ΝΟΕΜΒΡΙΟΣ 7!!
ΛΑΖΑΡΟΣ ΟΣΙΟΣ ΓΑΛΗΣΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τῶν ἐπιγείων ἁπάντων Πάτερ
ἠλόγησας, καὶ θεολήπτῳ γνώμῃ, ἠκολούθησας χαίρων, ὦ Λάζαρε τρισμάκαρ Χριστὸν
τὸν Θεόν, διὰ πόνων ἀσκήσεως, διὸ πλουσίων ἠξίωσαι δωρεῶν, παρ’ Αὐτοῦ ὡς
ἐνθεώτατος.
Σὺ τὰ ἐγκόσμια πάντα λόγῳ
παρέδραμες, ἐκ βρέφους γὰρ τὴν τούτων, κατεφρόνησας δόξαν, προσέδραμες ἐμφρόνως
τῷ πάντων Θεῷ, ὡς διψῶσα ἔλαφος, ὅθεν ναμάτων ἐκεῖθεν ἐμφορηθείς, καὶ ἡμῖν
μετάδος Λάζαρε.
Τὰς ἐπικήρους φροντίδας
ἀπαρνησάμενος, Κυρίῳ ᾠκειώθης, σταυρωθεὶς τοῖς ἐν κόσμῳ, Λάζαρε θεόφρον καὶ τοῦ
φωτός, ἐπληρώθης τῆς χάριτος, δι’ οὗ παθῶν ἀπελαύνεις πᾶσαν ἀχλύν, καὶ δαιμόνων
τὴν ἐπήρειαν.
Ἐν Γαλλησίῳ τῷ ὄρει Λάζαρε
πάνσοφε, ἀσκήσας θεοφρόνως, οὐρανόφρονι γνώμῃ, τοῖς λόγοις τοῦ Σωτῆρος πίστει
θερμῇ, ἠκολούθησας Ὅσιε, ἀγγελικὴν πολιτείαν ἐπὶ τῆς γῆς, μετὰ σώματος
ἑλόμενος.
Δόξα. Ἦχος β΄.
Ὥσπερ ἔλαφος διψῶσα, Πάτερ
Ὅσιε, ἔσπευσας προθύμως, πρὸς πηγὰς πνευματικάς, ἐν θεοβαδίστοις τόποις, καὶ
Γαλλησίῳ τῷ ὄρει βιώσας, ζῶντος ὕδατος πληρωθεὶς τὴν καρδίαν, εὐφροσύνην τῆς
χάριτος ἀνέβλυσας πᾶσιν. Διὸ καὶ νῦν Ἀγγέλοις χοροβατῶν, Λάζαρε μακάριε,
πρέσβευε ἀπαύστως Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον ἡ σεπτή, καὶ εὔσημος ἐπέστη, Λαζάρου θείαν μνήμην, εὐφραίνουσα τοὺς πίστει, καὶ πόθῳ ἑορτάζοντας.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Οἶκον τὴν σὴν ψυχήν,
ἀσκητικοῖς καμάτοις, τοῦ Πνεύματος ποιήσας, Ἀγγέλοις ἠριθμήθης, ὦ Λάζαρε
μακάριε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τύπος τῆς ἀρετῆς, ἀσκήσεως
ἡ στάθμη, κανὼν τῆς ἡσυχίας, ἐν Γαλλησίῳ ὄρει, ἐδείχθης θεῖε Λάζαρε.
Δόξα. Τριαδικόν.
Ἄναρχε Παντουργέ, Τρισήλιε
Θεότης, πρεσβείαις τοῦ Λαζάρου, δίδου τοῖς Σοῖς ἱκέταις, φῶς θεῖον καὶ
σωτήριον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, Βασίλισσα
τοῦ κόσμου, τὸν Σὸν Υἱὸν δυσώπει, σὺν τῷ σεπτῷ Λαζάρῳ, διδόναι πᾶσιν ἄφεσιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Φῶς τὸ ἄδυτον,
πεπληρωμένος, κατελάμπρυνας, ἐν Παλαιστίνῃ, τῶν μοναζόντων τὰ θεῖα συστήματα,
καὶ ποδηγέτης σεπτὸς ἀναδέδειξαι, ἐν Γαλλησίῳ τῷ ὄρει ὦ Λάζαρε, Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ'
Ταῖς ἐπαγρύπνοις
προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες, καὶ τοῖς ἐκ βάθων
στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας ποιμήν, τοῖς
προσιοῦσι νέμων συγχώρησιν, Ὅσιε Πατὴρ ἡμῶν Λάζαρε, πρέσβευε Χριστῷ τῷ Θεῷ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ
Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ
Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν
φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν
καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ
Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Ὅλην ἀποθέμενος, τὴν τῶν
παθῶν ἀλογίαν, καὶ σάρκα τῷ πνεύματι, ὑποτάξας γέγονας ἀρετῆς κανών, Μοναστῶν
ἔρεισμα, Ἀσκητῶν ἄγαλμα, τῶν Ὁσίων ἐγκαλλώπισμα, καὶ νῦν τὸ ἄῤῥητον, κάλλος
ἐποπτεύων τοῦ Κτίστου σου, τρυφᾷς ἀεὶ τοῖς κάλλεσι, τοῖς ἐπουρανίοις τῷ
πνεύματι· ὅθεν συνελθόντες, ᾀσμάτων ἐμμελέσιν ἐν ᾠδαῖς, τὴν σὴν σεπτὴν καὶ
πανίερον, μνήμην ἑορτάζομεν.
Ὕλης ἀχθοφόρημα,
ἐκτιναξάμενος ἄπαν, καὶ σαρκὸς προσπάθειαν, καὶ γηΐνης σχέσεως πᾶσαν ἔφεσιν,
ὑψηλῆς ὥδευσας, πολιτείας τρίβον, εὐσταλῶς μεταρσιούμενος, καὶ ἀνυψούμενος,
πάσης ἀρετῆς εἰς ἀκρώρειαν, καὶ τρέπων τὸν ἀντίπαλον, ἄϋλον ἐχθρὸν ὕλῃ σώματος·
ὅθεν τοῖς Ἀγγέλων, ἀὔλοις συγκατείλεξαι χοροῖς, Λάζαρε Πάτερ δεόμενος, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Κόσμον ἀπωσάμενος,
ἀπαρνησάμενος σάρκα, καὶ τὰ πάθη Ὅσιε, μετὰ τῶν προλήψεων βδελυξάμενος, ἀκριβὴς
γέγονας, τηρητὴς Λάζαρε, προσταγμάτων τοῦ Κυρίου σου, καὶ φύλαξ ἄριστος· ὅθεν
σὺν Πατρὶ καὶ τῷ Πνεύματι, μονὴν ἐν σοὶ πεποίηται, καὶ τὰ ὑπὲρ φύσιν χαρίσματα,
νέμει σοι πλουσίως, θαυμάτων ἐξαισίων αὐτουργόν, καὶ τῶν ἐν θλίψει θερμότατον,
ῥύστην ἀναδείξας σε.
Ἕτερα. Ἦχος πλ. Δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ θεοφόρε Λάζαρε,
ἀνατεθεὶς τῷ Θεῷ, ἐν τῷ ὄρει προσέδραμες, ὅλος ἐνθεώτατος, καὶ ἐν αὐτῷ
κατώκησας, ἐνθὲν ταμεῖον ὤφθης τῆς χάριτος, τοῦ Παρακλήτου πολλῇ ἀσκήσει σου,
νέμων ἑκάστοτε, δαψιλῆ βοήθειαν τοῖς εὐσεβῶς, ἀσκουμένοις Ὅσιε, ὡς
συμπαθέστατος.
Πάτερ θεοφόρε Λάζαρε,
καταυγασθεὶς τὴν ψυχήν, τῷ φωτὶ τοῦ Κυρίου σου, κοσμικῆς τερπνότητος, τὴν ἀχλὺν
καταλέλοιπας, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, Αὐτῷ προθύμως κατηκολούθησας, ὦ
τῶν ἀγώνων σου, δι’ ὧν καταβέβληκας τοῦ δυσμενοῦς, πάντα τὰ φρυάγματα, σθένει
τοῦ Πνεύματος.
Πάτερ θεοφόρε Λάζαρε, τὴν
Παλαιστίνην οἰκῶν, Γαλλησίῳ δὲ ὕστερον, πίστει προσερχόμενος, τὸν Θεὸν
ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς
ἀναβάσεσι, ταῖς λαμπραῖς ἑκάστοτε καὶ ἀσκητῶν, ἀρχηγὸς γενόμενος, ἀειμακάριστε.
Δόξα... Ἦχος πλ. δ'
Σήμερον Λάζαρος ὁ πάνσοφος,
τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, ἐμφανεστέρας κόσμῳ παρίστησιν, τῇ πανσέπτῳ
αὐτοῦ μνήμῃ, ἐν ὁσιότητι γὰρ καὶ ἀληθεία, κοσμήσας τὸν βίον, πρὸς ἐργασίας τοῦ
κρείττονος, διεγείρει τοὺς βοῶντας· Χαίροις ὁ δι’ ἀσκήσεως στεῤῥᾶς, τῶν θείων
ἐννοιῶν τὸν νοῦν καθάρας, καὶ τῶν ἀΰλων ἐμφάσεων δεξάμενος τὸ φῶς. χαίροις τῶν
Ὁσίων ἔργων ὑποτύπωσις, ἐν Παλαιστίνῃ καὶ Γαλλησίῳ ὄρει, μοναζόντων ἡ στάθμη.
Καὶ νῦν τῷ Σωτῆρι παριστάμενος τίμιε Πάτερ, πρέσβευε ἀδιαλείπτως, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία
Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς
ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα
προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν
ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'
αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν
Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ
περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα·
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται
αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς·
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ
ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία
γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Πάτερ Ὅσιε, ἀγάπῃ θείᾳ
πτερωθείς, τὰ ἐν κόσμῳ ἠδέα ἀπώσω, καὶ ὅλῃ ψυχῇ ἠτένισας πρὸς μόνα τὰ μένοντα.
Καὶ τῷ πόθῳ κατάλληλον ἐπιδειξάμενος τρόπον, ἐν τῇ Μονῇ Σάββα τοῦ Ἡγιασμένου
ἀσκητικοῖς ἀγῶσι, ὕστερον δὲ ἐλθὼν εἰς Γαλλήσιον ὄρος, λαμπρῶς διέπρεψας,
μοναστῶν ἀλείπτης φανείς, καὶ τῆς μελλούσης ζωῆς, κοινωνὸς γεγέννησαι, ἀλλ’ ὦ
Λάζαρε θεοφόρε, Χριστῷ τῷ Θεῷ παριστάμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὸν τοῦ Χριστοῦ Σταυρὸν
ἀράμενος, πάντα τὰ ὑλικὰ ἀπέῤῥιψας, θείῳ πόθῳ πτερωθείς, θεοφόρε Λάζαρε, καὶ ὡς
διψῶσα ἔλαφος, ἐν θεοβαδίστοις τόποις δραμών, τοῦ σωτηρίου νάματος ἔπιες,
ἀσκητικῶς ἀγωνισθείς, σεαυτὸν σταυρώσας τοῖς πάθεσιν, ἀνελθὼν δὲ ὕστερον ἐν
Γαλλησίῳ τῷ ὄρει, κανὼν μοναζόντων καὶ ὑποφήτης πρακτικὸς ἐγένου. Διὸ Χριστὸν
ἀγαπήσας, Αὐτῷ συμβασιλεύεις, εἰς τοὺς αἰῶνας παμμακάριστε.
Ἦχος γ΄.
Ἔστησας ἐν θεοβαδίστοις
τόποις τοὺς πόδας σου Λάζαρε τῆς μετανοίας, λογιζόμενος ἀνυπερθέτως, ὅτι καὶ
νῦν ἀποθανοῦμαι διὰ τῆς ἁμαρτίας μου, ὅθεν ἐν τῇ καρδίᾳ σου τὸν Κύριον
δεξάμενος, τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, τὸν νοῦν σου ἐπτέρωσας, καὶ τὴν χάριν
τὴν θείαν δεξάμενος, τῶν δαιμόνων τὰς φάλαγγας νενίκηκας, ὡς Ἄγγελον βιώσας, ἐν
Γαλλησίῳ τῷ ὄρει, ἀγρύπνως ἱστάμενος. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν, τῆς αἰωνίου
ζωῆς, καὶ ἡμᾶς ἀξίωσον Ὅσιε.
Δόξα. Ἦχος δ΄.
Ἀσκητικῆς πολιτείας
καλλιεργήσας τὴν ἄρουραν, ἐναρέτων πράξεων τοὺς καρπούς, τῇ Ἐκκλησίᾳ ἐξήνεγκας
Πάτερ, ὑπὲρ φύσιν γὰρ ἀγωνισθείς, κατεπάλαισας τὸν δόλιον δράκοντα, τῇ ἰσχύει
τῶν ἔργων σου, καὶ ὑπὲρ φύσιν δοξασθείς, τῇ θείᾳ χορηγίᾳ παρέχεις πᾶσι τὴν
λαμπρότητα. Διὸ τὴν μνήμην σου ἄγοντες, θεόφρον Λάζαρε, ἱκετεύομέν σε, τῷ
Δεσπότῃ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς
δούλους Σου φύλαττε Εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις, ἀσκητικῶν ἀληθῶς.
Χαίροις, ὁ τῇ ἀγάπῃ
Χριστοῦ, τὰ ἐν τῷ κόσμῳ ἀπεμάκρυνας Ὅσιε, καὶ ἄσαρκον πολιτείαν, μετὰ σαρκὸς
ὑπελθών, τοῦ ἐχθροῦ καθεῖλες τὰ φρυάγματα, τῆς δόξης τῆς κρείττονος, κοινωνὸς
καὶ συμμέτοχος, καὶ τῆς ἀλήκτου, εὐφροσύνης συνόμιλος, μέγιστε Λάζαρε, ἀληθῶς
ἀναδέδειξαι, ταύτην ἐκζητησάμενος, οὐδόλως ἐμάκρυνας, τῆς ἐγκρατείας τοῖς πόνοις,
ἀλλὰ προθύμως διήνυσας, ζωῆς τὸν ἀγῶνα, τὸν Σωτῆρα μεγαλύνων, τὸν σὲ δοξάσαντα.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ θεοφόρος ἀνήρ,
τῶν ἀσκητῶν περιφανὲς σεμνολόγημα, ἀγάπης θείας ὁ ἄνθραξ, ὁ καταφλέξας παθῶν,
μοχθηρίαν πᾶσαν Πάτερ Λάζαρε, νηστείας ὑπόδειγμα, ταπεινώσεως σκήνωμα, καὶ
καρτερίας, ἀκατάβλητος πρόβολος, τύπος ἄριστος, θεωρίας καὶ πράξεως, χάριτος
ὄντως ὄργανον, πυρσὸς παμφαέστατος, πρὸς λιμένας ἰθύνων, τῆς ἀληθοῦς
καταπαύσεως, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῶν δεινῶν
λογισμῶν, ἀφανιστὴς καὶ τῶν δαιμόνων ἀναίρεσις, καρδίας ὁ μέγας φύλαξ,
αἰσθητηρίων λαμπρά, τράνωσις παμμάκαρ καὶ συνένωσις, ῥομφαία διώκουσα, τὴν
κακίαν τὴν μάταιον, φωτὸς ἀκτίστου, ἡ σκηνὴ ἡ ὑπέρλαμπρος, μέγα καύχημα,
Γαλλησίου μακάριε, Λάζαρε ὁ γευσάμενος, Χριστοῦ τὰ χαρίσματα, ἃ ὀφθαλμὸς οὖτε
εἶδε, καὶ οὖς ἀνθρώπου οὐκ ἤκουσε, αὐτοῦ στόμα θεῖον, διαγγέλον ἀσκουμένοις, τὸ
θεῖον θέλημα.
Δόξα. Ἦχος πλ. Δ΄.
Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι
πανεύφημε, τῶν ἀρετῶν κατέλαβες, τὸ ὄρος δι’ ἀσκήσεως, εἰς Παλαιστίνην ἐλθών,
τῆς ἄνω Ἱερουσαλήμ, περιπολεύων τὰ ὑπερκόσμια. Καὶ ἐν τῷ Γαλλησίῳ ἀνελθών, τοῖς
ἐκ πόνων ἀγῶσιν, ἀξίως τὰ γέρα κομισάμενος. Ταῖς ἀγγελικαῖς νῦν συναγάλλῃ
Ταξιαρχίαις, τῶν οὐρανίων ἀγαθῶν, κληρονόμος γενόμενος, ἀλλὰ πρέσβευε θεοφόρε
Λάζαρε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρήνην δωρήσασθαι ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Φῶς τὸ ἄδυτον,
πεπληρωμένος, κατελάμπρυνας, ἐν Παλαιστίνῃ, τῶν μοναζόντων τὰ θεῖα συστήματα,
καὶ ποδηγέτης σεπτὸς ἀναδέδειξαι, ἐν Γαλλησίῳ τῷ ὄρει ὦ Λάζαρε, Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ'
Ταῖς ἐπαγρύπνοις
προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες, καὶ τοῖς ἐκ βάθων
στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας ποιμήν, τοῖς
προσιοῦσι νέμων συγχώρησιν, Ὅσιε Πατὴρ ἡμῶν Λάζαρε, πρέσβευε Χριστῷ τῷ Θεῷ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ
Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ
Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν
φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν
καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἔλιπες σαφῶς, τὰς τοῦ
κόσμου φροντίδας, ἀνῆλθες ἐν σπουδῇ, εἰς Γαλλήσιον ὄρος, ἐκεῖθεν ἀνέδραμες,
ἀρετῶν εἰς ἀκρώρειαν, καὶ ὡμίλησας, τῷ ποθουμένῳ ἀΰλως, εἰσδεξάμενος, τὰς παρ’
αὐτοῦ ἐπιλάμψεις, μακάριε Λάζαρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἠ μόνη τὸν Θεόν, ἐξ ἁγνῶν
Σου αἱμάτων, κυήσασα ἡμῖν, σαρκωθέντα ἀτρέπτως, σαρκός μου τὰ νοσήματα, καὶ
ψυχῆς τὰ συντρίμματα, Κόρη ἴασαι, καὶ τοῦ νοός μου τὸ σκότος, διασκέδασον,
φωτιστικῇ Σου πρεσβείᾳ, καὶ σῶσόν με δέομαι.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πόνοις ἀσκήσεως, Πάτερ
κατέβαλες, πᾶσαν τὴν δύναμιν, τοῦ πολεμήτορος, καὶ τὰς κινήσεις τῆς σαρκός,
ἐμάρανας θεοφόρε, ὅθεν τὰ χαρίσματα, δεδεγμένος τοῦ Πνεύματος, μοναστῶν
περίβλεπτος, ποδηγέτης γεγέννησαι, καὶ νῦν Χριστῷ Λάζαρε πρέσβευε, δοῦναι ἡμῖν
τὴν συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σάρκα γενόμενος, ὑπὸ
κατάληψιν, τὸν Ὑπερούσιον, ἐκ τῶν Αἱμάτων Σου, κυοφορεῖς ὑπερφυῶς, καινίζοντα
ἐκ τῆς πλάνης, φύσιν τὴν ἀνθρώπινον, διὰ πλοῦτον χρηστότητος, ὅθεν μεγαλύνομεν,
τὸ φρικτόν Σου μυστήριον, τῆς Σῆς κυοφορίας Παρθένε, χαῖρε ἀεί Σοι
προσφωνοῦντες.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐν ἀσκήσει συντόνῳ σαρκὸς
τὸ φρόνημα, ἀπονεκρώσας εἰς τέλος θεόφρον Λάζαρε, ἀνεπτέρωσας τὸν νοῦν πρὸς τὰ
οὐράνια, καὶ λαμπρυνθεὶς ταῖς ἀρεταῖς, πρὸς τὴν αἰώνιον ζωήν, μετῆλθες ἐν
εὐφροσύνῃ, ἧς καὶ τοὺς Σὲ ἀνυμνοῦντας, ἀξιωθῆναι Πάτερ πρέσβευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἄφλεκτε βάτε καὶ ὄρος
ἅγιον, χαῖρε ἡ στάμνος τοῦ μάννα, χαῖρε λυχνία χρυσή, χαῖρε ῥάβδος καὶ σκηνὴ καὶ
θεία τράπεζα, χαῖρε νεφέλη τοῦ φωτός, χαῖρε πύλη νοητή, ἣν ὁ φιλάνθρωπος Λόγος,
διῆλθεν Εὐλογημένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Οἱ Ἀναβαθμοί·
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
ζήτει εἰς τὸν ὄρθρον τῆς ἑορτῆς τοῦ Ἁγίου Σάββα (Λουκᾶ ΣΤ΄, 17-23).
Ὀ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Τὰ ἐπὶ γῆς ἀπαρνηθεὶς
τερπνά, τὰ οὐράνια Λάζαρε δεξάμενος, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὡς γέρα τῶν πόνων
σου, ὅτι ἐν καθαρᾷ καρδίᾳ καὶ ταπεινώσει πολλῇ, Πάτερ ἐπολιτεύθης ὁσίως, καὶ
μιμητὴς τῶν Ἀγγέλων ἐγένου. Διὸ Χριστοῦ τῷ θρόνῳ παριστάμενος, καὶ τὴν Αὐτοῦ
λαμπρότητα καθορῶν, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, ἔχων Ἀκροστιχίδα: Λάζαρε μάκαρ, τοὺς ἐμοὺς ὕμνους δέχου.
ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου
Λαμπτὴρ θεαυγέστατε,
φωτοειδέστατε Λάζαρε, τὸ σκότος ἀπέλασον, τῆς διανοίας μου, λαμπηδόσι με, φωτὸς
αὐγάσας θείου, ὅπως εὐφημήσω σου, τὰ κατορθώματα.
Ἀστράψας ὡς ἥλιος,
φωταγωγεῖς τὴν ὑφήλιον, φωτὸς οἰκητὴριον, φῶς θεῖον Λάζαρε, ἀνατέλλων τε, καὶ
δύνων φωτοφόρος, γεννήσεως θαύματι, καὶ τῆς κοιμήσεως.
Ζωῆς ἐφιέμενος, τῆς ἀϊδίου
καὶ κρείττονος, εἰκότως ἠλόγησας, τῆς ἐπικήρου ζωῆς, μακρυνόμενος, σαρκίνης
συγγενείας, Χριστῷ συννεκρούμενος, καὶ συζωούμενος.
Θεοτοκίον
Ἁγνὸν εὑραμένη σε, ἡ
πανυπέραγνος Δέσποινα, πανόσιε Λάζαρε, ἐπιφοιτῶσα πρὸς Σέ, ὡς εὐγνώμονα,
οἰκέτην Σε προσεῖπε, μεθ' ἧς τὸν φιλάνθρωπον, ἡμῖν ἱλέωσαι.
ᾨδὴ γ' . Τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους
Ῥωννύμενος σθένει τοῦ
Δεσπότου, νηπίων τοξεύματα Σοφέ, τὰ κατὰ σοῦ ἀπέδειξας, τοῦ πονηροῦ τεχνάσματα,
οὗ καὶ ἡμᾶς ἐνίσχυσον, ἀποφυγεῖν μηχανήματα
Ἐν σώματι Ἄγγελος ἐδείχθης,
Θεῷ σὺν Ἀγγέλοις λειτουργῶν, πάχους σαρκὸς καὶ φύσεως, ὑπερηρμένος Λάζαρε,
θεουργικῶς λαμπόμενος, καὶ θαυμαστῶς κλεϊζόμενος.
Θεοτοκίον
Μεσίτρια σκέπη καὶ
προστάτις, γενοῦ μοι Γεννήτρια Θεοῦ, τὰ τῆς ζωῆς ἰθύνουσα, ἐχθροὺς
ἀποτειχίζουσα, καὶ συμπαθῶς με σῴζουσα, καὶ Σῷ Υἱῷ καταλλάττουσα.
Κάθισμα. Ἦχος πλ. δ' Τὴν Σοφίαν
Τὸν λαμπτῆρα τὸν μέγαν καὶ
φαεινόν, τὸν πραότατον ἅμα καὶ συμπαθῆ, τὸν φύσιν νικήσαντα, καὶ σαρκὸς τὰ
κινήματα, χαλινώσαντα πάντα, ἀοίδιμον Λάζαρον, καὶ Χριστῷ ἀπείρῳ, τῷ πόθῳ
λατρεύσαντα, καὶ συγκληρονόμον, τῆς αὐτοῦ βασιλείας, γενόμενον ἅπαντες, οἱ
πιστοὶ εὐφημήσωμεν, πρεσβευτὴν ὡς θερμότατον· Πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτοῦ.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον
χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν
χαρίτων Σου· Σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ
μὲ ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με,
ἐκ καρδίας κραυγάζω Σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δοθῆναί μοι· Σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός Σου.
ᾨδὴ δ' . Ὁ καθήμενος ἐν δόξῃ
Ἀπηλλάγης ἐκ δουλείας,
δολερῶς ἠρτημένης σοι, καὶ τῷ ῥυσαμένῳ δοῦλος ὡς εὐγνώμων ἐδούλευσας,
συντονωτάτῃ ἀσκήσει, λυτρωσάμενος, τὴν ψυχὴν ἐκ δουλείας, παθῶν θεῖε Λάζαρε.
Καταράττεται πρὸς ᾍδην,
συῤῥηγνύμενος Λάζαρε, ἐπικρήμνοις πέτραις, σῶν ὑποθηκῶν ὁ παρήκοος, καὶ
γλυκασμοῦ μελιτώδους, ἀντιδρέπεται, οἰκτροτάτου θανάτου, πικρίαν ὁ δείλαιος.
Ἀνηνέχθης ὑπερτάτην, ἀρετῶν
εἰς ἀκρώρειαν, ἐν ἀβάτῳ ὄρει, Πάτερ τῷ Θεῷ συγγενόμενος, ὡς Μωϋσῆς καὶ Ἠλίας,
ὧν τὴν εὔκλειαν, ὡς τὸν βίον ζηλώσας, αὐτῶν ἐναπείληφας.
Θεοτοκίον
Ῥυομένην Σου τὴν ποίμνην,
Θεοτόκε ἐπίφανον, καταδυναστείας, πάσης καὶ δεινῆς ἐπιθέσεως, τῶν μηδαμῶς
κηρυττόντων, τὴν ἀλήθειαν, καὶ τὸν Κλῆρόν Σου, δίδου νικᾶν τὸν ὀρθόδοξον.
ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα
Τῷ κρείττονι Λάζαρε, τὸ
χεῖρον καθυπέταξας, ταῖς πρακτικωτάταις ἐργασίαις, εἰς θεωρίας φθάσας ἀκρότητα·
ὅθεν ἐν μεθέξει θεωθείς, θαύματα ἐξαίσια, αὐτουργῶν ἐναπέφηνας.
Ὁδοῖς ἐφεπόμενος, τοῦ
Βαπτιστοῦ κατῴκησας, ἔρημον εἰς ἄβατον θεόφρον, οἰκείοις δ' αὖθις
ἐπαναδέδειξαι, Πάτερ ὡς ἐκεῖνος Ἰσραήλ, πάλαι τῷ ἀγνώμονι, ὁδηγῶν εἰς
μετάνοιαν.
Ὑπήρεισε Λάζαρε, στύλοις
ἑπτὰ τοῦ Πνεύματος, Πάτερ ἑπταρίθμοις ἐπιπνοίαις, οἶκον οἰκεῖον σε ἡ ἐνούσιος,
καὶ ζῶσα σοφία τοῦ Θεοῦ, ᾧ ἐπανεπαύσατο, σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Στενούμενος θλίψεσι, καὶ
πάθεσι χωννύμενος, Σὲ τῶν οὐρανῶν τὴν πλατυτέραν, καθικετεύω Μήτηρ τοῦ ζῶντος
Θεοῦ, πλάτος εἰρηναίας μοι ζωῆς, ὕψος ἀπαθείας τε· ταῖς πρεσβείαις Σου
βράβευσον.
ᾨδὴ ς'. Τὴν θείαν ταύτην
Ἐῤῥύσω κόρην καὶ ἔσωσας,
ἁγνείας ἐραστὴν ἀδιάφθορον, ὡς καὶ ἀδούλωτον· διὸ κἀμὲ κινδυνεύοντα, ἀπαγωγῆς
βιαίας, ῥῦσαι καὶ θλίψεων.
Μυστῶν δυάδα διέσωσας,
γυναίων τῶν αἰσχρῶν ἐπιθέσεων, τὸν μὲν φωνήματι, Πάτερ ἐγείρας τῆς πράξεως, τὸν
δὲ σοφῷ τῷ ὄντι ἐπινοήματι.
Ὁ στήσας ὕδασιν ὅρια, ὁ
θρέψας δι' Ἀγγέλων θεράποντας, Ἀγγέλου ὕδατι, σὲ παραδόξως ἐπότισεν,
ὑπερβάλλουσα δόξῃ, αὐτὸς ἐκτρέφων σε.
Θεοτοκίον
Ὑμνοῦσι τάξεις Ἀγγέλων Σε,
δοξάζει καὶ βροτῶν τὰ συστήματα, Θεογεννήτρια, ὡς ἀφανίσασαν δαίμονας, καὶ
σωτηρίαν κόσμῳ, παντὶ βραβεύσασαν.
Κοντάκιον Τοῦ Ὁσίου. Ἦχος πλ. δ' Τῇ Ὑπερμάχῳ
Τοὺς ὑπὲρ φύσιν σου Σοφὲ
πόνους καὶ σκάμματα, αὐτοὶ οἱ Ἄγγελοι ἰδόντες κατεπλάγησαν, δι' ὧν εἴληφας
θεόθεν καὶ τοὺς στεφάνους· Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρός τὸν Κύριον, ἐκ παντοίων
ἡμᾶς σῷζε περιστάσεων, ἵνα κράζωμεν· Χαίροις Πάτερ Ποιμὴν ἡμῶν.
Ὁ Οἶκος
Ἄγγελος ἐξ ἀνθρώπων,
Θεοφόρε ἐγένου, ἐκ γῆς πρὸς τὰ οὐράνια φθάσας· διὸ σὺν ἀσωμάτοις χοροῖς,
ἁμιλλώμενόν σε θεωρῶν Ὅσιε, ἐξίσταμαι καὶ φόβῳ σοι κραυγάζω σχετικῶς τοιαῦτα.
Χαῖρε, κανὼν ἀπλανὴς
μονοτρόπων,
χαῖρε, λειμὼν ἀρετῆς
ψυχοτρόφε,
Χαῖρε, πρεσβευτὰ τῶν ψυχῶν
ἀκαταίσχυντε,
χαῖρε, χορευτὰ τῶν ἀγγέλων
ὁμόσκηνε,
Χαῖρε, ὅτι σὺ ἐπλήθυνας τῶν
θρεμμάτων τὸν χορόν·
χαῖρε, ὅτι σὺ διέσωσας εἴσω
ταῦτα τῆς Ἐδέμ,
Χαῖρε, τῆς αὐταρκείας σὺν Θεῷ
δοὺς τὸν ἄρτον,
χαῖρε, τῆς αὐθαδείας τῶν
δαιμόνων διῶκτα,
Χαῖρε, πηγὴ θαυμάτων ἀέναε,
χαῖρε, τρυφῆς μελλούσης
ἐχέγγυε,
Χαῖρε, λαμπτὴρ τῆς Ἀσίας
ἁπάσης,
χαῖρε, φωστὴρ Μοναστῶν
ποδηγέτα,
Χαίροις, Πάτερ Ποιμὴν ἡμῶν.
Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ὁσίου Λαζάρου τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ
Γαλησίῳ ὄρει ἀσκήσαντος.
Ἑτοίμασον τὸν κόλπον, Ἀβραὰμ Πάτερ,
Οὐχ ὑστεροῦντι Λαζάρῳ σοῦ Λαζάρου.
Ἑβδομάτῃ Λάζαρον ἆγον νόες ἄστυ θεοῖο.
Οὗτος κατήγετο ἀπὸ τὴν γῆν
τῆς Ἀσίας ἀπὸ ἕνα χωρίον, τὸ ὁποῖον εὑρίσκεται πλησίον τῆς Μαγνησίας, ἐν ἔτει
ᾳλ΄ (1030). Ὅτε δὲ ἔμελλε νὰ γεννηθῇ ἔκαμεν ὁ Θεὸς νὰ φανῇ ἀπὸ τὸν οὐρανὸν φῶς
θεῖον, τὸ ὁποῖον ἐγέμισεν ὅλον τὸν γονικόν του οἶκον, καὶ ἀπὸ τοῦ ὁποίου τὴν
ἔλλαμψιν ἐφοβήθησαν αἱ συνηθροισμέναι γυναῖκες καὶ ἔφυγον ἔξω, καὶ ἔμεινε μόνη
ἡ μήτηρ. Ὅτε δὲ τὸ βρέφος ἐγεννήθη, ὦ τοῦ θαύματος, ἐστάθη εὐθὺς ὄρθιον καὶ
προσηυχήθη κατ’ ἀνατολάς, ἔχον τὰς χεῖράς του ἀκουμβημένας εὐτάκτως ἐπάνω εἰς
στὸ στῆθος, ἐπρομήνυε δὲ ὁ Θεὸς διὰ τούτων τὴν καθαρότητα τοῦ Ὁσίου καὶ τὴν
δεκτικὴν ἐπιτηδειότητα, ἣν εἶχεν ἡ ψυχή του εἰς τὰς θείας ἐλλάμψεις. Ὅταν δὲ
ἔγινε πέντε χρόνων παρεδόθη εἰς ἕνα παιδαγωγόν, διὰ νὰ μάθῃ τὰ ἱερὰ γράμματα,
καὶ εἰς ὀλίγον καιρόν, ὑπερέβαλεν ὅλα τὰ ἄλλα παιδία. Ὅθεν ἀπὸ ὅλους
ἐγκωμιάζετο ἡ εὐφυΐα του, μάλιστα δὲ ἡ πραότης αὐτοῦ καὶ ταπείνωσις, καὶ ἡ
προθυμία καὶ σπουδὴ ἣν εἶχεν εἰς τὰς ἐν τῇ ἐκκλησίᾳ ἀκολουθίας καὶ προσευχάς.
Καὶ πρὸ τούτοις ἐθαυμάζετο ἡ πρὸς τοὺς πτωχοὺς φιλανθρωπία καὶ συμπάθεια καὶ
ἱλαρότης, τὴν ὁποίαν εἶχεν ὁ Ὅσιος ἐκ νεαρᾶς ἡλικίας.
Τόσην δὲ πολλὴν ἐπιμέλειαν
καὶ σπουδὴν ἐδείκνυεν εἰς τὴν ἐλεημοσύνην ὁ τρισόλβιος, ὥστε εἰς ὀλίγον καιρόν,
εὐκέρωσε τὰ χρήματα τοῦ διδασκάλου του καὶ τὰ ἔδωκεν εἰς τὰ χεῖρας τῶν πτωχῶν.
Διὰ τοῦτο καὶ ἐλάμβανεν ἀπὸ ἐκεῖνον πολλοὺς δαρμούς, ὅμως αὐτὸς πάλιν δὲν ἔπαυε
ἀπὸ τὸ νὰ ἐλεῇ. Μόλις δὲ καὶ μετὰ βίας στοχασθεὶς ὁ διδάσκαλός του τὴν παρ’
ἡλικίαν σύνεσιν καὶ φρόνησιν τοῦ παιδίου, μετεχειρίζετο αὐτὸν εἰς τὸ ἑξῆς ὡς
διδάσκαλον. Ὅτε δὲ ὁ νέος ἔφθασεν εἰς τὴν ἡλικίαν ἔλαβε θεῖον ἔρωτα εἰς τὴν
ψυχήν του διὰ νὰ ὑπάγῃ εἰς Ἱεροσόλυμα νὰ ἱστορήσῃ τοὺς ἱεροὺς τόπους, τοὺς
ὁποίους ὁ Κύριος μετὰ σαρκὸς ἐπεριπάτησε. Καὶ τυχὼν τοῦ ποθουμένου, ἔγινε
προσκυνητὴς τοῦ Ζωοποιοῦ Τάφου καὶ τῶν ἄλλων σεβασμίων τόπων, ἔπειτα ὑπῆγεν εἰς
τὴν Μονὴν τοῦ Ἡγιασμένου Σάββα καὶ ἐδέχθη παρὰ τῶν ἐκεῖσε Πατέρων. Ἐκεῖ δὲ φορέσας τὸ ἱερὸν σχῆμα τῶν μοναχῶν,
ὑπηρέτησεν ἀόκνως εἰς τὴν ἐπιμέλειαν καὶ εὐπρέπειαν τοῦ θείου ναοῦ εἰς χρόνους
ὁλοκλήρους δέκα, ὅθεν εἰς ὀλίγον καιρὸν ὑπερέβαλεν ὅλους τοὺς ἄλλους ἀδελφοὺς
κατὰ τὴν ὑποταγὴν καὶ τὰς ἄλλας ἀρετάς. Καὶ διὰ τοῦτο ἔλαβε χωρὶς νὰ τὸ θέλῃ τὸ
χάρισμα τῆς ἱερωσύνης ἀπὸ τὸν τότε Πατριάρχην τῶν Ἱεροσολύμων.
Ἐπειδὴ δὲ ἐπεθύμει περισσότερον ἡσυχίαν, κατὰ
τὸν καιρὸν τῆς Μεγάλης Τεσσαρακοστῆς, ἐξήρχετο τοῦ μοναστηρίου καὶ ὑπήγαινεν
εἰς τὸ βαθύτερον βουνόν, χωρὶς νὰ ἔχῃ μαζί του ἄλλο τι παρὰ μόνον τὸ σῶμά του,
ἐκεῖ δὲ εὑρισκόμενος ἔτρωγε μὲν ἀπὸ τὰ χόρτα τῆς ἐρήμου, ἔπινε δὲ ὡς πόμα
γλυκύτατον τὸ ἁπλοῦν νερόν, καὶ οὐδὲν ἀπὸ αὐτὸ ἐχόρταινεν ὁ μακάριος, ἀλλὰ
τόσον μόνον ἔπινεν, ὅσο νὰ ζῇ καὶ νὰ μὴν ἀποκάμνῃ, εἰς τὰς ὁλονυκτίους στάσεις
καὶ ἀγρυπνίας. Περιπατὼν δέ ποτε μόνος εἰς τὸ βουνόν, ἀκούει θεϊκὴν φωνήν, ἡ
ὁποία τρὶς ἐφώναξε αὐτὸν ἐξ ὀνόματος λέγουσα: Λάζαρε, Λάζαρε, πρέπει νὰ
γυρίσῃς πάλιν εἰς τὴν πατρίδα σου. Ὅθεν ἀναγγείλας τὴν φωνὴν ταύτην καὶ εἰς
τοὺς ἄλλους ἀσκητάς, καὶ παρακινηθεὶς ἀπὸ αὐτοὺς νὰ γυρίσῃ εἰς τὴν πατρίδα του,
ἤρχισε νὰ περιπατῇ εἰς τὴν ὁδόν. Περιπατοῦντος δὲ τοῦ Ἁγίου, δὲν ὑπέφερεν ὁ
δόλιος διάβολος τὴν νίκην ἣν ἔπαθεν ἀπὸ αὐτόν, ὅθεν ἐφόβιζεν αὐτὸν μὲ διάφορα
φαντάσματα, διότι φαινόμενος ἔμπροσθεν ὡς σκύλος, ἠνώχλει τὸν Ἅγιον ὁμοῦ μὲ
τοὺς ἄλλους σκύλους τῶν κατὰ τὴν ὁδὸν χωρίων, καὶ οὕτως ἐμπόδιζεν αὐτὸν ἀπὸ τὸν
δρόμον του, ἀλλ’ οὔτε ἄφινεν αὐτὸν νὰ σταθῇ, διὰ νὰ βάλῃ ὀλίγον ψωμίον εἰς τὸ
στόμα του. Ὁ Ἅγιος ὅμως μὲ τὴν θείαν δύναμιν διέλυε τὰς μηχανὰς ἐκείνου καὶ
ἐνέδρας. Ὅταν δὲ ἔφθασεν εἰς τὴν πατρίδα του κατώκησεν εἰς τὸν εὐκτήριον οἶκον
ἐκεῖνον, ὅπου πρότερον ἐδιδάχθη τὰ ἱερὰ γράμματα, ὅτε ἦτο παιδίον, ἐπειδὴ δὲ
ἐγνωρίσθη ἀπὸ τὴν μητέρα του, διὰ τοῦτο καὶ αὐτὸς μὴ θέλων ἐφανερώθη εἰς αὐτήν.
Ἔπειτα, θερμανθεὶς περισσότερον ἀπὸ τὴν ἐπιθυμητήν του ἡσυχίαν, ἀναβαίνει εἰς
τὸ ἐκεῖ ἀντίκρυ εὑρισκόμενον βουνόν, τὸ καλούμενον Γαλλήσιον, τὸ ὁποῖον ἦτον
ἄβατον καὶ ἀκατοίκητον. Εἰς τοῦτο λοιπὸν ὁ Ὅσιος εὑρισκόμενος, πολλοὺς
πειρασμοὺς καὶ ἐνοχλήσεις ὑπέφερεν ἀπὸ τοὺς δαίμονας.
Μίαν φοράν, ἐνῶ ὁ Ἅγιος
προσηύχετο κατὰ τὸ μεσονύκτιον, εἶδεν ἕνα στύλον πύρινον, ὁ ὁποῖος ἔφθανεν ἀπὸ
τὴν γῆν ἕως εἰς τὸν οὐρανόν. Εἶδε δὲ καὶ πλῆθος Ἀγγέλων, οἱ ὁποῖοι ἔψαλλον μὲ
λιγυράν, καὶ γλυκεῖαν φωνήν, τὰ λόγια ταῦτα: Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ. Εἰς ἐκεῖνον λοιπὸν τὸν τόπον, ὅπου
ἐστέκετο ὁ πύρινος στύλος ἔκτισεν ὁ Ἅγιος ναὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου, τὰ δὲ
ἔξοδα τῆς οἰκοδομῆς ἐστέλλοντο πλουσιοπαρόχως ἀπὸ τὸν φιλόχριστον βασιλέα
Κωνσταντῖνον τὸν Μονομάχον, ὅστις ἐβασίλευεν ἐν ἔτει ᾳμε (1045), διότι ὁ βασιλεὺς
αὐτὸς εἶχε μεγάλην πίστιν καὶ εὐλάβειαν εἰς τὸν Ἅγιον, ἐπειδὴ διὰ τοῦ μαθητοῦ
του προεῖπεν εἰς αὐτόν, ἐν τῇ Μελιτινῇ ἐξόριστον εὑρισκόμενον, ὅτι θὰ γίνῃ
βασιλεύς. Εἰς τὰ δεξιὰ λοιπὸν μέρη τοῦ εἰρημένου ναοῦ κατασκευάσας ὁ θεῖος
Λάζαρος ἕνα στύλον χωρὶς στέγην, ἀνέβη ἐπάνω εἰς αὐτὸν καὶ ἐκατοίκησε, στέγην
μὲν ἔχων τὸν οὐρανόν, τρεφόμενος δὲ μὲ λάχανα ὠμὰ καὶ ὀλίγον ὕδωρ πίνων, καὶ
ταῦτα μετεχειρίζετο μόνην τὴν Κυριακήν.
Ὄχι μόνο δὲ μὲ αὐτὰ
ἐταλαιπώρει ἑαυτὸν ὁ τρισμακάριστος, ἀλλὰ καὶ μὲ σίδηρα ἦτον ἐζωσμένος, καὶ τὸν
μὲν χειμῶνα ἐπήγνυτο ἀπὸ τὸ ψῦχος, τὸ δὲ θέρος ἐφλογίζετο ἀπὸ τὸν καῦμα, καὶ
πανταχόθεν ἐκακουχεῖτο, ἀλλ’ ὅμως εἶχε σκέπην καὶ φύλακά του τὴν τὸν Θεὸν
βαστάσασαν πανάχραντον Θεοτόκον. Αὕτη δηλαδὴ ἵστατο ἄνωθεν τὴς κεφαλῆς τοῦ
Ὁσίου καὶ ἐδίωκεν ἀπὸ αὐτοῦ πᾶν θλιβερόν, καθὼς εἶδον αὐτὴν τινὲς ὀφθαλμοφανῶς,
διὰ τοῦτο οὔτε χιών, οὔτε καῦμα προσέβαλλε τὴν κεφαλὴν τοῦ Ὁσίου. Ὅθεν ἔλαβε
τὴν χάριν παρὰ Θεοῦ νὰ ἐπιτελῇ καθ’ ἑκάστην ἐξαίσια θαύματα, ἡ δὲ φήμη τῶν
θαυμάτων του ἔκαμνε πολλοὺς νὰ συντρέχωσιν εἰς αὐτὸν πανταχόθεν, πολλοὶ δὲ
αὐτοὺς ἀποτασσόμενοι τῷ κόσμῳ, ἐγίνοντο μοναχοί, καὶ ἔζων ὑπ’ αὐτόν, ὡς εἰς
διδάσκαλον καὶ ποιμένα.
Φθάσας δὲ εἰς τὸ ἀκρότατον
τῆς ἀρετῆς ἠξιώθη καὶ προφητικοῦ χαρίσματος καὶ προεγνώρισε πότε θὰ ἀποθάνῃ,
ἐπειδὴ δὲ οἱ μαθηταί, καὶ τὰ κατὰ Θεὸν τέκνα του παρεκάλουν αὐτὸν θερμότατα καὶ
μὲ δάκρυα ἐζήτουν νὰ μὴν ἀποθάνῃ συντόμως, ἀλλὰ νὰ μείνῃ ἀκόμη εἰς τὴν παροῦσαν
ζωήν, διὰ περισσοτέραν αὐτῶν ὠφέλειαν καὶ αὔξησιν, τούτου χάριν παρεκάλεσεν ὁ
Ἅγιος τὴν Κυρίαν Θεοτόκον νὰ τῷ χαρίσῃ νὰ ζήσῃ ἀκόμη δεκαπέντε χρόνους, καὶ
λοιπόν, ἐπέτυχε τῆς παρακλήσεως. Ὅθεν εἶδε νὰ αὐξηθῶσιν οἱ μαθηταί του καὶ νὰ
γένωσιν ἐννεακόσιοι καὶ περισσότεροι. Πλήρης λοιπὸν ἡμερῶν γενόμενος ὁ Ὅσιος
καὶ ζήσας ἑβδομηκονταδύω χρόνους, ὅτε ἐτελειώθησαν οἱ χαρισθέντες εἰς αὐτὸν
δεκαπέντε χρόνοι, πρὸς Κύριον εἰρηνικῶς ἐξεδήμησεν. Ὁ δὲ Θεός, καθὼς ἐδόξασε
τὴν γέννησίν του, οὕτω καὶ τὸν θάνατόν του θαυμασίως ἐδόξασε. Κατέλαμψε δηλαδὴ
τὸν στύλον τοῦ Ἁγίου καὶ τὰ ἔσω καὶ τὰ ἔξω μέρη αὐτοῦ μὲ θεϊκὸν καὶ οὐράνιον
φῶς, ὥστε διὰ τοῦ φωτὸς ἐκείνου ἐγνώρισαν τὸ τέλος του καὶ οἱ μαθηταί του καὶ
οἱ ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις διατρίβοντες ἀσκηταί. Ὅθεν ὅλος ὁ χορὸς τῶν
πατέρων μὲ μεγάλην σπουδήν, καὶ ταχύτητα ἔφθασαν εἰς τὸν στύλον καὶ ἔκλαιον τὴν
ὀρφανίαν αὐτῶν καὶ τὴν τοῦ τοιούτου πατρός των στέρησιν.
Ἐπειδὴ δὲ ἔμαθον ὅτι
ἀπέθανεν ὁ πατὴρ αὐτῶν χωρὶς νὰ κάμῃ ἔγγραφον διαθήκην, περισσότερον ἐθρήνουν
καὶ ἔκλαιον, καὶ μὲ δάκρυα καὶ ὁλολυγμούς, ταῦτα πρὸς τὸν Ἅγιον ἔλεγον: Ἐξάπαντος
δὲν θέλει καταβῆ, ὦ Πάτερ, τὸ σῶμά σου ἀπὸ τὸν στύλον, οὐδὲ θέλει ἐνταφιασθῆ,
ἂν δὲν ἀφήσῃς εἰς ἡμᾶς τὰ τἐκνα σου παρηγορίαν τινα καὶ διαθήκην γεγραμμένην
ἀπὸ τὰς χεῖράς σου. Μάλιστα δὲ περισσότερον ἀπὸ ὅλους ἐλυπεῖτο ὁ μαθητὴς
ὅστις ὑπηρέτει τὸν Ἅγιον, Γρηγόριος ὀνομαζόμενος. Καὶ λοιπόν, δεικνύει ὁ μέγας
οὗτος θαῦμα ἀληθῶς μεγαλώτατον, διότι ἐνῷ ὅλοι οἱ μαθηταί, καὶ τὰ τέκνα του
ἔκλαιον τριγύρω καὶ φωνὰς ἐποίουν ὀδυνηράς, ὁ ἄπνους καὶ νεκρός, ὦ τοῦ
θαύματος, ἔμπνους ἐφάνη καὶ ζωντανός, διότι σηκωθεὶς καὶ καθίσας, ἔβαλε τὴν
χεῖρα μέσα εἰς τὸν κόλπον του, καὶ ἐκβαλὼν ἐκεῖθεν χαρτίον ἐγχειρίζει αὐτὸ εἰς
τοὺς μαθητάς του, ἔπειτα ἔπεσε πάλιν καὶ ἐφαίνετο ἄπνους καὶ νεκρός, ὡς τὸ
πρότερον. Διαβάσαντες δὲ τὰ ἐν τῷ χάρτῃ γεγραμμένα οἱ μαθηταὶ ὁμοῦ μὲ θαῦμα καὶ
χαράν, δὲν εὗρον εἰς τὸ τέλος τῆς διαθήκης τὴν συνήθη ὑπογραφὴν τοῦ Ἁγίου, ὅθεν
πάλιν κλαίοντες πρὸς τὸν πατέρα των ἔλεγον: Ἂν ὦ Πάτερ, δὲν λάβῃ ἡ διαθήκη
καὶ τὴν ὑπογραφὴν τῆς χειρός σου, ἤξευρε ὅτι καὶ ἡμεῖς ἐδῶ ὅλοι θὰ ἀποθάνωμεν.
Τότε ὁ Ἅγιος, ὦ τοῦ θαύματος, ἐσηκώθη πάλιν καὶ ἔκάθισεν. Εἶτα πιάσας τὸ
κονδύλιον μὲ τὴν χεῖρα, ἔγραψε τὴν ὑπογραφήν του καὶ οὕτως ἔδωκε τὴν διαθήκην
ἐνυπρόγραφον εἰς τοὺς μαθητάς του. Ἔπειτα πάλιν, ἔπεσε καὶ ἐκοιμήθη, γεμίσας
τὰς ψυχὰς πάντων τῶν ὁρώντων ἀπὸ θαυμασμὸν μεγαλώτατον.
Τότε λοιπὸν οἱ μαθηταί του,
τιμήσαντες ἀξίως ὡς ἄξιον τὸ ἱερὸν τοῦ Ὁσίου λείψανον μὲ δοξολογίας, μὲ μῦρα
καὶ μὲ λαμπάδας φωτός, ἀπεθησαύρισαν αὐτὸ ἐντὸς θήκης πολυτίμου, καὶ οὕτω τὸ
ἐνεταφίασαν πλησίον εἰς τὸν στύλον, τὸ ὁποῖον καὶ μετὰ τὴν ταφὴν ἀναβλύζει
διάφορα θαύματα, εἰς δόξαν τοῦ ἀληθινοῦ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων τριάκοντα τριῶν Μαρτύρων τῶν ἐν Μελιτινῇ,
Ἱέρωνος καὶ τῶν λοιπῶν.
Ὢ πῶς, Ἱέρων οὐδὲν ἐξ εὐτολμίας
Ἄτολμον εἶδεν, οὐδ' ἀγενὲς πρὸς ξίφος!
Διὰ ξίφους ἀνεῖλον ἄνδρας τρὶς δέκα,
Ἄνδρες πονηροί, καὶ μίαν ξυνωρίδα.
Οὗτοι οἱ Ἅγιοι ἤθλησαν ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων. Ἣν δὲ οὗτος ὁ Ἱέρων ἀνδρεῖος κατὰ τὸ σῶμα, καὶ εὐσεβὴς κατὰ τὴν ψυχήν, γεωργὸς τὸ ἐπιτήδευμα. Τοῦτον ἔν τινι τόπῳ κατέλαβον οἱ τῶν εἰδώλων θεραπευταί. Καὶ βουλόμενοι τοῦτον ἑλεῖν ληστρικῶς, οὐκ ἠδυνήθησαν. Οὗτος γάρ, τοῦ γεωργικοῦ ἐργαλείου τὸ σιδήριον ἀπὸ τοῦ στελέχους ἐκβαλών, ὅπλον κατ’ αὐτῶν τὸ ξύλον χρησάμενος, αἵματι περιῤῥεομένους καὶ ἱδρῶτι, πάντας ἀπεδίωξε τρεψάμενος. Ἑκὼν δὲ παραγενόμενος εἰς τὸν ἄρχοντα, καὶ παρ’ αὐτοῦ ἐρωτηθείς, ἐξ αὐτοῦ τοῦ ἀγκῶνος τὴν δεξιὰν χεῖρα κόπτεται. Οἱ δὲ λοιποὶ ἐπὶ γῆς ῥιφέντες, βουνεύροις κατεξαίνοντο. Τῇ δὲ ἕωθεν πάλιν, ἐφ’ ἱκανὰς ὥρας ῥαβδισθέντες τὰ σώματα, ἔξω τῆς πόλεως Μελιτινῆς, τὰς κεφαλὰς ἀποτέμνονται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μελασίππου, Κασίνης, καὶ Ἀντωνίου καὶ τῶν σὺν αὐτῶν Τεσσαράκοντα Παῖδων.
Οὐ σάρκες ἦσαν, ἀλλ' ἄσαρκός τις φύσις.
Ὁ Μελάσιππος πρὸς ξέσεις καὶ Κασίνη.
Στὰς Ἀντώνιε, τὴν τομὴν χαίρων δέχου,
Καὶ δέξεταί σε τῆς χαρᾶς θεῖος τόπος.
Οὗτοι ἤθλησαν ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου ἐν Ἀγκύρᾳ τῇ πόλει, τὴν πίστιν ὄντες Χριστιανοί. Καὶ ὁ μὲν Ἀντώνιος ἐβλήθη εἰς φυλακήν. Μελάσιππος δὲ καὶ Κασίνη, κρεμασθέντες ἐξέσθησαν καὶ πυρὶ καταφλέχθησαν. Εἶτα τέμνεται τοὺς μαστοὺς ἡ Κασίνη, ὁ δὲ Μελάσιππος τοὺς τοὺς πόδας ἀφαιρεῖται ἀπὸ τῶν γονάτων. Ὁ δὲ Ἀντώνιος ἀναρτηθεὶς ξέεται, διὰ τὸ ἐμπτύσαι εἰς τὸν πρόσωπον τοῦ Ἰουλιανοῦ, καὶ τοὺς αὐτοῦ γεννήτορας μακαρίσαι, Μελάσιππον καὶ Κασίνην, ἔτι ἐπὶ τῶν βασανιστηρίων ξύλων κρεμαμένους, καὶ τὰς μακαρίας αὐτῶν ψυχάς, ἀποδόντας τῷ Κυρίῳ. Καὶ τοὺς ἀστραγάλους διαπερονᾶται, καὶ βάρει λίθων τοὺς πόδας ἐλαύνεται, καὶ ἐπὶ θρόνου σιδηροῦ ἐφιδρύεται λίαν ἐκπυρωθέντος καὶ περιάγεται, ἔχων λίθον ἀπῃωρημένον ἐν τῷ τραχήλῳ. Καὶ αὖθις κρεμᾶται καὶ ξέεται καὶ παραπέμπεται Ἀγριππίνῳ δουκί. Καὶ παρ’ αὐτοῦ εἰς κλίβανον πυρὸς ἐμβάλλεται, καὶ θηρίοις βορὰ προτίθεται, ἐξ ὧν ἀβλαβὴς διατηρηθείς, τεσσαράκοντα ἄνδρας ἐπεσπάσατο πρὸς τὴν εἰς Χριστὸν πίστιν, οἳ καὶ τὰς κεφαλὰς ἀπετμήθησαν. Ἔπειτα ἐπὶ κραββάτου πεπυρωμένου ἁπλοῦται, καὶ ῥάβδοις ἄνωθεν τύπτεται, καὶ τὰς χεῖρας τέμνεται. Καὶ εἰς κάμινον βληθείς, ἄφλεκτος ἔμεινε. Καὶ πολλοὺς τῷ θαύματι πρὸς τὴν πίστιν ἐφελκυσάμενος, ἐτμήθη τὴν κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος ὁ ἐκ Θεσσαλονίκης, ξίφει τελειοῦται.
Τῆς Θετταλῶν γῆς Ἀλέξανδρος φὺς κλάδος,
Ἀθλήσεως ἥπλωσεν ἐκτμηθεὶς κλάδους.
Οὗτος ἧν ἐπὶ Μαξιμιανοῦ
βασιλέως, ἐκ τῆς Θεσσαλονικέων ὁρμώμενος πόλεως. Παραστὰς οὖν τῷ αὐτοῦ βήματι,
καὶ κατὰ τοῦ βωμοῦ λὰξ ἐντείνας, καὶ ἀνατρέψας τὰς ἐν αὐτῷ κειμένας τῶν
δαιμόνων σπονδάς, τὴν διὰ ξίφους δέχεται τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Αὔκτου, Ταυρίωνος, καὶ Θεσσαλονίκης.
Ἐφεῦρον Αὖκτος, Ταυρίων εὐκτὸν τέλος,
Ξίφει τμηθέντες, οἷα ταῦροι Κυρίου.
Φυγὴν κατακριθεῖσα πατρῴου πέδου,
Πέδον χλόης ᾤκησε Θεσσαλονίκη.
Οὗτοι ἤθλησαν ἐν Ἀμφιπόλει
τῆς Μακεδονίας. Καὶ ἡ μὲν Θεσσαλονίκη, θυγάτηρ ἧν Κλέωνος τινός, ἱερέων τῶν
εἰδώλων, ἀνδρὸς περιφανοῦς τὸν βίον, καὶ πλούτῳ κομῶντος. Ἀλλὰ ταῦτα τὴν παῖδα
οὐκ ἐχαύνωσαν, οὐδὲ τῆς τῶν Χριστιανῶν ἀπέστησαν πίστεως. Πολλὰ γὰρ αὐτὴν
λιπαρήσας ὁ ταύτης πατήρ, οὐδὲν ἤνυσε. Διὰ τοῦτο γυμνωθεῖσα, ὠμοῖς δέρμασι
τύπτεται ὑπὸ τεσσάρων, καὶ τὰς πλευρὰς θλᾶται, καὶ ἀλλοτριωθεῖσα τῶν προσόντων
αὐτῇ πάντων, ὑπερόριος γίνεται. Καὶ τὸν Χριστὸν μὴ παυσαμένη ὁμολογεῖν, ἐν αὐτῇ
τῇ ὑπερορίᾳ τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.
Αὗκτος καὶ Ταυρίων, πολλὰ
κατειπόντες τοῦ βαρβάρου ἐκείνου καὶ ὠμοτάτου, διαβάλλονται παρ’ αὐτοῦ πρὸς
Θορύβιον ὑπατικὸν ὡς Χριστιανοί. Καὶ αὐτίκα τοὺς χιτῶνας ἐκδυθέντες, τύπτονται
ῥάβδοις, καὶ λίθοις βάλλονται, καὶ καμίνῳ σφοδρῶς ἐκκαυθείσῃ ἐναποῤῥίπτονται.
Καὶ ἀβλαβεῖς ἐξελθόντες, τοξεύονται συχνοτέρως. Καὶ ὡς διέμειναν ἄτρωτοι, ἐν τῇ
παρακειμένῃ ἐκεῖσε λίμνῃ ἐναποῤῥίπτονται, ἀλλὰ καὶ πάλιν θείᾳ ῥοπῇ ἐπὶ τὴν
ξηρὰν διεσώθησαν. Ὁ δὲ τύραννος ἀπορίᾳ κατασχεθείς, ξίφει τὰς κεφαλὰς αὐτῶν
ἀποτμηθῆναι ἐκέλευσεν. Οὗ γενομένου, τέλος εὕραντο τῆς ἀθλήσεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Γρηγορίου, ἀδελφοῦ Γρηγορίου τοῦ
θαυματουργοῦ.
Ἐκ
γῆς καλοῦσιν Ἀθηνόδωρον νόες,
Πρὸς
τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Ἐκ γῆς καλοῦσιν Ἀθηνόδωρον Νόες,
Πρὸς τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίων Μαρτύρων Ματρωνιανοῦ καὶ Ἀντωνίου, ἀδελφῶν
τοῦ Ἁγίου Μάρτυρος Ἱέρωνος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμβροσίου τοῦ ἐν Κύπρῳ.
Ἀμβροσίαν τρυγᾷς νῦν ἐν πόλῳ θείας,
Ἀμβρόσιε, Κύπρου Ἀσκητῶν σεμνότης.
Οὗτος ὁ Ὅσιος θεοφιλῶς
ἤσκησεν ἐν τῇ νήσῳ Κύπρῳ. Διῆλθε πάντα τὸν βίον ὡς βροτὸς ἰσάγγελος Θεῷ
εὐαρεστήσας τοῖς συντόνοις αὐτοῦ ἀσκητικοῖς καμάτοις. Ἐκοιμήθη ἐν εἰρήνῃ.
Τοιχογραφία αὐτοῦ ἱστορεῖται ἐν Κακοπετριᾷ. Ἡ τίμια αὐτοῦ κάρα εὑρίσκεται ἐν τῇ
Ἱερᾷ Μονῇ τοῦ Κύκκου και δύο ἐν Κύπρῳ χωρία φέρουσι τὸ ὄνομα αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Βιλλιβρόρδου (Willibrord) τοῦ Ἱεραπόστολου
τοῦ Βρεττανοῦ.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν τῇ κτίσει
Συναγάλλου οὐρανέ,
συνευφραινέσθωσαν, ἀνθρώποις σήμερον, Ἀγγέλων αἱ στρατιαί, βροτὸς ἐπουράνιος,
Ἄγγελος γήϊνος ἑορτάζεται, νῦν ὁ θεόφρων Λάζαρος, εἰς τιμὴν Θεοῦ των ὅλων.
Ὑψιβάμων ἀρεταῖς
ὑπερουράνιος, πάνσοφε Λάζαρε, τῇ πολιτείᾳ τελῶν, τὸ φρόνημα μέτριος, ὑπῆρχες
καὶ ταπεινός, ὑπὲρ ἅπαντας, Θεὸς σε καὶ ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως.
Μετὰ πεῖραν φανερὰν ἥττάν
τε πρόδηλον, Σατὰν ὁ δόλιος, ἐκ δεξιῶν σε συλᾶν, ἐπείρα ὡς Ἄγγελος, ὑπούλως
Λάζαρε, ὁ παμπόνηρος, ἀλλὰ καὶ οὕτως ᾔσχυνας, τάς αὐτοῦ μηχανουργίας.
Θεοτοκίον
Νεμομένην τοῦ θανάτου ῥύμην
ἔστησας, σεμνὴ τῷ τόκῳ Σου, τοὺς δὲ βροτοὺς πρὸς ζωήν, Παρθένε ἀνήγαγες, τῷ
Κτίστῃ μέλποντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η' . Ἄκουε Κόρη Παρθένε
Ὄφις ποτὲ τὸν γενάρχην
Ἀδάμ, ἐξέωσεν ἐκ τῆς Ἐδέμ, ἀπάτη Εὔας, σοὶ δὲ Σοφὲ προσβαλών, δολίως τῇ τῆς
αἰσχρᾶς ὁρμῇ Μοναχῆς, κατῃσχύνθη καὶ νενίκηται, τῇ καρτερᾷ ἐνστάσει σου· διὸ
νῦν χαίρων βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὕλην τὴν κάτω προσνεύειν
ἀεί, φιλοῦσαν δὴ ὡς γεηράν, εἰς πόλον ἕλκων τῷ σῷ συνανύψωσας, ἐν στύλῳ βιβάζων
αἰθερίως Σοφέ, ὑπὲρ Κόσμου μεσιτεύων τε, ἐνθέρμως τῷ Δεσπότῃ σου, καὶ σὺν
Ἀγγέλοις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σκότους τὸν προστάτην
καθεῖλες φωτί, τῶν θείων Πάτερ ἐντολῶν τοῦ σοῦ Δεσπότου· σὺ γὰρ τηρήσας αὐτάς,
διώδευσας ἀληθῶς ὁδὸν τὴν στενήν, εὐσχημόνως φωτιζόμενος ταῖς ἀκτῖσι ταῖς τοῦ
Πνεύματος, καὶ μέλπων διηνεκῶς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Δέξαι Παρθένε δεσμίων
φωνάς, ἀνθ' ὧν τὴν πίστιν τὴν καθαράν, αἱρετικῶν οὐκ ἐμίαναν μολυσμῷ, καὶ δίδου
τὰς νίκας εὐσεβεῖ Βασιλεῖ· ἱκετεύει γὰρ ὁ δοῦλος Σου, σὺν Σοὶ καὶ φίλος
Λάζαρος, ὑπὲρ ἡμῶν εὐσεβῶς, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ' . Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ
Εὐλογήσας τὴν ἅλω ποιεῖς,
ἀκάρπου ἐκ καλάμης καρποδότιν· θῆρας θανατοῖς τετολμηκότας, βεβρωκέναι σοφέ,
Μαθητῶν σου τὸ ὀνάριον· ὅθεν ἀκαρπίας με ῥῦσαι, θῆρας κατ' ἐμοῦ φονῶντας, σαῖς
προσευχαῖς θανατῶν.
Χειροήθεις ὡς ἄρνες ἐν σοί,
καὶ λέοντες καὶ ἄρκτοι ὑπεχώρουν, Λάζαρε κρηπὶς καὶ ἐγκαλλώπισμα Ὁσίων· διὸ
ἱκετεύομεν τὰ τέκνα σου, ὅρμημα χαλίνωσον ἅπαν, πάντων τῶν λεόντων δίκην,
ἐπεμβαινόντων ἡμῖν.
Οὐ θανεῖν ἀλλὰ ζῆν καὶ
θανών, ζωὴν τὴν κρυπτομένην ἐπιστώσω, τὰς διαταγὰς καὶ μετὰ τέλος αὐτοχείροις·
Ταῖς σαῖς ἐν σημειώσεσι πιστούμενος, Λάζαρε Πατέρων ἀκρότης· ὅθεν καὶ ἡμᾶς
θανάτου, ῥῦσαι τὰ τέκνα σου.
Θεοτοκίον
Ὑπεφθάρη ποιμέσι πολλοῖς, ἡ
ἄμπελος τῆς ποίμνης Σου Παρθένε, πάναγνε Ποιμένα, τὸν καλὸν ἡ τετοκυῖα, αὐτῶν
τῆς φθορᾶς ταύτην ἐξάρπασον, ἅμα τῷ ποιμένι Λαζάρῳ, πρέσβυς ὑπὲρ ταύτης οὖσα,
σεμνὴ καὶ ὑπέρμαχος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἑλόμενος ὡς πάνσοφος,
ἰσάγγελον πολίτευμα, ἁγνείας ὄργανον ὤφθης, Λάζαρε Πάτερ Ὅσιε, καὶ λόγον θείας πίστεως,
δι’ ἔργων τε καὶ φθόγγων σου, ἐν Γαλλησίῳ πέφηνας, τῶν μοναστῶν ποδηγέτης, πρὸς
πολιτείαν ἀρίστην.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐκ μητρικῆς ἡγίασε, σὲ
νηδύος ὁ Πλάστης, καὶ Πνεύματος εἰργάσατο, σκήνωμα τοῦ Ἁγίου· ὅθεν φωστὴρ
ἀνεδείχθης, Μοναζόντων θεόφρον, ἐκ σκότους παραπτώσεων, ὁδηγῶν πρὸς τὸ φέγγος
τῶν τοῦ Θεοῦ, ἐνταλμάτων Λάζαρε καὶ προσάγων, Χριστῷ ὃν καθικέτευε, τοὺς
ὑμνοῦντάς σε σῶσαι.
Θεοτοκίον
Ὄρος ποτὲ ἑώρακεν, ὁ
Προφήτης Σε Κόρη, ἐξ οὗ βροτείων ἄνευθεν, χειρῶν λίθος ἐτμήθη, καὶ τοὺς βωμοὺς
τῶν εἰδώλων, καὶ δαιμόνων τὰς στήλας, ἐλέπτυνε Θεόνυμφε· ὃν δυσώπει συντρῖψαι,
τὰ ἐμπαθῆ, τοῦ νοός μου εἴδωλα καὶ τὴν τούτου, εἰκόνα ἀνεγεῖραί μου, νοερῶς ἐν
καρδίᾳ.
Εἰς τοὺς Αἴνους. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς
Ὁ τοῦ Κυρίου τὴν ζῶσαν
ἐζωσμένος, μυρίπνοον νέκρωσιν ἐν τῇ σαρκὶ αὐτοῦ, Λάζαρος ἄλλος καὶ φίλτατος, ἐκ
τῶν ἱδρώτων, αὐτοῦ καὶ πόνων ἔτι ἀτμίζουσαν, στολήν περικείμενος, νῦν ἡμῖν
πρόκειται, εἰς πανδαισίαν ἀδάπανον, καὶ εὐφημίαν· Δεῦτε συμφώνως τοῦτον
τιμήσωμεν, ὡς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, οἰκονόμον πιστόν καὶ θεράποντα,
Μοναζόντων τὰ πλήθη, φιλεόρτων τὰ συστήματα.
Ὡς ἐν θαλάμῳ φωτὸς
πεπληρωμένῳ, τῷ στύλῳ παρέμεινας, ὦ ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας, ὥς
περ ἐνόπλους, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας παρεμβολὰς τῶν παθῶν,
ἐν τῷ νυμφῶνι δὲ ἢλασας, τῷ θείῳ μάκαρ, ἐν παῤῥησίᾳ νῦν παριστάμενος, τῷ σῷ
νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῇ αὐτοῦ ἐντρυφῶν ὡραιότητι· ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι
τὰς ψυχὰς ἡμῶν.
Ὁ ἐξ ὀσφύος μητρὸς
ἡγιασμένος, ὁ ὅσιος Λάζαρος τὸ τοῦ Χριστοῦ καθαρόν, θῦμα καὶ θύτης γενόμενος,
εἰς εὐωχίαν, τῆς αὐτοῦ Μνήμης νῦν συνεκάλεσε, τοὺς πάντας ἐν Πνεύματι εὐωδιάζων
σαφῶς· Δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, ἐκ τῶν τιμίων τούτου
μετάσχωμεν, θείων λειψάνων, καὶ δοξάσωμεν, τὸν ἐν ἁγίοις Χριστόν τὸν Θεὸν ἡμῶν,
θαυμαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον.
Ἐν ἐγκωμίοις τελοῦμεν
γηθοσύνως, τὴν μνήμην σου σήμερον, τὴν ἀξιέπαινον, ὡς ὁ Προφήτης ὁ μέγιστος,
ἐνθέως φάσκει, ἡγιασμένε θεόφρον Λάζαρε. Καθάπερ ἥλιος τῷ στερεώματι τῆς
Ἐκκλησίας ἐξέλαμψε, ταῖς ἀγλαΐαις τῆς χάριτος σου καταπυρσεύουσα, τοὺς κατ’
ἀξίαν σε γεραίροντας, ὡς σοφὸν ἐν Ὁσίοις διδάσκαλον, καὶ δοχεῖον ὡραῖον, δωρεὰν
τοῦ θείου Πνεύματος.
Δόξα... Ἦχος πλ. α'
Τὸ τῆς ἀσκήσεως στάδιον, ἐν
θεοβαδίστοις τόποις θεοπρεπῶς τελέσας, ἐν δὲ τὸ Γαλλήσιον ὄρος ὕστερον ἀνελθών,
κανὼν τῶν μοναζόντων γεγένησαι. Τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀξίως ἐδέξω Πάτερ.
Τῷ γὰρ θείῳ πόθῳ, τὸ χεῖρον ὑπέταξας, ἐν τῇ ἀγάπῃ τοῦ Σωτῆρος ζῶν, καὶ τῶν
μελλόντων ἀγαθῶν, ἀνατυπούμενος τὸ κάλλος. Καὶ νῦν αὐτῶν ἀμέσως μετέχων, καὶ
τοῦ ξύλου τῆς ζωῆς προγενησάμενος. Χριστοῦ δὲ τὸ πρόσωπον καθορῶν, καὶ Αὐτῷ
ἀπολαύων, πρεσβεύεις ὑπὲρ ἡμῶν, Λάζαρε μακάριε, δωρηθῆναι πταισμάτων τὴν
συγχώρησιν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Παλαιστίνης κλέος
σεπτόν, Λάζαρε θεόφρον Γαλλησίου μέγας φωστήρ, χαίροις ὁ ἀσκήσας, ὡς ἄσαρκος ἐν
κόσμῳ, καὶ μετ’ Ἀγγέλων ἔχων, νῦν τὸ πολίτευμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου