ΜΑΡΤΙΟΣ ΙΑ΄!!
ΣΩΦΡΟΝΙΟΣ ΙΕΡΟΣΟΛΥΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Πατριάρχου. Ἦχος δ'. Ὡς γενναῖον
ἐν Μάρτυσιν.
Σωφροσύνης
ἐπώνυμος, ἐξ ἐνθέου προγνώσεως, προκληθεὶς Σωφρόνιος, σώφρων γέγονας, ἐπὶ τῶν
ἔργων καὶ δίκαιος, ἀνδρεῖος καὶ φρόνιμος, ἀρεταῖς ταῖς γενικαῖς, γενικῶς
στεφανούμενος, καὶ διένειμας, προσφυῶς ἑκατέρῳ τῇ ψυχῇ τε, καὶ τῷ σώματι,
καθάπερ, διαιτητὴς ἀκριβέστατος.
Θεολόγου
ἐκ στόματος, θεολόγους ἑβρόντησας, διδαχὰς Σωφρόνιε, παμμακάριστε, θεολογήσας
τρανότατα, Πατέρα τὸν ἄναρχον, καὶ συνάναρχον Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον,
συναΐδιον, ἐν μονάδι Τριάδα καὶ Μονάδα, ἐν Τριάδι Θεὸν ἕνα, τῇ οὐσιώδει ταυτότητι.
Τῇ
σαρκὶ καθ' ὑπόστασιν, ἑνωθέντα τὸν ἄσαρκον, καὶ Πατρὶ συνάναρχον, Λόγον
Πάνσοφε, δίχα τροπῆς καὶ συγχύσεως, σοφῶς ἐδογμάτισας, ἐνεργοῦντα δὲ διττῶς,
καταλλήλως ταῖς φύσεσιν, ἐξ ὧν σύγκειται, καὶ ἐν αἷς θεωρεῖται εἷς ὑπάρχων,
ἀδιαίρετος τῷ ὄντι, τοῦτο κἀκεῖνο νοούμενος.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις,
εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; Τὸ λαμπρὸν δοχεῖον τοῦ Πνεύματος,
καὶ τῆς εὐσεβείας τὴν σάλπιγγα, τῆς Ὀρθοδοξίας τὸν φωστῆρα, τὸν λύχνον, τῶν
ἀρετῶν τὸν φαεινότατον, τὸ σκεῦος, τῶν οὐρανίων ἐπιλάμψεων, τῆς σωφροσύνης τὴν
στήλην, τῶν ὀρθῶν δογμάτων τὸν πολύτιμον θησαυρόν, τὸν μέγαν Σωφρόνιον,
Ἐκκλησίας τὸ ἀγλάϊσμα.
Ποίοις,
ὑμνωδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς σωφροσύνης ἐπώνυμον, καὶ
Σιὼν ποιμένα τὸν ἄριστον, τὸν μυσταγωγὸν βίου ὁσίου, τὸ στόμα, τῆς ἀληθείας τὸ
θεόφθογγον, τὴν γλῶσσαν, τῶν θεοσδότων παραδόσεων, τὸν ἐν δυνάμει σοφίας, τὸν
ἄῤῥητον λόγον, τῆς σαρκώσεως τοῦ Χριστοῦ, σοφῶς ἀναπτύσσοντα, καὶ τὸν κόσμον
καταυγάζοντα.
Ποίοις,
πνευματικοῖς ἄσμασιν, εὐφημήσωμεν τὸν Ἱεράρχην; Τὸν ἐν τῇ Σιὼν διαπρέψαντα, καὶ
τὴν Ἐκκλησίαν φαιδρύναντα, βίῳ τε καὶ λόγῳ καὶ σοφίᾳ, τὸ θεῖον, τῶν Ἀποστόλων
ἀφομοίωμα, τὸ μέγα, τῶν θλιβομένων καταφύγιον, τῶν κλονουμένων τὸν στύλον, τῶν
πιστῶν προστάτην, καὶ μεσίτην πρὸς τὸν Χριστόν· δι’ οὗ κομιζόμεθα, τῶν
πταισμάτων τὴν συγχώρησιν.
Δόξα.
Ἦχος πλ. δ΄.
Σοφίᾳ
κοσμήσας τὸν βίον σου, τῶν παρ’ αὐτῆς ἐπλήσθης δωρεῶν, ἱεροφάντορ Σωφρόνιε,
θεοπρεπῶς πολιτευσάμενος. Τὸ γὰρ κρεῖττον ἀπὸ παιδὸς προελόμενος, τὴν ἀρετὴν
ὁλοσχερῶς ἠγάπησας, καὶ τῶν κατ’ αὐτὴν ἀναβάσεων, ἐνθεώτατος μύστης, καὶ
πρακτικώτατος ὁδηγός, ἀληθῶς ἐχρημάτισας. Καὶ ἀποστολικὴν πλουτήσας χάριν,
πανσόφως ἐποίμανας, τὴν ἐν Σιὼν Ἐκκλησίαν τοῦ Θεοῦ, ὡς Ἱεράρχης θεόληπτος. Καὶ
νῦν πρέσβευε μακάριε, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ
τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Στόμα
δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων
ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρεφήσεται. Ζυγοὶ δόλιοι βδέλυγμα
ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ
ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ
ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ
θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελλον,
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἄμωμον ὀρθοτομεῖ
ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ
δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται
ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ
παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίου
εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀεβῶν ἀγαλλίαμα. Ἐν
εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματα δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει
πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ' 7 - 11)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει
ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ
δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ,
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν
ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ
τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἰδιόμελα. Ἦχος α'.
Φερωνύμως
διαπρέψας, τῆς σωφροσύνης ἐνδιαίτημα, θεοπρεπὲς ἐδείχθης, Ἱεράρχα Σωφρόνιε·
ὅθεν τὸ πανάγιον Πνεῦμα, τῇ καθαρᾷ σου οἰκῆσαν καρδίᾳ, ὄργανον θεῖόν σε
εἰργάσατο, καὶ μυσταγωγὸν θεοειδῆ, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, καὶ οἰκονόμον
σοφόν, τῶν μυστηρίων τῆς χάριτος. Δι’ ὧν τὸν μὲν λαὸν τοῦ κυρίου, θεοφιλῶς
διήγαγες, τῆς δὲ ἀληθείας τὴν γνῶσιν, ἐν ταῖς ψυχαῖς ἐθησαύρισας, τῶν ἐν
συνέσει βοώντων· Κύριε, δόξα Σοι.
Ἦχος
β΄.
Τὴν
ἱεραρχικήν σου διπλοΐδα, τῇ καθαρωτάτῃ πολιτείᾳ, περιφανεστέραν εἰργάσω, ἱερὲ
Σωφρόνιε. Τῶν ἀρετῶν γὰρ τῷ πυρί, σῶμα καὶ ψυχὴν καθαγνίσας, τῆς ἀπαθείας
ἐταμιεύσω τὸν πλοῦτον· ὅθενν ὅσιος καὶ ἄκακος, Ἀρχιερεὺς ἐχρημάτισας, καὶ
Χριστοῦ τοῦ ἀρχιποίμενος, μιμητὴς πανάριστος. ᾯ πρέσβευε δεόμεθα, Ἱεράρχα
ἔνδοξε, χάριν δοῦναι καὶ ἔλεος, τοῖς εὐσεβῶς βοῶσι· Κύριε, δόξα Σοι.
Ἦχος
γ΄.
Ἱερατεύων
ἐν Σιών, ἐν ταπεινώσει καρδίας, καὶ τὸν λαὸν τοῦ Χριστοῦ ἐν σοφίᾳ καὶ χάριτι
διεξάγων, τῶν Ἀποστόλων ὁμόζηλος ὤφθης, καὶ τῆς ἐκείνων δωρεᾶς ἰσότιμος,
ἱεροφάντα Σωφρόνιε· ἡ γὰρ τοῦ Παρακλήτου ἔλλαμψις, ἡ πρὶν αὐτοὺς ἐμφορήσασα,
καὶ ἐν σοὶ μυστικῶς καταπεφοίτηκεν, ὡς ἀληθῶς θεσπέσιε· ὅθεν στόμα θεῖον
πέφηνας, καὶ ὑπὲρ μέλι καὶ κηρίον, οἱ λόγοι ἡμᾶς εὐφραίνουσι. Τὸ γὰρ ἄῤῥητον
μυστήριον, τῆς ἐν Χριστῷ οἰκονομίας, ὀρθοδόξως διδάσκεις, καὶ πάντας διεγείρεις
Θεῷ κράζειν· Κύριε, δόξα Σοι.
Δόξα.
Ἦχος δ΄.
Τὴν
τῶν Ὁσίων Πατέρων, πόθῳ πολλῷ ἀνιχνεύσας ζωήν, καὶ τῶν ἐναρέτων καμάτων,
μυηθεὶς τὰ κατορθώματα, πράξεων ἁγίων θησαυρῶν, καὶ ἠθῶν ἀμέμπτων στηλογραφίαν,
καὶ πρὸς Θεὸν ἐπιστροφῆς ὑποτύπωσιν, τῇ Ἐκκλησίᾳ παρέθου Σωφρόνιε. Πάντας γὰρ
διδάσκεις μακάριε, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ
σωφρονεῖν, καὶ Θεῷ λατρεύειν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ θεοφρόνως κράζειν·
Κύριε, δόξα Σοι.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων λύτρωσαι εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν
ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ τῆς ἁγίας Σιών, ποιμὴν ὁ μέγας Ἱεράρχα Σωφρόνιε, καὶ πάσης τῆς Ἐκκλησίας, ὁ
σελασφόρος ἀστήρ, ὁ τῶν ἀρετῶν σου ταῖς ἐλλάμψεσι, πυρσεύων ἑκάστοτε, εὐσεβῶν
τὴν διάνοιαν, πρὸς μετουσίαν, τῆς ἐνθέου λαμπρότητος, τῆς ἐν πράξεσιν, ἀληθοῦς
τελειότητος· λύχνος ὁ φαιενότατος, πυρσὸς ὁ ἀνέσπερος, τῆς οὐρανίου σοφίας, καὶ
δωρεῶν τῶν τῆς χάριτος. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα
ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
τῆς σωφροσύνης εἰκών, τῶν ἀρετῶν ὁ θησαυρὸς ὁ πολύτιμος, ὁ μύστης τῶν
ἀποῤῥήτων, στόμα τῆς ἄνω φθογγοῖς, τὸ τοῦ Παρακλήτου ἐνιδάιτημα, ὁ στύλος ὁ
πάμφωτος, ὁ ἐκ γῆς πρὸς οὐράνια, τῆς Ἐκκλησίας, ὁδηγῶν θείῳ πνεύματι, τὰ
πληρώματα, Ἱεράρχα Σωφρόνιε, ὄργανον τὸ θεόπνευστον, δογμάτων τῆς πίστεως, ὁ
μυστογράφος ὁ θεῖος, τῶν ἐν Χριστῷ ἀναβάσεων, Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις,
ὁ ἐκ παιδὸς τῷ Θεῷ, ἀνατεθεὶς καὶ τὴν σοφίαν ὡς γέγραπται, φιλήσας ἔρωτι θείῳ,
καὶ καθαρᾷ ἀγωγῇ, καὶ ἠθῶν ἀμέμπτων τῇ σεμνότητι· ἐντεῦθεν τετίμησε, παρ’ αὐτῆς
θείαις χάρισι, καὶ μέγας ὤφθης, ἀληθῶς καὶ περίβλεπτος, κόσμῳ Ὅσιε, ἔν τε
λόγοις καὶ πράξεσιν· ὅθεν σὲ μακαρίζομεν, παμμάκαρ Σωφρόνιε, καὶ τὴν ἁγίαν σου
μνήμην, χρεωστικῶς ἑορτάζομεν, ἐν ᾗ πᾶσι δίδου, τῆς θερμῆς σου προστασίας,
Πάτερ τὰς χάριτας.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῇ
αἴγλῃ τοῦ Πνεύματος, καταλαμφθεὶς τὴν ψυχήν, παγκοσμίως ἔλλαμψας, Ἱεράρχα
Σωφρόνιε· ἐξ ὄρους γὰρ Σιὼν ὡς ἄλλος ἀπόστολος, εὐηγγελίσω τὰ κρείττονα, καὶ
τὸν λόγον τῆς Χάριτος, πανταχοῦ ἐφήπλωσας, παιδεύων καὶ διδάσκων, γνῶσιν
σωτήριον. Εἰς πᾶσαν γὰρ τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος σου, κατὰ Δαβὶδ τὸν θεῖον,
καὶ ἡ χάρις τῶν ῥημάτων σου, ἀληθῶς στηρίζει, τοὺς πιστῶς ἑορτάζοντας, τὴν
ἁγίαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον . Ἦχος
πλ. δ’. Ταχὺ προκατάλαβε.
Σωφρόνως τὸν βίον σου, διαγαγὼν ἐκ παιδός, τὴν χάριν τοῦ
Πνεύματος, εἰσεποιήσω σαφῶς, Σωφρόνιε πάνσοφε· ὅθεν ἱεραρχίας, ταῖς ἀκτῖσιν
ἐκλάμψας, ὤφθης τῆς εὐσεβείας, εὐκλεὴς ὑποφήτης. Καὶ νῦν δυσώπει Ὅσιε, ὑπὲρ τῶν
τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Σοφίας
ἀληθοῦς, ἀγαπήσας τὴν κτίσιν, κατάλληλον ζωήν, νουνεχῶς ἐπεδείξω, καὶ πρόεδρος
περίδοξος, Ἱεράρχα Σωφρόνιε, ἐχρημάτισας, τῆς ἐν Σιὼν Ἐκκλησίας· ὅθεν σήμερον,
τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σαρκὶ
τῂ καθ’ ἡμᾶς. ἀσυγχύτως ἡνώθη, ὁ Λόγος τοῦ Θεοῦ, ἐξ ἁγνῶν Σου αἱμάτων, καὶ
ἄνθρωπος ἐγένετο, μὴ ἐκστὰς τῆς Θεότητος, καὶ ἐθέωσε, τὴν τῶν ἀνθρώπων οὐσίαν·
ὅθεν Δέσποινα, ὡς τῆς καθ’ ἡμῶν σωτηρίας, αἰτίαν ὑμνοῦμέν Σε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείου
πνεύματος, τῇ ἐπιπνοίᾳ, ποιμὴν ἔνθεος, τῆς Ἐκκλησίας, τῆς ἐν Σιὼν ἀνεδείχθης
Σωφρόνιε, ὡς τῶν Ἀποστόλων τῶν θείων ὁμότροπος, καὶ πολλοστῶς ἐν σοφίᾳ καὶ
ἔνδοξος· ἀλλὰ πρέσβευε, δοθῆναι τοῖς Σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα
ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεὸν
τέτοκας, ἀνερμηνεύτως, ἐξ αἱμάτων Σου, δι’ εὐσπλαγχνίαν, Θεογεννῆτορ ἡμᾶς
ἀναπλάττοντα, καὶ μετὰ τόκον Παρθένος διέμεινας, ὡς πρὸ τοῦ τόκου ἁγνὴ καὶ
ἀκήρατος· ὅθεν ἅπαντες ὑμνοῦμεν τὰ μεγαλεῖά Σου, δι’ ὧν ἐκ τῆς φθορᾶς
ἀπελυτρώθημεν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Ὁ ὑψωθείς.
Τῆς
Ἐκκλησίας ὁ σοφὸς Ἱεράρχης, καὶ ὑποφήτης τῶν ἐνθέων δογμάτων, ὁ ἱερὸς ὑμνήσθω
μοι Σωφρόνιος, βίου γὰρ λαμπρότητι, τὴν ζωὴν κυβερνήσας, σάλπιγξ μεγαλόφωνος,
εὐσεβείας ἐδείχθη, καὶ μεταστὰς ἐν δόξῃ πρὸς Χριστόν, πᾶσιν αἰτεῖται,
πταισμάτων συγχώρησιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν
ὑπερούσιον καὶ ἄναρχον λόγον, οὐσιωθέντα καθ’ ἡμᾶς ὑπὲρ Λόγον, καὶ ὑπὸ χρόνον
ἄνθρωπον γενόμενον, τέτοκας πανάμωμε ἐξ ἀχράντου γαστρός Σου, καὶ Υἱόν Σου
ἔσχηκας, καὶ ἀγκάλαις συνέσχες, Ὃν ἐκδυσώπει Κόρη μητρικῶς, σώζεσθαι πάντας,
τοὺς Σὲ μεγαλύνοντας.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον,
Ἱεραρχικόν.
Ὁ
Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀγγελικῶς
ἀνύσας τὴν ζωήν, τῶν ἀρετῶν τὴν γνῶσιν, τοῖς πιστοῖς ὑφηγήσω, καὶ ἱεραρχίας
τύπον σαὐτὸν παρέστησας, ἀρχιεράρχα Σωφρόνιε. Πράξει γὰρ καὶ θεωρίᾳ, ποικίλως
διέπρεψας, καὶ τοῦ Εὐαγγελίου τὸν λόγον, εὐσεβῶς ἐτράνωσας· ἐν αὐτῷ καὶ ἡμᾶς
πολιτεύεσθαι ἐνίσχυσον, Ἱεράρχα μακάριε, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
ᾨδὴ
α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Σωφρόνως
διέπλευσας, τῆς σωφροσύνης τὸ πέλαγος, ταῖς αὔραις τοῦ Πνεύματος, οἰακιζόμενος,
καὶ συνήθροισας, πολλὴν περιουσίαν, σοφίας χαρίσματι, Πάτερ Σωφρόνιε.
Ὡς
Ἄγγελος γέγονας, τῆς τοῦ Χριστοῦ Ἀναστάσεως, καὶ πρόεδρος ἔνθεος, τοῦ θείου
Μνήματος, τοῦ πλουτήσαντος, πηγὴν ἀθανασίας, Χριστὸν τὸν ἐγείραντα, πτῶσιν τοῦ
γένους ἡμῶν.
Φαιδρότητι
λόγων σου, διανοίας ὀξύτητι, τὸν κόσμον ἐφαίδρυνας, θεολογήσας τρανῶς,
τρισυπόστα τον, Θεότητος οὐσίαν, Μονάδα τρισάριθμον, Πάτερ Σωφρόνιε.
Ῥημάτων
ὁ φθόγγος σου, καὶ τῶν δογμάτων ἡ εὔσημος, κιθάρα διέδραμε, τῆς γῆς τὰ πέρατα,
τὸ μυστήριον, τῆς οἰκονομίας, τοῦ Λόγου διδάσκουσα, Πάτερ θεόληπτε.
Θεοτοκίον
Ὁ
ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ
προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων
τόν ἄνθρωπον.
ᾨδὴ
γ'. Οὐκ ἐν σοφίᾳ
Στηριζομένη,
βακτηρίᾳ τῶν λόγων σου Ὅσιε, τὰς ὁρμὰς τῶν δυσσεβῶν, καὶ θεομάχων αἱρέσεων,
ἐλαύνει διώκουσα, ἡ Ἐκκλησία Χριστοῦ.
Ὑπερμαχήσας,
τοῦ σεπτοῦ θεοφόρε κηρύγματος, ἀνεδείχθης νικητής, τῇ συμμαχίᾳ τοῦ Πνεύματος,
σοφῶς δυναμούμενος, Πάτερ Σωφρόνιε.
Νεκρώσας
πᾶσαν, φθειρομένης σαρκὸς ἡδυπάθειαν, τὴν ἀκήρατον ψυχήν, δι' εὐσεβείας
ἐζώωσας, καὶ ταύτην ἀνέδειξας, ἔνθεον ὄργανον.
Ἡ
θεολόγος, καὶ τερπνὴ καὶ μελίῤῥυτος γλῶσσά σου, τοὺς τοῦ λόγου ποταμούς,
ἀναπηγάζει θεόληπτε, τὰ θεῖα διδάγματα, πᾶσι προχέουσα.
Θεοτοκίον
Σὲ
τὴν τεκοῦσαν τὸν Θεόν, Θεοτόκον δοξάζομεν, τῷ Γεννήματι τῷ σῷ, προσηγορίαν
ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, πάναγνε Δέσποινα.
Κάθισμα.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τοῖς
λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτήρησας τὸ κατ' εἰκόνα
Θεοῦ, Σωφρόνιε Ὅσιε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χάριτας
διδαγμάτων, ἀπαστράπτουσα πᾶσι, τοῖς πίστει ἑορτάζουσι Πάτερ τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Ἐκαίνισας
Ἄχραντε τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν
καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος,
μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
ᾨδὴ
δ'. Ὁ καθήμενος ἐν δόξῃ
Μίαν
ἄναρχον οὐσίαν, ἐν τρισὶν ὑποστάσεσιν, ἰδικαῖς τελείαις, Πάτερ σὺ σοφῶς
ἐδογμάτισας, διαιρουμένην ἀτμήτως, ἑνουμένην τε ἀσυγχύτως, βουλήσει μιᾷ καὶ Θεότητι.
Ἔχων
σώφρονας τὰς φρένας, καὶ τὸν νοῦν σωφρονέστερον, οὐ φυρμὸν ἐφρόνεις, Πάτερ οὐ
τροπὴν οὐδὲ σύγχυσιν, τῶν ἡνωμένων ἀτρέπτως δύο φύσεων, ἐν ἑνὶ Χριστῷ,
μονογενεῖ ἀπαστράπτουσαν.
Λαμπρυνόμενος
ἐνθέως, φωτισμῷ τῷ τοῦ Πνεύματος, τὴν δεινὴν μανίαν, τὴν τοῦ Νεστορίου
διέλυσας, ταυτοβουλίᾳ καὶ γνώμῃ τοῦ τὴν ἕνωσιν, δογματίσαντος, ἐπὶ Χριστοῦ δύο
φύσεων.
Πύῤῥον
ἔφλεξας ἀντάρτην,τῶ πυρὶ τῶν δογμάτων σου, ἀθετοῦντα δύο, εἶναι τοῦ Χριστοῦ τὰ
θελήματα, ταῖς διαφόροις οὐσίαις τὰ κατάλληλα, ἐνεργείας τε, ἅμα διπλᾶς Πάτερ
Ὅσιε.
Θεοτοκίον
Ὡραιώθης
ὑπὲρ πᾶσαν, τῶν Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ
Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς
δοξάζοντας.
ᾨδὴ
ε'. Ἀσεβεῖς οὐκ ὄψονται
Τὴν
σεπτὴν ἀνάστασιν, καὶ τάφον τῆς ζωῆς, ἀκλινεῖ πόθῳ θεωρῶν, θεωρίας ἤντλησας
κρυφιομύστους, καὶ πιστοῖς μετέδωκας, Ἱεράρχα τῆς ἐλλάμψεως.
Ὁλικῶς
ἐπόθησας, τὸν μόνον ἀγαθόν, πυρσωθεὶς φέγγει νοητῷ, καὶ πηγὴν ἠγάπησας τῆς
ἀφθαρσίας, θεωρίαις Πάνσοφε, πρὸς αὐτὴν ἀνατεινόμενος.
Ναὸς
ζῶν καὶ ἔμψυχος, ἐγένου τοῦ Θεοῦ, νεκρωθεὶς πᾶσι τοῖς ἐν γῇ, τὴν τοῦ λόγου
τράπεζαν εὐθηνουμένην, κεκτημένος Ὅσιε, καὶ λυχνίαν τὴν τῆς πίστεως.
Θεοτοκίον
Ἐν
δυσὶ νοούμενον, οὐσίαις τὸν Χριστόν, τὸν Υἱὸν τὸν μονογενῆ, τοῦ Θεοῦ τὸν
ἄναρχον, σάρκα γενόμενον, ὑπὲρ λόγον τέτοκας, Θεομῆτορ ἀπειρόγαμε.
ᾨδὴ
ς'. Θύσω σοι
Πλουσίως,
ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος, τοῦ παναγίου θεόφρον, ἐν τοῖς χείλεσί σου· ὅθεν
ὁ φθόγγος, τῶν σῶν λόγων, τοῦ ποταμοῦ μιμεῖται τὰ ῥεύματα.
Ὡς
φοίνιξ, ἐν τῷ οἴκῳ Κυρίου ἐξήνθησας, τῇ εὐκαρπίᾳ τῶν λόγων, καθαρῷ τε βίῳ
καταγλυκαίνων, τὰς καρδίας, Ἱεράρχα, τῶν πίστει τιμώντων σε.
Νεκροῦται,
τῇ ζωτικῇ ῥομφαίᾳ τῆς γλώττης σου, τὸ τῶν αἱρέσεων στῖφος, καὶ θρασεῖα φάλαγξ
τῶν θεομάχων, σφαττομένη, θανατοῦται δογμάτων σου ξίφεσιν.
Θεοτοκίον
Ὑμνοῦμεν,
Θεοτόκε τὸν ἄχραντον τόκον σου, δι' οὗ σῳζόμεθα πάντες, καὶ θανάτου βρόχων καὶ
δεινοτάτης, ἁμαρτίας, καὶ τῶν μυχῶν τοῦ ᾍδου λυτρούμεθα.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐπεφάνης
σήμερον, λαμπρυνθεὶς τοῦ πνεύματος τῇ ἐπιπνοίᾳ, Ἱεράρχης ὅσιος ὡς Ἀποστόλων
μιμητής, ἐν τῇ Σιὼν ἐχρημάτισας, Πάτερ παμμάκαρ Σωφρόνιε πάνσοφε.
Ὁ
Οἶκος.
Φιλοσοφίαν
ἀληθῆ ἀπὸ παιδὸς ποθήσας, ἐπλήσθης θείων δωρεῶν ἀποκαθάρας σου τὸν νοῦν, δι’
ἀμμελείαις ἀρετῶν καὶ πράξεων ὁσίων· ὅθεν Ἱεραρχίας τὸ φῶς δεξάμενος, ἔλαμψας
ἐν τῇ Σιών, ὡς λύχνος φαεινότατος, καὶ ἑωσφόρος λαμπρός, πᾶσαν τὴν Ἐκκλησίαν
καταυγάζων, ταῖς ἀστραπαῖς τῶν λόγων σου, καὶ ταῖς τῶν ἔργων ἐπιδείξεσιν, οἷα
ποιμὴν ἀληθινός, καὶ Ἀποστόλων μιμητὴς ἐνθεώτατος. Πᾶσι γὰρ τὰ πρὸς σωτηρίαν
ὑπέθου, ὡς πάντας σαφῶς Θεῷ κατευθύνων, Πάτερ παμμάκαρ, Σωφρόνιε πάνσοφε.
Συναξάριον.
Τῇ
ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Σωφρονίου Πατριάρχου
Ἱεροσολύμων
Ἔσπευδε
τηρεῖν καὶ κεραίαν τοῦ νόμου,
Ὁ Σωφρόνιος, οὗ παρ’ οὐρανοῖς κέρας.
Ἑνδεκάτῃ σαόφρων ἔδυ Σωφρόνιος παρὰ τύμβον.
Ὁ Σωφρόνιος, οὗ παρ’ οὐρανοῖς κέρας.
Ἑνδεκάτῃ σαόφρων ἔδυ Σωφρόνιος παρὰ τύμβον.
Οὗτος,
ὁ μέγιστος τῆς Ἐκκλησίας φωστήρ, χώρας μὲν ἔφυ Φοινίκης Λιβανοστεφάνου, πόλεως
δὲ Δαμασκοῦ, εὐσεβῶν καὶ σωφρόνων γονέων τέκνον, πατρὸς μὲν καλουμένου Πλινθᾶ,
μητρὸς δὲ Μυροῦς· ἐντεῦθεν εὐφυΐᾳ φύσεως τὴν ἐπιμέλειαν κερασάμενος, ὑπερφυῶς
ἐπιστημῶν ἁπασῶν τὸ κράτος ἀνεδήσατο. Ἔτι δὲ τὴν Δαμασκὸν οἰκῶν, πᾶσαν ἀρετήν,
τὴν ἐν ταῖς ἐρήμοις πραττομένην, μετήρχετο. Ἔπειτα τὴν μάνδρα τοῦ μεγάλου
Θεοδοσίου καταλαμβάνει· ἐν ᾗ σχολάζων, καὶ τῷ Θεῷ ἐν ἡσυχίᾳ συγγινόμενος, τῇ
τῶν θείων Γραφῶν μελέτῃ τὴν καρδίαν καὶ τὸν νοῦν κατωχύρωσε, πᾶν νόημα
αἰχμαλωτίσας εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἔπειτα περισσοτέρας γλιχόμενος
παιδείας καὶ φιλοσοφίας, ἐπὶ τὴν Ἀλεξάνδρου μεγαλόπολιν ἀποπλεῖ· καὶ Ἰωάννῃ,
ἀξιολόγῳ τινὶ περιτυχὼν ἀνδρί, πάσης σοφίας καὶ συνέσεως πεπληρωμένῳ, τούτῳ
γίνεται σύσκηνος καὶ ὁμορόφιος, ὁμοδίαιτος καὶ ὁμογνώμων, τὰ παρ’ ἐκείνου
λαμβάνων, καὶ μεταδιδοὺς τὰ σφέτερα. Ἔνθα τοὺς ὀφθαλμοὺς ἐπίχυσιν παθών, ὑπὸ
τῶν Ἁγίων Κύρου καὶ Ἰωάννου θεραπεύεται, καὶ τῆς ἰατρείας ἀπαιτεῖται μισθόν, τὰ
καθ’ ἑκάστην παρ’ αὐτῶν τελούμενα θαύματα γραφῇ παραδοῦναι. Καὶ μέν τοι καὶ
παρέδωκεν.
Ἔπειτα
ἐπίσκοπος Ἱεροσολύμων, διὰ τὸ ὑπερανεστηκὸς τοῦ βίου καθίσταται· καὶ τῆς Ἁγίας
Πόλεως Ἱερουσαλὴμ ὑπὸ τῶν ἀλιτηρίων Περσῶν ἁλούσης, εἰς Ἀλεξάνδρειαν πρὸς τὸν
μέγαν Ἰωάννην τὸν Ἐλεήμονα παραγίνεται, τηνικαῦτα τὸν Ἀποστολικὸν ἐκεῖνον
θρόνον ἰθύνοντα· οὗ πρὸς τὴν μακαρίαν λῆξιν ἀπάραντος, τὸν ἄπειρον αὐτοῦ τῆς
ἐλεημοσύνης θησαυρόν, καὶ τοῦ βίου τὸ ὑψηλόν, διὰ τοῦ ἐγκωμιαστικοῦ λόγου
ἀνεδίαξε, πολλὰ καὶ αὐτὸς τὸν μακάριον ἐκεῖνον θρηνήσας.
Ἐπεὶ
δὲ αὖθις πρὸς τὴν Ἁγίαν Πόλιν ὑπέστρεψεν, οὐκ ἔστιν εἰπεῖν μεθ’ ὅσης φροντίδος
καὶ πόνου τὴν λαχοῦσαν αὐτῷ Ἐκκλησίαν ἐποίμανεν· οὐδαμῶς γὰρ δέδωκεν ὕπνον τοῖς
ὀφθαλμοῖς αὐτοῦ, οὐδὲ τοῖς βλεφάροις νυσταγμόν· οὐδὲ γὰρ κατὰ δαιμόνων ἦν αὐτοῦ
ἡ πάλη μόνον, ἀλλὰ καὶ κατὰ τῶν αἱρετιζόντων, οὓς Γραφικαῖς ἀποδείξεσι, καὶ
Πατρικαῖς παραδόσεσιν ἀνατρέπων, καὶ μέντοι καὶ οἰκείαις διδασκαλίαις, φρούδους
ἀπετέλει. Καὶ ἄλλα δὲ πλεῖστα, λόγου καὶ μνήμης ἄξια συγγράμματα, τῇ Ἐκκλησίᾳ
καταλέλοιπε, βιοῦν ὀρθῶς ἐκδιδάσκοντα, καὶ κατὰ τὸ Θεῷ δοκοῦν πολιτεύεσθαι· ὧν
ἐστι τὸ ὑπερθαύμαστον διήγημα τῆς ἐν γυναιξὶν ἰσαγγέλου Μαρίας τῆς Αἰγυπτίας,
τῆς ὑπὲρ ἀνθρωπίνην φύσιν ἐρημικοὺς ἀγωνισαμένης ἀγῶνας. Οὕτω καλῶς καὶ
θεοφιλῶς αὐτὸς βιώσας, καὶ ἄλλους ἐκδιδάξας, καὶ στόμα Χριστοῦ χρηματίσας, καὶ
ὁσίως τὸ δοθὲν αὐτῷ ποίμνιον ἰθύνας ἐν χρόνοις τρισίν, ἐν εἰρήνῃ πρὸς τὸν Θεὸν
μεθίσταται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Πιονίου τοῦ Πρεσβυτέρου καὶ Σαβίνας.
Ὡς ἐγκρυφίας
ἄρτος ἐξωπτημένος,
Καυθεὶς προσήχθη Πιόνιος Κυρίῳ.
Καυθεὶς προσήχθη Πιόνιος Κυρίῳ.
Οὗτος
ἦν τῆς ἐν τῇ Σμύρνῃ Ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας Πρεσβύτερος, κατὰ τοὺς καιροὺς
Δεκίου τοῦ βασιλέως· συνελήφθη δὲ μετὰ καὶ ἑτέρων. Καὶ πρῶτον μὲν ἄγεται παρὰ
Πολέμονα τὸν νεωκόρον, πρὸς ὃν διηνέχθη περὶ τῆς θρησκείας, Γραφικαῖς
ἀποδείξεσι καὶ ἱστορικαῖς, ὅτι πιστοῦται παρὰ τῶν ἤδη γεγονότων τὰ ἐσόμενα, καὶ
ὅτι ὁ Θεὸς διὰ πυρὸς δοκιμάζειν μέλλει τὰ τῶν ἀνθρώπων ἔργα· καὶ παρατίθησιν
εἰς πίστιν τὰς πυρίνους σταγόνας, αἷς τὴν Σοδόμων γῆν ἀπετέφρωσε, καὶ τὰς
πολλαχοῦ τοῦ πυρὸς ἀναβλύσεις. Εἶτα παρ’ Ἐλπίδιον τὸν ἄρχοντα, συνεδρεύσαντα τῷ
νεωκόρῳ, ὁ Ἅγιος ἄγεται· ὕστερον δὲ παρὰ Κυντιλιανῷ τῷ ἀνθυπάτῳ γενόμενος, τὴν
διὰ πυρὸς λαμβάνει τελείωσιν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ ἐν Διϊπίῳ
Ἐκ
γειτόνων εἶ, Γεώργιε, κἀνθάδε,
Κἀκεῖθεν, οἶμαι, Χριστομύστη, Παρθένῳ.
Κἀκεῖθεν, οἶμαι, Χριστομύστη, Παρθένῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Γεωργίου, τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Ἀρσελᾷ, ἐν τῇ Σιναϊτῶν Πατερών γῆν
ἀσκήσαντος.
Πῶς
ἂν διῆλθες πλέθρα γῆς τάχος τόσα;
Εἰ μὴ ἄσαρκος, ὥς τις ἧς, πάτερ, βίῳ;
Εἰ μὴ ἄσαρκος, ὥς τις ἧς, πάτερ, βίῳ;
Οὗτος,
ἔζησε τὰ χρόνια τοῦ εὐσεβοῦς αὐτοκράτορος Ἰουστιανιανοῦ, τὸν 6ον
αἰῶνα, ἐπὶ Πατριάρχου Ἱεροσολύμων Πέτρου, εἰς τὸν ἀπαράκλητον καὶ ἀνυδρον τόπον
τῶν σπηλαίων τοῦ Ἀρσελᾶ, τόπον κείμενον ἀνατολικὰ τῆς Μονῆς τοῦ Σινᾶ καὶ
ἀπέχοντα διὰ πεζοπορίας ἐπὶ τραχέως ἐδάφους, περισσότερον ἀπὸ δέκα ὥρας. Οὗτος
ἔζησε ἑβδομήκοντα ἔτη εἰς τὸ Σινά, ἐκοιμήθη δὲ ὁσιακῶς τὸ 552. Ἀνεδείχθη ὄντως
μέγας ἀσκητής, ἄνθρωπος τοῦ Θεοῦ, θαυμαστὸς ἀνήρ, καὶ σημειοφόρος, χαρίεις,
ὑπήκοος, πρᾶος, ἐλεήμων, δίκαιος, ὑπομονετικὸς καὶ ταπεινός, ἐπιτελέσας ὑπερφυῆ
παλαίσματα. Νυχθημερὸν προσηύχητο εἰς το σπήλαιον, καὶ ἐδέετο μετὰ δακρύων τοῦ
Θεοῦ, ἵνα τὸν ἐλεήσῃ. Ὁ Ὅσιος Γεώργιος ἦταν ὑπέρμετρα νηστευτής, ἐγκρατευόμενος
ἀκόμη καὶ αὐτὸ τὸ οὐδόλως ἐκεῖ βλῦζον ὕδωρ, ὅπερ ἔπινεν μετρίως, ἤτοι ἅπαξ ἢ
δὶς ἀνὰ μῆνα· ἐπὶ πολλὰς δὲ ἡμέρας, παρέμεινεν τελείως νῆστις. Τὸ στρῶμά του
ἦταν μία πεπαλαιωμένη ψάθα, εἰς ἣν μικρὸν χρόνον εὕρισκεν ὀλίγην ἀνάπαυσιν,
ἀκουμβοῦσε δὲ ἡ κεφαλή του ἐπὶ κοπτερᾶς πέτρας. Ὑπέμεινε καρτερῶς καὶ
ἀγογγύστως τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸ τῆς νυκτός. Τὰ ἄγρια θηρία τῆς
ἐρήμου, τὰ πετεινά, ἑρπετά, ἔντομα καὶ σκορπιοί, ἦταν οἱ μόνιμοι ἐπισκέπτες
του. Πολλάκις, νομάδες, λησταὶ καὶ βάρβαροι ἐπιδρομεῖς ἀναζητοῦντες λεία, τὸν
ἐνοχλοῦσαν. Ὅμως ὅλους τοὺς ἐδέχετο καὶ τοὺς ἐξένιζεν φιλοφρόνως, παραθέτων
αὐτοῖς ὅ,τι ἐλάχιστον διέθετε, νουθετῶν ἅμα αὐτοὺς καταλλήλως τὰ δέοντα. Ἀξιώθη
δὲ καὶ τοῦ βαθμοῦ τῆς ἱερωσύνης.
Κληθεὶς
ποτέ, ὡς ἁπλοῦς μοναχός, εἰς τὴν Μονὴν τοῦ Σινά, εἰς ἣν εἶχεν ἐκλείψει παντελῶς
τὸ ἔλαιον, διὰ θερμῆς δακρυῤῥόοους προσευχῆς, ἔπλησεν ἐλαίου εἰς ἕναν πίθον τῆς
Μονῆς, καὶ οὐχὶ ἅπαντας, ὅπως παρεκάλει ὁ Γέρων ἵνα πράξῃ, εἰπών· Εἰς ἕναν
πίθον ποιήσωμεν εὐχήν, ἄλλως θὰ κολυμβήσωμεν εἰς τὸ ἔλαιον ὧδε. Ὅμως, διὰ τοῦ
ἑνὸς πλησθέντος πίθου, ἐκ τοῦ ὁποίου ἔῤῥεεν εἰς τὸ ἔδαφος τὸ ἔλαιον, ὡσεὶ πηγή,
ἐπλήσθησαν αὖθις καὶ οἱ λοιποὶ πίθοι. Ὁ Γέρων τότε, πρὸς εὐχαριστίαν, τὸν
παρεκάλεσεν, ἐπιμόνως καὶ πιεστικῶς, ἵνα δεχθῇ, νὰ ἐπωνομασθῆ ὁ πίθος ἐπ’
ἰνόματί του, ὅμως ὁ Ὅσιος ἠνήθη εἰπών: Ἐὰν τοῦτο ποιήσεις, ἐκλιμπάνει τὸ
ἔλαιον. Καὶ ὡς ταπεινὸς εἶπεν, ὅτι καλὸν εἶναι νὰ ἐπωνομασθῇ τῆς Θεοτόκου. Ἔκτοτε,
εἰς τὸ μέρος ἐκεῖνο καίει νυχθημερὸν ἀνημμένη κανδῆλα.
Ἔχιδνα
ἰοβόλος ποτέ, ἔδακνε καὶ ἐπλήγωσεν εἰς τὸν πόδα τὸν μαθητήν του, ὅστις ἐκ τοῦ
ἰοῦ, εὐθὺς ἀπέθανεν. Ὁ Ὅσιος προσευχήθη καὶ ἀνέστησεν αὐτόν, συλλαβὼν δὲ τὴν
ἔχιδναν, κατεξέσχισεν αὐτὴν κατὰ μῆκος εἰς τὰ δύο, διὰ τῶν ἰδίων χειρῶν του,
οὐδόλως δειλιάσας.
Σαρακηνῶν
ὀκτὰς τὸν ἀριθμό, κινδυνεύοντες, ἵνα ἀποθανώσιν ἐκ λιμοῦ, ἔφθασαν εἰς τὸν
Ὅσιον, πλὴν ὅμως οὐδὲν εἶχε, ἵνα τοὺς παραθέσῃ πρὸς παρηγορίαν, καθὼς ὁ ἴδιος
ἔτρωγε πικρὰν κάπαρη, τροφὴν ἣν οὐδὲ αἱ καμῆλαι ἔτρωγον. Τότε ὁ Ὅσιος εἶπεν,
εἰς ἕναν ἐξ αὐτῶν: Λάβε τὸ τόξον σου καὶ ὕπαγε εἰς τὸ ἀπέναντι ὄρος, ἔνθα
ὑπάρχουσι ἄγρια ἐρίφια, τόξευσον καὶ φόνευσον, μόνον ἕν. Ὁ κυνηγὸς ἐφόνευσεν
ῥαδίως ἓν ἐρίφιον, ἀλλ’ ἐκ πλεονεξίας ἐτόξευσε καὶ πάλιν, πλὴν ὅμως ἐθραύσθη τὸ
τόξον του διὸ καὶ ἐπέστρεψε περίλυπος. Ὁ Ὅσιος ἀντελήφθη τοῦτο καὶ τὸν
ἐνουθέτησε καταλλήλως.
Ὁ
Ὅσιος εἶχε ἕναν λίαν ἀγαπητὸ φίλο εἰς τὸ Ἐϊλάτ, ἀπέχον 200 μίλια μακρὰν τοῦ
σπηλαίου του. Προγνοὺς τὸν θάνατόν του, ἠθέλησεν ἵνα ἀσπασθῶσιν ἀλλήλους, καὶ
εἶταν νὰ ἀναχωρήσῃ ἡ ψυχή του. Ἀπέστειλεν οὖν ἕναν Σαρακηνό, προσκαλῶν τὸν
φίλον του. Μετὰ δώδεκα ἡμέρας εἶπεν εἰς τὸν μαθητήν του: Ἄναψον πυράν, καὶ
καῦσον θυμίαμα, ὅ,τι ἔχωμεν ἐπισκέπτας. Ὄντως ἔφθασεν ὁ φίλος του μετὰ τοῦ
ἀποσταλλέντος Σαρακηνοῦ. Ὁ Ὅσιος καὶ ὁ φίλος του ἠσπάσθησαν ἀλλήλοις, ἐν
φιλήματι ἁγίῳ, εἶτα ἐκοινώνησε τῶν Ἀχράντων Μυστηρίων, ἐσχημάτισε τὸν ἑαυτόν
του εἰς τὴν ψάθαν, καὶ παρέδωκε τὸ πνεῦμά του εἰς τὸν Κύριον.
Ζητῶν
δὲ ἔγγραφον συγχώρησιν ἀπὸ τὸν Πατριάρχην Ἱεροσολύμων Πέτρον, ὅστις τὸν εἶχε
καλέσει ἵνα συμφάγωσι εἰς τὴν Πασχάλιον Τράπεζαν, ἀλλ’ οὗτος δὲν ἐκάθισε, καὶ
προγνοὺς πρὸ ἑξαμήνου τὸν θάνατον ἀμφοτέρων
κοιμηθέντος ἐντὸς τοῦ ῥηθέντου χρόνου. Τοῦτο δὲ γέγονεν, καθότι ὁ Ὅσιος,
ὅστις οὐδέποτε ἐξῆλθεν ἐκ τοῦ Σινᾶ, τὴν ἡμέραν τοῦ Πάσχα, ἔχοντας πόθον,
ἠξιώθη, νεφέλη ἐποχούμενος καὶ μετέβη εἰς τὸν Ναὸν τῆς Ἀναστάσεως, καὶ
κοινωνήσας, ἐπέστρεψεν εἰς Σινά. Ὁ δὲ Πατριάρχης ἰδὼν αὐτὸν ἐν Ἱεροσολύμοις τὸν
προσκάλεσεν εἰς τὴν Πασχάλιον Τράπεζαν.
Πολλὰ
οὖν καὶ ἄλλα μεγάλα σημεῖα ποιήσας, νόσους καὶ ἀλγηδόνας ἰασάμενος, ὄμβρους τῇ
ξηρᾷ γῇ πρὸς ἐκβλάστησιν δούς, πεινώντας καὶ ξένους ἐκθρέψας καὶ ξενίσας,
διψώντας ποτίσας, δαιμόνων στίφη ἐλάσας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Νικομηδείᾳ.
Θάλλουσαν
εὗρον ἐν πόλῳ τροφὴν ξένην,
Θαλλός τε καὶ Tρόφιμος ἀθληταὶ δύω.
Θαλλός τε καὶ Tρόφιμος ἀθληταὶ δύω.
Ἐν
ταῖς ἡμέραις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ἡγεμονεύοντος Ἀσκληπιοῦ
ἐν Λαοδικείᾳ, διωγμὸς γέγονε κατὰ τῶν χριστιανῶν· καὶ κρατηθέντες οἱ Ἅγιοι
Μάρτυρες Τρόφιμος καὶ Θαλλός, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐλιθοβόλησαν ἐπὶ
ὥρας ἱκανάς· τοῦ δὲ Θεοῦ περιφρουροῦντους αὐτούς, ἔμειναν ἀβλαβεῖς. Τοῦτο
θεασάμενος ὁ ἄρχων καὶ οἱ σὺν αὐτῷ, αἰδεσθέντες, εἴασαν αὐτοὺς πρὸς μικρὸν
διάγειν ἀτιμωρήτους· καὶ πάλιν διαβληθέντες, παρέστησαν τῷ κριτηρίῳ· καὶ τὸν
Χριστὸν μετὰ παῤῥησίας Θεὸν εἶναι ἀληθινὸν ἐνώπιον πάντων ὁμολογήσαντες, τὰ δὲ
εἴδωλα κωμῳδήσαντες, καὶ τοὺς τυράννου ἐλέγξαντες, εἰς ὀργὴν αὐτοὺς ἐκίνησαν.
Διὸ καὶ γυμνοὺς ἐπὶ ξύλου κρεμάσαντες, τὰς σάρκας αὐτῶν εὐτόνως κατέξεσαν· οἱ δὲ
Ἅγιοι προσευχόμενοι, καὶ τοὺς Ἕλληνας μυκτηρίζοντες, ἐξέμηναν αὐτὸν τὸν
ἄρχοντα. Διὸ καὶ ψηφισάμενος κατ’ αὐτῶν, ἐν σταυρῷ κρεμασθῆναι αὐτοὺς
προσέταξεν.
Ἀπερχομένων
δὲ αὐτῶν ἐπὶ τὸν προκείμενον τόπον, πολὺ πλῆθος λαοῦ ἠκολούθησεν αὐτοῖς· καὶ
σταυρωθέντες προσηύχοντο, καὶ ὡμίλουν τῷ λαῷ τὰ εἰς ψυχὴν συντείνοντα. Οἱ δὲ
λαοὶ ἔσπευδον προσψαῦσαι τοῖς ἱεροῖς τῶν Ἁγίων σώμασιν, οἱ μὲν σταγόνας
αἱμάτων, οἱ δὲ σουδάρια, ἄλλοι δακτυλίους, καὶ ἕτερα δή τινα εἴδη ἐλάμβανον,
εὐλογίας χάριν, καὶ εἰς ἀποτροπὴν παντὸς ἐναντίου. Τότε οἱ Ἅγιοι, εὐλογήσαντες
καὶ προπέμψαντες πάντας, τὰς ἁγίας αὐτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο. Τινὲς δὲ τῶν
εὐσεβῶν, τὰ τῶν Ἁγίων λαβόντες λείψανα, μύροις ἀλείψαντες, καὶ ὀθονίοις
εἱλήσαντες, κατέθεντο ἐν τῷ Ναῷ· καὶ προσελθοῦσα τοῦ ἄρχοντος Ἀσκληπιοῦ ἡ γυνή,
καὶ μυρίσασα τὴν τῶν Ἁγίων Μαρτύρων θήκην, ὀθόνην πολλοῦ ἀξίαν ἄνωθεν τῆς θήκης
ἐφήπλωσεν. Ὕστερον δέ τις Ζώσιμος, καὶ Ἀρτέμιος, ἄνδρες εὐλαβεῖς καὶ πιστοί,
τῶν Ἁγίων συμπολῖται ὄντες, τὴν τῶν λειψάνων θήκην ἀναλαβόντες, καὶ εἰς τὴν
αὐτῶν πόλιν κομισάμενοι, Στρατονίκην καλουμένην, πρὸ μιλίου ἑνὸς ἐν τοῖς
Λατομίοις κατέθεντο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Θεοδώρας, τῆς Βασιλίσσης Ἄρτης.
Κἄν
σου βασιλίς, κρύπτει τὸ σῶμα τάφος,
Χριστὸς
πᾶσι φαίνει σε, θαυματουργίαις.
Ἡ
ἀοίδιμος αὕτη καὶ μακαρία βασιλὶς Θεοδώρα, τὸ μὲν γένος εἷλκεν ἐξ ἡλίου
ἀνατολῶν· γεννήτορες δὲ αὐτῆς Ἰωάννης καὶ Ἑλένη. Τὰ δὲ κατ’ αὐτὴν ἔσχεν οὕτως·
Ἀλεξίου τοῦ ἐκ φυλῆς τῶν Κομνηνῶν κατηγμένου Ῥωμαίων βασιλεύοντος, Μιχαὴλ μὲν ὁ
Κομνηνός, ὁ καὶ πρὸς γένους αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἀγγελωνύμοις βασιλεῦσι
διαφέρων, τὴν ἀρχὴν τῆς Πελοποννήσου πιστεύεται· Σεναχηρεὶμ δὲ πρὸς Αἰτωλίαν
καὶ Νικόπολιν ἀποστέλλεται· δυσὶ πρότερον οὗτοι πρωτεξαδέλφαις συζευχθέντες,
ταῖς καθ’ αἷμα γνησίαις τῷ βασιλεῖ. Ἰωάννης δὲ ὁ τῆς μακαρίας Θεοδώρας πατήρ, ᾧ
Πετραλίφης τὸ ἐπώνυμον, γένους δὲ περιφανοῦς καὶ λαμπροῦ, γυναικὶ μὲν καὶ αὐτὸς
παρὰ βασιλέως συζεύγνυται, τῶν ἐν Κωνσταντινουπόλει τὰ πρῶτα φερόντων ἐκ γένους
οὔσῃ· σεβαστοκράτωρ δὲ Ῥωμαίων τιμηθείς, τῆς Μακεδονίας καὶ Θεσσαλίας κατάρχειν
ἀποκαθίσταται. Ἀλλά, τῇ Θεοῦ παραχωρήσει Λατίνων φεῦ!, τῆς Κωνσταντίνου
κρατησάντων, ᾐχμαλώτευται μὲν παρ’ ἐκείνων σὺν ἄλλοις πολλοῖς καὶ ὁ βασιλεὺς
Ἀλέξιος. Ἐκτυφλοῦται δὲ Λάσκαρις ὁ παῖς ἐν τῇ Ἀνατολῇ, παρὰ Μιχαὴλ τοῦ
Παλαιολόγου, τοῦ τὴν βασιλείαν τότε δραξαμένου· καὶ λοιπὸν ἐπλήσθη τὰ παντα
ταραχῆς καὶ συγχύσεως. Σεναχηρεὶμ οὖν καὶ αὐτὸς ἐπιβουλευθεὶς παρὰ τῶν
Νικοπολιτῶν, τὸν Κομνηνὸν Μιχαὴλ εἰς βοήθειαν προσεκαλέσατο· μήπω δ’ ἐκείνου
φθάσαντος, δολοφονεῖται Σεναχηρείμ. Μιχαὴλ μέντοι παραγενόμενος, τοὺς φονεῖς
κτείνει πάντας, λαμβάνει δὲ τὴν ἐκείνου γυναῖκα Μελισσηνήν· ἔφθασε καὶ γὰρ τὴν
ἰδίαν γυναῖκα νόμῳ θανάτου ἀποβαλέσθαι· καὶ λοιπὸν πᾶσαν τὴν περιουσίαν
Σεναχηρεὶμ σὺν τῇ ἀρχῇ ἑαυτῷ περιποιεῖται. Ὃς δὴ Κομνηνὸς ἐκ τῆς
Κωνσταντινουπόλεως τοῦ στόλου τῶν Λατίνων κατερχομένου καὶ τῷ τῆς Σαλαγορᾶς
λιμένι οὑτωσὶ ἐπικληθέντι προσορμίσαντος, τὸν βασιλέα Ἀλέξιον μὴ γνωριζόμενον,
ὡς ἀνδράποδον παρ’ ἐκείνων εἰς χάριν ἔλαβε καὶ ἀπέλυσε, πολλαῖς πρότερον αὐτοὺς
δεξιωσάμενος δωρεαῖς· ἐξ οὗ βασιλέως εἰς κλῆρον ἐδόθη αὐτῷ τε τῷ Μιχαὴλ καὶ
τοῖς ἐξ αὐτοῦ ἡ λαχοῦσα τότε τῆς ἡγεμονίας ἀρχή. Γεννῶνται τοίνυν αὐτῷ ἐκ τῆς
Μελισσηνῆς υἱοὶ τέσσαρες, Μιχαὴλ ὁ Δούκας, Θεόδωρος, Μανουὴλ καὶ Κωνσταντῖνος.
Μιχαὴλ δὲ ὁ τῶν υἱῶν πρῶτος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν πᾶσαν τὴν ἐκείνου ἀρχὴν
διεζώσατο· ἀνὴρ δραστήριος καὶ ὀξὺς νοῆσαι καὶ πραγμάτων ἐμπειρότατος
οἰκονόμος. Ὃς δὴ Βελλάγραδά τε καὶ Ἰωάννινα καὶ τὴν Βόνιτσαν ἐκτήσατο· τὴν
νῆσον τῶν Κορυφῶν καὶ Δυῤῥάχιον καὶ Ἀχρίδα καὶ πᾶσαν τὴν Βλαχίαν καὶ τὴν Ἑλλάδα
περιεποιήσατο καὶ εἰς πολὺ πλάτος ἐπέτεινε τὴν ἀρχήν. Ἀλλὰ ταχέως καὶ οὗτος
ἔργον ῥομφαίας γενόμενος ἐξ ἀνθρώπων ἐγένετο, τὸν ἴδιον αὐτάδελφον Θεόδωρον τὸν
Δούκαν διάδοχον ἑαυτοῦ καταλιπών. Ὃς δὴ Θεόδωρος βρεφύλλιον τὸν ἐκ τοῦ ἰδίου
ἀδελφοῦ Μιχαὴλ τὸν Δούκαν εὑρηκώς, παρεῖδε μὲν τοῦτον ὡς ἀτελῆ, τὴν ἀρχὴν δὲ
πᾶσαν δραξάμενος καὶ ἐπὶ εὐτυχίᾳ πραγμάτων ἀρθείς, δόλον κατὰ τοῦ παιδὸς
ἐμελέτησεν, ὅνπερ ἡ μήτηρ αἰσθομένη προέλαβε, διαπεράσασα μετὰ τοῦ νηπίου ἐν τῇ
νήσῳ τοῦ Πέλοπος.
Θεόδωρος
δὲ δοκιμώτατος ἐν μάχαις φανείς, καὶ τὴν Θεσσαλονίκην ἐλευθερώσας τῆς λατινικῆς
τυραννίδος, βασιλεὺς ἀνηγόρευται καὶ πάντων τῶν δυτικῶν ἕως αὐτῆς ἐκράτησε
Χριστουπόλεως. Ὁ μέντοι σεβαστοκράτωρ Πετραλίφης, υἱοὺς γεννήσας ἐν Θεσσαλίᾳ
καὶ τὴν ἀείμνηστον ἀπέτεκε Θεοδώραν καὶ τὸν βίον ἐν Χριστῷ καταλύσας, τὴν ἰδίαν
ἀρχὴν τοῖς υἱέσι κατέλιπεν, οἳ καὶ τῷ βασιλεῖ Θεοδώρῳ δεξιῶς τελοῦντες, τὴν
ἰδίαν ἀδελφὴν κατέλιπεν, οἳ καὶ τῷ βασιλεῖ Θεοδώρῳ δεξιῶς τελοῦντες, τὴν ἰδίαν
ἀδελφὴν νηπιάζουσαν, ὡς κόρην ἐφύλαττον ὀφθαλμοῦ. Τί τὸ μετὰ ταῦτα; Τῇ Ζαγορᾷ
Θεόδωρος ἐπιστρατεύσας ὁ βασιλεύς, πόλεμον ἐποίει κατὰ Ἀσὰν τοῦ βασιλέως
Βουλγάρων καὶ νικηθεὶς παρ’ ἐκείνου χειροῦται καὶ τοὺς ὀφθαλμοὺς στερεῖται.
Μιχαὴλ δὲ εἰς νεανίας ἤδη τελῶν, τῆς ἐξορίας ἀνακαλεῖται καὶ τὴν πατρικὴ πᾶσαν
παραλαβὼν ἀρχήν, τῇ Βλαχίᾳ ἐπιδημεῖ καὶ περὶ τὸ κάστρον Σέρβιον γενόμενος, τὴν
καλὴν βλέπει νεάνιδα Θεοδώραν, ἧς ἄκρως ἁλούς, τοῖς ἀδελφοῖς συμφωνεῖ
Πετραλίφαις καὶ ταύτην νομίμῳ γάμῳ λαβών, εἰς Ἀκαρνανίαν ἀτείχιστον τότε οὖσαν
σὺν αὐτῇ λαμπρῶς ἐπανέζευξεν. Ἀλλ’ ὁ μὲν τῆς ίδίας ἦν φροντίζων ἀρχῆς, Θεοδώρα
δὲ οὐ παρεσύρη τῇ δόξῃ, οὐχ ἑάλω τῇ νεότητι οὔτε μὴν πρὸς τρυφὰς οἶδε
κατασπαταλᾶν, ἀλλ’ οὐδὲ τῷ τῆς ἀρχῆς ὄγκῳ ἐπήρθη· τῷ Θεῷ δὲ μᾶλλον ἔγνω
προσκεῖσθαι καὶ ἀρετῆς ἐπιμελεῖσθαι, σωφρόνως ζῆσαι, ταπεινοφροσύνην
ἀσπαζομένη, ἀοργησίαν, ἀγάπην, πραότητα, συμπάθειάν τε καὶ ἐλεημοσύνην, ὡς
ἄλλος οὐδεὶς κατορθοῦσα καὶ τὸν Θεὸν ὁλοψύχως διὰ παντὸς θεραπεύουσα. Οὐκ ἔφερε
δὲ πάντως ὁρᾶν ταῦτα ὁ τῶν δικαίων ἐχθρός, οὐδὲ τὴν καλὴν ταύτην τῆς νεάνιδος
ὁδὸν βλέπειν ἠνέσχετο· ἀλλ’ ὅλος ὁπλίζεται κατ’ αὐτῆς καὶ θηλυμανίαις τὸν ἄνδρα
καταμαλάξας, πειρασμὸν τῇ μακαρίᾳ ἐγείρει τῶν πώποτε μνημονευσομένων
δεινότατον. Γυναικὶ γάρ τινι ἐξ εὐγενῶν, Γαγγρηνῇ τὸ ἐπωνυμον, πορνικῶς ὁ
Μιχαὴλ ἐπιμανεὶς καὶ τὸ τῆς αἰσθήσεως ὑγιὲς μαγίαις ὑπ’ ἐκείνης ὑποκλαπείς,
μῖσος ἄσπονδον κατὰ τῆς ἰδίας ἐκτήσατο γυναικός. Καὶ ταύτην ἀπωσάμενος, τὴν
μαινάδα φρενοβλαβῶς συνηγάγετο, τοῖς ὑπηκόοις ὅρον θέμενος μὴ προσκεῖσθαι τῇ
Θεοδώρᾳ, μὴ θεραπείας ἀξιοῦν ταύτην τινὸς μητὲ μὴν ἐπὶ γλώσσης αὐτῆς φέρειν τὸ
ὄνομα. Τούτοις γενναία τοῖς δεινοῖς ἐμπεσοῦσα, οὐκ ἐσαλεύθη ὅλως τὸν λογισμόν,
οὐδὲ παρετράπη τῆς ἀγαθῆς πολιτείας· ἀλλ’ ὅλη ὡς ἀδάμας ἦν καρτεροῦσα καὶ τὸν
Θεὸν ὁμοίως θεραπεύουσα· ξενιτευομένη δὲ κρύει καὶ καύσωνι, αἴθριος
ταλαιπωροῦσα, λιμῷ τε καὶ δίψῃ καὶ τῇ λοιπῇ κακουχίᾳ πιεζομένη καὶ ὑπὸ στέγην
εἰσελθεῖν ἐπιθυμοῦσα. Ἐπὶ πέντε οὖν ἔτεσι τοῖς ἀπείροις δεινοῖς προσπαλαίσασα,
οὐδὲν ἐφθέγξατο ἀγενὲς οὔτε μὴν κατωλιγώρησε ῥῆμά τι πρὸς Κύριον εἰπεῖν, ἀλλ’
ἔτι μᾶλλον πρὸς ἀρετὴν ἐπετείνετο καὶ πρὸς αὐτὸν ὑψοῦτο καθ’ ἑκάστην, ἑαυτὴν
δι’ ὑπομονῆς ἀνάγουσα, φέρουσα καὶ βρέφος ἐν ταῖς χερσίν, ὅπερ ἐκβληθεῖσα εἶχεν
ἐγγάστριον. Ἱερεὺς δέ τις ἐκ χωρίου Πρενίστης, λαχανευομένην ἐν ἀγρῷ ταύτην
εὑρὼν καὶ τὸ βρέφος βαστάζουσαν, ὅρκοις ἐπύθετο τὸ ἑαυτῆς εἰπεῖν ὄνομα· καὶ
γνοὺς ἥτις ἦν, ταύτην οἴκάδε φέρων κατέκρυψε, πάσης ἐπιμελείας ἀξίωσας. Τῶν οὖν
μεγιστάνων καὶ τὰ πρῶτα παρὰ Μιχαὴλ τῷ Δούκᾳ φερόντων αἴφνης ἁρπασάντων τὴν
κακόσχολον ἐκείνην γυναῖκα καὶ ἀπαιωρησάντων, ἡ πονηρὰ πᾶσα εἰς φῶς ἤχθη
πρᾶξις· καὶ ἐν τῷ νῷ γενόμενος ἐνεσείσθη ὁ Μιχαήλ, τὴν μακαρίαν αὖθις ἠγάγετο·
καὶ λοιπὸν ἐπλήσθη χαρᾶς τὰ πάντα καὶ ἀγαλλιάσεως. Διῆγον οὖν ἄμφω τὸν βίον ἐν
εἰρήνῃ καὶ ἀγάπῃ τῇ κατὰ Θεόν, τῆς ἑαυτῶν ἐπιμελούμενοι σωτηρίας, ἀξιώματι
Δεσποτῶν τιμηθέντες καὶ παῖδας τεκόντες καὶ πρὸς ὕψος μεγίστης εὐκλείας
ὑπεραρθέντες καὶ τὴν πρὸς ἀρετὴν ἁμιλλώμενοι καλὴν ἀμφότεροι ἅμιλλαν. Τὸν
μέντοι Δεσπότην καὶ σύνευνον ἡ ἀοίδιμος Θεοδώρα, τὰς περικαλεῖς καὶ εὐαγεῖς
ἰδοῦσα συστησάμενον δύο μονάς, τὴν τῆς Παντανάσσης φημί, καὶ τῆς Παναγίας
ἐπικεκλημένης, τῷ μεγαλομάρτυρι καὶ αὐτὴ Γεωργίῳ θεῖον ἀνήγειρε σεμνεῖον καὶ
εἰς γυναικεῖον τοῦτο συνεστήσατο. Τοῦ συνεύνου δὲ καὶ Δεσπότου Μιχαὴλ καλῶς καὶ
θεοφιλῶς βιώσαντος καὶ πρὸς μονὰς μεταστάντος τὰς οὐρανίους, τὸ τῶν μοναχῶν καὶ
αὐτὴ εὐθὺς περιβάλλεται σχῆμα· καὶ χρόνοις ἐπιβιοῦσα, τὸν ναὸν μὲν παντοίως
κατεκόσμει καὶ ἀναθήμασι καὶ σκεύεσι καὶ πέπλοις κατεκάλλυνε. Προσετίθει δὲ καὶ
τῷ βίῳ, τοῖς πόνοις ἑαυτὴν ἐγγυμνάζουσα καὶ τὸν τῶν ἀρετῶν καρπὸν ἐπαύξουσα,
ἀγρυπνίαις καὶ στάσεσι παννύχοις σχολάζουσα, ψαλμοῖς καὶ ὕμνοις προσομιλοῦσα,
τὸ σῶμα νηστείαις κατατήκουσα καὶ πάσαις ταῖς ἀδελφαῖς ἀῤῥαθύμως δουλεύουσα,
ἀδικουμένων προϊσταμένη, ὀρφανῶν καὶ χηρῶν ἀντιλαμβανομένη, πτωχοῖς
ἐπικουροῦσα, θλιβομένους παραμυθουμένη, καὶ πᾶσι γενομένη τὰ πάντα ἐν
ταπεινώσει καρδίας. Ἐπεὶ δὲ καὶ τὴν αὐτῆς προέγνω τελευτήν, δάκρυσιν ᾐτήσατο τῇ
πανάγνῳ Θεομήτορι καὶ τῷ πανενδόξῳ Μάρτυρι Γεωργίῳ ἑξαμηναῖον αὐτῇ πρὸς Θεὸν
διαπρεσβεύσασθαι χρόνον πρὸς τὴν τοῦ ναοῦ τελείαν ἀπάρτισιν, ὃ καὶ γέγονε. Καὶ
τοῦ καιροῦ φθάσαντος, τὰς ἀδελφὰς προσεκαλέσατο, καὶ περὶ ὧν ἔδει καλῶς ἐντειλαμένη
καὶ ταύταις ἐπευξαμένη σωτηρίαν, χαίρουσα τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρέθετο·
καὶ κατετέθη ἐν αὐτῇ τῇ παρ’ αὐτῆς ἀνεγερθείσῃ μονῇ. Τοῦ Θεοῦ δὲ ταύτην
δοξάσαντος ὕστερον, πολλῶν καὶ μεγίστων θαυμάτων ὤφθη αὐτουργός, ἀσθενείας καὶ
νόσους τῶν προστρεχόντων αὐτῇ ἰατρεύουσα καὶ δαίμονας ἐξ ἀνθρώπων ἐλαύνουσα,
καὶ ποικίλα πάθη ἀνίατα καθεκάστην θεραπεύουσα. Ἐθεράπευσε δὲ καὶ καρκίνου
πάθος καὶ ἕτερα φρικτὰ πεποίηκε καὶ εἰς ἔτι φαίνεται ποιοῦσα, ὧν οὐκ ἔστιν
ἀριθμός· οὐ μόνον γὰρ τοῖς ἐν τῷ σεπτῷ αὐτῆς τάφῳ προσπίπτουσιν, ἀλλὰ καὶ τοῖς
ἐγγὺς καὶ τοῖς μακρὰν καὶ ἐν θαλάσσῃ καὶ ἐν νήσοις φθάνει ἐπικληθεῖσα καὶ τοῖς
πέρασι θερμῶς βοηθοῦσα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ἐπιμάχου.
Κομίζεταί
σοι ὄλβος, ὀλβία Πόλις,
Ἐπιμάχου τὸ σῶμα τοῦ τρισολβίου.
Ἐπιμάχου τὸ σῶμα τοῦ τρισολβίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Ἡρακλέους καὶ Ζωσιμᾶ τῶν ἐν Καρθαγένῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων τῶν ἐν Συρίᾳ, τῶν μαρτυρησάντων κατὰ τῷ 4ῳ αἰῶνι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου, βασιλέως τοῦ Στραθκλάϊντ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων· Εὐλογίου ἐπισκόπου, Λεωκρητίας καὶ Δύο ἀνωνύμων Παρθένων, τῶν
ἐν Κορδούῃ τῆς Ἰσπανίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, ἀρχιεπισκόπου Νόβγκοροντ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Σωφρονίου τοῦ Ἐγκλείστου, τῆς Λαύρας τοῦ Ἁγίου Θεοδοσίου τοῦ Κιέβου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παύλου Πέτροβιτς, τσάρου τῆς Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Σωφρονίου τοῦ διδασκάλου, ἐπισκόπου Βράτσης Βουλγαρίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γκολοσέεβο τοῦ Ῥώσου.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ὁ διασώσας ἐν πυρί
Μετὰ
τῆς ἄνωθεν ῥοπῆς, ταῖς αἱρετικαῖς γλωσσαλγίαις, ἀντιταττόμενος Σοφέ, νικηφόρος
γενόμενος ἔψαλλες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ὁ
λαὸς ἀνάθημα Θεοῦ, τὰς τῶν Ἀσκητῶν φυτουργίας, περιϊπτάμενος, Σοφέ, τὸν λειμῶνα
τὸν σὸν κατεφύτευσας, ἀρετῶν ἐμμελέτημα, τῷ Θεῷ τῷ ἐν ὑψίστοις καθιερώσας.
Νόμῳ
πειθόμενος Χριστοῦ, τῆς σῆς ἐπιστήμης τὸν πλοῦτον, τοῖς δεομένοις εὐσεβῶς,
ἀναμέλπων θεόφρον μετέδωκας· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός
εἶ.
Θεοτοκίον
Ἁγιασθεῖσα
τὴν ψυχήν, καὶ προκαθαρθεῖσα τὸ σῶμα, τῇ ἐπελεύσει ἐπὶ σέ, τοῦ Ἁγίου Πανάμωμε
Πνεύματος, τοῦ Ὑψίστου τὴν δύναμιν, ἐν γαστρί σου συλλαβοῦσα τίκτεις ἀσπόρως.
ᾨδὴ
η'. Παῖδας εὐαγεῖς
Ἱεραρχικῆς
Ἱερουργίας, τῷ μύρῳ καθηγιάσθης τῷ τῆς χάριτος, ἔνθα πεφανέρωται, κόσμου ἡ
σωτήριος Ἱεραρχία, πάνσοφε, Πάτερ Σωφρόνιε· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σοφίαν
τιμῶν διαφερόντως, στεφάνῳ τῷ τῶν χαρίτων ἐστεφάνωσαι, δόξαν τὴν ἀμάραντον,
πλοῦτον ἀναφαίρετον, τὸ τῆς σοφίας, Ἔνδοξε δῶρον δεξάμενος, καὶ Κύριον ὑμνεῖτε,
κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱεροπρεπῶς
Ἱερομύστα, τὴν θείαν δικαιοσύνην ἐνδυσάμενος, ἴθυνας Πανόλβιε, Πάτερ γενναιότατα,
τὸ τοῦ Δεσπότου ποίμνιον λόγοις καὶ πράξεσι· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μεγαλοπρεπῶς
καὶ ὑπὲρ λόγον, ὁ Λόγος ὁ τῷ Πατρὶ Πάτερ συνάναρχος, λόγον σοι δεδώρηται,
λόγους διατρέφοντα, καὶ γλωσσαλγίας λύοντα τὰς τῶν αἱρέσεων, τόν Κύριον ὑμνεῖτε
βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἁγιοπρεπὴς
Ναὸς ἐδείχθης, τοῦ Λόγου τοῦ πᾶσαν κτίσιν ἁγιάσαντος, ὄρος πῖον ἅγιον, ὄρος
ἐμφανέστατον, εὐλογημένη Δέσποινα μόνη πανύμνητε. Διὸ σε Θεομῆτορ ὑμνοῦμεν, καὶ
ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Λίθος ἀχειρότμητος ὄρους
Ῥῆσις
ἐκ χειλέων σου θείων, προερχομένη θεοῤῥῆμον, τὰς τῶν εὐσεβῶν διανοίας,
καταγλυκαίνει διὰ τῆς χάριτος, ὥς περ κηρίον στάζουσα, τῶν νοημάτων τὴν
εὐπρέπειαν.
Ἔνδον
οὐρανίων ἀδύτων, περιπολεύεις θεηγόρε, περὶ τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα,
ἔνθα χορεύουσιν, Ἀγγελικαὶ λαμπρότητες, καὶ τῶν Ἁγίων τὰ στρατεύματα.
Ζωὴν
μετερχόμενος Πάτερ, ἐπὶ τῆς γῆς τὴν τῶν Ἀγγέλων, τῆς ἀγγελικῆς ἐν οὐρανοῖς,
κατηξιώθης μακαριότητος· ἔνθα Χριστὸν δυσώπησον, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς
σε.
Ὡς
τῶν ἀρωμάτων φιάλαι, αἱ σιαγόνες σου θεόφρον, νάρδου πιστικῆς πολυτίμου, σοφίας
γέμων ὤφθης ἀλάβαστρον, Σῶμα Χριστοῦ τὸ τίμιον, ἀρωματίζων τοῖς σοῖς δόγμασι.
Θεοτοκίον
Νεφέλην
σε κούφην Παρθένε, ὁ Ἡσαΐας ἐθεώρει· ἐπὶ σοὶ γὰρ Κύριος ἐλθών, καθεῖλε πάντα τὰ
χειροποίητα, καὶ τὴν αὐτοῦ ἐπίγνωσιν, τοῖς σὲ ὑμνοῦσιν ἐφανέρωσε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἐν
τῇ Σιὼν ἱερεύσας, μετὰ σαρκὸς ὡς ἄγγελος, τῷ Παντοκράτορι Λόγῳ, Σωφρόνιε
Ἱεράρχα, καὶ τὴν ψυχήν σου τέθηκας, ὑπὲρ τῆς ποίμνης Ὅσιε, θεηγορίας κρείττονι,
τὴν ἐν Χριστῷ Σωτῆρι, οἰκονομίαν διδάσκων.
Θεοτοκίον
Ἐκ
τῆς γαστρὸς ἔλαμψε, δικαιοσύνης ἥλιος, σάρκα λαβὼν τὴν βροτείαν, ὁ Ποιητὴς τῶν
αἰώνων, καὶ κόσμον κατεφώτισε, θεογνωσίας λάμψεσι, οὗ ταῖς ἀκτῖσι λάμπρυνον,
Θεογεννῆτορ Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
Ἱεράρχην Κυρίου ἀνευφημήσωμεν, Σωφρόνιον τὸν μέγαν, Ἐκκλησίας φωστῆρα, τῶν
Ἱεροσολύμων τὸν εὐκλεῆ, καὶ πανθαύμαστον πρόεδρον, καὶ ἀρετῶν οὐρανίων ὑφηγητήν,
καὶ σοφώτατον ἐκφάντορα.
Τῶν
Ἀποστόλων τοὺς τρόπους ἐκμιμησάμενος, ὡς Ἱεράρχης θεῖος, καὶ σοφὸς θεηγόρος,
ἐποίμανας ἐνθέως τὴν ἐν Σιών, Ἐκκλησίαν Σωφρόνιε, καὶ τὴν Ὀρθόδοξον πίστιν λόγῳ
σοφῷ, θεοφρόνως διετράνωσας.
Τὰς
ἀναιμάκτους θυσίας προσφέρων Ὅσιε, τῷ ἑαυτῷ θυσίαν, ἐν Σιὼν τῇ ἁγίᾳ, Χριστῷ
προσαγαγόντι διὰ Σταυροῦ, τῷ Πατρὶ κόσμον σώζοντι, τῆς Ἀναστάσεως τούτου ταῖς
μυστικαῖς, ἐπιλάμψεσιν ἠγλάϊσαι.
Τῶν
ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, λόγῳ σοφῷ καὶ ἔργῳ, ὡς ποιμὴν θεηγόρος, καὶ
θεῖος Ἱεράρχης τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν Σωφρόνιε, ἐπὶ λειμῶντας τοὺς θείους
καθοδηγεῖς, τῆς ἐνθέου ἐπιγνώσεως.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, τῇ θύραθεν παιδείᾳ γυμνασάμενος, τῆς κεκρυμμένης ἐν Χριστῷ σοφίας,
ἐμυήθης τὰς λαμπρότητας, τῇ ἐναρέτῳ πολιτείᾳ· ὅλον γὰρ σαὐτὸν ὑπέταξας, τῷ νόμῳ
τῆς χάριτος, ἐκ δυνάμεως εἰς δύναμιν προβαίνων. Καὶ εὐαγγελικῶς ποιμάνας, τὴν
τοῦ Χριστοῦ Ἐκκλησίαν, καλῶς τὸν δρόμον τετέλεκας, κατὰ Παῦλον τὸν θεῖον· ἀλλ’
ὦ θεηγόρε Σωφρόνιε, Ἱεραρχῶν ἀγλάϊσμα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Αἴγλῃ
γλωσσοπύρσευτον, ἐν Σιὼν τῇ θείᾳ, προσφοιτήσασαν μυστικῶς, ὤφθης Ἐκκλησίας,
θεοειδὴς ἐκφάντωρ, καὶ στόμα θεῖον ὄντως, Πάτερ Σωφρόνιε.
ΕΝ Τῌ ΠΡΟΗΓΙΑΣΜΕΝῌ
Μετὰ τὰ συνήθη κατὰ τὴν τάξιν, καὶ τὰ ἐν Τριωδίῳ τροπάρια,
ψάλλομεν τὰ ἑξῆς τοῦ Ἁγίου δ’. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
Ἱεράρχης εὐκλεής, ὤφθης ἐν Σιὼν τῇ ἁγίᾳ, τῇ εὐδοκίᾳ Θεοῦ, τότε ἱεράτευσας Θεῷ
ὡς ἄγγελος, καὶ σοφῶς καθοδήγησας, πρὸς τῆς εὐσεβείας, Πάτερ τὴν ἀκρίβειαν, τὴν
Ἐκκλησίαν Θεοῦ· ὅθεν, σοῦ τὴν μνήμην τελοῦντες, τοὺς σοὺς μακαρίζομεν πόνους,
Πάτερ ἱερώτατε Σωφρόνιε.
Χάρις,
ἐξεχύθη δαψιλής, τοῦ Ἁγίου Πνεύματος Πάτερ, σοῦ ἐν τοῖς χείλεσιν· ὅθεν καὶ
ἀνέβλυσας ζωῆς διδάγματα, ὥσπερ ὕδωρ ἁλλόμενον, ἐκ τοῦ στόματός σου, ἀρδεύοντα
Σωφρόνιε, ψυχῶν τοὺς αὔλακας, πρὸς καρποφορίαν ἀρίστην, καὶ συγκομιδὴν αἰωνίαν,
τῶν θεοπρεπῶς ἐφεπομένων σοι.
Λόγῳ,
καὶ σοφίᾳ ἀληθεῖ, καὶ θεοπρεπεῖ πολιτείᾳ, καλλωπιζόμενος, ὤφθης ἐνθεώτατος
Πάτερ Σωφρόνιε, ὥσπερ ἄλλος ἀπόστολος, ἐν Σιὼν τῇ θείᾳ, εὐαγγελιζόμενος πᾶσι τὰ
κρείττονα· ὅθεν εὐσεβῶς διαπρέψας, δόξης αἰωνίου μετέσχες, καὶ τῶν ὑπὲρ λόγων
ἐκοινώνησας.
Ἴχνεσι
σοφῶς ἀκολουθῶν, Πάτερ τῶν Χριστοῦ Ἀποστόλων, ψυχῆς θερμότητι, τὸ ἀπερινόητον
ὄντως μυστήριον, τῆς τοῦ Λόγου σαρκώσεως, λόγοις θεηγόροις, εὐσεβῶς ἐκήρυξας,
καὶ θείοις δόγμασιν· ὅθεν, ἐδοξάσθης ἀξίως, καὶ Ἀγγέλων σύσκηνος ὤφθης, Ἱεράρχα
ὅσιε Σωφρόνιε.
Δόξα.
Ἦχος β΄.
Ἐν
τῷ φωτὶ τοῦ Κυρίου πορευόμενος, ὡς καθαρὸς τὴν ψυχήν, θεοπρεπῶς ἐμυήθης τὰ
ἄῤῥητα, σοφῶς ἱεραρχήσας ἐν Σιών. Καὶ ὡς Ἱεράρχης θεόληπτος, τὸν θεῖον
βραβεύεις φωτισμόν, ἐν ταῖς καρδίαις τῶν πιστῶν· ὡς ἀρετῶν δὲ μυσταγωγός,
ζηλοῦν τὰ κρείττονα χαρίσματα, ἡμᾶς παιδεύεις τῷ λόγῳ σου· ἐν ἀμφοτέροις γὰρ
δόκιμος ὤφθης, Πνεύματι θείῳ ὁδηγούμενος· ἀλλ’ ὦ Σωφρόνιε μακάριε, Ἱεραρχῶν
ἀκροθίνιον, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου καὶ τὰ λοιπὰ κατὰ τὴν γνωστὴν τάξιν
τῆς Προηγιασμένης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου