Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 9. ΟΣΙΑ ΘΕΟΚΤΙΣΤΗ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ Θ΄!!
ΘΕΟΚΤΙΣΤΗ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου



ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ


Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ἡ νῆσος Λέσβος ὡς δένδρον σε εὐθαλέστατον, βλαστήσασα Ὁσία, τῇ σῇ δόξῃ καυχᾶται· σὺ γὰρ σπουδῇ συντόνῳ τῶν ἀρετῶν, τοὺς καρποὺς ἐγεώργησας, δι’ ὦν ἐκτρέφεις ἑκάστοτε τῶν πιστῶν, τὰς καρδίας θείῳ Πνεύματι.

Τῇ τοῦ Βελίαρ μανίᾳ αἰχμαλωσίαν πικράν, ὑπενεγκοῦσα Μῆτερ, ὡς ἐχθρῶν ἀλαστόρων ἐῤῥύσθης προμηθείᾳ τῇ θεϊκῇ, καὶ εν Πάρῳ ἐσκήνωσας, ἔνθα Ἀγγέλων τὸν βίον μετὰ σαρκός, θείῳ ἔρωτι ἐζήλωσας.

Θάμβους ἐπλήσθη, Ὁσία, ὁ εὐσεβὴς θηρευτής, ἡνίκα σε κατεῖδεν, ὡς ἀσώματον ὄντως, καὶ πίστει ὑπουργήσας τῇ ἱερᾷ Θεοκτίστῃ ἐφέσει σου, τῆς θαυμαστῆς σου ἐκήρυξε βιοτῆς, τὰ ἀνδρεῖα κατορθώματα.

Ὡς θεοδώρητον πλοῦτον καὶ θησαυρὸν ἀληθῆ, τὰ θεῖα λείψανά σου, Θεοκτίστη Ὁσία, ἡ νῆσος Ἰκαρία νεύσει τῇ σῇ κτησαμένη ἀγάλλεται, καὶ τὴν ἁγίαν σου μνήμην καὶ εὐκλεῆ, ἑορτάζει εὐφημοῦσά σε.

Δόξα. Ἦχος α΄.
Τῆς ἰσαγγέλου ζωῆς σου τὰ σκάμματα, τίς ἐπαξίως διηγήσεται, Θεοκτίστη Ὁσία, πάντας γὰρ ἐξέπληξας, τῇ στεῤῥοτάτῃ ἀσκήσει σου, καὶ τοῖς Ἀγγέλοις ἐξωμοίωσαι, τῆς ἀνθρωπίνης φύσεως, ὑπερβᾶσα τοὺς ὅρους. Μεθ’ ὧν τῆς ἀλήκτου χαρᾶς ἀπολαύουσα, κατ’ ἀξίαν τῶν πόνων σου, πρέσβευε τῷ σῷ νυμφίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρωτι θεϊκῷ, τρωθεῖσα Θεοκτίστη, ἀπὸ παιδὸς ἐμφρόνως, Κυρίῳ ἀνετέθης, καὶ τούτῳ ἠκολούθησας.

Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου.
Πάχος τὸ τῆς σαρκός, λεπτύνασα Ὁσία, συντονωτάτοις πόνοις, εἰς οὐρανοὺς ἀνέπτης, οἷα τρυγὼν φιλέρημος.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.
Εἴληφας ἐκ Θεοῦ, πλουσίας ἀντιδόσεις, Ὁσία Θεοκτίστη, καὶ νέμεις τοῖς αἰτοῦσι, τὰ ἀγαθὰ δωρήματα.

Δόξα. Τριαδικόν.
Μόνη μόνῳ Θεῷ, τῷ Τρίσηλίῳ Μῆτερ, λατρεύουσα ὁσίως, ἐρήμῳ ἐν ἀβάτῳ θεουργικῶς δεδόξασαι.

Καὶ νῦν. Θεοτοκίον.
Ἔχουσα τὴν Ἁγνήν, Παρθένον Θεοτόκον, βοήθειαν Ὁσίαν, ῥᾶον τν τῆς ἐρήμου, σκληραγωγίαν ἒφερες.

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τῇ ὡραιότητᾳ.
Ἡ Λέσβος βλάστημα, θεῖόν σε κέκτηται, τοῖς δὲ ἀγῶσί σου, Πάρος ἡγίασται καὶ τῷ σῷ σκήνει τῶ σεπτῷ, πεπλούτηται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοῖς βοῶσί σοι Μῆτερ· χαίροις Ὁσία Θεοκτίστη.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε. Ἐν τῇ γαστρὶ γὰρ ἐκ τῇ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Ὤ τοῦ παραδόξου θαύματος.

Ὤ τοῦ παραδόξου θαύματος, ὑπὲρ φύσιν ζωήν, γυναικείῳ σώματι, δυνάμει τῇ τοῦ Χριστοῦ, στεῤῥῶς διήνυσεν, ἐν Πάρῳ ἀσκητικῶς, ἡ Θεοκτίστη τῆς Λέσβου τὸ βλάστημα, καὶ ᾔσχυνε τὸν ἐχθρόν, τὸν καθ’ ἡμῶν χαλεπῶς ὠρυόμενον· ὅθεν χαρισμάτων θείων, δαψιλῶς ἐτρύφησε, καὶ ἁγίων Ἀγγέλων, ἀνεδείχθη ἰσοστάσιος.

Βαβαὶ τῆς σῆς πολιτείας σεμνή! σὺ γὰρ ὑπερέβης, τοὺς ὅρους τῆς φύσεως, ἀσκήσει σου τῇ στεῤῥᾷ καὶ ὑπὲρ ἄνθρωπον· ἐξ ὅλης γὰρ τῆς ψυχῆς, ἀκολουθοῦσα Χριστῷ τῷ Νυμφίῳ σου, τὴν ἔρημον κατοικεῖν, αἰχμαλωσίας πικρᾶς ὡς διέδρασας, ᾑρετίσω Θεοκτίστη, καὶ κατετραυμάτισας, τὸν ἀρχέκακον ὂφιν, ἀνενδότοις σου παλαίσμασι.

Τὴν σὴν θαυμάζουσιν ἄσκησιν, τῶν Ἀγγέλων τάξεις, καὶ βροτῶν συστήματα, καὶ φρίττουσι ζοφερῶν, πνευμάτων φάλαγγες, χορεύει δὲ μυστικῶς, ἁγιασθεῖσα ἡ Πάρος τοῖς πόνοις σου, σκιρτᾷ δὲ καὶ σὺν αὐτῇ ἡ Ἰκαρία τῷ θείῳ λειψάνῳ σου, ἡ δὲ Λέσβος Θεοκτίστη, ἐν σοὶ καλλωπίζεται, καὶ Χριστὸν μεγαλύνει, τὸν λαμπρῶς σε θαυμαστώσαντι.

Προσόμοια ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς παρθένος ἀκήρατος, τῷ Χριστῷ κατηγγύησαι, Μῆτερ ἐκ νεότητος θείῳ ἔρωτι, καὶ τὸν ζυγὸν αὐτοῦ ἄρασα, αὐτῷ ἠκολούθησας, ἀλλ᾿ ὁ βάσκανος ἐχθρός, πειρασμούς σοι ἐπήγαγε, καὶ αἰχμάλωτον, καθιστᾷ σε βαρβάροις Θεοκτίστη, ἀλλ’ ᾐσχύνθη τῇ σῇ στάσει, κᾳὶ τῷ ἀνδρείῳ φρονήματι.

Ὡς κατεῖδεν Ὁσία σε, εὐδοκίᾳ τῇ κρείττονι, οἷά περ ἀσώματον μετὰ σώματος, ἐν τῷ ναῷ τῆς Θεόπαιδος, ἐξέστη τῷ πνεύματι, ὁ θεόφρων θηρευτής, καὶ ὡς θήραμα κάλλιστον, καὶ οὐράνιον, Θεοκτίστη προτέθεικε τῷ κόσμῳ, τῆς λαμπρᾶς σου πολιτείας, τὰ ὑπὲρ φύσιν παλαίσματα.

Ὥσπερ ἄνθος ἡδύπνευστον, ἐκ τῆς Λέσβου ἐβλάστησας, καὶ ἐν - Πάρῳ ἔπνευσας τῆς ἀσκήσεως, τὴν εὐωδίαν ἐν Πνεύματι, Ὁσία ἰσάγγελε, τὸ δὲ λείψανον τὸ σόν, ὥσπερ δῶρον οὐράνιον, καὶ πολύτιμον, ἐδωρήσω τῇ νήσῳ Ἰκαριᾳ, Θεοκτίστη μακαρία, τῶν Ἀσωμάτων ἐφάμιλλε.



Δόξα. Ἦχος πλ. β΄.
Σήμερον τὴν σὴν ἁγίαν μνήμην, πνευματικῶς ἑορτάζοντες, Θεοκτίστη Ὁσία, τὸν σὸν Νυμφίον Χριστὸν δοξάζομεν, τὸν λαμπρῶς σὲ μεγαλύναντι, καὶ ἀγαλλιάσει βοῶμέν σοι· χαίροις ἡ τὴν τοῦ θήλεος ἀσθένειαν ἀποῤῥίψασα, καὶ ἐν ἀνδρείῳ φρονήματι, ἀγωνισαμένη ὡς ἄσαρκος· χαίροις ἡ τὴν κλῆσιν τοῖς ἔργοις, ἀληθῆ δείξασα, καὶ ἱερὸν ἀνάθημα, καὶ νύμφη Χριστοῦ φανεῖσα ὡς καλλιπάρθενος· χαίροις ὁ τῆς Λέσβου βλαστός, τῆς Πάρου θεῖον ἐντρύφημα, καὶ τῆς Ἰκαρίας προστάτις καὶ ἔφορος. Ἀλλὰ πρέσβευε ἀπαύστως, Ὁσία Μῆτερ, τῷ Σωτῆρι ἡμῶν καὶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Προκείμενον. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Παροιμιών το Ανάγνωσμα.
Υιέ άνοιγε σον στόμα λόγω Θεού, και κρίνε πάντα υγιώς` άνοιγε σον στόμα και κρίνε δικαίως. Διάκρινε δε πένητα και ασθενή` γυναίκα ανδρείαν τις ευρήσει; Τιμιωτέρα δε εστιν λίθων πολυτελών η τοιαύτη` θαρσεί επ` αυτή η καρδία του ανδρός αυτής` η τοιαύτη σκύλων ουκ απορήσει` ενεργεί γαρ τω ανδρί αυτής αγαθά, και ουκ κακά πάντα τον χρόνον ευρομένη έρια και λίνον, εποίησεν ευχάριστα τοις χερσίν αυτής τον πλούτον, και ανίσταται εκ νυκτός, και έδωκε βρώματα τω οίκω, και έργα ταις θεραπαίναις` θεωρήσασα γεώργιον επρίατο` από δε των καρπών των χειρών αυτού κατεφύτευσε κτήμα` αναζωσαμένη ισχυρών την οσφύν αυτής, ήρεισε του βραχίονα αυτής εις έργον` εγεύσατο ότι καλόν το εργάζεσθαι` και ου σβέννηται ο λύχνος αυτής όλην την νύκτα` τας χείρας αυτής εκτείνει επί τα συμφέροντα` τους πήχεις αυτής ερείδει εις άτρακτον. Θύρα δε αυτής διήνοιξε πένητι` καρπόν δε εξέτεινε πτωχώ. Ου φροντίζει τα εν οίκω ο ανήρ αυτής όταν που χρονίζει` πάντες γαρ αυτή, ενδεδυμένοι εισί` δισσάς στολάς και χλαίνας. Εποίησε τω ανδρί αυτής, εκ δε βύσσου και πορφύρας εαυτής ενδύματα` περίβλεπτος δε γίνεται πύλαις ο ανήρ αυτής, ηνίκα αν κάθηται εν συνεδρίω μετά των πρεσβυτέρων` και κατοίκων της γης` σινδόνας εποίησε και απέδοτο τοις Φοίνιξι` περιζώματα δε τοις Χαναναίοις` ισχύν και ευπρέπειαν ενεδύσατο` και ευφράνθη εν ημέραις εσχάταις` στόμα δε αυτής διήνοιξε προσεχόντως` και τάξιν εστείλατο της γλώσσας αυτής` στεναί διατριβών οίκων αυτής` σίτα δε οκνηρά ουκ έφαγε` ανέστη τα τέκνα αυτής και ήνεσαν αυτήν, και ο ανήρ αυτής επήνησεν αυτήν` πολλαί θυγατέρες εποίησαν δύναμιν` πολλαί εκτήσαντο πλούτον. Συ δε υπέρκεισαι και υπερήρας πάσας, ψευδείς αρέσκειαι, και μάταιον κάλος γυναικών ουκ έστιν εν σοι` γυνή γαρ συνετή ευλογείται` φόβον δε Κυρίου αύτη αινείτω. Δότε αυτή από καρπών χειλέων αυτής και αινείσθω εν πύλαις ο ανήρ αυτής.









Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνεται ἐν Κυρίῳ ἡ ἐνεγκαμένη σε Λέσβος, τὰ σπάργανά σου κατέχουσα, Θεοκτίστη Ὁσία· ἡ δὲ Πάρος αγάλλεται, τῶν ἀγώνων σου τεθεαμένη τὸ μέγεθος, καὶ τοῖς ὁσίοις ἱδρῶσί σου, καταρδευθεῖσα Μῆτερ, ἀλλὰ πλέον τούτων, γάννυται, Ἰκαρία ἡ κλεινή, τὸ χαριτόβρυτόν σου λείψανον, τῇ σῇ νεύσει πλουτήσασα· χάριν γὰρ καὶ ἔλεος ἐξ αὐτοῦ καρποῦται, καὶ τῷ σὲ δοξάσαντι κράζει· Κύριε, δόξα σοι.

Ἦχος β΄.

Ἀγγελικὴν ζωὴν ἀγαπήσασα, ἐκ νεότητος Χριστῷ ἠκολούθησας, Θεοκτίστη θεόφρων· ᾧ καὶ νυμφευθεῖσα, πάντὰ πόθον ὑπερεῖδες γεηρόν, καὶ ἐπτερώθης τῷ πνεύματι, ταῖς θείαις ἀναβάσεσι καὶ αἰχμαλωσίαν ὑποστᾶσα, τὸν ἀρχέκακον ἐχθρὸν ᾐχμαλώτευσας, τοῖς ἐρημικοῖς σου παλαίσμαισιν· ὢ τοῦ θαύματος, γυμνὴ καὶ ἄστεγος ἐν ἐρήμῳ ἔζησας, Θεῷ μόνῳ λατρεύουσα, τῷ γνώριμόν σε πᾶσι ποιήσαντι, τοῖς ὁλοψύχως βοῶσι: Κύριε δόξα σοι.

Ἦχος γ´.

Τὶς ἐπαξίως ὑμνήσει, τῆς ἰσαγγέλου σου ζωῆς τὰ σκάμματα, Θεοκτίστη θεόληπτε; τὴν ἐν ἐρήμῳ μόνωσιν, τῶν δακρύων τὰ χεύματα, τῆς προσευχῆς τὸ σύντονον, τὴν ἀκροτάτην ἐγκράτειαν, καὶ τὰς κατὰ τῶν ἀοράτων ἐχθρῶν, ἀνδρείας συμπλοκάς; Ὡς μέγα σου τὸ κατόρθωμα, καὶ θαυμαστὴ ἡ δοθεῖσά σοι ἔλλαμψις! Κατ’ ἀξίαν γὰρ δεδόξασαι, καὶ λαμπαδηφόρος ἐν τῷ νυμφῶνι τῆς δόξης τοῦ Νυμφίου σου· οὗ καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου,

Δόξα. Ἦχος δ΄.

Παρθενικῇ ἐκλάμπουσα χάριτι, βαρβαρικῆς ἐπιδρομῆς ἐγένου ἔργον, αἰχμαλωτισθεῖσα τῷ σώματι· ἀλλὰ χειρὶ Θεοῦ, ῥυσθεῖσα, τὸν μὲν ῥυπάμενόν σε ἐδόξασας Κύριον, τῇ ξενοτρόπῳ πολιτείᾳ σου, τὸν δὲ τὰ δεινά σοι τεκτηνάμενον, αἰχμάλωτον εἶλες τοῖς πόνοις σου, τὸν τὴν Εὔαν πάλαι πτερνίσαντα, καὶ κατ’ αὐτοῦ τρόπαιον μέγα ἤγειρας, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ. Ἀλλ’ ὦ Θεοκτίστη Ὁσία, τῆς μανίας αὐτοῦ ἀπάλλαξον ἡμᾶς, αἰτουμένη ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις ἀγωνισμάτων στεῤῥῶν, ἄκουσμα ξένον ἀληθῶς καὶ παράδοξον· ἐν φύσει γὰρ γυναικείᾳ τὴν τῶν Ἀγγέλων ζωήν, ἀνενδότως Μῆτερ, πεπολίτευσαι, σαρκὸς τὴν γυμνότητα, καὶ ἐρήμου τὴν κάκωσιν, καὶ τῶν ἀσάρκων, πολεμίων τὸν πόλεμον, καρτερήσασα, οὐρανίῳ φρονήματι· ὅθεν σε θεασάμενος, Ὁσία ὡς ἄσαρκον, ὁ θηρευτὴς κατεπλάγη, τῶν ἀρετῶν σου τὴν ἔλλαμψιν, δι’ ἧς ἀπαυγάζεις, Θεοκτίστη τοῖς ἐν κόσμῳ, χάριν θεόσδοτον.

Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις περιστερὰ λογική, ἡ τῆς πικρᾶς αἰχμαλωσίας τὰ θήρατρα, φυγοῦσα προνοίᾳ θείᾳ, καὶ πρὸς τὸ ἄλσος στεῤῥῶς, τῆς ἐρήμου Πάρου καταπαύσασα, ἐξ οὗ πρὸς κατάπαυσιν, ἀληθῶς τὴν οὐράνιον, ἀσχέτῳ πόθῳ, καὶ ἀνδρείῳ φρονήματι, ἐναπέβλεψας, Θεοκτίστη ἰσάγγελε· ἧς νῦν καταπολαύουσα, καὶ δόξαν τὴν ἄῤῥητον, αὐτοπροσώπως ὁρῶσα, τοῦ ἀθανάτου νυμφίου σου, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.
Χαίρει ἡ Ἰκαρία ἐν σοί, τὸ χαριτόβρυτον καὶ θεῖόν σου λείψανον πλουτήσασα Θεοκτίστη, τῇ εὐδοκίᾳ τῇ σῇ, οἷα πλοῦτον Μῆτερ ἐπουράνιον, ἡ Λέσβος καὶ Πάρος δέ, τῇ σῇ δόξῃ ἀγάλλονται, ἡ μὲν λαμπρῶς σε, ἐνεγκοῦσα καὶ θρέψασα, ἡ ἑτέρα δέ, δεξαμένη τοὺς ἄθλους σου. Ταύτας ἀεὶ περίσκεπε, καὶ πάντας διάσωζε, τοὺς ἑορτάζοντας πόθῳ, τὴν παναοίδιμον μνήμην σου, Χριστὸν αἰτουμένη, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ'
Τῶν λαμπρῶν ἀγώνων σου, εἰς πᾶσαν γῆν ἐξῆλθεν ὁ φθόγγος, Θεοκτίστη Ὁσία θεόληπτε. Βαβαὶ τῆς σῆς ἀνδρείας, καὶ σταθερᾶς ὑπομονῆς, ἧς ἐνεδείξω ἐν τῷ σκάμματι! ἔξω κόσμου καὶ σαρκὸς γὰρ ἐγένου, ὑπὲρ τὰ ὁρώμενα, τῇ σαρκὶ διατελέσασα. Καὶ νῦν τῶν πόνων τρυγῶσα τους καρπούς, δυσώπει δεόμεθα μακαρίᾳ, Χριστὸν τὸν Νυμφίον σου, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τας δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως,



Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τῇ ὡραιότητᾳ.
Ἡ Λέσβος βλάστημα, θεῖόν σε κέκτηται, τοῖς δὲ ἀγῶσί σου, Πάρος ἡγίασται καὶ τῷ σῷ σκήνει τῶ σεπτῷ, πεπλούτηται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοῖς βοῶσί σοι Μῆτερ· χαίροις Ὁσία Θεοκτίστη.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε. Ἐν τῇ γαστρὶ γὰρ ἐκ τῇ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Εὐφραίνει μυστικῶς, ἡ ἁγία σου μνήμη, Ὁσία τοῦ Χριστοῦ, εὐσεβῶν τὰς καρδίας, ἐν ᾗ συνελθόντες σε, ἐν ᾠδαῖς, μακαρίζομεν, καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Λόγον. Ὃν ἱκέτευε, διὰ παντὸς Θεοκτίστη, ὑπὲρ τῶν ψυχῶν ᾑμῶν.
Θεοτοκἱον.
Ναῷ τῷ Ιερῷ, τῆς Ἁγνῆς Θεοτόκου, ἡμέρας καὶ νυκτός, προσεδρεύουσα Μῆτερ, ναὸς ἁγιώτατος, μυστικῶς ἐχρημάτισας, θείαις πράξεσι, τῆς Παναγίας Τριάδος, μεγαλύνουσα, στόματι, νῷ καὶ καρδίᾳ, Παρθένον τὴν Ἄχραντον.

Μετὰ τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, ὁ κυνηγέτης κατιδών, ὥσπερ κρόκην σε σεμνή,
ῥιπιζομένην τῇ πνοῇ, ἐν τῷ ναῷ τῆς Θεοτόκου ἐν τῇ Πάρῳ, καὶ ἔφριξε μαθών, τῆς πολιτείας σου, τοὺς πόνους τοὺς μακρούς, καὶ τὰ παλαίσματα, καὶ καθηγίασται Μῆτερ τῇ προσψαύσει σου, καὶ τῇ δοθείσῃ σοι χάριτι. Ἀλλ’ ἐκδυσώπει, ὦ Θεοκτίστη, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Θεοτοκίον.

Τῆς σῆς δόξης τὰς αὐγάς, Θεοχαρίτωτε Ἁγνή, Θεοκτίστη ἡ σεμνή, κατανοοῦσα μυστικῶς, ἐν τῷ ναῷ σου τῷ ἁγίῳ σχολάζουσα, ἔφερε στεῤῥῶς, ἅπαν ἐπίπονον, βίου τοῦ σκληροῦ, τοῦ τῆς ἀσκήσεως, καὶ εὐχαρίστῳ ψυχῇ ἐμεγάλυνε, τὰ μεγαλεῖά σου Ἄχραντε, χαῖρε βοῶσα, Εὐλογημένη, τῶν βροτῶν καταφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Ὑπὲρ φύσιν ἀσκήσασα ἐπὶ γῆς, ἐδοξάσθης ἀξίως ἐν οὐρανοῖς· εἰς ἔρημον νῆσον γάρ, θεοφόρε σκηνώσασα, καὶ κατὰ μόνας Μῆτερ, Θεὸν θεραπεύουσα, ἀθέατος τοῖς πᾶσιν, ἐτέλεις καὶ ἄγνωστος· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων γνωσθεῖσα, τοὺς πάντας ἐξέπληξας, παραδόξῳ ἀσκήσει σου, Θεοκτίστη ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Τὸν Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἁγνὴ καὶ πανάφθορος, μετὰ τόκον διέμεινας, καὶ τῆς φθορᾶς ἐῤῥύσω, Ἀδὰμ τὸν κατάκριτον, τῆς εὐλογίας Κόρη, τὴν ἄβυσσον τέξασα· ὅθεν τὴν ψυχήν μου, τοῦ ἐχθροῦ ἐπηρείας, ἀπάλλαξον δέομαι, καὶ δὸς σύνεσιν Πάναγνε, ἵνα πράττω τὸ θέλημα, Χριστοῦ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ πταισμάτων λάβω τὴν συγχώρησιν, καὶ ζωῆς ἐπιτύχω, μελλούσης ὁ δοῦλός σου.


Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ...
Εὐαγγέλιον· τῆς γ’ Κυριακῆς τῶν Νηστειῶν.

Ὁ Ν´ Ψαλμός.

Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιὀμελον, ἦχος πλ. β΄. Στίχ.: Ἐλέησόν με ὁ Θεός...
Τοῖς ἐρημικοῖς σου παλαίσμασι, τοῦ ἐχθροῦ ἐπάτησας τὰς μεθόδους, ἀῤῥενωθεῖσα ταῖς φρεσίν, Ὁσία Μῆτερ· τοῖς θεουργικοῖς δὲ χαρίσμασι, δι᾿ ὧν παρὰ Θεοῦ ἐδοξάσθης, τῆς Ἐκκλησίας φαιδρύνει τὸ πλήρωμα, ἐν Ἁγίῳ Πνεύματι· Ἀλλ’ ὦ Θεοκτίστη θεόφρον, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τῆς Ὁσίας οἱ δύο.

Κανὼν πρῶτος τῆς Ὁσίας, οὗ ἀκροστιχίς: Τῇ Θεοκτίστῃ τὸν ὕμνον φέρω. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Ταῖς Τριαδικαῖς μαρμαρυγαῖς, λαμπρυνομένη Ὁσία θεόληπτε, φωτισμόν μοι δώρησαι, φωτιστικαῖς Θεοκτίστη πρεσβείαις σου, ἵνα σου τοῦ βίου ὑμνήσω τὰ κατορθώματα.
Ἤστραψεν ἡ μνήμη σου ἡμῖν, ὑπὲρ ἡλίου αὐγὰς καταυγάζουσα, πιστῶν τὴν διάνοιαν, τῶν ἀρετῶν σου Ὁσία λαμπρότησι, καὶ παθῶν τὸν ζόφον, ὁλοτελῶς ἐκδιώκουσα.
Θείας ἀγαπήσεως τὸ πῦρ, ἐν τῇ ψυχῇ δεξαμένη πανεύφημε, κόσμου τὴν τερπνότητα, ἀπὸ παιδὸς Θεοκτίστη κατέλιπες, καὶ τῷ σῷ νυμφίῳ, Χριστῷ θερμῶς ἠκολούθησας.

Θεοτοκίον.

Ἔλαμψεν ἡμῖν σωματικῶς, ἐκ τῆς γαστρός σου ὁ ἄδυτος Ἥλιος, καὶ κόσμον ἐφώτισε, θεογνωσίας ἀκτῖσι Πανάχραντε, καὶ τῶν Ὁσίων στίφη, περιφανῶς ἐπεσπάσατο.

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχὶς· Τίς σου τον βίον, Ὁσία μέλψει; (Γερασίμου).

Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.

Τέλους τοῦ μακαρίου, ἐπιτυχοῦσα σεμνή, καὶ Ἀγγέλων χορείαις συνοῦσα καὶ χορεύουσα, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σου, Θεοκτίστη τὴν μνήμην ᾄσμασι.
Ἴθυνας τῆς ψυχῆς σου, ἀπὸ παιδὸς τὴν ῥοπήν, ὁλοτρόπως Ὁσία πρὸς ἐφετῶν τὸ ἔσχατον, καὶ πόθῳ ἠμφίεσαι, μοναχῶν τὸ ἔνδυμα, ἑλομένη βίον οὐράνιον.
Σώματι καὶ καρδίᾳ, ἀνατεθεῖσα Χριστῷ, καὶ αὐτῷ νυμφευθεῖσα ὡς καθαρὰ καὶ ἄμωμος, ἁγνείαν ἀκήρατον, τούτῳ προσενήνοχας, Θεοκτίστη καὶ βίον ἄμεμπτον.

Θεοτοκίον.

Σάρκα ἐκ σοῦ ὁ Λόγος, ἀναλαβὼν ἀληθῶς, ἔμψυχόν τε καὶ ἔννουν καὶ λογικὴν ὡς εὔσπλαγχνος, Παρθένε Θεόνυμφε, τὴν ἀρὰν ἠφάνισε, καὶ τὸν ἂνθρωπον ἀνεσώσατο.









ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.

Ὁρών σε ὁ βάσκανος ἐχθρός, ὁσίως διαπρέπουσαν, αἰχμαλωσίαν σοι ἐτεκτήνατο, ἐπιδραμόντων ἐχθρῶν ὠμότητι, ἀλλὰ τούτου ᾔσχυνας, Μῆτερ τὰ βουλεύματα, λυτρωθεῖσα προνοίᾳ τῇ κρείττονι.
Κατάραντες Μῆτερ οἱ ἐχθροί, εἰς Πάρον προσωρμίσθησαν, ὧν διαδρᾶσα τὰς χεῖρας πέφευγας, ὡς σκεπτομένη Χριστοῦ τῇ χάριτι, καὶ εἰς τόπον ἔρημον, ὡς τρυγὼν φιλέρημος, Θεοκτίστη Ὁσία ἐσκήνωσας.
Τὴν ἔρημον Πάρον ἀνδρικῶς, Ὁσία κατοικήσασα, καὶ κατὰ μόνας Θεῷ σχολάζουσα, τὴν τῶν Ἀγγέλων ζωὴν διέζησας, γυμνὴ καὶ ἀνέστιος, καὶ πᾶσιν ἀθέατος, καὶ ἐχθροῦ τὴν κακίαν ἐγύμνωσας.

Θεοτοκίον.

Ἰλύος με λύτρωσαι Ἁγνή, παθῶν τῶν τυραννούντων με, καὶ τοῦ βορβόρου τῶν ἔργων ῥῦσαί με, καὶ μετονοίας φωτί με αὔγασον, μὴ παρίδῃς Ἄχραντε, τὴν οἰκτράν μου δέησιν· ὅτι σύ μου ἐλπὶς καὶ βοήθεια.

 

Δεύτερος. Ὁ πήξας ἐπ᾿ οὐδενός.

Οὐκ ἔπτηξας τοῦ ἐχθροῦ, τὸ θράσος θεόληπτε, ἀλλ’ ἀνδρείᾳ γνώμῃ πρὸς πᾶσαν ἄσκησιν, τῆς κατὰ Χριστὸν διαγωγῆς, ἐχώρησας Θεοκτίστη, καὶ τῶν Ἀγγέλων τὰ τάγματα, τῇ σῇ πολιτείᾳ ἐξέστησας.
Ὑψώθης πρὸς ἀρετῶν, τὴν ἄκραν ἀκρώρειαν, τῇ σῇ ἀκροτάτῃ ἀσκήσει πάνσεμνε, καὶ φωταγωγεῖς διὰ παντός, πάντων τὰς διανοίας, τῇ ψυχικῇ σου λαμπρότητι, Μῆτερ Θεοκτίστη θεόσοφε.
Τὸ τάχος τὸ τῆς σαρκός, Ὁσία ἐλέπτυνας, ἐγκρατεῖς πόνοις καὶ ταῖς δεήσεσι, ταῖς ἀδιαλείπτοις πρὸς Θεόν, καὶ πάσῃ σκληραγωγίᾳ τὴν δὲ ψυχὴν ἀπετέλεσας, θείων χαρισμάτων ἀνάπλεων.

Θεοτοκίον.

Ὁ λόγος ὁ τοῦ Θεοῦ, ἐκ σοῦ σὰρξ γεγένηται, ὃ ἦν μείνας Κόρη δι᾿ ἀγαθότητα, καὶ τὴν ἀπωσθεῖσαν τῶν βροτῶν, φύσιν τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς ἀπεκάθηρε, καὶ εἰς οὐρανοὺς ἀνεβίβασε.

Κάθισμα, ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀῤῥενωθεῖσα ταῖς φρεσὶ Θεοκτίστη, πρὸς ἀνδρικοὺς ἐναπεδύσω ἀγῶνας, καὶ ἐν αὐτοῖς Ὁσία ἠνδραγάθησας· ὤ! τῆς σῆς στεῤῥότητος! Πῶς ὑπέφερες Μῆτερ, ἐρήμου τὴν κάκωσιν, καὶ ἐχθρῶν τὰς ἐφόδους· διὸ μεγάλων ἔτυχες τιμῶν, καὶ ἀφθαρσίας στεφάνῳ κατέστεψαι.

Θεοτοκίον.

Ἐν τῶ ναῶ σου Θεοτόκε Παρθένε, προσκαρτεροῦσα ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἡ τοῦ Υἱοῦ σου τὸν ζυγὸν ποθήσασα, ὕμνοις καὶ δεήσεσι, τὴν σὴν δόξαν γεραίρει, καὶ ναὸς τερπνότατος, τῆς Τριάδος ἐδείχθη, ἡ Θεοκτίστη ἡ θεοειδής, ἦς ταῖς πρεσβείαις ἡμᾶς Κόρη ὤκτειρον.



ᾨδὴ δ´. Ὄρος σε τῇ χάριτι.

Σώματος ἐνέκρωσας, σεμνὴ τὰ σκιρτήματα, δι’ ἡσυχίας παντελοῦς, καὶ σκληροτάτης ἀγωγῆς, ψυχὴν δὲ ὡράϊσας, τῇ ὡραιότητι Μῆτερ τῶν πόνων σου, καὶ τῷ Σωτῆρι ὁσίως νενύμφευσαι.
Τριάκοντα ἔμεινας, πρὸς πέντε ἐν ἔτεσιν, ἐν γῇ ἐρήμῳ ἀνδρικῶς, μόνη καὶ μόνῳ τῷ Θεῷ, Ὁσία λατρεύουσα, καὶ τοῖς ἀνθρώποις τελοῦσα ἀθέατος· διὸ θεόθεν ἀξίως δεδόξασαι,
Ἤνεγκας τὴν γύμνωσιν, σαρκός σου ὡς ἄσαρκος, καὶ κακουχίας τὰς λοιπάς, τῆς ἐν ασκήσει σου ζωῆς· ἐντεῦθεν ἠμφίεσαι, τῆς ἀφθαρσίας στολὴν τὴν ὑπέρλαμπρον, πεποικιλμένην τῇ αἴγλῃ τῆς χάριτος,

Θεοτοκίον.

Τέτοκας Πανάχραντε, σαρκὸς ὁμοιώτατι, τὸν Ὑπερούσιον Θεόν, ανακαινίζοντα ἡμᾶς, καὶ ἄφθορος ἔμεινας, μετὰ τὴν κύησιν Μῆτερ ἀπείρανδρε· διὸ φθορᾶς τῶν παθῶν με ἀπάλλαξον.

Δεύτερος. Τὴν θείαν ἐννοήσας σου.

Ναῷ τῷ τῆς Ἁγνῆς Θεομήτορος, φοιτῶσα Μῆτερ εὐλαβῶς, ταύτης τὴν χάριν ἐπλούτησας, καὶ τὴν θερμὴν προστασίαν, Ὁσία Θεοκτίστη θεόληπτε,
Βαρβάρων αἰσθητῶν ὡς ἀπέδρασας, κατηγωνίσω νουνεχῶς, τὸ νοητὸν Μῆτερ δράκοντα, καὶ κατεπάτησας τοῦτον, τοῖς σοῖς ἀνδῥειοτάτοις παλαίσμασι.
Ἰσχύϊ σθενουμένη τῆς χάριτος, ἤνεγκας Μῆτερ καρτερῶς, τὴν τῆς ἐρήμου σκληρότητα, καὶ τὴν σκληρὰν τῶν δαιμόνων, μανίαν τῷ σῷ βίῳ κατέβαλες.

Θεοτοκίον.

Ὁ θρόνος τοῦ Θεοῦ ὁ πυρίμορφος ἐν ᾧ ἐκάθισε Χριστὸς σωματικῶς ὡς φιλάνθρωπος, ἡ Θεοτόκος Μαρία, ἡμῶν ἡ προστασία, ὑμνείσθω μοι.















ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Ὁλοτρόπως ἀνετέθης τῇ προνοίᾳ τοῦ Κτίστου σου, καὶ τελείως τῆς σαρκός σου τῆς φροντίδος ἠλόγησας· ὅθεν ἐπισκέψεως Θεοῦ, Ὁσία ἠξιώθης, καὶ παρακλήσεως κρείττονος.
Νυμφευθεῖσα τῷ Σωτῆρι ἐκ νεότητος πάνσεμνε, ὥσπερ προῖκα τούτῳ Μῆτερ καὶ φερνὴν πολυτίμητον, ἤνεγκας ἀσκήσεως τῆς σῆς, τοὺς μακροτάτους πόνους, καὶ ἀρετῶν τὴν λαμπρότητα.
Ὑψηλὸν βιοῦσα βίον ταπεινώσει φρονήματος, ἐταπείνωσας τὸν πάλαι καθ᾿ ἡμῶν ἐπαιρόμενον· ὅθεν ἀνυψώθης πρὸς Θεόν, Ὁσία Θεοκτίστη, τῶν ἀρετῶν σου ταῖς πτέρυξι.

Θεοτοκίον.

Μόνη οὖσα ἐν ἐρήμῳ τῇ τῆς Πάρου Πανάχραντε, ἡ Ὁσία Θεοκτίστη τῷ ναῷ σου ἐσχόλαζε, καὶ τὴν σὴν τερπνότητα Ἁγνή, κριτὰ Δαυῒδ ὁρῶσα, θείας, χαρᾶς ἐνεπίμπλατο.

Δεύτερος. Ὁ ἀναβαλλόμενος.

Νεκρωθεῖσα πάνσεμνε, κόσμου τοῖς πράγμασι, καὶ μονωθεῖσα παντὸς ἀνθρώπου, πολιτείαν ἄϋλον, ἤνυσας ἐν ὕλῃ καὶ ἅπαντας ἐξέπληξας.
Ὁλονύκτοις στάσεσι, Μῆτερ σχολάζουσα, καὶ τῇ νηστείᾳ τῇ ἀκροτάτῃ τῶν ὑπὲρ κατάληψιν, δωρεῶν μετέσχε, καὶ θεϊκῶν ἐλλάμψεων.
Στομωθεῖσα ἔνδοξε, πόνοις ἀσκήσεως, πυρὶ τῆς θείας Μῆτερ ἀγάπης, ψύχους καὶ τοῦ καύσωνος, ἔφερες τὸ βάρος, Ὁσία ὡς ἀσώματος.

Θεοτοκίον.

Ἱλασμόν μοι δώρησαι, μόνη Πανάχραντε, καὶ τῶν παθῶν μου τελείαν λύσιν, καὶ πρὸς φῶς με ἴθυνον, τὸ τῆς μετανοίας, ἐκ σκότους παραπτώσεων.

















ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.

Ναῷ τῷ τῆς Πανάγνου ὡς τεθέαται, ὁ θηρευτής σε ἔνδοξε, ἐξέστη πιστωθεὶς τὰ κατὰ σέ· ὡς ἄγγελον γὰρ Μῆτερ κατενόει σε, καὶ τῆς ζωῆς, τῆς σῆς τὸν τρόπον ἐθαύμασε.
Ὁ βίος σου γνωσθεὶς ὁ πάλαι ἄγνωστος, Ὁσία ἐν τοῖς πέρασι, κατευφραίνει τὰς καρδίας τῶν πιστῶν, καὶ μοναζουσῶν πρὸς θεῖον ἔρωτα, ἀναπτεροῖ, θεοπρεπῶς τὴν διάνοιαν.
Νοῒ προσομιλοῦσα ταῖς τοῦ Πνεύματος Ὁσία ἐπιλάμψεσιν, ἐκαρτέρεις ἐν ἐρήμῳ ἀνδρικῶς, ξένη ὑλικῆς ἁπάσης σχέσεως, καὶ πρὸς Χριστόν, νυχθημερὸν ἀτενίζουσι.

Θεοτοκίον.

Φωτὸς μαρμαρυγαῖς τοῦ ὑπὲρ ἔννοιαν, τεχθέντος ἐκ νηδύος σου, ἡ Ὁσία Θεοκτίστη μυστικῶς, Μῆτερ λαμπρυνθεῖσα Ἀειπάρθενε, διὰ παντός, ὑμνολογεῖ τὰς ἐλλάμψεις σου.

Δεύτερος. Μαινομένην κλύδωνι.
Ἄγνωστος διέμεινας, τοῖς ἀνθρώποις πάσῃ τῇ ζωῇ, γνώριμος δὲ μόνον τῷ Παντάνακτι, τῷ σὲ γνωστήν, Μῆτερ ἐν τέλει ποιήσαντι.
Μυστηρίων ἔτυχες, τῶν ἀχράντων Μῆτερ εὐλαβῶς, διὰ κυνηγέτου τοῦ θεόφρονος, καὶ ἐν χαρᾷ τὸν σὸν νυμφίον ἐδόξασας.
Ἔνθους ὅλη γέγονας, τῇ μεθέξει Μῆτερ ἀληθῶς, τῶν ἁγιασμάτων του νυμφίου σου, καὶ πρὸς αὐτόν, μετ’ εὐφροσύνης ἀνέδραμες.

Θεοτοκίον.

Λύτρωσιν καὶ ἴασιν, παθημάτων τῶν φθοροποιῶν, τῇ ψυχῇ μου δώρησαι Πανάχραντε, ἵνα ὑμνῶ, τὰ μεγαλεῖα τῆς δόξης σου.

Κοντάκιον, ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς ἐγκρατείας τὴν τρυγόνα τὴν φιλέρημον, καὶ παρθενίας τὴν ὑψίκομον κυπάρισσον, Θεοκτίστην εὐφημήσωμεν τὴν Ὁσίαν. Ὑπὲρ φύσιν ἐν τῇ Πάρῳ γὰρ ἀσκήσασα, Ἐκκλησίας κατεφαίδρυνε τὸ πλήρωμα, ᾗ βοήσωμεν· χαίροις Μῆτερ ἰσάγγελε,
Ὁ Οἶκος.
Ἄγγελοι τὸν σὸν βίον, καθορῶντες Ὁσία, ἐθαύμασαν τὴν σὴν καρτερίαν· σὺ γὰρ ὑπὲρ φύσιν βιοτήν, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ ἤνυσας· μεθ᾿ ὧν Χριστὸν ἱκέτευε, ὑπὲρ ᾑμῶν τῶν σοὶ βοώντων·
Χαῖρε, Μεθύμνης εὐῶδες ἄνθος·
χαῖρε, τῆς Πάρου ἒνθεον αὖχος.
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ζηλώσασα·
χαῖρε, τῶν δαιμόνων τὰς φάλαγγας τρώσασα.
Χαῖρε, ὅτι ὡς ἀσώματος ἠγωνίσω ἐπὶ γῆς·
χαῖρε, ὅτι στέφος ἄφθαρτον εἴληφας ἐν οὐρανοῖς.
Χαῖρε, ἡ ὑπερβᾶσα τοὺς τῆς φύσεως ὅρους·
χαῖρε, ἡ ἀναπτᾶσα εἰς φωτὸς θείου δόμους.
Χαῖρε, ζωῆς ἀΰλου διάγραμμα·
χαῖρε, χαρᾶς μελλούσης θησαύρισμα.
Χαῖρε δι’ ἧς ὁ θηρεύων ἐξέστη·
χαῖρε δι’ ἧς Ἰκαρία χορεύει.
Χαίροις Μῆτερ ἰσάγγελε.

Συναξάριον.

Τῇ Θ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.
Αὕτη ἦν ἐκ πόλεως Μηθύμνης, τὸν βίον Μοναχή· ἐκ παιδόθεν γὰρ παρὰ τῶν συγγενῶν ἐδόθη εἰς παρθενῶνα καὶ τὸ μοναχικὸν περιεβάλετο σχῆμα. Ὀκτωκαίδεκα ἐτῶν δὲ γενομένη, εἰς τὴν πλησίον ἐξέδραμε κώμην, τὴν ἰδίαν ἀσπασομένη ἀδελφήν. Ταύτῃ δὲ τῇ νυκτὶ ἐπιδραμόντες Κρῆτες, ὧν ἡγεῖτο ὁ Νήσιρις ἐκεῖνος, πάντας τοὺς ἐγχωρίους ἐκείνους κἀκείνην συνέλαβον. Ἕωθεν οὖν προσώρμισαν τῇ νήσῳ Πάρῳ· καὶ προσαγαγόντες τοὺς αἰχμαλώτους, τὰ τιμήματα διετίθεντο. Ἡ δὲ Θεοκτίστη, λάθρα πρὸς τὴν ὕλην χωρήσασα, ἀνεύρετος ἦν. Αὕτη οὖν ἔκτοτε ἐκεῖσε μείνασα, καὶ λιμῷ καὶ παγετῷ καὶ καύσωνι πολλῷ προσπαλαίσασα, θέρμοις καὶ λαχάνοις ἀγρίοις τρεφομένη καὶ ὑπ᾿ οὐδενὸς βλεπομένη, διήρκεσεν ἔτη τριάκοντα πέντε, Θεῷ μόνῳ προσομιλοῦσα (ᾧ καὶ ἔζη), καὶ τῇ πανάγνῳ Θεοτόκῳ.
Τοῦ δὲ τριακοστοῦ πέμπτου ἔτους τέλος ἔχοντος, κατά τινα θείαν οἰκονομίαν, κυνηγός τις θηρεύων θήραν, εἶτα χωρίσας ἑαυτὸν τῶν ἑταίρων αὑτοῦ καὶ ἀνιχνεύων, εἰσῆλθεν ἔν τινι τῆς Θεοτόκου ναῷ ἱστορίας χάριν· ἔρημος γὰρ ἦν ὁ τόπος· καὶ εὐξάμενος καὶ μικρὸν ἀνανεύσας, εἶδε κατὰ τὸ δεξιὸν τῆς ἁγίας τραπέζης μέρος, ὥσπερ κρόκην ὑπὸ ἀνέμου ῥιπιζομένην, ἢ ὡς ἱστὸν ἀράχνης. Ὡς δὲ προβὰς διαγνῶναι τὸ ζητούμενον καὶ φαινόμενον ἠβουλήθη, ἤκουσε φωνῆς λεγούσης· Στῆθι ἄνθρωπε καὶ μὴ πλησιάσῃς· αἰσχύνομαι γάρ, γυνὴ οὖσα, θεαθῆναί σοι. Αὐτὸς δὲ καταπλαγεὶς καὶ τρόμῳ ληφθείς, ἐβούλετο φυγεῖν· ἀνωρθοῦντο γὰρ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ, καὶ ἀκάνθης ἦσαν ὀξύτεραι. Μόλις δὲ εἰς ἑαυτὸν γενόμενος, ἠρώτα, Τίς, καὶ πόθεν εἴη. Ἡ δέ, Ῥίψον, ἔφη, χιτώνιον, δέομαι, καὶ καλυψαμένη, λέγειν οὐκ ὀκνήσω. Καὶ ὁ μὲν τὸ κελευσθὲν ταχέως ἐποίησεν· ἡ δέ, ὡς ἔλαβε τὸν ἐπενδύτην, τοῦτον περιεβάλετο, καὶ τῷ σταυρῷ ἑαυτὴν τειχίσασα, ἐφάνη τῷ κυνηγέτῃ. Καὶ ἦν μὲν τὸ εἶδος γυναικεῖον, τὸ δὲ φαινόμενον ὑπὲρ ἄνθρωπον· ἡ θρὶξ λευκή, τὸ πρόσωπον μέλαν, δέρματι μόνῳ συνέχουσα τὴν τῶν ὀστῶν ἁρμονίαν· τὸ δὲ ὅλον, σκιὰ ἦν. Ἐξειποῦσα δὲ τὰ ἀνωτέρω λεχθέντα, προσέθηκε καὶ ταῦτα, ἀξιοῦσα τὸν κυνηγέτην δι᾿ ἱερέως κομίσασθαι αὐτῇ μερίδα τοῦ Ἁγίου Σώματος τοῦ Χριστοῦ καὶ οὕτως ἀπηλλάττοντο ἀπ᾿ ἀλλήλων ἑκάτεροι.
Ὡς δὲ πάλιν ὁ ἀνὴρ ἐπανῆκε σὺν ἱερεῖ, φέροντι τὰ θεῖα μυστήρια, αὕτη ἐπευξαμένη, μετέλαβεν, εὐχαριστίαν τῷ Θεῷ ἀναπέμψασα. Αὐτὸς δὲ ἀπελθὼν καὶ θηρεύσας καὶ ταχὺ πάλιν εἰς τὸν τόπον ἐπανελθών, εὗρε κειμένην ταύτην νεκράν· καὶ ὡς αὐτῷ ἦν δυνατόν, ἀνορύξας τὴν γῆν καὶ πολλὰ δεηθείς, τὴν μακαρίαν ἐκείνην κατέθηκεν ἐν αὐτῷ τῷ τόπῳ, ἐν ᾧ κειμένην εὗρεν αὐτήν, δοξάζων καὶ εὐλογῶν τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.
Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Ἵπποις, Ὀνησιφόρε, πρὸς Θεὸν τρέχων,
Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.
Οὗτοι οἱ ἅγιοι, Πορφύριος καὶ Ὀνησιφόρος, διωγμοῦ καταλαβόντος, διεβλήθησαν ὡς χριστιανοί· καὶ ἀχθέντες ἐπὶ τοῦ βήματος, ἔστησαν ἑδραῖοι καὶ ἀπτόητοι, ὁμολογοῦντες τὸν Χριστόν, Θεὸν ἀληθινόν, οὐρανοῦ τε καὶ γῆς ποιητήν. Διὰ γοῦν τὴν τοιαύτην ὁμολογίαν, μαστίγων πληγὰς διαφόρους ὑπέμειναν καὶ πυρακτώσεις κατὰ παντὸς τοῦ σώματος. Εἶθ᾿ οὕτως, ἐπ᾿ ἐσχάρας φλογιζούσης ἀνέπεσον. Ἐν πᾶσι δὲ τούτοις, τῶν αἰωνίων ἀγαθῶν ἐνοπτριζόμενοι τὴν ἀπόλαυσιν, εἰ καὶ ἔπασχον ὑπὸ τῶν ἀθέων, ἀλλ᾿ ὑπὸ τοῦ Θεοῦ ἐκουφίζοντο. Οἱ δὲ δεινοὶ καὶ δυσσεβεῖς ἐκεῖνοι, ἰδόντες τοὺς Ἁγίους ἀσινεῖς, εἰς μανίαν περισσοτέραν ἀνήφθησαν· καὶ δήσαντες τοὺς τιμίους αὐτῶν πόδας, ἀγρίοις ἵπποις προσέδεσαν· καὶ ὑπὸ στρατιωτῶν διωκόμενοι ἐπὶ πολλαῖς ταῖς ὥραις οἱ ἵπποι, ἐν ἀκάνθαις καὶ τριβόλοις καὶ τραχινοῖς τόποις τὰς σάρκας αὐτῶν κατέξαναν, οἳ καὶ τὰς ψυχὰς τῷ Θεῷ παρέδωκαν. Τότε χριστιανοί τινες, ἐν κρυπτῷ λαβόντες τὰ ἅγια αὐτῶν λείψανα, κατέθεντο ἐν κώμῃ Παγκεανῶν, δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.
Αὕτη ὑπῆρχεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως ἐκ Πέργης τῆς Παμφυλίας. Καὶ συναφθεῖσα ἀνδρὶ καὶ μιᾶς παιδὸς μήτηρ γενομένη, ἀνέρχεται ἐν Κωνσταντινουπόλει μετὰ τοῦ ἰδίου ἀνδρός, δεκαπέντε ἐτῶν οὖσα. Καὶ γενομένη συνήθης παρθένου τινὸς Εὐγενίας καὶ τὴν αὐτῆς ζηλώσασα ἄσκησιν, οὐκ ἀφίστατο τῶν Ἐκκλησιῶν, ἀλλὰ διανυκτερεύουσα, νηστείαις καὶ ἀγρυπνίαις ἐσχόλαζε. Τὸν δὲ εὐσεβῆ περὶ Θεὸν ἔρωτα θερμότερον διανάψασα, παραδίδωσι τὴν θυγατέρα αὑτῆς γνωρίμῳ τινὶ γυναικί, τοὔνομα Σωσσάνῃ· αὕτη δὲ παραγίνεται, ἀνδρικὴν στολὴν ὑποδυσαμένη, εἰς τὸ τοῦ ἁγίου Κασσιανοῦ Μοναστήριον. Καὶ ὑποκριθεῖσα τὸ τῶν εὐνούχων σχῆμα, ἐν τῇ εἰρημένῃ Μονῇ παραδέχεται, καὶ συνῆν τοῖς Μοναχοῖς. Τοῦ δὲ ὁσίου Κασσιανοῦ δι᾿ ἀποκαλύψεως μαθόντος τὰ κατ᾿ αὐτήν, παρεπέμφθη ἐν Ἐμέσῃ τῇ πόλει εἰς Μοναστήριον γυναικῶν· κἀκεῖθεν εἰς Ἱεροσόλυμα μεταβαίνει· ἔπειτα εἰς τὸ Σίναιον ὄρος· εἶτα εἰς Βηρυτόν, ἔνθα διὰ προσευχῆς ἐν ἀνύδρῳ τόπῳ ὕδωρ ἐξήνεγκεν. Ὑποστᾶσα δὲ πολλὰς προσβολὰς δαιμόνων, ἔκ τινος ἐπιφανείας ἀνῆλθεν αὖθις ἐν Κωνσταντινουπόλει. Ὀφθεῖσα δὲ αὖθις τῷ ἁγίῳ Κασσιανῷ, παρ᾿ αὐτοῦ ἐπετράπη μένειν ἐν τῇ Μονῇ, ἥτις κατ᾿ ἐπωνυμίαν αὐτῆς λέγεται τὸ Ματρώνης, μέχρι τοῦ νῦν. Βιώσασα δὲ τὰ ἑκατὸν ἔτη σχεδόν, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων γυναικῶν Εὐστολίας καὶ Σωπάτρας.
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου
Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.
Ἡ ἁγία Εὐστολία ὑπῆρχεν ἐπὶ Μαυρικίου τοῦ βασιλέως, γονέων εὐσεβῶν καὶ τὴν Ῥώμην οἰκούντων. Ἐν ἁπαλῇ δὲ τῇ ἡλικίᾳ σεμνείῳ ἑαυτὴν ἐκδοῦσα, νηστείαις καὶ ἀγρυπνίαις ἐσχόλαζε. Θείῳ δὲ πυρπολουμένη ἔρωτι, καταλιποῦσα τὴν Ῥώμην, τὴν Κωνσταντινούπολιν καταλαμβάνει. Καὶ περιελθοῦσα τοὺς σεβασμίους οἴκους καὶ τὸν πόθον ἀφοσιωσαμένη, Σωπάτρᾳ, τῇ τοῦ Μαυρικίου θυγατρί, εἰς τὸν ἐν Βλαχέρναις ναὸν τῆς Θεοτόκου ἀπιούσῃ, περιτυγχάνει. Καὶ ἐπεὶ ἀρετὴ κρυβῆναι οὐ δύναται, ἱκέτευεν ἡ Σωπάτρα τὴν μακαρίαν Εὐστολίαν, ἔχειν αὐτὴν μητέρα πνευματικὴν καὶ σώματος καὶ ψυχῆς φύλακα. Καὶ δὴ καταλιποῦσα τὴν βασιλείαν, τὸν μονήρη βίον ὑπέδυ καὶ πρὸς ἀγῶνας καὶ πόνους ἐχώρησεν. Αἰτησαμένη δὲ ὑπὸ τοῦ πατρὸς καὶ βασιλέως τόπον τινὰ ἐπιτήδειον, καὶ δειμαμένη οἶκον εὐκτήριον, ἐκεῖσε ἅμα τῇ ἁγίᾳ Εὐστολίᾳ διῆγε. Πολλαὶ δὲ πρὸς αὐτὰς φοιτῶσαι παρθένοι καὶ εὐσεβεῖς, σὺν αὐταῖς τὸν σκληρὸν καὶ ἐπίπονον βίον μετήρχοντο. Ἡ δὲ μακαρία Εὐστολία πλείστοις ἔτεσιν ἀγωνισαμένη, πρὸς Κύριον μετ᾿ εἰρήνης ἀνέρχεται, διάδοχον καταλιποῦσα τὴν μακαρίαν Σωπάτραν· ἥτις τὰ ὅμοια τῇ πνευματικῇ ἐπαγωνισαμένη Μητρὶ καὶ εἰς ἄκρον ἀρετῆς φθάσασα, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,
Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.
Οὗτος ἦν ἐκ τῆς Σύρων χώρας, λιθοτόμος τὴν τέχνην. Ἰδὼν δὲ τοὺς Ἕλληνας ἀπερχομένους εἰς τὸν ναὸν τῶν εἰδώλων καὶ θύοντας, παρῄνεσεν αὐτοῖς ἀσποστῆναι αὐτῶν. Ὡς δὲ οὐκ εἰσηκούσθη, λυπηθεὶς ἀνεχώρησεν εἰς ἔρημον τόπον καὶ εὑρίσκει δοῦλον Θεοῦ ἀναχωρητήν, ὀνόματι Τιμόθεον· καὶ σὺν αὐτῷ διατρίψας ἔτη δύο καὶ λαβὼν τὰς εὐχὰς αὐτοῦ, κατῆλθε πάλιν πρὸς τὸν πεπλανημένον λαὸν τοῦ χωρίου αὑτοῦ. Καὶ εὑρὼν αὐτοὺς ἑορτὴν ἐπιτελοῦντας τοῖς δαίμοσιν, εἰσελθὼν εἰς τὸν ναὸν αὐτῶν, συνέτριψε πάντα τὰ εἴδωλα. Εἶτα κρατηθεὶς καὶ τυφθεὶς ἰσχυρῶς, ἀπῆλθεν εἰς Ἀπάμειαν τῆς Συρίας. Καὶ δεηθεὶς τοῦ Ἐπισκόπου, τὴν κλῆσιν Ὁσίου, λαβεῖν ἐξουσίαν τοῦ κτίσαι ναὸν ἐπ᾿ ὀνόματι τῆς Ἁγίας Τριάδος, ἤρξατο κτίζειν. Καὶ τοῦτο μαθόντες οἱ ἐγχωρῖται αὐτοῦ, νυκτὸς ἐπελθόντες, τοῖς ξίφεσι μεληδὸν τοῦτον κατέκοψαν, καὶ οὕτω τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαύρα ξίφει τελειοῦνται.
Πλάνην ἀμαυροῖ Μαύρα καρθεῖσα ξίφει,
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Ναρσῆς καὶ Ἀρτέμων ξίφει τελειοῦνται.
Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,
Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωάννης ὁ Κολοβὸς ἐν εἰρήνῃ τελειοῦται.
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.
Οὗτος ἦτο εἰς τὴν ἔρημον μὲ τοὺς ἄλλους ἀναχωρητὰς καὶ εἶχε γέροντα Θηβαῖον πολὺ ἐνάρετον. Ἡμέραν τινά, τοῦ ἦλθε λογισμὸς νὰ διέλθῃ ζωὴν ἀμέριμνον ὡς οἱ Ἄγγελοι εἰς τὸν Παράδεισον, καὶ ζητῶν συγχώρησιν ἀπὸ τὸν γέροντα νὰ τὸν ἀφήσῃ νὰ ὑπάγῃ εἰς τόπον ἔρημον τελείως, τὸν ἀφῆκε, διὰ νὰ βασανισθῇ νὰ μὴ μεγαλοφρονῇ ὑπὲρ ἄνθρωπον. Λοιπόν, ἐγυμνώθη τὰ ἱμάτιά του, καὶ ὑπῆγεν εἰς τὴν ἀναχώρησιν, καὶ κάμνων μίαν ἑβδομάδα ἐπείνασε, καὶ ἐπιστρέφων τὴν νύκτα εἰς τὸ κελλίον ἐκτύπα τὴν θύραν· ἀλλὰ ὁ γέρων προσεποιήθη πῶς δὲν τὸν ἐγνώριζεν, διὰ νὰ τὸν ταπεινώσῃ, καὶ τὸν ἠρώτησε, τίς ἦτο. Ὁ δὲ ἀπεκρίνατο· Ἰωάννης ὁ δοῦλός σου. τοῦ λέγει ὀ γέρων ἔσωθεν, ὅτι ἔγινεν Ἄγγελος καὶ δὲν χρειάζεται πλέον ἀνθρωπίνην βοήθειαν. Ὁ δέ, ἐπικαλεῖτο νὰ τοῦ ἀνοίξῃ, ἀλλὰ δὲν ἠθέλησε, τὸν ἀφῆκε νὰ βασανίζεται ὅλην τὴν νύκτα, διὰ νὰ ταπεινωθῇ καλλίτερα, καὶ τὸ πρωΐ, ἀνοίξας τὴν θύραν εἶπεν αὐτῷ· Βλέπεις πῶς εἶσαι ἄνθρωπος καὶ χρειάζεσαι νὰ φάγῃς; Δούλευε λοιπὸν καὶ μὴ ὑψηλοφρονῇς. Ὁ δὲ ἔβαλε μετάνοιαν ζητήσας συγχώρησιν, καὶ ἔγινεν ὕστερα τέλειος, συμπαθητικὸς εἰς ὅλους καὶ εὔσπλαγχνος.
Ἦτο δέ, παρθένος τις Παϊσία ὀνόματι, καὶ ἀφοῦ ἐτελεύτησαν οἱ γονεῖς αὐτῆς ἔκτισεν ξενοδοχεῖον διὰ τὴν ψυχήν της, καὶ ἐδέχετο ὅλους τοὺς πατέρας τῆς σκήτεως, καὶ τοὺς ἐφιλοξένιζεν ὡς ἐλεήμων πλουσιοπάροχα. Μετὰ καιρόν, ἐδαπάνησεν ὅλον της τὸ πρᾶγμα εἰς ξένους καὶ πένητας, καὶ ἐπτώχευσεν τόσον, ὅπου ἔπεσεν εἰς πορνείαν ἀπὸ τὰς κακὰς συναναστροφάς της. Ταῦτα μαθόντες οἱ πατέρες τῆς σκήτεως, ἐλυπήθησαν, διότι τοὺς ἔκαμε πολλὰς εὐεργεσίας καὶ χάριτας. Ὅθεν, συναχθέντες εἶπον ταῦτα πρὸς τὸν ἄνωθεν Ἰωάννην· Ἀββᾶ, ἠκούσαμεν διὰ τὴν Παϊσίαν, ἥτις τοσοῦτον μᾶς εὐεργέτησε, πῶς διάγει μὲ ἀσωτίαν εἰς τὴν πολιτείαν. Λοιπόν, κἀμε διὰ τὸν Κύριον καὶ λάβε τὸν κόπον νὰ τὴν νουθετήσῃς μὲ τὴν σοφίαν ὅπου ὁ Θεὸς σὲ ἐδίδαξε, νὰ τὴν φέρῃ εἰς τὴν μετάνοιαν. Ὁ δὲ Ὅσιος, διὰ τὴν ὑπακοήν, ὑπῆγεν εἰς τὴν οἰκίαν της, καὶ θέλων νὰ είσέλθῃ δὲν τὸν ἀφῆκεν ἡ γραῖα ὅπου ἐφύλαττε τὴν θύραν, ἀλλὰ ἐδίωκεν αὐτὸν λέγουσα· Σεῖς οἱ μοναχοὶ ἐφάγετε τὸν πλοῦτον τῆς κυρίας μου, καὶ τώρα τί θέλεις ἀπὸ ταύτην ὅπου ἔμεινε πτωχὴ καὶ ἄπορος; Λέγει της ὁ Ὅσιος· Διὰ καλόν της ἦλθα, καὶ εἰπέ της το. Ἡ δὲ γραία τὸ εἶπε τῆς Παϊσίας, ἥτις εἶπε πρὸς τὴν γερόντισσαν· Αὐτοὶ οἱ καλόγηροι γυρίζουν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ εὑρίσκουν μαργαρίτας, καὶ ἄφες τον, νὰ ἔλθῃ, μήπως καὶ μοὶ δώσῃ τι. Τότε ἐστολίσθη, καὶ καθίσασα εἰς τὴν κλίνην ἦλθε πρὸς αὐτὴν ὁ Ἰωάννης, καὶ βλέπων αὐτὴν ἔκλαυσεν. Ἡ δὲ εἶπεν αὐτῷ· Διατὶ κλαίεις καλόγηρε; Καὶ ὁ Ὅσιος· Βλέπω νὰ σὲ τριγυρίζει ὁ Σατανᾶς, καὶ δι’ αὐτὸ κλαίω τὴν τῆς ψυχῆς σου ἀπώλειαν. Ἡ δὲ γυνὴ ἐκατανύχθη, καὶ τοῦ λέγει· Εἶναι εἰς ἐμὲ μετάνοια;. Καὶ ὁ Ὅσιος· Ναὶ τέκνον μου, μόνον σπούδασον ἀκολούθει μοι. Ἡ δὲ ἀείμνηστος ἀφῆκεν ὅσα εἶχε παντέρημα καὶ ἀνεχώρησαν. Ὅθεν ἐθαυμάζετο πῶς ἄφηκε τὴν οἰκίαν αὐτῆς ἀνέτοιμον, καὶ ἀδιόρθωτον, χωρὶς νὰ λάβῃ ἀργύριον ἤ χρυσίον ἀπὸ τὸν πλοῦτόν της. Καθὼς λοιπὸν ἔφθασαν εἰς τὴν ἔρημον ἐνύκτωσε, καὶ σωρεύσας ὀλίγην ἄμμον ἔκαμεν προσκέφαλον ὁ Ὅσιος, καὶ τῆς εἶπε νὰ κοιμηθῇ, καὶ παρέκει ὀλίγον ἐκοιμήθη ἐκεῖνος. Καὶ τὸ μεσονύχτιον ἠγέρθη νὰ ἀναγνώσῃ τὴν ἀκολουθίαν του, καὶ βλέπει φῶς ἀπὸ τὸν τόπον ὅπου ἔκειτο ἡ γυὴ ἕως ἄνω εἰς τὰ ουράνια, καὶ ἁγίους Ἀγγέλους, ὅπου ἀνεβιβαζον τὴν ψυχήν της εἰς τὸν παράδεισον, καὶ θαυμάσας, καὶ ἐγγίσας αὐτῆς, ἐγνώρισεν ὅτι ἀπέθανεν. Ὅθεν, ἔκαμε πρὸς Κύριον δέησιν, νὰ τοῦ φανερώσῃ ἐὰν ἐσώθηκεν. Ἄγγελος δὲ τοῦ Θεοῦ ἦλθεν οὐρανόθεν καὶ τοῦ λέγει· Γίνωσκε Ἀββᾶ, ὅτι ἡ ὀλίγη ὥρα τῆς μετανοίας της ἦτο ἰσάξιος διὰ ἔτη πολλά, ἐπειδὴ ἔγινεν ἐξ ὅλης τῆς ψυχῆς της, μὲ κατάνυξιν καρδίας ἀνείκαστον.
Τόσον δὲ ἦτο οὗτος ὁ Ὅσιος ταπεινός, ὅπου μὲ ὅλην του τὴν ἀρετὴν καὶ σοφίαν ἐνόμιζε τὸν ἑαυτόν του πάσης τιμῆς ἀνάξιον, καὶ δὲν ἤθελε νὰ τὸν εὐλαβοῦνται οἱ ἄνθρωποι. Καὶ ὅσον ἐκεῖνος ἔφευγε τὸν ἀνθρώπινον ἔπαινον, τόσον ὁ Θεὸς τὸν ἐδόξαζε, καί τινες τοῦ ἀνήγγειλαν, ὅτι Ἅγιός τι ἔμελλε νὰ κοιμηθῇ, καὶ νὰ ὑπάγῃ νὰ τὸν ἀποχαιρετήσῃ πρὸ τῆς τελειώσεως. Ὁ δὲ Ἰωάννης δὲν ὑπῆγε τὴν ἡμέραν, διὰ νὰ μή τον βλέπουν, νὰ τὸν δοξάζουν οἱ ἄνθρωποι, ἀλλὰ τὴν νύκτα ἐξελθὼν ἀπὸ τὸ κελλίον του, ἔστειλεν ὁ πανάγαθος Κύριος τοὺς Ἀγγέλους μὲ λαμπάδας φωτεινάς, καὶ τοῦ ἔγεγγαν νὰ περιπατῇ εἰς τὸ σκότος. Ὅθεν, οἱ ἄνθρωποι ὅλοι τῆς πόλεως, ἰδόντες τοιοῦτον φῶς ὑπερθαύμαστον, ἐσυναθροίσθησαν, καὶ οὕτως τὸν ἐδόξασαν περισσότερον, καὶ ἐπληρώθη ὁ λόγος τοῦ Κυρίου· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἔλεγε δὲ καὶ πολλὰ ψυχοφελῆ λόγια πρὸς ἐκείνους ὅπου τὸν ἐρωτοῦσαν, καὶ πάντες τὸν ἐθαύμαζον, διότι ἦτο πολὺ γλυκόλογος καὶ σοφώτατος, καὶ ὅσα ἔλεγε, σοῦ ἐφαίνετο, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ τὰ ἑρμήνευεν. Μεταξὺ δὲ τῶν πολλῶν νουθεσιῶν, ὅσας ἔδιδε τοῖς ἀδελφοῖς ὁ σοφώτατος, ἦτο καὶ αὐτή· Ὅστις θέλει νὰ γένῃ ἐνάρετος, δὲν ἠμπορεῖ νὰ προκόψῃ μίαν ἡμέραν, ἀλλὰ ὅταν ἐγερθῇ ἀπὸ τὸ στρῶμα, ἄς βάλλῃ ἀρχὴν εἰς μίαν ἀρετήν, ἔχων μεγάλην ὑπομονὴν εἰς τὸν πόλεμον, ὅπου τοῦ δώσει ὁ μισόκαλος, καὶ ἄς προσεύχεται μὲ πολλὴν ταπείνωσιν, μὲ στεναγμοὺς καὶ δάκρυα, νὰ τὸν δυναμώσῃ ὁ Κύριος, νὰ νικήσῃ τὸν πειράζοντα, καὶ οὕτως ἄς βάλλῃ ὑπομονὴν ἡμέρας τινάς, νὰ μὴ πέσῃ εἰς τὸ πάθος ἐκεῖνο, ὅπου ποθεῖ νὰ νικήσῃ, κἄν πορνεία εἶναι, κἄν γαστριμαργία, ἤ ἄλλο ὅμοιον, καὶ ἄς τὸ πολεμῇ μὲ τὴν ἀντίστοιχον ἀρετήν, νὰ τὸ νικήσῃ μὲ τὴν θείαν βοήθειαν, λόγου χάριν ἄν πειράζεσαι ἄνθρωπε ἀπὸ τὴν κοιλίαν σου, στέρησέ την ἄνθρωπε μίαν ἑβδομάδα, τρῶγε ἅπαξ τῆς ἡμέρας, νὰ σοῦ φαίνεται τὸ χοντρὸν φαγῇ γλυκύτερον μέλιτος· ἄν νικᾶσαι ἀπὸ τὴν γλῶσσαν καὶ εἶσαι φλύαρος λέγων αἰσχροὺς καὶ ματαίους λόγους, βάλε λίθον τόσας ἡμέρας, ἤ ξύλον εἰς τὸ στόμα σου, ἕως ἄν ξεμάθῃς τὴν κακὴν συνήθειαν, καὶ ἐὰν εἶσαι ὑπερήφανος, κάμνε τὰς εὐτελεστέρας ὑπηρεσίας, καὶ φορεὶ ἱμάτια ἄχρηστα, καὶ οὕτως κάμνε καὶ εἰς τὰ ἐπίλοιπα πάθη, ἕως νὰ λυτρωθῇς ἀπὸ ὅλα, μὲ ταῦτα καὶ ἄλλα ὅμοια ὠφελήσας τοὺς ἀκροατὰς ὁ Ὅσιος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ Μεταφραστοῦ.
Ἐκκλησία σοι, Συμεών, ὄφλει χάριν,
Ὑπὲρ μεταφράσεως Ἁγίων βίων.
Οὕτος ὁ Ὅσιος Συμεών, πατρίδα εἶχε τὴν Κωνσταντινούπολιν, ἀκμάσας κατὰ τοὺς χρόνους τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος τοῦ σοφοῦ, ἐν ἔτει ωπς΄ (886)· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ καὶ σοφίαν ὑψώθη εἰς τὸ ἀξίωμα τοῦ Μαγίστρου καὶ Λογοθέτου, καὶ ἔχαιρε μεγάλας τιμὰς παρὰ τῷ βασιλεῖ. Ὅταν δέ, ὑπῆγαν εἰς τὴν Κρήτην οἱ Ἄραβες μὲ πλοῖα, καὶ ἐλεηλάτουν διαφόρους πόλεις καὶ κώμας, τότε ὁ βασιλεύς, ἐξέλεξεν ἄρχοντα τὸν μέγαν ἐκεῖνον καὶ στατηγικώτατον Ἡμέρρειον, μετὰ τοῦ ὁποίου ἀπέστειλε καὶ τὸν Ὅσιον τοῦτον Συμεὼν τὸν Μεταφραστὴν πρέσβυν πρὸς τοὺς Ἄραβας, τοὺς τυραννοῦντας τὴν Κρήτην, δώσαςν πληρεξουσιότητα εἰς τοὺς δύο τούτους ἤ νὰ ὐποτάξωσιν εἰρηνικῶς εἰς τὴν βασιλείαν αὐτούς, ἤ νὰ τοὺς ἐξολοθρεύσωσι διὰ τοῦ πολέμου· καθὼς ταῦτα διηγεῖται ὁ ἴδιος Μεταφραστής, ὁ γράφων τὸν βίον τῆς προῤῥηθείσης Ὁσίας Θεοκτίστης τῆς Λεσβίας, τῆς κατὰ τὴν ἡμέραν ταύτην ἑορταζομένης. Καίτοι δὲ ὁ βασιλεὺς ὑπερηγάπα καὶ ἔτίμα πολὺ τὸν Ὅσιον, τόσον διὰ τὴν σοφίαν καὶ ἀρετήν του, ὅσον καὶ διὰ τὴν φυσικὴν ἀνδρείαν καὶ ἐπιτηδειότητα καὶ ἐμπειρίαν του εἰς τοὺς πολέμους, μὀλον τοῦτο ὁ ἀοίδιμος Συμεὼν δὲν προσηλοῦτο εἰς τὰ μάταια ταῦτα, ἀλλ’ ἐμελέτα πρὸ πολλοῦ νὰ παραιτήσῃ τὰ κοσμικὰ πράγματα καὶ νὰ γίνῃ καλόγηρος. Ὅθεν, εἶπε πρὸς τὸν βασιλέα, ὅτι, ἐὰν ἐπανέλθῃ νικητὴς ἐκ Κρήτης, νὰ τῷ ἐκπληρώσῃ χάριν τινά, τὴν ὁποίαν μέλλει νὰ ζητήσῃ· ὁ δὲ βασιλεύς, ὑπεσχέθη, ὅτι ἀναμφιβόλως θέλει πραγματοποιήσει τὴν αἴτησίν του. Ὅθεν, μεταβὰς εἰς τὴν Κρήτην μὲ τὸν Ἡμέρειον, ἐλάλησεν ὡς ἀπεσταλμένος ἑνώπιον τῶν ἀρχηγῶν τῶν Ἀράβων, καὶ τοσοῦτον ἐπράϋνε αὐτοὺς μὲ τὴν σοφίαν τῶν λόγων του, ὥστε, ἀμαχητεὶ τοὺς ἐνίκησε, καὶ κατέπεισε νὰ πληρόνωσι φόρον εἰς τὸν βασιλέαν.
Ὅθεν, ἐπανελθὼν νικητὴς εἰς τὴν Πόλιν, ἐπροσκύνησε τὸν βασιλέα, καὶ τὸν παρεκάλεσε νὰ τῷ δώσῃ τὴν ὑποσχεθεῖσαν χάριν. Ὁ δὲ βασιλεύς μὴ ἠξεύρων τί θὰ ζητήσῃ παρ’ αὐτοῦ, ἔδωκε τὴν χεῖρά του εἰς τὸν Συμεὼν καὶ τὴν ἠσπάσθη (τοιαύτη γὰρ ἦτο συνήθεια), νομίζων ὅτι θὰ ζητήσῃ χρυσόν, ἤ καμμίαν τιμὴν μεγαλυτέραν, καθὼς ποθοῦσι οἱ φιλόκοσμοι. Ὁ δὲ φιλόχριστος μᾶλλον, ἤ φιλόχρυσος Συμεὼν δὲν ἐζήτησεν ἄλλο δῶρον παρὰ τοῦ Βασιλέως, εἰμὴ τὸ νὰ τὸν ἀφήσῃ νὰ γίνῃ καλόγηρος. Τότε, ὁ Βασιλεὺς ἐλυπήθη μὲν διότι ἔμελλε νὰ στερηθῇ τοιοῦτον σοφὸν καὶ στρατηγικώτατον ἄνδρα, ἀλλὰ μὴ δυνάμενος νὰ παραβῇ τὴν ὑπόσχεσίν του, ἐνηγκαλίσθη τὸν θεῖον Συμεὼν μετὰ δακρύων καὶ τὸν ἐφίλησε, λέγων· Ὕπαγε τέκνον, εἰς τὸ ἔλεος τοῦ Θεοῦ, τὸν ὁποῖον παρακάλει καὶ διὰ τὰς ἰδικάς μου ἁμαρτίας.
Ἀφοῦ λοιπὸν ἔγινεν ὁ Ὅσιος μοναχὸς καὶ ἐλυτρώθη ἀπὸ τὴν σύγχυσιν τοῦ κόσμου, τότε συνέγραψεν ὅσους βίους Ἁγίων εὗρεν. Ἔπειτα, ἅτε πλούσιος ὦν, καὶ ἔχων δύναμιν καὶ μέσα, ἔστειλεν ἀνθρώπους εἰς διαφόρους πόλεις καὶ τόπους, καὶ ἔφεραν εἰς αὐτὸν ὅσους βίους Ἁγίων εὗρον, τοὺς ὁποίους, αὐτὸς πάλιν μετέφρασεν εἰς γλυκυτάτην φράσιν, καὶ ἐκ τῆς αἰτίας ταύτης ἐπωνομάσθη Μεταφραστής. Πάντα δέ, ὅσα ἔγραψεν, εἶναι ἀληθῆ καὶ ἀλάνθαστα.












Τῇ αὐτῇ ἡμέρᾳ, ὁἱ Ὅσιοι Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτήτορες τῆς σεβασμίας Μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.
Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ,
Τιμῶ, κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων
Οὗτος ὁ Ὅσιος Εὐθύμιος, ἦτο θεῖος μὲν κατὰ σάρκα, πατὴρ δὲ κατὰ πνεῦμα, τοῦ ὁσίου Νεοφύτου, τοῦ καὶ κτίτορος τῆς μονῆς Δοχειαρίου. Οὗτος οὖν ἐκ τῆς Πόλεως καταγόμενος, καὶ γνώριμος καὶ φίλος τοῦ Ἁγίου Ἀθανασίου τοῦ τῆς Μεγίστης Λαῦρας πρώτου. Καὶ πρότερον μὲν μονίδριον οἰκοδομήσας ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου, ἐν τῷ τόπῳ καλουμένῳ Δάφνη, ἐκεῖ τὸ τῆς ἀρετῆς καὶ ἡσυχίας μέλι εἰργάζετο, μὲ ἄλλους ὁμοῦ ἀδελφούς. Ἐπειδὴ δὲ ἦλθον Σαρακηνοὶ εἰς τὸ Ὄρος, καὶ ἄλλα μὲν πράγματα τοῦ μονιδρίου διήρπασαν, ἄλλα δὲ κατηδάφισαν, καὶ μόλις ὁ Ὅσιος ἐλυτρώθη τῆς ἐκείνων μαχαίρας, κρυφθεὶς μετὰ τῶν ἀδελφῶν εἰς τὸν λόγγον· διὰ ταύτην τὴν αἰτίαν δὲν ἔκρινεν εὔλογον νὰ κάθηται εἰς τοιοῦτον κινδυνώδη τόπον εἰς τὸ ἑξῆς. Ὅθεν, ἀπάρας ἐκεῖθεν μετὰ τῶν σὺν αὐτῷ μοναχῶν, ἔρχεται εἰς τὸν τόπον ὅπου εὑρίσκετο τὸ μοναστήριον τοῦ Δοχειαρίου· ὁ ὁποῖος ἦτον μὲν τότε τραχὺς καὶ εἰς κατοικίαν ἀνώμαλος, εἰς ἡσυχίαν ὅμως πολλὰ ἐπιτήδειος. Καὶ λοιπόν, ἀγοράσας τὸν τόπον παρὰ τοῦ τότε πρώτου Ἰσαάκ, καὶ καθορίσας αὐτὸν ἀπὸ τὴν ὕλην καὶ ὁμαλίσας, οἰκοδομεῖ πάλιν ἐκεῖ ναόν, ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου, ὁμοῦ καὶ κελλία, μὲ ἀπείρους ἱδρῶτας καὶ πόνους, εἰς κατοικίαν αὐτοῦ καὶ τῶν σὺν αὐτῷ, καὶ ἠγωνίζετο ἐπιμελῶς εἰς τὸ τῆς ἀσκήσεως στάδιον. Ἀφ’ οὗ δὲ μετὰ ταῦτα ἦλθεν καὶ ὁ ἀνεψιός του, ἔκειρεν αὐτὸν μοναχόν, καὶ ἐγχειρίσας εἰς αὐτὸν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῆς μονῆς, αὐτὸς τοῦ λοιποῦ ἐν ἡσυχίᾳ διῆγεν, ἐν ᾗ καὶ τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, ἑκατονταετὴς γενόμενος γέρων.
Ὁ δὲ Νεόφυτος, ἦτον υἱὸς Δουκός, ἐπὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, καὶ Ἰωάννου τοῦ Τσιμισκῆ (ἐν ἔτει 969), διὰ τὴν εὐδοκίμησιν ἥν εἶχεν εἰς τὴν ἔξω σοφίαν, καὶ μάλιστα διὰ τὰς ἀρετὰς αὐτοῦ, καὶ τὸ ταπεινὸν τοῦ φρονήματος, ἠγαπᾶτο παρὰ πάντων· ὅθεν καὶ ὑπὸ τοῦ βασιλέως κατεστάθη ὑπογραφεὺς πρῶτος τῶν βασιλικῶν ὑπομνημάτων. Ἐπειδὴ δὲ εἶχε θεῖον εἰς τὸ Ὄρος τὸν ἀνωτέρω Εὐθύμιον, ἡγουμενεύοντα τῆς μονῆς Δοχειαρίου, ἠγάπησε νὰ ἔλθῃ πρὸς αὐτὸν νὰ γένῃ μοναχός. Καὶ δὴ καταλιπὼν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἦλθεν εἰς τὴν ἄνωθεν μονὴν καὶ ἔγινεν μοναχός, ἀφιερώσας εἰς αὐτὴν καὶ ὅσα χρήματα καὶ ὑποστατικὰ εἶχεν ὁ ἀοίδιμος. Κατασταθεὶς δὲ ἡγούμενος τῆς αὐτῆς μονῆς παρὰ τοῦ θείου του διὰ τὴν ἀξιότητάτου, ἔκτισεν ἄλλην ἐκκλησίαν μεγάλην καὶ πύργον καὶ φρούριον εἰς τὸ μοναστήριον, καὶ ἐφάνη τῇ ἀληθείᾳ νέος κτίτωρ αὐτοῦ. Ὅτε καὶ διὰ προσευχῆς αὐτοῦ, ἐφανέρωσαν οἱ θεῖοι Ἀρχάγγελοι τὸν κεκρυμμένον θησαυρόν, ὕστερον δ’ ἔγινε καὶ πρῶτος τοῦ Ἁγίου Ὄρους. Εἶτα, παραιτησάμενος καὶ ἡσυχάσας, ἐν εἰρήνῃ ἐκοιμήθη.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ΄. Σὲ νοητήν.

Ἐν τῷ ναῷ, τῆς Ἁγνῆς Θεόπαιδος, προσκαρτεροῦσα εὐλαβῶς, ὤφθης τῆς Τριάδος ναός, Θεοκτίστη ἔμψυχος, θείαις ἀναβάσεσι, λαμπρυνομένη καὶ μέλπουσα; ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ῥώμῃ Χριστοῦ, ἤνεγκας τὴν μόνωσιν, καὶ κακουχίας τὰς λοιπάς, τῆς ἐρήμου Μῆτερ στεῤῥῶς, καὶ δαιμόνων ἔλυσας, πάντα τὰ βουλεύματα, ἐν εὐφροσύνῃ κραυγάζουσα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὤ! τοῦ θερμοῦ, ἔρωτός σου πάνσεμνε, πρὸς τὸν νυμφίον σου Χριστόν! Ὢ! τῶν παλαισμάτων τῶν σῶν! Πῶς γυμνὴ καὶ ἄστεγος, τὴν βίαν τῆς φύσεως, ἐν τῇ ἐρήμῳ ὑπέμεινας; Διὸ λαμπρῶς Θεοκτίστη, Χριστός σε ἐμεγάλυνε.

Θεοτοκίον.

Γέλως Ἁγνή, γέγονα τῷ δράκοντι, τῇ ἐμμονῇ τῶν πονηρῶν· ἀλλὰ τῆς κακίας αὐτοῦ, σύ με ἀπολύτρωσαι, καὶ τὸν νοῦν μου κάθαρον, τῶν λογισμῶν τῆς φαυλότητας, ἐπιστροφήν μοι γνησίαν, παρέχουσα πρὸς Κύριον.

Δεύτερος. Ὁ ὑπερυψούμενος.

Ψύχους τὴν δριμύτητα, Μῆτερ καὶ τοῦ καύσωνος, ἔφερες τὴν φλόγωσιν, τῇ δρόσῳ τοῦ Πνεύματος, μυστικῶς δροσιζομένη, καὶ Χριστὸν δοξολογοῦσα.
Ἔτεσι τριάκοντα, πρὸς πέντε ἐτέλεσας, τοῖς πᾶσιν ἀγνώριστος, ἐν τέλει τοῦ βίου δέ, ἐπεγνώσθης θεοφόρε, τοῖς ἀνθρώποις θείᾳ νεύσει.
Ἴθυνας τὸν βίον σου, ὁλικῶς πρὸς Κύριον, ὡς ἐῤῥύσθης ἔνδοξε, βαρβάρων ὠμότητος, καὶ ἠγνόησας τὰ πάντα, οὐρανίῳ σου φρονήσει.

Θεοτοκίον.

Γέγονα τοῖς πάθεσι, τῶν δαιμόνων παίγνιον, ἐξ ὧν μὲ ἀπάλλαξον, Ἁγνὴ ὡς φιλάγαθος, καὶ καθάρισον τὸν νοῦν μου, τῇ μεθέξει τῶν κρειττόνων.













ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.
Εὐλαβείᾳ Μῆτερ τῇ πρὸς σέ, τὴν σὴν ἁγίαν χεῖρα, ἀφεῖλεν ὁ κυνηγέτης, ἀλλ᾿ εἰδὼς σου τὴν πολλήν, λαμπρότητα ἔψαλλεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥυπωθεὶς κακίᾳ τοῦ ἐχθροῦ, οἰκτρῶς κατεμολύνθην, καὶ Κυρίου ἀπεμακρύνθην, καὶ κουφότητι νοός, τῷ πλάνῳ δεδούλωμαι, ἀλλὰ σύ με Θεοκτίστη Ὁσία, τῆς τούτου κακουργίας, ἐκλύτρωσαι ταχέως, τῇ σῇ ἐπιστασίᾳ.
Ἀκλινῶς τὴν τρίβον τῆς ζωῆς, διήνυσας Ὁσία, καὶ ἀνέδραμες νικηφόρος, πρὸς το φῶς τὸ νοητόν, φαιδρῶς ἀνακράζουσα· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σωτηρίας ἄνοιξον κἀμοί, Ἁγνὴ τῷ πλανηθέντι τὴν εἴσοδον Θεοτόκε, καὶ τῇ χάριτι τῇ σῇ Χριστῷ μὲ ὁδήγησον· σὺ γὰρ ἁμαρτωλῶν θερμὴ προστασία, καὶ πάντες τῇ σῇ σκέπῃ ἐλπίζομεν Παρθένε, τυχεῖν τῆς ἄνω δόξης.

Δεύτερος. Σοὶ τῷ Παντουργῷ.
Εὗρέ σε νεκράν, κειμένην Θεοκτίστη, ὡς αὖθις προσῆλθέ σοι, ζέοντι πνεύματι, ὁ κυνηγέτης, καὶ τὴν σὴν θείαν χεῖρα, ἀφεῖλεν Ὁσία, ἁγιασμοῦ ὡς κτῆμα.
Ῥήσεων σεμνή, οἱ ἐν τῷ πλοίῳ ὄντες, ἐμφρόνως ὡς ἤκουσαν, τοῦ ἐφευρόντος σε, ἐπὶ τὴν θέαν, τοῦ σοῦ ἁγίου σκήνους, Μῆτερ ἐπανῆκον, ὡς ἔλαφος διψῶσαι.
Ἄγνωστον σεμνή, καὶ ἀφανὲς Ὁσία, τὸ σκῆνός σου γέγονε, τοῖς ἐκζητοῦσί σε· τοῦτο γὰρ Μῆτερ, προώρισας δοθῆναι, τῇ Ἰκαρίᾳ ὡς πλοῦτον ἀφθαρσίας.

Θεοτοκίον.

Σκέπη μου σὺ εἶ, καὶ θεία προστασία, καὶ μέγα προσφύγιον, Παρθένε Ἄχραντε· διό με ῥῦσαι, τῆς τοῦ ἐχθροῦ μανίας, καὶ τῶν χαμαιζήλων, λόγων καὶ νοημάτων.










ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.
Ἵνα θεωρῇς ἑκάστοτε, τὴν τοῦ Κυρίου Μῆτερ θείαν τερπνότητα, τῷ θείῳ ναῷ, τῆς Παναχράντου Θεόπαιδος, Θεοκτίστη Ὁσία προσήδρευες· καὶ νῦν τῆς ἄνω δόξης, ἐκληρονόμησας τὴν ἔλλαμψιν.
Μνήμην τὴν σεπτήν σου πάνσεμνε, ἡ νῆσος Λέσβος ἄγει πανηγυρίζουσι, καὶ χαίρει ἐν σοί, ἡ Πάρος πόθῳ ὑμνοῦσά σε· ἀλλὰ πλέον δὲ τούτων ἀγάλλεται, ἡ Ἰκαρία Μῆτερ ὡ κεκτημένη σου τὰ λείψανα.
Ὅλην τὴν ζωήν μου ἤνυσα, ἐν ἁμαρτίαις Μῆτερ καὶ παραβάσεσι, καὶ νῦν εἰς τὴν σήν, προσκαταφεύγω ἀντίληψιν, ἵνα τύχω θεόθεν ἀφέσεως, ἣν δίδου μοι Ὁσία, τῷ ἀναξίως σε ὑμνήσαντι.
Θεοτοκίον.
Ὕδωρ τῆς ζωῆς ἡ βλύσασα, οἷα πηγὴ Παρθένε τῆς ἀγαθότητος, τὴν φλόγα Ἁγνή, τῶν παθῶν μου κατάσβεσον, οἰκτιρμῶν σου τοῖς ὄμβροις Πανάμωμε, καὶ ἄρδευσον τὸν νοῦν μου, πρὸς εὐκαρπίαν θείων πράξεων.

Δεύτερος. Ἡσαῒα χόρευε.
Ἱερᾶς πεπλήρωσαι, εὐφροσύνης ὄντως καὶ χαρᾶς, ἡνίκα τῆς δωρεᾶς, της ζωοποιοῦ, Ὁσία τετύχηκας, καὶ μετὰ δόξης ἀγγελικῆς, Μῆτερ ἀνέδραμες, πρὸς οὐράνια σκηνώματα.
Μέγα τὸ κατόρθωμα, τοῦ σοῦ βίου Μῆτερ ἀληθῶς! ἐκπλήττεις γὰρ τῶν πιστῶν, πᾶσαν ἀκοήν, τοῖς σοῖς ἀριστεύμασιν· ὅτι ὡς ἄγγελος ἐπὶ γῆς, Ὁσία ἐβίωσας, καὶ Ἀγγέλοις καθωμοίωσαι.
Οὐρανόθεν ἒπιδε, Θεοκτίστη Μῆτερ ἐμφανῶς, καὶ δέξαι ὡς εὐτελές, δῶρον καὶ μικρόν, τοὺς ὕμνους μου ἔνδοξε, καὶ τῶν παθῶν με τῆς συνοχῆς, λύτρωσαι δέομαι, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Θεοτοκίον.

Ὑψηλὸν ἀνάκτορον, τοῦ τῶν ὅλων ἄνακτος Χριστοῦ, ἐδείχθης ὡς αληθῶς, Δέσποινα Αγνή, αὐτὸν σωματώσασα, ἐκ τῶν αἱμάτων σου τῶν ἁγνῶν, ᾯ πρέσβευε πάντοτε, ὑπὲρ τῶν ὑμνολογούντων σε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ σὴ ζωὴ Ὁσία, ἐκπλήττει πᾶσαν ἀκοήν, ὅτι στεῤῥῶς ἠγωνίσω, φρονήματι καρτερικῷ, διὸ Χριστὸς Θεοκτίστη, περιφανῶς σε, δοξάζει.
Ἕτερον, ὅμοιον.
Λαμπαδηφόρος Μῆτερ, οἷα παρθένος ἐκλεκτή, ἐχώρίσας εἰς νυμφῶνα, τῆς ἀφθαρσίας ἐν χαρᾷ καὶ τῷ Χριστῷ συνδοξάζῃ, διὰ παντὸς Θεοκτίστη.

Θεοτοκίον.

Θεογεννῆτορ Κόρη ἡ προστασία τῶν πιστῶν, ῥῦσαι ἡμᾶς πάσης βλάβης, καὶ ἐπηρείας τῶν ἐχθρῶν, καὶ τῷ Υἱῷ σου Παρθένε, στῆσον ἡμᾶς σεσωσμένους.


Εἰς τοὺς Αἴνους. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Δοθεῖσα Θεῷ ἀπὸ παιδός, ὑπὸ τῶν συγγόνων σου, καθάπερ δῶρον εὐπρόσδεκτον, Ὁσία πάντιμε, ὅλης ἐκ καρδίας, τούτῳ ἠκολούθησας, ἁγνείας λαμπομένη τοῖς κάλλεσι· καὶ νῦν τὴν ἄληκτον, καρπουμένη ἀγαλλίασιν, Θεοκτίστη, σκέπε τοὺς τιμῶντάς σε.

Ῥυσθεῖσα χειρῶν βαρβαρικῶν, προμηθείᾳ κρείττονι, ὅλην σαὐτὴν ἀνατέθεικας, τῷ Παντοκράτορι, καὶ ἐν τῇ ἐρήμῳ, Πάρῳ κατεσκήνωσας, ἀθέατος τοῖς πᾶσι καὶ ἄγνωστος, διατελέσασα, Θεοκτίστη παμμακάριστε· θαυμαστόν σου, ὄντως τὸ κατόρθωμα.

Ὥς ἄγγελος Μῆτερ ἐν σαρκί, ἀληθῶς τεθέασαι, τῷ θηρευτῇ τῷ εὑρόντι σε, ὃς ἐξιστάμενος, τῆς θεοειδοῦς σου, ὄψεως τὸ ἄσαρκον, ὡς θήραμα τερπνὸν καὶ οὐράνιον, τῆς πολιτείας σου, τοὺς ἀγῶνας παρατέθεικε, τῇ ἁγίᾳ Ἐκκλησίᾳ πάνσεμνε.

Τὸ κάλλος ὁρῶσα τοῦ Χριστοῦ, καὶ τῆς ὑπὲρ ἔννοιαν, ἐμπιπλαμένη λαμπρότητος, Ὁσία ἔνδοξε, ἀντὶ τῶν μακρῶν σου, πόνων τῆς ἀσκήσεως, ἱκέτευε ἀπαύστως δεόμεθα, ἡμῖν δωρήσασθαι, Θεοκτίστη πανσεβάσμιε, τὴν εἰρήνην, καὶ το μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Τοῖς ἀσκητικοῖς σου παλαίσμασι, τὴν παρθενικὴν στολήν σου, πολλῷ πλεῖον ἐλάμπρυνας, Θεοκτίστη Ὁσία Μῆτερ· ὅθεν ὡς παρθένος φρονίμη, ἐστολισμένη νυμφικῶς, ἐν Ἁγίῳ Πνεύματι, καὶ τὴν λαμπάδα τῶν ἔργων, ταῖς χερσὶ κατέχουσα, εἰς τὸν νυμφῶνα τῆς ἄνω δόξης, ἐν εὐφροσύνῃ ἀνέδραμες. Διὸ Πάρος καὶ Ἰκαρία, σὺν τῇ ἐνεγκαμένῃ σε Λέσβῳ, χορεύουσι τῇ δόξῃ σου, τὴν σὴν προστασίαν ἐκδεχόμεναι· νῦν δίδου ἀεί, πιστῶς τελούσαις τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Λέσβου θεῖος βλαστός, τῆς Πάρου τὸ κλέος, Ἰκαρίας ὁ πλουτισμός, χαίροις ἡ Ἀγγέλων, ζηλώσασα τὸν βίον, Ὁσία Θεοκτίστη ἀξιοθαύμαστε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου