Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 26. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΚΣΤ΄!!
ΑΛΕΞΑΝΔΡΟΣ ΝΕΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀποβαλὼν τῆς ἀπάτης τὴν ματαιότητα, ἣν συνεργίᾳ πάλαι, τοῦ Βελίαρ ἐδέξω, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, Νεομάρτυς Ἀλέξανδρε, καὶ τῶν Ἁγίων Μαρτύρων ἐν οὐρανοῖς, ἀναδέδειξαι ἰσότιμος.

Ἀθλητικῶς ἠγωνίσω Μάρτυς Ἀλέξανδρε, φρονήματι ἀνδρείῳ, δι’ ἀγάπην Κυρίου, καὶ ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, τῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς δυσσεβείας κατέκλυσας τὰ φυτά, καὶ ἐπάθλων θείων ἔτυχες.

Οὔτε θυμὸς των τυράννων οὐκ ἀπειλῶν ἡ  φορά, οὔτε ἐπαγγελίαι, δωρεῶν φθειρομένων, κατίσχυσαν χωρίσαι σε τοῦ Χριστοῦ, Νεομάρτυς Ἀλέξανδρε· πάντα ὡς χόρτον ἡγήσω γὰρ νουνεχῶς, καὶ τὸν θάνατον προέκρινας.

Θεσσαλονίκη καυχᾶται ἐν τοῖς σπαργάνοις σου, καὶ σὺν τῷ Δημητρίῳ, τῷ κλεινῷ Μυροβλύτῃ, καὶ πᾶσι τοῖς Ἁγίοις τοῖς ἐν αὐτῇ, ἱερῶς διαλάμψασιν, ἀνευφημεῖ σε Ἀλέξανδρε Ἀθλητά, ἑορτάζουσα τὴν μνήμην σου.

Δόξα. Ἦχος α΄.
Ἀποῤῥίψας τὴν κοινωνίαν τῆς πλάνης, τῆς εὐσεβείας κατηυγάσθης τῷ φωτί, καὶ ὑπὲρ Χριστοῦ προθύμως εἵλου θανεῖν, θεόφρον Ἀλέξανδρε. Τὸ γὰρ θεῖον πῦρ ἐν σοὶ ἀναφθέν, τῶν πάλαι Μαρτύρων ἰσότιμόν σε ἔδειξεν, μαρτυρικῇ παῤῥησίᾳ. Καὶ νομίμως ἀγωνισάμενος, τοῦ ἐχθροῦ καθεῖλες τὸ φρύαγμα, καὶ τῆς ἀφθαρσίας τὸ διάδημα, παρὰ Χριστοῦ ἐκομίσω, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μάρτυς περιφανής, Ἀλέξανδρε θεόφρον, ἐδείχθης τοῦ Σωτῆρος, ὑπὲρ Αὐτοῦ ἀθλήσας, ἀκαταπλήκτως Ἅγιε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῶ πληθυνθήσεται.
Πλάνης διεκφυγών, τὰς ἄρκυς θεοφρόνως, ὑπῆλθες τῶν Μαρτύρων, Ἀλέξανδρε τοὺς ἄθλους, καὶ θείας δόξης ἔτυχες.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χάριν παρὰ Θεοῦ, καὶ ἄφεσιν πταισμάτων, Ἀλέξανδρε ἐξαίτει, τοῖς πίστει ἐκτελοῦσι, τὴν φωτοφόρον μνήμην σου.

Δόξα. Τριαδικόν.
Ἤθλησεν ἀνδρικῶς, ὑπὲρ τῆς Σῆς ἀγάπης, Τριὰς ὑπεραγία, ὁμότιμε Θεότης, Ἀλέξανδρος ὁ Μάρτυς Σου.

Καὶ νῦν. Θεοτοκίον.
Θάνατον ὑποστάς, τῷ πόθῳ τοῦ Υἱοῦ Σου, Ἀλέξανδρος ὁ Μάρτυς, Παρθένε Θεοτόκε, ἀθανασίας ἔτυχε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐν ἀθλήσει νομίμως Μάρτυς ἠρίστευσας, καὶ τὸν σὲ τρώσαντα πρῲην κατηγωνίσω ἐχθρὸν, καὶ Μαρτύρων κοινωνὸς ὤφθης Ἀλέξανδρε. Ὅθεν ὡς ἅγιον βλαστόν, Θεσσαλονίκη σὲ τιμᾷ, καὶ πόθῳ σοι ἀνακράζει· Μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τοὺς τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἀπώσω Ἀλέξανδρε, τὴν τῆς πλάνης σκοτόμαιναν, τοῦ Χριστοῦ προσέδραμες τῇ λαμπρότητι, καὶ μαρτυρίου τὸν δίαυλον, προθύμως διέδραμες, ἀφειδήσας σεαυτοῦ, δι’ ἀγάπην τὴν ἔνθεον, γνώμῃ ἔμφρονι, καὶ στεφάνῳ τῆς νίκης ἐκοσμήθης, ἐκτμηθείς σου τὸν αὐχένα, ὑπὲρ Χριστοῦ ἀγαλλόμενος.

Πτερνισθεὶς ἐν νεότητι, τῇ ἀπάτῃ τοῦ ὄφεως, τοῦ Χριστοῦ ἐμάκρυνας καὶ πεπόρευσαι, τρίβον ἀνόμων Ἀλέξανδρε, καὶ γνοὺς τὸ ὀλίσθημα, ὅπερ πέπονθας σοφέ, τὸν Χριστὸν ὡμολόγησας, ἀνδρικώτατα, εἶναι τῶν ὅλων καὶ Δεσπότην, καὶ τμηθείς σου τὸν αὐχένα, δήμοις Μαρτύρων ἠρίθμησαι.

Ὡς τρωθεὶς θείῳ ἔρωτι, τοῦ Σωτῆρος Ἀλέξανδρε, οὐδαμῶς κατέπτηξας τὴν ὠμότητα, τῶν δυσσεβῶν ἀλλ’ ἀπτόητος, αὐτοῖς ὡμολόγησας, σεαυτὸν Χριστιανόν, καὶ ὡς χόρτον καὶ σκύβαλα, πάντα ἥγησαι, ἅ σοι δῶρα ὑπέσχεντο διδόναι, καὶ τὸν θάνατον προθύμως, ὑπὲρ Χριστοῦ Μάρτυς δέδεξαι.

Ὡς ἀρνίον πραότατον, πρὸς ἑκούσιον θάνατον, ὑπὲρ τοῦ Παντάνακτος σαὐτὸν δέδωκας, καὶ ἐκτμηθεὶς τὸν αὐχένα σου, ὡς θῦμα εὐπρόσδεκτον, καὶ θυσία λογική, καὶ ἀμώμητον σφάγιον, προσενήνεξαι, τῷ Δεσπότῃ Ἀλέξανδρε τῶν ὅλων· Ὃν ἀπαύστως ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, πανστρατὶ κατεπόντισας, Ἅγιε Ἀλέξανδρε τὰ στρατεύματα, τοῦ πονηροῦ κοσμοκράτορος, ἡμῖν δὲ ἀνέβλυσας, γλυκασμὸν τὸν νοητόν, τὴν πικρίαν ἐξαίροντα, τῶν ψυχῶν ἡμῶν, καὶ εὐφραίνοντα Μάρτυς τὰς καρδίας, τῶν ἐν πίστει ἐκτελούντων, τὴν παναοίδιμον μνήμην σου.

Ὡς ὁπλίτην ἀήττητον, καὶ στεῤῥότατον Μάρτυρα, τοῦ Χριστοῦ Ἀλέξανδρε μακαρίζει σε, Θεσσαλονίκη ἡ πόλις σου, καὶ πόθῳ κραυγάζει σοι· Νεομάρτυς τοῦ Χριστοῦ, ἐκτενῶς καθικέτευε, πάσης ῥύεσθαι, ἡμᾶς βλάβης ὁμοῦ σὺν Δημητρίῳ, καὶ σὺν πᾶσι τοῖς Ἁγίοις, τοῖς ἐν ἐμοὶ διαλάμψασι.




Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὥσπερ ἔαρ νοητόν, ἡ τοῦ Νεομάρτυρος Ἀλεξάνδρου μνήμη ἐπέστη, τῶν πιστῶν τὰς ψυχὰς εὐφραίνουσα· ὡς γὰρ ἄνθη μυστικά, τοὺς ἀγῶνας αὐτοῦ προβάλλεται, τῇ ὀσμῇ τῆς ζωῆς εὐφραίνοντας, τοὺς βοῶντας αὐτῷ· χαίροις, ὁ τὰς παγίδας τοῦ δράκοντος συντρίψας, καὶ ὡς ἀετὸς ὑψιπέτης, πρὸς ὕψος μαρτυρίου ἀναδραμών, σαὐτὸν ἀρνησάμενος· χαίροις, ὁ τῇ καλῇ ὁμολογίᾳ, τῶν ἀντικειμένων θριαμβεύσας τὴν δύναμιν· χαίροις, ὁ τῆς Θεσσαλονίκης θεῖος βλαστός, τῶν Ἀθλητῶν ἰσοστάσιος, καὶ πρεσβευτὴς ἡμῶν, πρὸς Χριστὸν θερμότατος. ᾯ πρέσβευε δεόμεθα Ἅγιε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
























Λιτή. Ἦχος α’.
Χαίρει ἐν Κυρίῳ, Θεσσαλονίκη ἡ πόλις, ἐν τῇ ἁγίᾳ μνήμῃ σου, Νεομάρτυς Ἀλέξανδρε· ἐξ αὐτῆς γὰρ ἐβλάστησας, ὡς εὐῶδες ἄνθος, καὶ πᾶσαν τὴν Ἐκκλησίαν εὔφρανας, τῇ μακαρίᾳ ἀθλήσει σου. Εἰ γὰρ καὶ πρὸς καιρόν, ἐν βουλῇ ἀνόμων ἐπορεύθης, ἀλλ’ ἀνανήψας τοῦ πτώματος, νομίμως ἠγωνίσω, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ. Καὶ τῷ οἰκείῳ αἵματι, σεαυτὸν πορφυρώσας, μαρτυρικῆς εὐκλείας ἠξίωσαι, ἡμῖν ἱλεούμενος, τὸν σὲ δοξάσαντα Κύριον.

Ἦχος β΄.
Ἀθλητικῶς τῷ ἐχθρῷ συνεπλάκης, ἐν τῇ ἄνωθεν ῥοπῇ, καὶ τοῦτον κατηγωνίσω, ψυχικῇ στεῤῥότητι, καὶ λόγων εὐτολμίᾳ, καὶ θεολήπτῳ φρονήματι, Ἀθλοφόρε Ἀλέξανδρε. Οὐδόλως γὰρ ἐφρόντισας τῆς φθειρομένης σαρκός, ἀλλ’ ὡς ἄσαρκος ἐχώρησας, πρὸς τὸ σκᾶμμα τῆς ἀθλήσεως. Καὶ ὑπεραρθεὶς τῶν γηΐνων, ἐν τῇ ἐφέσει τοῦ κρείττονος, ἀπειλῶν καὶ κακώσεων, καὶ εἱρκτῆς ὑπερεῖδες. Καὶ μαρτυρικῶν ἐπάθλων ἀξιωθείς, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Τῶν ἀσεβῶν τῷ βήματι, ἀκαταπλήκτῳ ψυχῇ παραστάς, τὴν καλὴν ὁμολογίαν ὡμολόγησας, Νεομάρτυς Ἀλέξανδρε. Καὶ τοῖς κρουνοῖς τῶν αἱμάτων σου, τὸν δολερῶς σε πτερνίσαντα, ἀρχαῖον πτερνιστὴν καταποντίσας, πρὸς τὴν τῶν πρᾳέων γῆν ἀνέδραμες, μαρτυρικῇ δόξῃ κοσμούμενος· διὸ τοὺς ἑορτάζοντας τὴν σὴν μνήμην, πάσης ἀνάγκης ῥῦσαι, καὶ αἴτει πᾶσιν ἡμῖν τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος δ΄.
Τὴν πανοπλίαν τοῦ φωτὸς ἐνδεδυμένος, τὸν τοῦ σκότους ἄρχοντα κατετροπώσω, μαρτυρικοῖς ἀγῶσιν, Ἀθλητὰ τοῦ Σωτῆρος Ἀλέξανδρε. Τῶν γὰρ πάλαι Ἀθλητῶν, ἐμιμήσω τὸ πρόθυμον, καὶ ἐν πᾶσιν ἀνένδοτον, καὶ τῆς εὐκληρίας αὐτῶν ἐν οὐρανοῖς ἠξίωσαι, ὡς νομίμως ἀγωνισάμενος. Ἀλλ’ ὡς τοῦ ξύλου τῆς ζωῆς κατατρυφῶν, καὶ τοῦ ἀκηράτου κάλλους ἀπολαύων, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, δυσσεβείας τὴν ἀχλύν, γνώμῃ σταθερᾷ καὶ τελείᾳ, ἐμφρόνως ἔλιπες, τότε ὡμολόγησας στεῤῥῷ φρονήματι, τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ τοῦ μαρτυρίου, ἤνυσας τὸ στάδιον, Μάρτυς Ἀλέξανδρε· ὅθεν, ἀφθαρσίας τὸ γέρας, παρὰ τοῦ Χριστοῦ δεδεγμένος, πρέσβευε ὑπὲρ τῶν εὐφημούντων σε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῶ πληθυνθήσεται.
Ὅτε, τῶν τυράννων τὸν θυμόν, ὡς οὐδὲν ἡγήσω θεόφρον, ἀνδρειοτάτῃ ψυχῇ, τότε κατεφρόνησας, τὰς παρ’ αὐτῶν δωρεάς, καὶ εἱρκτὴν καὶ τὸν θάνατον, προθύμως ἐδέξω, καὶ πρὸς τὴν ἀθάνατον ἤρθης ζωὴν καὶ χαράν· ὅθεν, σὺν Ἀγγέλοις χορεύων, πρέσβευε Ἀλέξανδρε Μάρτυς, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, εὐθαλέστατον φυτόν, τῆς Θεσσαλονίκης τὸ μέγα, πλουτούσης ὄνομα, Ἅγιε Ἀλέξανδρε Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ὑπὲρ ἧς ἀεὶ πρέσβευε, τῷ σῷ ἀθλοθέτῃ, δοῦναι αὐτῇ ἄνωθεν, εἰρήνην ἄτρεπτον· πᾶσι, δὲ τοῖς ἄγουσι Μάρτυς, τὴν σὴν παναοίδιμον μνήμην, αἴτει τῶν πταισμάτων τὴν συγχώρησιν

Δόξα. Ἦχος πλ. δ΄.
Μαρτυρικῶς ἀγωνισάμενος, τῆς εὐσεβείας τὸ κράτος, τῇ σῇ ἀτρέπτῳ ἐνστάσει, πᾶσι ἐξέφηνας Ἀλέξανδρε· ὁλικῶς γὰρ τῷ Χριστῷ, ἀνατεινόμενος Ἅγιε, τῶν βουλευμάτων τοῦ ἐχθροῦ κατίσχυσας, πάντων τῶν φθαρτῶν καὶ γεηρῶν ὑπεριπτάμενος. Καὶ ταῖς ῥοαῖς τοῦ αἵματος, ὑπὲρ χιόνα λευκανθείς, νικηφόρος ἀνέδραμες, πρὸς τὰ οὐράνια σκηνώματα. Καὶ νῦν Νεομάρτυς μακάριε, τὸν τῆς θεώσεως καρπὸν ἀπολαβών, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐν ἀθλήσει νομίμως Μάρτυς ἠρίστευσας, καὶ τὸν σὲ τρώσαντα πρῲην κατηγωνίσω ἐχθρὸν, καὶ Μαρτύρων κοινωνὸς ὤφθης Ἀλέξανδρε. Ὅθεν ὡς ἅγιον βλαστόν, Θεσσαλονίκη σὲ τιμᾷ, καὶ πόθῳ σοι ἀνακράζει· Μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τοὺς τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσας ἀνδρικῶς, δι’ ἀγάπην τὴν θείαν, καθεῖλες τοῦ ἐχθροῦ, τὰς ποικίλας μεθόδους, Ἀλέξανδρε μακάριε, Ἀθλητῶν ἰσοστάσιε· ὅθεν σήμερον, Θεσσαλονίκη ἡ πόλις, ἑορτάζει σου, τὴν παναοίδιμον μνήμην, τιμῶσά σε Ἅγιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὅπλοις τῆς πίστεως, κατετραυμάτισας, τὸν σὲ πτερνίσαντα, πρώην Ἀλέξανδρε, καὶ νικηφόρος Ἀθλητὴς ἐδείχθης τῆς εὐσεβείας· ὅθεν συνηρίθμησαι, Ἀθλοφόρων ταῖς τάξεσι, στέφος ἀμαράντινον, ἐκ Κυρίου δεξάμενος· ᾯ πρέσβευε ἀεὶ Νεομάρτυς, σῶσαι τοὺς σὲ ὑμνολογοῦντας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀθλήσει ἐξέλαμψας ὥσπερ ἀστὴρ φαεινός, καὶ πᾶσαν κατήσχυνας τοῦ παλαμναίου ἐχθροῦ, τὴν πλάνην Ἀλέξανδρε· σὺ γὰρ τοῖς αἵμασί σου, τὸν Σωτῆρα δοξάσας, ἤρθης τροπαιοφόρος, πρὸς μονὰς οὐρανίους· διό σου τὴν ἁγίαν, γεραίρομεν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον, Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθλητικῷ παραστήματι, τῶν δυσσεβούντων καταπλήξας τὰς φρένας, τὴν ἐν σοὶ τῆς πίστεως δύναμιν, ἐκλάμπεις Ἀλέξανδρε. Οὐδόλως γὰρ ἐπτόησαι, τυραννικὴν μανίαν, ἀλλ’ ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, ἀνδρείως ὑπέμεινας, τὸν διὰ ξίφους θάνατον. Καὶ τῆς ἀθανάτου ζωῆς κληρονόμος γενόμενος, ἐν τῇ τῶν ἐπάθλων ἀπολαύσει, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.






Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Ὕμνον εἰσφέρω, τῷ Ἀλεξάνδρῳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνοῦντες δοξάζομεν, τὴν δυναστείαν Σου Κύριε· βυθοῦ γὰρ ἀνήρπασας τῆς ματαιότητος, τὸν Ἀλέξανδρον, καὶ τοῦτον ἐναθλῆσαι, νομίμως ἐνίσχυσας, ὑπὲρ τῆς πίστεως.
Μαρτύρων εἰσέδραμες, γνώμῃ ἐνθέῳ τὸ στάδιον, σαὐτὸν ἀρνησάμενος, Μάρτυς Ἀλέξανδρε, καὶ διήνυσας ἀνδρείως τὸν ἀγῶνα· διό σε ὁ Κύριος, λαμπρῶς ἐδόξασε.
Νεκρώσας τὸν τύραννον, τὸν σὲ δολίως πτερνίσαντα, ἀθλήσεως σκάμμασι, Μάρτυς Ἀλέξανδρε, ζωῆς εἴληφας τῆς ἀϊδίου στέφος· διὸ ἑορτάζομεν, τὴν θείαν μνήμην σου.
Θεοτοκίον.
Ὁ θρόνος ὁ πάγχρυσος, τοῦ Βασιλέως τῆς κτίσεως, ἡ πάντων Βασίλισσα καὶ Θεοτόκος ἁγνή, ἀνυμνείσθω μοι, χρεωστικῶς ἐν ὕμνοις, τοῖς πᾶσι παρέχει γάρ, χάριν καὶ ἔλεος.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Νοός σου ἁπάσας τὰς κινήσεις, ἰθύνας θεόφρον νουνεχῶς, ἀνένηψας τοῦ πτώματος, καὶ εὗρες ὃν ἀπώλεσας, σοῖς αἵμασιν Ἀλέξανδρε, λίθον ζωῆς τὸν πολύτιμον.
Ἐκ βροχῶν ῥυσθεὶς θανατηφόρων, ἀνέπτης εἰς ὕψος οὐρανοῦ, ἀθλήσεως ταῖς πτέρυξιν, ὥσπερ στρουθὸς Ἀλέξανδρε, καὶ χαίρων κατεσκήνωσας, τοῖς τῶν Μαρτύρων σκηνώμασιν.
Ἰσχύϊ ῥωσθεὶς παντοδυνάμῳ, Ἀλέξανδρε Μάρτυς τοῦ Χριστοῦ, τὸν ἰσχυρὸν κατέβαλες, ἐν τῇ κακίᾳ δράκοντα, καὶ ῥείθροις τῶν αἱμάτων σου, τοῦτον εἰς τέλος ἐβύθισας.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ἐτέχθη, ἐκ Σοῦ ὁ τῶν ὅλων Ποιητής, ἀτρέπτως ὑπὲρ ἔννοιαν, καὶ τὸν Ἀδὰμ ἀνύψωσε, πρὸς τὴν ἀρχαίαν εὔκλειαν, Θεοκυῆτορ ὡς εὔσπλαγχνος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ἀπάτην ὡς ἔγνως τοῦ δυσμενοῦς, τῷ Σωτῆρι προσῆλθες μετανοῶν, καὶ τούτου τὸ ὄνομα παῤῥησίᾳ ἐκήρυξας, ὅπερ ἠρνήσω πρώην, ἀφρόνως καὶ ἤθλησας, ὑπὲρ Αὐτοῦ προθύμως, ἐκχέας τὸ αἷμά σου· ὅθεν οὐρανίων, ἀμοιβῶν ἠξιώθης, Μαρτύρων σκηνούμενος τοῖς Ἁγίοις στρατεύμασι, Νεομάρτυς Ἀλέξανδρε· μεθ’ ὧν ἀεὶ δυσώπει Χριστόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.


ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Φαεινὸν καθάπερ ἄστρον, Νεομάρτυς Ἀλέξανδρε, ἡ Θεσσαλονίκη, κόσμῳ σε προβάλλεται Ἅγιε, καὶ τὴν ἁγίαν σου μνήμην ἑορτάζουσα, μακαρίζει σε, ὡς Ἀθλοφόρον ἀήττητον.
Ἐνδυσάμενος τὰ ὅπλα, τοῦ φωτὸς προσεχώρησας, πρὸς τὸ μέγα σκάμμα, τὸ τῆς εὐσεβείας Ἀλέξανδρε, καὶ ἐν αὐτῷ καθελὼν τὸν παναλάστορα, νίκης στέφανον, παρὰ Χριστοῦ Μάρτυς εἴληφας.
Ῥήμασί σου τοῖς ἐνθέοις, οἱ τοῦ ψεύδους συνήγοροι, καταβροντηθέντες, ἔσπευδον τοῖς δώροις συλῆσαί σε· ἀλλ’ ὥσπερ σκύβαλα πάντα ἡγησάμενος, Μάρτυς ἔψαλλες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
Ὡς τεκοῦσα ὑπὲρ φύσιν, τὸν ὑπέρθεον Κύριον, καὶ τοῦτον ὡς βρέφος, γάλακτι οἰκείῳ ἐκθρέψασα, Αὐτὸν δυσώπει ὡς Μήτηρ ἀειπάρθενος, δοῦναι ἄχραντε, ἡμῖν πταισμάτων συγχώρησιν.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Τοῖς ῥείθροις τοῦ αἵματι, ἔτι περιῤῥεόμενος, ἔστης νικηφόρος τῷ Σωτῆρι, καὶ μαρτυρίου λαβὼν τὸν στέφανον, δήμοις ἠριθμήθης Ἀθλητῶν, Ἀθλητὰ Ἀλέξανδρε, σὺν αὐτοῖς εὐφραινόμενος.
Ὡς θώρακα ἄτρωτον, τὴν πίστιν τὴν σωτήριον, Μάρτυς περιφάρων ἐν καρδίᾳ, καθάπερ βέλη ἐναπεκρούσω ἐχθρῶν, λόγους καὶ θωπείας δολεράς, ὅλην τὴν διάνοιαν, πρὸς Χριστὸν ἔχων Ἅγιε.
Ἀθλήσας δεδόξασαι, ὡς στρατιώτης ἄριστος, τοῦ Χριστοῦ Ἀλέξανδρε θεόφρον· ὅθεν πατρίς σου Θεσσαλονίκη τὴν σήν, μνήμην ἑορτάζει ἐν χαρᾷ, καὶ πιστῶς ἐκδέχεται, τὴν θερμήν σου ἀντίληψιν.
Θεοτοκίον.
Λυχνία ἑπτάφωτος, ἐδείχθης Μητροπάρθενε, τοῦ Πατρὸς ἀπαύγασμα τὸ θεῖον, κυοφορήσασα μετὰ σώματος· ὅθεν τοῦ νοός μου τὴν ἀχλύν, λῦσον τῇ Σῇ χάριτι, καὶ φωτὸς θείου πλῆσόν με.













ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἐν τῇ ἁγίᾳ ἀθλήσει σου, Ἀγγέλων ἐπευφράνθησαν τάγματα, Μάρτυς Ἀλέξανδρε, νῦν δὲ τῇ μνήμῃ σου γάνυται, πόλις Θεσσαλονίκη, ἡ σὲ βλαστήσασα.
Ξένος ἁπάντων γενόμενος, φθαρτῶν ὡς οὐρανόφρων Ἀλέξανδρε, τὰ ὑπερκόσμια, κατεκληρώσω δι’ αἵματος, τμηθείς σου τὸν αὐχένα, Χριστοῦ τῷ ἔρωτι.
Ἀκαταπλήκτως ὑπήνεγκας, τὸν διὰ ξίφους θάνατον Ἅγιε, καὶ ἐπορφύρωσας, τὴν Ἐκκλησίαν Ἀλέξανδρε, τοῖς τῶν αἱμάτων ῥείθροις, Ἁγίῳ Πνεύματι.
Θεοτοκίον.
Νέκρωσον Κόρη τὸ φρόνημα, σαρκὸς τῆς φθειρομένης καὶ ζώωδον, τῇ Σῇ χρηστότητι, τὴν τῆς ψυχῆς μου κατάστασιν, ὡς τὴν ζωὴν τεκοῦσα, τὴν ἐνυπόστατον.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, Θεσσαλονίκη ἡ πόλις, τὴν ἁγίαν μνήμην σου, Ἀλέξανδρε Νεομάρτυς· ταύτης γάρ, γόνος καὶ βλάστημα θεῖον πέλων, ἤθλησας, ἐν Σμύρνῃ γνώμῃ ἀνδρειοτάτῃ, δι’ ἀγάπην τοῦ Κυρίου· Ὃν ἐκδυσώπει σώζεσθαι ἅπαντας.
Ὁ Οἶκος.
Ἀνανήψας τοῦ πτώματος Ἄγιε, οὗ ὑπέστης τῷ φθόνῳ τοῦ ὄφεως, καὶ τὸ φῶς τῆς ἀγάπης τοῦ Κτίστου σου, μυστικῶς ἐν καρδίᾳ δεξάμενος, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, τὸ στάδιον ὑπεισελθεῖν, Ἀλέξανδρε διέγνως. Πάντα γὰρ ἠρνήσω, καὶ σεαυτὸν μακάριε, διὰ πόθον τὸν θεῖον, καὶ ἐξῆλθες ἀναζητῶν τὸν πολύτιμον μαργαρίτην. Καὶ τοῦτον εὑρών, Θεὸν ὡμολόγησας ἀληθινόν, καὶ τὴν μισόχριστον κατήσχυνας πλάνην, τῇ σῇ πεπαῤῥησιασμένῃ ὁμολογίᾳ. Καὶ εἱρκτῆς καὶ ἀπειλῶν πεῖραν λαβών, καὶ πάντων ἀνώτερος φανείς, τὴν κεφαλὴν ἐτμήθης, Χριστὸν κηρύττων εὐθαρσῶς, τὸν σὲ δοξάσαντα λαμπρῶς, Ἅγιε Νεομάρτυς· Ὃν ἐκδυσώπει σώζεσθαι ἅπαντας.












Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Ἅγιος Νεομάρτυς Ἀλέξανδρος ὁ Θεσσαλονικεύς, ὁ  Δερβίσης, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει 1794, ξίφει τελειοῦται
Δὸς τὴν κεφαλήν, ὦ Ἀλέξανδρ’ εὐθύφρον,
καὶ στέμμα λάβε χειρὸς ἐκ τοῦ Kυρίου.
Εἰκάδι ἕκτῃ Ἀλεξάνδροιο τάμον δειρὴν ἀπηνῶς
Οὗτος ἢν ἐκ τῆς μεγαλοπόλεως Θεσσαλονίκης, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, τὴν οἴκησιν ἐχόντων ἐν τῷ Μοναστηρίῳ οὑ ἡ κλῆσις Λαγωδιανὴ (κοινῶς Λαοδηγήτρια). Ἢν λίαν εὐπρεπὴς καὶ ὡραῖος τῇ ὄψει, καὶ ἀκόλαστος τίς Ἀγαρηνὸς ἠβουλήθη μολύναι αὐτόν, ὅπερ γνοὺς ὁ εὐσεβὴς καὶ ὡραῖος νεανίας, ἀνεχώρησε τῆς οἰκείας πατρίδος, καὶ παρεγένετο ἐν τῇ Σμύρνη, συνεργούσης πρὸς τοῦτο καὶ τῆς εὐσεβοῦς αὐτοῦ μητρός. Ἀλλὰ φυγὼν τὸν ὄφιν ἐνέπεσεν εἰς δράκοντα. Ὧδε γάρ, ἀγνώστου μενούσης τῆς αἰτίας, ἐξώμοσε τὴν πάτριον θρησκείαν, καὶ ἠσπάσατο τὸν μωαμεθανισμόν, γενόμενος ἀντὶ Χριστιανοῦ μουσουλμάνος. Ἐντεῦθεν ἐπεσκέψατο τὴν Μέκκαν, καὶ κατελέγη ἐν τῷ τάγματι τῶν Δερβίσιδων, καὶ ὡς τοιοῦτος περίηλθε πλείστας πόλεις. Ἀλλὰ προνοία κρείττονι, ἀνανήψας καὶ γνοὺς ὁ πέπονθε μέγα ὀλίσθημα, ἦλθεν εἰς ἑαυτὸν καὶ ἔζη Χριστιανικὼς ἐν μετανοίᾳ θερμή, ·σφόδρα ἐφιέμενος καὶ ἐκζητὼν ἐκχέαι τὸ οἰκεῖον αἷμα, ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ᾧ τὰ πάντα ἢν ἀνατεθεικώς. Καὶ ἐπιστάσης τῆς ὥρας, ἐλθὼν εἰς Σμύρνην, ἠμφιεσμένος τὴν τοῦ Σταυροῦ δύναμιν, παρέστη τῷ κριτῇ εὔτολμως καὶ ἐπαῤῥησιάσατο τὴν εὐσεβειῶν, ὡμολόγησας ἑαυτὸν Χριστιανὸν εὐθαρσῶς, καὶ ἐλέγξας καὶ καταισχύνας τὴν κατάπτυστον πλάνην. Ἔκπληκτοι οἱ δυσσεβεῖς, ἠπείλησαν αὐτῷ ποικιλοτρόπως, καὶ ἐν φρουρὰ καθείρξαν, καὶ πλείστων δωρεῶν χορηγία ἐδόκουν μεταβάλλειν αὐτοῦ τὴν γνώμην. Ἀλλ᾿ ὁ μακάριος Ἀλέξανδρος, ἀνώτερος πάντων φανείς, καὶ Χριστῷ ἀκλινῶς ἀτενίζων, καὶ τὸ θεῖον αὐτοῦ ὄνομα ἐκκαλούμενος, ἀπετμήθη ξίφει τὴν κεφαλὴν τῇ 26η Μαΐου μηνός, ἐν ἔτει σωτηρίῳ 1794, καὶ συνηριθμήθη τοῖς Ἁγίοις Μάρτυσι λαβὼν παρὰ Κυρίου τῆς ἀφθαρσίας τὸν στέφανον.

Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ,
φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην.
Οὗτος ὁ τοῦ Κυρίου μέγας Ἀπόστολος, τοῖς ἑβδομήκοντα μαθηταῖς καὶ Ἀποστόλοις ὑπ’ Αὐτοῦ συναριθμηθείς, καὶ τῷ μεγάλῳ Παύλῳ διακονῶν ἐν τῷ κηρύγματι, καὶ τὰς θείας αύτοῦ ἐπιστολὰς τοῖς, πρὸς οὕς ἀπεστέλλοντο, διαπορθμεύων, πολλοὺς τῶν Ἑλλήνων τὴν Τριάδα σέβειν ἐδίδαξεν. Ὅθεν, καὶ θείᾳ ἐλλάμψει τοῦ Παρακλήτου καταυγασθεὶς τὴν διάνοιαν, ὥσπερ ἄδυτος ἀστήρ, ἐξ Ἀνατολῶν ὁρμήσας, πᾶσαν τὴν οἰκουμένην ταῖς θείαις Αὐτοῦ διδασκαλίαις κατεφώτισε θαυμάσια μέγιστα καθ’ ἑκάστην τελῶν, καὶ ἀποσοβῶν πνεύματα πονηρότατα. Πολλὰς δὲ πόλεις καὶ λαοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐφελκόμενος, καὶ διὰ τοῦ βαπτίσματος τοὺς πιστοὺς τῶν ἀπίστων διαιρῶν, πολλοὺς παρ’ αὐτῶν ὑπέστη διωγμοὺς καὶ θλίψεις· τομῶς γὰρ χωρῶν πρὸς τὰ ἐπίπονα τῆς ἀθλήσεως σκάμματα, τὸν θυμὸν τῶν ἀρχόντων οὐκ ἐδειλίασεν. Ὅθεν, ὡς δοξάσας τὸν Θεὸν ἐν τοῖς μέλεσιν αὐτοῦ, ὑπ’ Αὐτοῦ ἐνδόξως δοξάζεται. Ἀναπαυσάμενος δὲ τὸν γλυκύτατον ὕπνον, θαυματουργεῖ καθ’ ἑκάστην ἐν τοῖς αὐτοῦ λειψάνοις, πάθη παντοῖα καθαίρων, καὶ ἀκάθαρτα πνεύματα ἀποδιώκων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀλφαίου.
Θεοῦ Λόγου τὸ θεῖον Ἀλφαῖον στόμα,
τάφος καλύπτει πικρὸν ἐγχανὼν στόμα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀβέρκιος, ὁ τοῦ Ἀποστόλου Ἀλφαίου υἱός, ἐν μελισσῶν γυμνὸς ἀπλωθείς, καὶ ὑπὸ μελισσῶν δακνόμενος τελειοῦται.
Bρῶσις μελίσσαις Ἀβέρκιος προὐτέθη,
ὧν βρῶσις ὤφθη Kυρίῳ τὸ κηρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἑλένη, ἠ ἀδελφὴ τοῦ Ἁγίου Ἀβερκίου, λιθοβοληθεῖσα τελειοῦται.
Σὸς κόσμος ἦσαν Ἑλένη Mάρτυς λίθοι,
δι’ ὧνπερ ὤφθης εὐπρεπὴς τῷ Nυμφίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σιμίτριος, καὶ οἱ σὺν αὐτῷ Εἰκοσὶ τρεὶς Μάρτυρες, ἐν ἔτει 159 τελειοῦνται

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ζαχαρίας, δεύτερος ἐπίσκοπος Βιέννης, ἐν ἔτει 160 τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Συνεσίου, ἐπισκόπου Καρπασίας Κύπρου
Συνέσιε, σύνεσιν δός μοι θείαν,
ἵνα ὑμνῶ σε ὡς λειτουργὸν Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐλευθερίου, ἐπισκόπου Ῥώμης

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Φουγατίου καὶ Δαμιανοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Αὐγουστίνου,  ἀρχιεπισκόπου Καντουαρίας τῆς Βρεττανίας


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Μάρτυρος Πρίσκου, καὶ τῶν σὺν αὐτῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλίου.


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ὁσίου Μακαρίου τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ γ’. Οὐκ ἐλάτρευσαν
Δυναμούμενος τῷ σθένει τοῦ παντάνακτος ἀνδρείως ἤθλησας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, παμμάκαρ Ἀλέξανδρε, καὶ χαίρων ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥοῦν ψυχόλεθρον τῆς ἁμαρτίας πέφευγας Μάρτυς Ἀλέξανδρε, καὶ παροχὰς δωρεῶν, ὡς ὄναρ λελόγισαι, νοΐ θεόφρονι, καὶ τὸν θάνατον, ὑπὲρ Χριστοῦ ὑπέμεινας, ὡς ζωῆς θείας αἰτίαν.
Ὥσπερ θάλαμον, φωτὸς τὸ δεσμώτηριον ἐν ᾧ ἐγκέκλεισαι, ὑπὲρ Χριστοῦ ἀληθῶς, ἡγήσω Ἀλέξανδρε, καὶ πίστει ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γνώμην ἔμφρονα ὁ Ἀθλητὴς Ἀλέξανδρος θεοχαρίτωτε, ἀναλαβὼν νουνεχῶς, τῆς πλάνης κατέπτυσεν, καὶ ὡμολόγησεν, Ὃν ἐκύησας ἀπειρογάμως Δέσποινα, Θεὸν εἶναι καὶ Δεσπότην.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἔστης πρὸ βημάτων παρανόμων, κηρύττων ἐν ἀπτοήτῳ παραστήματι, κλῆσιν τὴν Χριστώνυμον, Ἅγιε Ἀλέξανδρε, καὶ ἐναθλῶν ὡς ἄσαρκος χαίρων ἐκραύγαζες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥήσεων τοῦ θείου στόματός σου, μηδόλως οἱ δυσσεβοῦντες ἀνεχόμενοι, φέρειν τὴν λαμπρότητα, ἐν εἱρκτῇ καθεῖρξάν σε, Ἀλέξανδρε μακάριε, πιστῶς κραυγάζοντα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄθλησιν τὴν θείαν σου τιμῶντες, καὶ μνήμην σου τὴν ἁγίαν ἑορτάζοντες, θεῖόν σοι ἐκτύπωμα, τῆς μορφῆς σου ἔστησαν, οἱ εὐλαβῶς ποθοῦντές σε ἐν τῷ παρόντι ναῷ, ὃς κέκληται, τῆς Λαοδηγητρίας, οἷς ἀπαύστως δίδου, Ἀλέξανδρε σὴν χάριν.
Θεοτοκίον.
Σάρκα λογικὴν ἐμψυχωμένην, ἀτρέπτως ἀναλλοιώτως ὑπὲρ ἔννοιαν, Λόγος ὁ συνάναρχος, τῷ Πατρὶ καὶ Πνεύματι, ἀναλαβὼν πανάμωμε ἐκ τῶν αἱμάτων Σου, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὤφθη, καὶ τὴν σωτηρίαν, εἰργάσατο τῷ κόσμῳ.







ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἴθυνας τοῦ σοῦ, νοὸς τὰ κινήματα πρὸς θεῖον ἔρωτα, Ἅγιε Ἀλέξανδρε, ὡς ἀπεσείσω πλάνην τὴν βέβηλον, καὶ πρὸς Χριστὸν ἀνέδραμες, οἰκείῳ αἴματι, μεγαλύνας τούτου τὸ μακρόθυμον, καὶ Μαρτύρων συνήφθης ταῖς τάξεσι.
Μάρτυς ἀψευδής, Χριστοῦ ἐχρημάτισας, ἀθλήσας ἄριστα, Ἅγιε Ἀλέξανδρε, Θεσσαλονίκης ἄνθος ἀμάραντον, ὑπὲρ ἧς ἀεὶ πρέσβευε, τῷ Παντοκράτορι, σὺν τῷ θείῳ Δημητρίῳ Ἅγιε, τοῦ παρέχειν αὐτῇ θεῖον ἔλεος.
Ὄμβροις μυστικοῖς, τῶν σῶν παρακλήσεων πρὸς τὸν φιλάνθρωπον, Ἅγιε Ἀλέξανδρε, τοὺς τὴν ἁγίαν σου μνήμην ἄγοντας, καὶ τὴν σεπτὴν εἰκόνα σου προσπτυσσομένους πιστῶς, μὴ ἐλλίπῃς ἄρδειν δυσωποῦμέν σε, πρὸς ζωῆς εὐκαρπίαν τῆς κρείττονος.
Θεοτοκίον.
Ὕδατος ζωῆς, πηγὴ χαριτόβρυτος καὶ ἀνεξάντλητος, μόνη παντευλόγητε, ὤφθης τεκοῦσα Χριστὸν τὸν Κύριον· διὸ κἀμοὶ ἀνάβλυσον, νᾶμα σωτήριον, ὅπως σβέσω, τῶν παθῶν τοὺς ἄνθρακας, Θεοτόκε ἀνθρώπων βοήθεια.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικῶς ἠρίστευσας, κατὰ τοῦ παναλάστορος, Ἀλέξανδρε Νεομάρτυς, ἐν τῇ δυνάμει τῇ θείᾳ, καὶ τῶν Μαρτύρων σύσκηνος, ἐν πᾶσι καὶ ἰσότιμος, ἐδείχθης παμμακάριστε· μεθ’ ὧν δυσώπει ἀπαύστως, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα πάντες Χριστοῦ Ἀλέξανδρον, τιμήσωμεν συμφώνως, εὐσεβῶν αἱ χορεῖαι· οὗτος γὰρ ἀθλήσας ὑπὲρ Χριστοῦ, ἀνενδότῳ φρονήματι, τῆς τῶν Μαρτύρων χορείας ἐν οὐρανοῖς, ἀνεδείχθης ἰσοστάσιος.

Θεσσαλονικὴ τὴν θείαν γεραίρει μνήμην σου, ἐν σοὶ ἐγκαυχωμένη, Νεομάρτυς Κυρίου· βλαστὸς γὰρ αὐτῆς ὤφθης περιφανής, καὶ νομίμως ἐνήθλησας, ὑπὲρ Χριστοῦ καὶ καθεῖλες τοὺς δυσμενεῖς, παμμακάριστε Ἀλέξανδρε.

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Ἀλέξανδρε, ἐξήρανας τῆς πλάνης, θολερὸν ἅπαν ῥεῦμα, καὶ ἤρδευσας θεόφρον ἀθλητικῶς, Ἐκκλησίας τὰς αὔλακας· διὸ τιμᾷ σου τὴν μνήμην τὴν ἱεράν, καὶ γεραίρει σου τὴν ἄθλησιν.

Ταῖς τῶν Μαρτύρων χορείαις ὡς τούτων σύναθλος, τμηθείς σου τὸν αὐχένα, Νεομάρτυς συνήφθης· μεθ’ ὧν ἀεὶ δυσώπει ὑπὲρ ἡμῶν, τὸν φιλάνθρωπον Κύριον, ἁμαρτιῶν ἡμῖν δοῦναι τὸν ἱλασμόν, καὶ ζωὴν τὴν ἀτελεύτητον.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ τῆς ἀθλήσεως στάδιον, θεολήπτῳ ψυχῇ ἀνύσας, οὐρανίων ἀμοιβῶν ἠξιώθης, Νεομάρτυς Ἀλέξανδρε· ὅλος γὰρ ἔνθους ἐδείχθης, ἀποσεισάμενος τὴν πλάνην, καὶ τῶν φθαρτῶν καὶ ῥεόντων ὑπέρτερος, ἐν τῇ ἐφέσει τοῦ κρείττονος. Καὶ τῇ θείᾳ παντευχίᾳ, καταβαλὼν τὸν τύραννον, οὐκ ἐφείσω σαρκὸς θνησκούσης, ἀλλὰ προθύμως ἔθανες, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος. Αὐτὸν ἱκέτευε δεόμεθα, πταισμάτων ἡμῖν διδόναι ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 Μεγαλυνάριον.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Ἀλέξανδρε Μάρτυς, καὶ καθεῖλες τὸν δυσμενῆ· ὅθεν σου τὴν μνήμην, Θεσσαλονίκη ἄγει, τιμῶσα τοὺς ἀγῶνας, τῆς σῆς ἀθλήσεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου