῷ ὁ ἐκλελεγμένος·
χαῖρε, λαμπρῶς ὁ δεδοξασμένος.
Χαῖρε, τῶν Κυπρίων ποιμὴν θεοφόρητος·
χαῖρε, τοῦ Κυρίου θεράπων θερμότατος.
Χαῖρε, Ἱεράρχα ἔνδοξε, Ἀποστόλων μιμητά·
χαῖρε, Ἀθλοφόρε πάντιμε, τῶν Μαρτύρων ζηλωτά.
Χαῖρε, ὅτι θαυμάτων ἐνεργεῖς τὰς δυνάμεις·
χαῖρε, ὅτι κινδύνων τοὺς πιστοὺς ἀπαλλάττεις.
Χαῖρε, πηγὴ τῶν ἰάσεων ἄφθονος·
χαῖρε, φωστὴρ τῆς χάριτος πάμφωτος.
Χαῖρε, πιστῶν ὁ θερμῶς προστατεύων·
χαῖρε, ἀεὶ πᾶσαν χάριν παρέχων

Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος ἐπισκόπου Κύπρου
Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου,
ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ.
Δεκάτῃ γε τετάρτῆ Θεράποντος δειρὴν χαλκῷ τάμον.
Οὗτος ὁ Ἅγιος πόθεν τε ἦν, καὶ πόθεν Ὥρμητο, ἢ ἐκ τίνων ἔφυ, ἠ καθ’ οὓς ἐγένετο χρόνους, ἢ τίσι παραταξάμενος ἐνίκησεν, εὑρὼν τὸν τοῦ μαρτυρίου στέφανον, οὐκ ἔχομεν εἰπεῖν, τῶν ὑπομνημάτων αὐτοῦ συνδιαφθαρέντων τῷ χρόνῳ. Ὅτι δὲ τὸν μονήρη βίον εἵλετο, δηλοῦσιν αἱ εἰκόνες αὐτοῦ, ἐπὶ τοιαύτης ἰδέας καὶ σχήματος ἀναγράφουσαι. Καὶ ὅτι Ἐπίσκοπος κατὰ τὴν Κυπρίων γέγονε νῆσον. Καὶ ὅτι τῷ Χριστῷ προσηνέχθη δι’ αἵματος, καὶ τὸν ἀθλητικὸν ἀγῶνα διήνυσεν, ἐξ ἀρχαίας φήμης κατὰ διαδοχὴν παρειλήφαμεν, καὶ ἀγράφως παρὰ τῶν προγενεστέρων διδαχθέντες πιστεύομεν. Ἀνηνέχθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον πρὸς Κωνσταντινούπολιν, τῶν Ἀγαρηνῶν βουλευσαμένων τῇ Κυπρίων νήσῳ ἐπιτιθέσθαι, αὐτοῦ τοῦ Ἁγίου δι’ ἐπιφανείας μετατεθῆναι κελεύσαντος. Καὶ νῦν ἔνθα κεῖται, πηγὰς θαυμάτων ἀναβλύζει ἑκάστοτε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου τοῦ ἐν Χίῳ.
Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ἕλκων τὸ γένος ἀπὸ Ἀλεξανδρείας τῆς πόλεως. Στρατευόμενος δὲ τὴν τοῦ Ὀπτίωνος τάξιν ἐπεῖχε. Κατάρας δὲ ἐν Χίῳ τῇ νήσῳ μετὰ στρατιωτικῶν πλοίων, ὧν ἐναυάρχει Νουμέριος, διαβάλλεται ὑπὸ Ἰουλίου Κεντυρίωνος, ὅτι, φησί, σέβεται τὸν Κύριον καὶ τοῖς παρ’ ἡμῖν θεοῖς οὐ προσάγει σέβας. Τοῦ δὲ Ἁγίου Ἰσιδώρου διαπρυσίως ὁμολογήσαντος τὸν Χριστόν, ὁ Νουμέριος, τὸ ἀμετάθετον αὐτοῦ κατιδών, προσέταξε τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι, καὶ τὸν τοῦ μαρτυρίου οὕτω στέφανον εἴληφεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις
Tὴν τῆς κεφαλῆς ἐκτομὴν εὑρὼν σκάφος,
περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀλέξανδρος, Βάρβαρος καὶ Ἀκόλουθος, ξίφει τελειοῦνται.
Tριῶν συνάθλων ταῖς τετμημέναις κάραις,
τρία Tριὰς τίθησιν ἄξια στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καρτεγίου (Cartage) ἐπισκόπου Λίσμορ τῆς Ἰρλανδίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λεοντίου, Πατριάρχου Ἱεροσολύμων
Λεόντιόν τι ὦ Λεόντιε πνέων,
σατὰν καθεῖλες, οἷα μικρὰν ἐμπίδα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μάρκος ὁ Κρῆς, ὁ ἐν Σμύρνῃ μαρτυρήσας, ἐν ἔτει 1645, ξίφει τελειοῦται.
Ἡγεῖτο οὐδὲν Mάρκος ὁ Kρῆς τὸ ξίφος,
βλέπων ἀκλινῶς πρὸς τὸ ἐκ ξίφους στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Βούλγαρος ὁ χρυσοχόος, ἐν ἔτει 1802, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ ἐκ Κιέβου, ἐπισκόπου Νόβγκοροντ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου Τβερντίσλοβ τοῦ θαυματουργοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνδρέου, ἡγουμένου τῆς Μονῆς Ῥαφαὴλ τοῦ Τομπόλσκ, τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου ἐν Γιαροσλὰβλ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Πρᾷος γέγονας καὶ ἐλεήμων Ἅγιε καὶ συμπαθέστατος, ὡς τοῦ Χρισοτῦ μαθητής, ἰάσεις δωρούμενος, πᾶσι τοῖς κάμνουσι· διὸ ἔχαιρον, οἱ Κύπριοι τοιοῦτόν σε, ἀληθῆ σχόντες ποιμένα.
Ὅλην ἄνωθεν τοῦ Πνεύματος τὴν ἔλλαμψιν πλουτήσας Ἅγιε, ὡς καθαρὸς τὴν ψυχήν, τῷ φέγγει τῶν ἔργων σου, καὶ τῶν θαυμάτων σου, κατεπύρσευσας, Θεράπον ἱερώτατε, τῶν πιστῶς τὰς διανοίας.
Ναὸς ἔμψυχος ὑπάρχων τοῦ παντάνακτος Θεράπον ἔνδοξε, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἡνίκα τὴν ἄμωμον, θυσίαν ἔθυες, χερσὶ τέθυσαι, βαρβαρικαῖς μακάριε, ὡς ἀμνὸς τοῦ Θεοῦ Λόγου.
Θεοτοκίον.
Γῆ ἀνήροτος ὡράθης ὑπὲρ ἔννοιαν ἀναβλαστήσασα, τὸν φυτουργὸν τῆς ζωῆς, ὡς ἄνθος πανεύοσμον, ὀσμὴν σωτήριον, πᾶσι νέμοντα, εὐλογημένη Δέσποινα, τοῖς ὑμνοῦσί σου τὴν δόξαν.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἔνδον τοῦ ναοῦ Πάτερ ἐσφάγης, ὡς πάλαι ὁ Ζαχαρίας ὁ θεσπέσιος, ὑπ’ ἀνόμων Ἅγιε, οἷα θύτης ἔννομος, Χριστοῦ τοῦ Παντοκράτορος, καὶ προσενήνεξαι, Αὐτῷ, ὡς λογικὸν ἱερεῖον, καὶ σεπτὴ θυσία, Θεράπον Ἱεράρχα.
Ῥήματα ᾀσμάτων οὐρανίων, καὶ ὕμνοι ἀγγελικοὶ Πάτερ ἠκούοντο, περὶ τὸ σὸν λείψανον, τὸ σεπτὸν καὶ ἅγιον, ὃ εὐλαβῶς ἐκήδευσαν πιστῶν συστήματα, ἐξ οὗ θαυμάτων ἔῤῥει πλημμύρα, καὶ τῶν ἰαμάτων, Θεράπον θεία χάρις.
Ἄνωθεν φανεὶς λελαμπρυσμένος, ἐκέλευσας ἐνεγκεῖν Πάτερ τὸ σῶμά σου, ἐκ τῆς Κύπρου Ἅγιε, εἰς Κωνσταντινούπολιν, ἥτις αὐτὸ ἐδέξατο, ὡς δῶρον ἔνθεον, κηρύττουσα, τὴν χάριν σου πᾶσι, σοφὲ Ἱερομάρτυς, θαυματουργὲ Θεράπον.
Θεοτοκίον.
Σάρκα λογικὴν ἁγνὴ καὶ ἔμπνουν, καὶ ἐμψυχον ἐξ αἱμάτων Σου προσέλαβε, Λόγος ὁ ὑπέρθεος, ἀσυγχύτως ἄχραντε, καὶ κόσμῳ ὡς ἠθέλησεν ὤφθη δι’ ἔλεος, καὶ ἔσωσε, φθορᾶς καὶ θανάτου, τοὺς Σὲ Θεοτόκον, πιστῶς ὁμολογοῦντας.










ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἴθυνας Χριστῷ, ὁσίως τὴν ποίμνην σου λόγοις καὶ πράξεσιν, ὑπὲρ ἧς καὶ ἤθλησας, καὶ τὴν ψυχήν σου προθύμως τέθεικας, Ἱερομάρτυς ἔνδοξε, καὶ διπλοῦν στέφανον, ἐκομίσω, παρὰ τοῦ παντάνακτος, ἐπαξίως Θεράπον τῶν πόνων σου.
Μέγας ἀρωγός, πιστῶν ἐχρημάτισας, Θεράπον μέγιστε, οἷα συμπαθέστατος, πᾶσι παρέχων τὴν σὴν βοήθειαν· διὸ ἡμᾶς ἀπάλλαξον πάσης στενώσεως, καὶ παντοίων, νόσων τε καὶ θλίψεων, τοὺς τελοῦντας τὴν πάνσεπτον μνήμην σου.
Ὄντως ὡς λιμήν, ἀχείμαστος δέδεικται ὁ θεῖος οἶκός σου, ὃν πιστώς σοι ἤγειραν, οἱ σὲ ποθοῦντες Θεράπον Ἅγιε· ἐν ᾧ ἀεὶ προστρέχοντες τρικυμιῶν χαλεπῶν, τῶν τοῦ βίου, πάντοτε λυτρούμεθα, καὶ γαλήνης βαθείας πληρούμεθα.
Θεοτοκίον.
Ὕψωσας ἡμῶν, τὴν φύσιν τὴν ἔκπτωτον, πρὸς τὴν ἀείζωον, δόξαν καὶ λαμπρότητα, ἐξ ἧς τὸ πάλαι βρώσει πεπτώκαμεν, σωματικῶς κυήσασα τὸν ὑπερούσιον, Θεοτόκε, μόνη ἀειπάρθενε· τοῦτο ὑμνοῦμεν τὴν δόξαν Σου.

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.
Σαρκί σου Πάτερ τοῦ Χριστοῦ, τὸ πάθος ἐξεικόνισας, ὡς ἄκακον ἀρνίον, σφαγιασθεὶς ὑπὲρ Αὐτοῦ· διὸ καὶ τῆς ἐγέρσεως, τῆς τούτου συμμετέσχες, Θδεράπον πανεύφημε.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῇ λαμπροφόρῳ ἐγέρσει τοῦ ζωοδότου Χριστοῦ, λαμπρῶς πεποικιλμένη, ἐφαπλοῦται τῷ κόσμῳ, ἡ μνήμη σου ἡ θεία καὶ εὐκλεής, κατευφραίνουσα ἅπαντας, Ἱερομάρτυς Θεράπον θαυματουργέ, τοὺς ἐν ταύτῃ σε γεραίροντας.

Ἱεραρχίας τὴν χλαῖναν ἀμφιασάμενος, ἐποίμανας ἐνθέως, τὴν λαχοῦσάν σοι ποίμνην, θαυμάτων ἐνεργείαις εὐεργετῶν, Ἱεράρχα τοὺς πάσχοντας, καὶ τὸ σὸν αἷμα Θεράπον ὑπὲρ Χριστοῦ, προθυμότατα ἐξέχεας.

Ἱερουργῶν τὴν θυσίαν τὴν ὑπερκόσμιον, χερσὶ ταῖς μιαιφόνοις, ὡς ἀμνὸς ἀπεκτάνθης· ἐντεῦθεν τῷ Σωτῆρι ὡς προσφορά, προσηνέχθης εὐπρόσδεκτος, Ἱερομάρτυς Θεράπον θαυματουργέ, Ἐκκλησίας τὸ ἑδραίωμα.

Τοὺς εὐλαβῶς προσιόντας τῷ σῷ ἁγίῳ ναῷ, καὶ ἐκ ψυχῆς αἰτοῦντας, τὴν θερμὴν ἀρωγήν σου, φύλαττε παντοίων ἐπιβουλῶν, καὶ σκανδάλων καὶ θλίψεων, τούτοις παρέχων ὑγείαν θαυματουργέ, ψυχῆς ἅμα τε καὶ σώματος.

Δόξα. Ἦχος πλ. α΄.
Τῶν ἀρετῶν τῷ φωτί, φαιδρύνας τὸν βίον, φῶς τῷ κόσμῳ γέγονας, κατὰ τὸ τοῦ Σωτῆρος λόγιον. Τῆς γὰρ εἰκόνος Αὐτοῦ, σύμμορφος ἐδείχθης, ὡς πιστὸς θεράπων, καὶ Ἱεράρχης ὅσιος, καὶ ἐν αἵματι μαρτυρίου, τὸ πάθος Αὐτοῦ δοξάσας. ᾯ καὶ εἰς τὸ ἄνω εἰσελθὼν καταπέτασμα, ἀνακεκαλυμμένῳ προσώπῳ, τῆς αἰωνίου δόξης, κληρονόμος ἐγένου, τὰς ἀμοιβὰς τῶν πόνων δρεπόμενος. Ἀλλ’ ὦ Ἱερομάρυυς πανένδοξε, Θεράπον θαυματουργέ, τῇ ὑπερθέῳ Τριάδι πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἱερέων ἔμπνους εἰκών, Θεράπον παμμάκαρ, καὶ Μαρτύρων ὁ κοινωνός· χαίροις ὁ πηγάζων, θαυμάτων θεῖα ῥεῖθρα, σοφὲ Ἱερομάρτυς, τοῖς εὐφημοῦσί σε.






















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῷ ἁγίῳ ναῷ σου, Ἱερομάρτυς τοῦ Κυρίου Θεράπον, καὶ τὴν θερμὴν αἰτοῦντας προστασίαν σου, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ νόσου, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων· σὺ γὰρ μεγίστην χάριν πρὸς Χριστοῦ, ἔχεις παμμάκαρ, τελεῖν τὰ θαυμάσια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεράπον, δίδου μοι θεραπείαν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, Θεράπον θεόφρον, τῶν τιμώντων σε εὐλαβῶς, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ τῶν παθῶν ἀπολύτρωσιν Ἅγιε.
Ἐν νόσοις πλουτοῦντές σε ἰατρός, πιστῶς σοι βοῶμεν, Ἱεράρχα θαυματουργέ· ἴασαι ψυχῶν ἡμῶν τοὺς πόνους, καὶ τῶν σωμάτων ὀδύνας δεόμεθα.
Ῥοαῖς τῶν ἁγίων σου πρεσβειῶν, κατάσβεσον Πάτερ, τῶν παθῶν φλόγα πικράν, καὶ ὄμβρησον δρόσον εὐφροσύνης, τῇ τεθλιμμένῃ ψυχῇ μου μακάριε.
Θεοτοκίον.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ῥῦσαι ἐναγῶν με νοημάτων, καὶ τὴν ῥυπῶσαν ψυχήν μου ἁγίασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πλήρης ὢν θείας δόξης τῇ τοῦ Χριστοῦ χάριτι, πάσης ἀδοξίας Θεράπον, παθῶν θλιβόντων με, λύτρωσαι δέομαι, καὶ τὴν κατ’ ἄμφω ὑγείαν, καὶ ῥῶσιν παράσχου μοι, ὡς συμπαθέστατος.
Ὁ ναός σου ὁ θεῖος οἷα λιμὴν ἄκλυστος, πρόκειται Θεράπον τοῖς πᾶσι, ἐπιφοιτήσει σου, ᾧ προσευχόμενοι, τρικυμιῶν τῶν τοῦ βίου, τάχος ἐκλυτρούμεθα, ὑμνολογοῦντές σε.
Νοσημάτων ποικίλων καὶ συμφορῶν Ἅγιε, ὡς Ἱερομάρτυς Θεράπον, Χριστοῦ περίδοξος, ῥύου ἑκάστοτε, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ, πίστει καταφεύγοντας, καὶ εὐφημοῦντάς σε.
Θεοτοκίον.
Δυναστείας με ῥῦσαι τῆς τοῦ ἐχθροῦ ἄχραντε· δι’ ἧς καθ’ ἑκάστην ἡμέραν, τῷ νῷ μολύνομαι, καὶ μετανοίας τὸ πῦρ, ἄναψον νῦν τῇ ψυχῇ μου, ὡς ἂν τῆς λαμπρότητος, τύχω τοῦ Πλάστου μου.

Διάσωσον, Ἱερομάρτυς Θεράπον ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἀδιστάκτῳ καρδίᾳ σοι προσιόντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν κεκτήμεθά σε Ἅγιε, ἐκ πάσης ὀργῆς, ἡμᾶς ἀπολυτρούμενον· διὸ πιστῶς βοῶμέν σοι· Ἱεράρχα Θεράπον πανθαύμαστε, μὴ διαλίπῃς παρέχειν ἀεὶ ἡμῖν τὴν ταχεῖάν σου βοήθειαν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύειν ἑκάστοτε, τοὺς τετρυχωμένους δεινοῖς νοσήμασι, μὴ ἐλλείπῃς ἀξιάγαστε, πίστει προσιόντας τῇ εἰκόνι σου.
Δοξασθεὶς πολλοῖς θαύμασιν, ὡς Ἱερομάρτυς Χριστοῦ ἀήττητος, ἀναβλύζεις χάριν ἄφθονον, Ἅγιε Θεράπον τοῖς ἱκέταις σου.
Οἱ ἐν θλίψει προσπέσατε, τῇ εἰκόνι πίστει τῇ τοῦ Θεράποντος, ἵνα λάβητε τὴν ἴασιν, καὶ ἀπαλλαγῆτε πάσης μάστιγος.
Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, ἐκτενῶς δυσώπει τὸν ἐκ λαγόνων Σου, προελθόντα ὑπὲρ ἔννοιαν, ἵνα σωτηρίας πάντες τύχωμεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, καὶ προστάτης ἑτοιμότατος, τοῖς προστρέχουσι τῷ θείῳ σου ναῷ, ὡς κλεινὸς Ἱερομάρτυς ὤφθης ἅγιε.
Ὄμβρησον ἡμῖν, οὐρανόθεν ἀγαλλίασιν, τοῖς ἐν θλίψεσι καὶ πόνοις χαλεποῖς, ὦ Θεράπον καὶ εἰρήνην ἀστασίαστον.
Ἴδε συμπαθῶς, τοὺς προσπίπτοντας ἐκ πίστεως, τῇ ἁγίᾳ εἰκόνι καὶ σεπτῇ, καὶ τὴν δέησιν αὐτῶν πλήρωσον Ἅγιε.
Θεοτοκίον.
Θραῦσον τοῦ ἐχθροῦ, τὴν μανίαν καὶ τὰ βέλεμνα, τοῦ ὡς λέοντος ὁρμῶντος καθ’ ἡμῶν, Θεοτόκε ἐν εἰρήνῃ ἡμᾶς σκέπουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐξ ὕψους, Ἱερομάρτυς Κυρίου, τοὺς πελάζοντας τῷ θείῳ σου οἴκῳ, ἐν ἱλαρότητος ὄμματι βλέψον, καὶ τὰς φωνὰς τούτων πρόσδεξαι Ἅγιε, καὶ δίδου τούτοις συμπαθῶς, τὰς αἰτήσεις καὶ πᾶν ἄλλο δώρημα.
Ῥημάτων, ἐκ κατωδύνου ψυχῆς μου, ἐνωτίσθητι δεήσεως Πάτερ, καὶ συνεχούσης με θλίψεως ῥῦσαι, ἐπιφερούσης μοι πόνους καὶ δάκρυα, καὶ λύτρωσαί με τῶν δεινῶν, τῇ θερμῇ ἀντιλήψει σου Ἅγιε.
Ἁπάσης, ἐπιβουλῆς τῶν δαιμόνων, καὶ κακίας τῶν τὰ φαῦλα φιλούντων, Ἱερομάρτυς Κυρίου Θεράπον, τῇ ὀξυτάτῃ πρεσβείᾳ σου λύτρωσαι, τοὺς σὲ προστάτην ἀληθῆ, ἐν κινδύνοις καὶ θλίψεσιν ἔχοντας.
Θεοτοκίον.
Πληγεὶς μέν, τῇ τοῦ βελίαρ μανίᾳ, καταπέπτωκα εἰς βάθη κακίας, τὴν δὲ πολλήν Σου χρηστότητα Κόρη, εἰς νοῦν λαβόμενος πίστει κραυγάζω Σοι· ἐξάρπασόν με τῶν χειρῶν, τοῦ ἐχθροῦ Θεοτόκε καὶ σῶσόν με.
Διάσωσον, Ἱερομάρτυς Θεράπον ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἀδιστάκτῳ καρδίᾳ σοι προσιόντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερομάρτυς Θεράπον μακάριε, τῆς Ἐκκλησίας προστάτα καὶ πρόβολε, ἀπείργων μὴ παύσῃ δεόμεθα, τὰς καθ’ ἡμῶν ἐπιθέσεις τοῦ δράκοντος· σὺ γὰρ βοηθὸς ἡμῶν ἕτοιμος.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. (Κεφ, ιβ΄, 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην τὴν τοῦ Πνεύματος, ὡς Ἱεράρχης θεόφρον, χάριν εἰσδεξάμενος, τὸν Χριστὸν ἐδόξασας δι’ ἀθλήσεως, καὶ πολλαῖς χάρισι, δοξασθεὶς Θεράπον, ἐνεργεῖς πᾶσιν ἰάματα, καὶ παύεις Ἅγιε, πάθη καὶ δεινὰ ἀῤῥωστήματα, τοῖς πίστει προσπελάζουσι, τῷ σεπτῷ ναῷ σου ἑκάστοτε· διό σοι βοῶμεν· μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, ἁμαρτιῶν δοῦναι ἄφεσιν, τοῖς σὲ μακαρίζουσι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξ ἐχθρῶν ἀοράτων καὶ δεινῶν συντριμμάτων Θεράπον ἔνδοξε, καὶ πάσης ἀθυμίας, ἀπήμονας συντήρει, τοὺς βοῶντας ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰαμάτων τὰ ῥεῖθρα ἡ ἁγία εἰκών σου Θεράπον βλύζουσα, παθῶν τὰς διεκχύσεις, ξηραίνει καὶ παρέχει, τὴν ὑγείαν τοῖς κράζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀλγυνόμενος σφόδρα ταῖς πολλαῖς ἁμαρτίαις Θεράπον Ἅγιε, προστρέχω τῷ ναῷ σου, τυχεῖν τῆς θραπείας, ἣν παράσχου μοι κράζοντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεκρωθεὶς Θεοτόκε, ταῖς πολλαῖς ἁμαρτίαις ἄπνους κατάκειμαι· ἀλλὰ πρὸς Σὲ ἐκτείνω, καὶ χεῖρας καὶ καρδίαν, καὶ τὴν δέησιν ἄχραντε, ἵνα σωθεὶς τοῦ ἐχθροῦ, ζήσω ζωὴν ὁσίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ Θεράπον, ἡμῶν μεσίτης καὶ πρέσβυς, πρὸς τὸν Κύριον τὸν σὲ ἐνισχυκότα, ἵνα τῶν πταισμάτων, ληψώμεθα τὴν λύσιν.
Ἐν τῷ ναῷ σου, ἅπας πιστὸς καταφεύγων, ὧνπερ δέεται κομίζεται τὴν κτῆσιν· ὅθεν σου Θεράπον, κηρύττομεν τὴν χάριν.
Ῥύπων κακίας, τῇ ῥυπτικῇ σου πρεσβείᾳ, ἀποκάθαρον ψυχήν μου τὴν ῥυπώσαν, ἵνα σε γεραίρω, κλεινὲ Ἱερομάρτυς.
Θεοτοκίον.
Ἀδιαφθόρως, τὸν πάντων Κτίστην τεκοῦσα, τὸν φθαρέντα με ἀπάτῃ τοῦ βελίαρ, καίνισον Παρθένε, διὰ τὴς μετανοίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν Ἀγγέλων δήμοις, σὺν αὐτοῖς δυσώπει, Ἱερομάρτυς Θεράπον μακάριε, πάσης ἀνάγκης λυτροῦσθαι τοὺς σὲ γεραίροντας.
Ἰάτρευσον τὸν νοῦν μου, Ἅγιε Θεράπον, καὶ τὰς ὀδύνας τοῦ σώματος κούφισον, τῇ σοὶ δοθείσῃ πλουσίᾳ θεόθεν χάριτι.
Μεγάλως ἐδοξάσθης, ὡς Ἱερομάρτυς, παρὰ Κυρίου Θεράπον μακάριε· ὅθεν μεγάλων κινδύνων ἡμᾶς ἀπάλλαττε.
Οἱ πίστει προσιόντες, τῇ σῇ προστασίᾳ, πάσης ἀνάγκης τὴν λύσιν κομίζονται· διὸ Θεράπον ἀπαύστως σε μακαρίζομεν.
Θεοτοκίον.
Ὑψώσασα τὴν φύσιν, τοῦ Ἀδὰμ πεσοῦσαν, τῷ πανυψίστῳ Σου τόκῳ πανάμωμε, πρὸς ἀρετῶν τὰς ὑψώσεις τὸν νοῦν μου ὕψωσον

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ὤφθης Ἱεράρχης θεοειδής, καὶ στεῤῥῶς ἀθλήσας, Ἀθλοφόρος περιφανής, καὶ ἐν ἀμφοτέροις, Χριστὸν λαμπρῶς δοξάσας, ἀξίως ἐδοξάσθης, Θεράπον ἔνδοξε.
Χρῖσμα περικείμενος τὸ σεπτόν, ἐν Ἀρχιερεῦσι, διαπρέπεις ποιμαντικῶς, καὶ ὑπὲρ Κυρίου, νομίμως ἐναθλήσας, πολλῶν χαρίτων ὤφθης, Θεράπον ἔμπλεως.
ᾜσχυνας τῆς πλάνης τὰς μηχανάς, ἐν λόγοις καὶ ἔργοις, καὶ ἀγῶσιν ἀθλητικοῖς, Ἅγιε Θεράπον· διὸ τοῖς σε αἰτοῦσι, παρέχεις οὐρανόθεν, χάριν ἀέναον.
Χαίροις ἱερέων κλέος σεπτόν· χαίροις Ἀθλοφόρων, ἐγκαλλώπισμα ἱερόν, Ἅγιε Θεράπον, σοφὲ Ἱερομάρτυς, προστάτα τῶν ἐν πίστει, ἀνευφημούντων σε.
Πᾶσι τοῖς προστρέχουσι εὐλαβῶς, τῷ θείῳ ναῷ σου, δίδου Πάτερ ὡς συμπαθής, παθῶν θεραπείαν, καὶ βίου εὐπραγίαν, καὶ ψυχικὴν γαλήνην, Θεράπον Ἅγιε.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Θεράπον παμμάκαρ, τῷ τῶν ὅλων Δημιουργῷ, ὡς ἂν ἐν τῷ βίῳ, δυσχερειῶν ῥυσθῶμεν, καὶ λάβωμεν πταισμάτων, τὴν ἀπολύτρωσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ὀξυτάτῃ πρεσβείᾳ, Θεράπον ἔνδοξε, πάσης ἀπολύτρωσαι βλάβης καὶ θλίψεως, καὶ τοῖς πάσχουσι δώρησαι, χαρὰν καὶ ὑγείαν, καὶ πταισμάτων ἄφεσιν, αἴτησαι ἅπασι· σὺ γὰρ ὡς καλῶς ἀριστεύσας, ἔλαβες θεόθεν τὴν χάριν, ἐκπληροῦν ἁπάντων τὰ αἰτήματα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου