Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 7. ΑΓΙΑ ΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΣ Ζ΄!!
ΘΕΣΣΑΛΟΝΙΚΗ  ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Φωτὶ λαμπρυνθεῖσα θεϊκῷ, πατρικὴν δυσσέβειαν, οἷάπερ σκότος κατέλιπες, καὶ νύμφη ἄφθορος, τοῦ Χριστοῦ ἐδείχθης, ὑπὲρ οὗ καὶ ἤθλησας, σεμνὴ Θεσσαλονίκη στεῤῥότατα· διὸ δεδόξασαι, ἀφθαρσίας διαδήματι, καὶ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πατρὸς ἐνεγκοῦσα τὸν θυμόν, ἀκλινεῖ φρονήματι, Θεσσαλονίκη πανθαύμαστε, σαρκὸς τὴν γύμνωσιν, ἔφερες ἀνδρείως, καὶ πληγὰς καὶ μάστιγας, καὶ χαίρουσα Χριστῷ ἀνελήλυθας, καλῶς τελέσασα, τὸν ἀγῶνα τῆς ἀθλήσεως, καὶ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων σε.

Σὺν σοὶ ἠγωνίσαντον στεῤῥῶς, τῇ ῥοπῇ τῇ ἄνωθεν, Θεσσαλονίκη θεόσοφε, οἱ θεῖοι Μάρτυρες, Αὖκτος καὶ Ταυρίων, καὶ Χριστὸν ἐδόξασαν· μεθ’ ὧν τῆς ἄνω δόξης μετέχουσα, ὁμοῦ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πᾶσαν καταλέλοιπας, τὴν τοῦ πατρὸς περηφάνειαν, καὶ τῆς πλάνης τὴν ζόφωσιν, καὶ Χριστοῦ προσέδραμες, τῷ φωτὶ προθύμως, ἔρωτι τρωθεῖσα, τούτου τῷ θείῳ τὴν ψυχήν, Θεσσαλονίκη ἀξιοθαύμαστε· διό σε μακαρίζομεν, ὡς Ἀθληφόρον ἀήττητον, καὶ ἀπαύστως πρεσβεύουσαν, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Νύμφη ἀδιάφθορος, Θεσσαλονίκη πανεύφημε, τοῦ Χριστοῦ ἐχρημάτισας, παρθενίας κάλλεσι, καθωραϊσμένη, καὶ Μαρτύρων δόξῃ, κεκοσμημένη εὐπρεπῶς, καὶ πρὸς νυμφῶνα τούτου τὸν ἄφθαρτον, ἀνέδραμες τὰ ἔπαθλα, κομιζομένη τῶν πόνων σου, καὶ ἀπαύστως πρεσβεύουσα, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Σώματος τὴν γύμνωσιν, διὰ Χριστὸν τὸν νυμφίον σου, καὶ πληγὰς ὑπομείνασα, ἔφερες στεῤῥότατα, τὴν ὑπερορίαν, ὦ Θεσσαλονίκη· ὅθεν καὶ Αὖκτος ὁ κλεινός, σὺν τῷ Ταυρίωνι κοινωνήσαντες, τῶν θείων παλαισμάτων σου, μετὰ σοῦ χαίροντες ἤθλησαν, καὶ ὁμοῦ ἠξιώθτε, τῆς ἀλήκτου λαμπρότητος.
Δόξα. Ἦχος β΄.
Ὑπεραρθεῖσα τῶν γηΐνων, ὡς ἐδέξω τὴν γνῶσιν τῆς πίστεως, σεαυτὴν τῷ Σωτῆρι ἀνέθηκας, Θεσσαλονίκη θεόφρον, καὶ τῇ ἀγάπῃ Αὐτοῦ, τὴν ζωὴν ῥυθμίζουσα, πατρικῆς ἠλογήσας σχέσεως, καὶ τῆς εὐσεβείας ἐδέξω τὸ γυμνάσιον, εὐτονωτέρα γὰρ ὤφθης, ἀπειλῶν καὶ ἀλγηδόνων, καὶ κατ’ ἐχθρῶν τὸ κράτος ἐκτήσω, σὺν Αὖκτῳ καὶ Ταυρίωνι, συναθλητὰς γὰρ τούτους ἔσχηκας, ἐν τῷ τῆς ἀθλήσεως σκάμματι· μεθ’ ὧν καὶ δοξασθεῖσα, σὺν αὐτοῖς πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Τῆς ἀληθείας τὴν χάριν, ἐνδεδυμένη σεμνή, τὴν τοῦ ψεύδους ἀπεβάλου πλάνην, καὶ τῶν γεηρῶν ἐβδελύξω τὸν πόθον, ὅλῃ ψυχῇ Χριστῷ προσελθοῦσα, καὶ τὰ στίγματα Αὐτοῦ, τῇ σαρκί σου βαστάσασα, ἀθλητικῶν χαρίτων σκεῦος ὤφθης, ὑπὲρ αὐτοῦ καλῶς ἀθλήσασα· ἀλλ’ ὦ Θεσσαλονίκη μακαρία, τῆς αἰωνίου μακαριότητος μέτοχε, καὶ τῆς ἀφράστου δόξης κοινωνέ, ἀδιαλείπτως ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Ἦχος β΄.
Γυναικείαν ἀποῤῥίψασα ἀσθένειαν, πρὸς μαρτυρικοὺς ἀπεδύσω ἀγῶνας, ἀνδρειοτάτῃ ψυχῇ, Θεσσαλονίκη θεόληπτε, πατρικῆς γὰρ ἀσεβείας, ἀπεκρούσω τὴν ὁρμήν, ἐρηρεισμένη τῇ Χριστοῦ ἀγαπήσει, καὶ ἀνωτέρα ποινῶν καὶ μαστίγων ὀφθεῖσα, τοῖς πᾶσιν ὑπέδειξας, τὴν ἐν σοὶ λαμπρότητα· ὅθεν Χριστὸς δεδόξασται, τοῖς στεῤῥοῖς σου ἄθλοις, καὶ ὁ τὴν Εὔαν πτερνίσας ὄφις, πέπτωκεν ἡττηθείς, πιστῶν δὲ συστήματα ἑορτάζουσι τὴν μνήμην σου.

Ἦχος γ΄.
Νυμφευθῆναι ἑλομένη τῷ Χριστῷ, τὴν τῶν προσηκόντων κοινωνίαν ἠρνήσω, τὰ ἄνω ποθοῦσα καὶ ζητοῦσα, Θεσσαλονίκη παμμακάριστε, καὶ μαρτυρικοῖς ὡραιωθεῖσα ἀγῶσι, καὶ ἐξορίας ἐνεγκοῦσαν τὴν κάκωσιν, λαμπαδηφόρος ἀνέδραμες, πρὸς τὸν νυμφῶνα τῆς ζωῆς, οἷα παρθένος ἐκλεκτή, καὶ Μάρτυς ἀήττητος. Καὶ νῦν τοῦ σοῦ νυμφίου Χριστοῦ, τὸ κάλλος ὁρῶσα, δυσμορφίας παθῶν λύτρωσαι, τοὺς γεραίροντας τοὺς ἄθλους σου.

Δόξα. Ἦχος δ΄.
Τὴν τριστέλεχον τῶν Μαρτύρων χορείαν, Θεσσαλονίκην τὴν θεόφρονα, σὺν Αὔκτῳ καὶ Ταυρίωνι, μαρτυρικοῖς ἐπαίνοις καὶ ᾄσμασιν, εὐσεβῶς ἀναδήσωμεν, ἐν μιᾷ γὰρ καρδίᾳ νουνεχῶς βουλευσάμενοι, τὸ τῆς ἀθλήσεως ὑπῆλθον στάδιον, καὶ τῆς εὐσεβείας τὸ μέγα μυστήριον, εὐθαρσῶς κηρύξαντες, ἐπαξίων ἐπάθλων, παρὰ τοῦ ἀθλοθέτου Σωτῆρος, ἐν οὐρανοῖς ἠξιώθησαν· ᾧ καὶ πρεσβεύουσιν ἐν παῤῥησίᾳ, δοῦναι ἡμῖν ἱλασμὸν πταισμάτων, καὶ πάσης ἀνάγκης, καὶ περιστάσεως λύτρωσιν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐν ταῖς αὔλαξι σεμνή, τῆς ψυχῆς ἐδέξω τὸν σπόρον, τῆς θείας πίστεως, τότε ἀναβλάστησας καρπὸν ἡδύτατον, εὐσεβείας λαμπρότητα, καὶ οἶα εὐώδη, ἄνθη τῆς ἀθλήσεως, τὰ κατορθώματα· ὅθεν, ὡς Χριστοῦ Ἀθληφόρον, σὲ Θεσσαλονίκη τιμῶμεν, τὴν σὴν ἐκδεχόμενοι ἀντίληψιν.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅτε, ὁ τοκεύς σου ἀπηνῶς, συνεχόμενος ζόφῳ, σὲ κατῃκίζετο, τότε ὡς ἀσώματος, τὰς τῶν βουνεύρων πληγάς, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπέστης ἀνδρείως, τὸν Χριστὸν δοξάζουσα, Θεσσαλονίκη σεμνή· ὅθεν, τὸν ἐχθρὸν καθελοῦσα, ἐκ τῆς χαλεπῆς ἐξορίας, πρὸς Χριστοῦ τὸ φῶς χαίρουσα ἔδραμες.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Αὖκτος καὶ Ταυρίων οἱ στεῤῥοί, ἀδελφὰ φρονοῦντές σοι Μάρτυς σὺν σοὶ ἐνήθλησαν, καὶ Χριστὸν ἐδόξασαν Θεσσαλονίκη σεμνή, μεθ’ ὧν νῦν ἀπολαύουσα, τῆς ἄνω εὐκλείας, σὺν αὐτοῖς ἱκέτευε, τὸν πάντων Κύριον, δοῦναι ἱλασμὸν καὶ εἰρήνην, καὶ παθῶν παντοίων τὴν λύσιν, τοῖς ὑμᾶς συμφώνως μακαρίζουσι.

Δόξα. Ἦχος πλ. δ΄.
Μαρτυρικῇ ἐνστάσει, τὴν φυσικὴν ὑπεριδοῦσα ἀσθένειαν, ἀθλητικῶς ἠνδραγάθησας, Θεσσαλονίκη παμμακάριστε, τὸν γὰρ ἀρχαῖον πτερνιστήν, τοῖς σοῖς ποσὶ κατεπάτησας, ἐν πολλῇ φρονήσει καὶ ἀνδρείᾳ ψυχῆς, καὶ τὸν δρόμον τελέσασα, τὸν καρπὸν τῆς ζωῆς, ἐπιτηδείας ἐδρέψω, θεωθεῖσα κατὰ μέθεξιν. Καὶ νῦν σὺν τοῖς συνάθλοις, Αὔκτῳ καὶ Ταυρίωνι, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.








Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τῷ φέγγει τὸν νοῦν λαμπρύνουσα, παρθενομάρτυς θεόφρον, Θεσσαλονίκη σεμνή, ἠγωνίσω ἀνδρικῶς πόνοις ἀθλήσεως, καὶ καθελοῦσα τὸν ἐχθρόν, ἐκομίσω ἐκ Χριστοῦ, τὸ στέφος τῆς ἀφθαρσίας, ἐκδυσωποῦσα ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Τῶν τριῶν. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστοῦ τὴν λαμπρότητα ἐπιποθοῦσα σοφῶς, ἀθλήσει ἐξέλαμψας Θεσσαλονίκη σεμνή, ῥωσθεῖσα τῷ πνεύματι· Αὖκτος δὲ καὶ Ταυρίων, ὡς Χριστοῦ στραιτῶται, ὤφθησαν κοινωνοί σοι, τῶν ἀγώνων καὶ δόξης, μεθ’ ὧν ἀεὶ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν πλοῦτον τὸν φθαρτόν, καὶ εὐμάραντον δόξαν, καὶ σχέσιν τοῦ πατρός, καὶ τὴν πλάνην λιποῦσα, θυγάτηρ περιδέξιος, καὶ ἀμνὰς καλλιπάρθενος, ἐναθλήσασα, Θεσσαλονίκη θεόφρον, ἀναδέδειξαι, τοῦ Βασιλέως τῆς δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀφράστως τὸν Χριστόν, τὸν Θεὸν τῶν ἁπάντων, κυήσασα ἁγνή, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν κόσμον ἐκλυτρούμενον, τῆς ἀρᾶς τοῦ προπάτορος, ἀπολύτρωσαι, τῆς τοῦ ἐχθροῦ τυραννίδος, τὴν καρδίαν μου, καὶ δίδου ταύτῃ Παρθένε, ἀξίαν μετάνοιαν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην κατέλιπες ἀπεριτρέπτῳ νοΐ, καὶ ἔστης ἀκλόνητος ταῖς τοῦ πατρὸς ἀπειλαῖς, Θεσσαλονίκη ἔνδοξε· ὅθεν ξεσμοὺς καὶ πόνους, σταθερῶς ἐνεγκοῦσα, ἤρθης ἐν εὐφροσύνῃ, πρὸς τὴν ἄπονον λῆξιν, καὶ νῦν τῆς τοῦ Νυμφίου σου, τρυφᾷς ὡραιότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν λόγον τὸν σύνθρονον τοῦ προανάρχου Πατρός, τεκοῦσα ἐν σώματι ἀναλλοιώτως ἁγνή, γενόμενον ἄνθρωπον, ῥῦσαί με ἀλογίας, τῶν παθῶν τῆς κακίας, δίδου δὲ τῇ ψυχῇ μου, κατανύξεως ῥεῖθρον, ὡς ἂν τῆς ἁμαρτίας, ἐκπλύνω τὸν βόρβορον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Θεσσαλονίκης τοὺς ἁγίους ἀγῶνας, ἀνευφημήσωμεν πιστῶν αἱ χορεῖαι, καὶ σὺν αὐτῇ συμφώνως μακαρίσωμεν, Αὖκτον καὶ Ταυρίωνα, τοὺς Χριστοῦ στρατιώτας, στράτευμα ὀλέθριον, τοῦ ἐχθροῦ καθελόντας, καὶ γὰρ ὁμοῦ πρεσβεύουσι Χριστῷ, πᾶσι δοθῆναι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, σώσαντα κόσμον τῆς ἀρχαίας κατάρας, Θεογεννῆτορ Κόρη ἀειπάρθενε, τοῦτον καθικέτευε, μητρικῇ παῤῥησίᾳ, ῥύεσθαι τοῦ ὄφεως, τῶν πικρῶν σοφισμάτων, καὶ τῶν ἐν βίῳ θλίψεων ἀεί, τοὺς ἀνυμνοῦντας, τὴν δόξαν Σου ἄχραντε.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς τῶν φθαρτῶν εὐκληρίας σαὐτὴν μακρύνασα, τῆς τοῦ Χριστοῦ Βασιλείας, κοινωνὸς ἐγένου, ἀθλητικῶς ἀριστεύσασα, Θεσσαλονίκη πανεύφημε, τοῦ γὰρ πόθου τὴν πλήρωσιν εὕρηκας, μυστικῶς Χριστῷ συναφθεῖσα, ἐν τῷ νυμφῶνι τῆς ἀλήκτου ζωῆς. πρέσβευε δεόμεθα μακαρία, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Θεσσαλονίκῃ, μέλισμα πλέκω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Θείῳ αὐγαζομένη, Θεσσαλονίκη φωτί, τὴν ἀχλὺν τοῦ νοός μου διάλυσον πρεσβείαις σου, καὶ λόγον μοι δώρησαι, ἀνυμνῆσαι ᾄσμασι, τὴν ἁγίαν μνήμην σου ἔνδοξε.
Ἔλειπες τὴν πατρώαν, ἀπάτην ὁλοσχερῶς, τοῦ Χριστοῦ πτερωθεῖσα τῇ ἀγαπήσει πάνσεμνε, καὶ Αὐτοῦ τὸ ὄνομα, εὐθαρσῶς ἐκήρυξας, μαρτυρίου πόνους ἐνέγκασα.
Σώματος οὐκ ἐφείσω, Θεσσαλονίκη τοῦ σοῦ, ἀλλὰ δέδωκας τοῦτο αἰκίζεσθαι ταῖς μάστιξι, διὰ πόθον ἔνθεον, καὶ ἐχθροῦ συνέτριψας, Θεσσαλονίκη τὰ μηχανήματα.
Θεοτοκίον.
Σάρκα ἔμψυχον Κόρη, καὶ ἔννουν ἐκ Σοῦ λαβών, ὁ ἀσώματος Λόγος σωματικῶς ὡμίλησε, τῷ κόσμῳ δι’ ἔλεος, καὶ ἡμᾶς ἐῤῥύσατο, ἀλογίας τῆς παραβάσεως.











ᾨδὴ γ’. Ὁ πήξας ἐπ’ οὐδενός.
Αἰκίας ὀδυνηράς, πληγάς τε καὶ μάστιγας, ὁ γεννήτωρ Μάρτυς ὁ σὸς προσῆγέ σοι, ἀλλ’ ἐνατενίζουσα Χριστῷ, ἔφερες ἀνενδότως, Θεσσαλονίκη τὰ ἐπίπονα, ἐνδυναμουμένη τῷ πνεύματι.
Λαμπρύνασα τὴν ψυχήν, ἀκτῖσι τῆς χάριτος, ἀπροσκόπτως ὥδευσας τὴν εἰσάγουσαν, πρὸς τὴν Βασιλείαν οὐρανῶν, τρίβον τοῦ μαρτυρίου, Θεσσαλονίκη καὶ ἐσκήνωσας, ἔνθα φῶς ὑπάρχει τὸ ἄδυτον.
Ὁ νοῦς σου καταυγασθείς, ἀγάπῃ τῇ κρείττονι, κοσμικὴν κατέλιπεν ἀμαυρότητα· ἔνθεν ἠγωνίσω ἀνδρικῶς, κατὰ τῆς δυσσεβείας, Θεσσαλονίκη καὶ νενίκηκας, τὰ τοῦ πονηροῦ μηχανήματα.
Θεοτοκίον.
Νεκρόν με τοῦ πονηροῦ, ἡ πλάνη εἰργάσατο, γεύσει τῆς ἁμαρτίας νοΐ ἀγνώμονι· ἀλλ’ ὡς Μήτηρ οὖσα τῆς ζωῆς, ἔγειρον τὴν ψυχήν μου, Θεογεννῆτορ πανάχραντε, ἵνα κατὰ χρέος δοξάζω Σε.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Γυναικείᾳ ἐν φύσει τὸν ἐπαιρόμενον, καθ’ ἡμῶν πολυτρόπως Θεσσαλονίκη σεμνή, κατηκόντισας ἐχθρὸν πόνοις ἀθλήσεως, ὅτι στεῤῥότητι πολλῇ, καὶ ἀνδρείᾳ ψυχικῇ, διήνυσας τοὺς ἀγῶνας, καὶ κληρονόμος ἐγένου, τῆς ἐν Χριστῷ μακαριότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθεὶς Θεοτόκε ἐκ τῶν αἱμάτων Σου, ὁ ὑπερούσιος Λόγος τοῦ προανάρχου Πατρός, τὴν φθαρεῖσαν τῶν βροτῶν φύσιν ἐκαίνισε, καὶ ἐπανήγαγεν ἡμᾶς, πρὸς τὴν ἀρχαίαν καλλονήν, ὁ μόνος παντελεήμων· διό Σε δοξολογοῦμεν, ὡς σωτηρίας ἡμῶν πρόξενον.

ᾨδὴ δ’. Τὴν θείαν ἐννοήσας σου.
Ἰδὼν τῆς σῆς ψυχῆς τὸ ἀνένδοτον, ὁ σὸς γεννήτωρ χαλεπῇ, ὑπερορίᾳ ἐκπέμπει σε, Θεσσαλονίκη θεόφρον, ἐν ᾗ τὸν σὸν ἀγῶνα ἐτέλεσας.
Καθεῖλες τοῦ βελίαρ τὸ φρύαγμα, ξεσμοὺς ἐνέγκασα στεῤῥῶς, καὶ μαστιγώσεις τοῦ σώματος, ὥσπερ ἀσώματος Μάρτυς, τῷ πόθῳ τετρωμένη τοῦ κτίσαντος.
Ἡ νύμφη τοῦ Χριστοῦ ἡ περίδοξος, Θεσσαλονίκη ἡ σεμνή, ἡ ἀνδρικῶς ἀριστεύσασα, ἀνευφημείσθω συμφώνως, σὺν Αὔκτῳ καὶ τῷ θείῳ Ταυρίωνι.
Θεοτοκίον.
Μαρία Θεοτόκε πανάχραντε, τὴν μολυνθεῖσάν μου ψυχήν, τοῖς λοισμοῖς τοῦ ἀλάστορος, πλῦνον τῇ Σῇ εὐσπλαγχνίᾳ, καὶ δεῖξόν με χιόνος λευκότερον.




ᾨδὴ ε’. Ὁ ἀναβαλλόμενος.
Ἔχουσα τὴν δύναμιν, τὴν τοῦ Νυμφίου σου, ἐνδυναμοῦσαν τὸ ἀσθενές σου, ἀνδρικὰ διήνυσας, Μάρτυς Ἀθληφόρε, ὑπερφυῶς παλαίσματα.
Λάμψεσι τοῦ πνεύματος, σκότος παρέδραμες, Θεσσαλονίκ τῶν ἀλγηδόνων, καὶ πρὸς φῶς ἀνέδραμες, κατηγλαϊσμένη, θεόφρον τοῦ Νυμφίου σου.
Ἴσχυσαν φιλάνθρωπε, πάσας τοῦ δράκοντος, καταπαλαῖσαι μηχανουργίας, σθένει σου ῥωννύμενοι, ἡ Θεσσαλονίκη, σὺν Αὔκτῳ καὶ Ταυρίωνι.
Θεοτοκίον.
Σῶσόν με πανάμωμε, τῆς τοῦ ἀλάστορος, δεινῆς μανίας καὶ κακουργίας, καὶ τὸν νοῦν μου φώτισον, τὸν ἐσκοτισμένον, ποιεῖν Χριστοῦ τὸ θέλημα.

ᾨδὴ στ’. Μαινομένην κλύδωνι.
Μαινομένην ᾔσχυνας, τοῦ πατρός σου ἄσχετον ὁρμήν, καὶ Χριστοῦ τὸ ὄνομα ἐκήρυξας, γνώμῃ στεῤῥᾷ, Θεσσαλονίκη πανθαύμαστε.
Αἵμασιν ἐφοίνιξας, τῆς ψυχῆς σου Μάρτυς τὴν στολήν, καὶ καθάπερ νύμφη προσενήνεξαι, περιφανής, Χριστῷ νομίμως ἀθλήσασα.
Πόνοις τῆς ἀθλήσεως, πρὸς τὴν ἄνω ἄπονον ζωήν, Αὖκτος καὶ Ταυρίων μετηνέχθησαν, Θεσσαλονίκη γηθόμενοι.
Θεοτοκίον.
Λῦσον τῶν πταισμάτων μου, Θεοτόκε ζόφον χαλεπόν, καὶ πρὸς μετανοίας φῶς με ἴθυνον, ὡς ἂν ἐχθροῦ, ἐκφύγω πᾶσαν ἐπήρειαν.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἀθλήσει σήμερον, μεγαλυνθεῖσα, πρὸς Χριστὸν ἀνέδραμες, Θεσσαλονίκη ἐν χαρᾷ, καὶ ἀφθαρσίας τὸν στέφανον, παρὰ Κυρίου ἀξίως ἀπείληφας.
Ὁ Οἶκος.
Ἐξ ἀκανθώδους ῥίζης φυεῖσα, ὡς ἄνθος πανευῶδες Ἁγία, τὴν πατρικὴν ἀσέβειαν ἐμίσησας, καὶ εὐσεβείας τῷ φωτὶ προσεπέλασας, ἀποστᾶσα γεηρῶν, φρονημάτων καὶ παθῶν, καὶ τοῦ Νυμφίου Χριστοῦ πτερωθεῖσα τῷ ἔρωτι, ὅλον τὸν πόθον καὶ τὴν ῥοπὴν τοῦ νοός, πρὸς αὐτὸν ἀνέτεινας, καὶ τὴν κατὰ σοῦ τοῦ πατρὸς μανίαν, ὡς ὄναρ λελόγισαι, ἀῤῥενωθεῖσα τῷ φρονήματι, τῇ ἑνώσει τοῦ κρείττονος, καὶ ξεσμῶν ἀλγηδόνας, καὶ ἐξορίαν ὑποστᾶσα, τὸν τῆς ἀθλήσεως ἀγῶνα νομίμως διήνυσας, Θεσσαλονίκη σεμνή, καὶ ἀφθαρσίας τὸν στέφανον, παρὰ Κυρίου ἀξίως ἀπείληφας.



Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Αὔκτου, Ταυρίωνος, καὶ Θεσσαλονίκης.
Ἐφεῦρον Αὖκτος, Ταυρίων εὐκτὸν τέλος,
Ξίφει τμηθέντες, οἷα ταῦροι Κυρίου.
Φυγὴν κατακριθεῖσα πατρῴου πέδου,
Πέδον χλόης ᾤκησε Θεσσαλονίκη.
Οὗτοι ἤθλησαν ἐν Ἀμφιπόλει τῆς Μακεδονίας. Καὶ ἡ μὲν Θεσσαλονίκη, θυγάτηρ ἧν Κλέωνος τινός, ἱερέων τῶν εἰδώλων, ἀνδρὸς περιφανοῦς τὸν βίον, καὶ πλούτῳ κομῶντος. Ἀλλὰ ταῦτα τὴν παῖδα οὐκ ἐχαύνωσαν, οὐδὲ τῆς τῶν Χριστιανῶν ἀπέστησαν πίστεως. Πολλὰ γὰρ αὐτὴν λιπαρήσας ὁ ταύτης πατήρ, οὐδὲν ἤνυσε. Διὰ τοῦτο γυμνωθεῖσα, ὠμοῖς δέρμασι τύπτεται ὑπὸ τεσσάρων, καὶ τὰς πλευρὰς θλᾶται, καὶ ἀλλοτριωθεῖσα τῶν προσόντων αὐτῇ πάντων, ὑπερόριος γίνεται. Καὶ τὸν Χριστὸν μὴ παυσαμένη ὁμολογεῖν, ἐν αὐτῇ τῇ ὑπερορίᾳ τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.
Αὗκτος καὶ Ταυρίων, πολλὰ κατειπόντες τοῦ βαρβάρου ἐκείνου καὶ ὠμοτάτου, διαβάλλονται παρ’ αὐτοῦ πρὸς Θορύβιον ὑπατικὸν ὡς Χριστιανοί. Καὶ αὐτίκα τοὺς χιτῶνας ἐκδυθέντες, τύπτονται ῥάβδοις, καὶ λίθοις βάλλονται, καὶ καμίνῳ σφοδρῶς ἐκκαυθείσῃ ἐναποῤῥίπτονται. Καὶ ἀβλαβεῖς ἐξελθόντες, τοξεύονται συχνοτέρως. Καὶ ὡς διέμειναν ἄτρωτοι, ἐν τῇ παρακειμένῃ ἐκεῖσε λίμνῃ ἐναποῤῥίπτονται, ἀλλὰ καὶ πάλιν θείᾳ ῥοπῇ ἐπὶ τὴν ξηρὰν διεσώθησαν. Ὁ δὲ τύραννος ἀπορίᾳ κατασχεθείς, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι ἐκέλευσεν. Οὗ γενομένου, τέλος εὕραντο τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαζάρου τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει ἀσκήσαντος.
Ἑτοίμασον τὸν κόλπον, Ἀβραὰμ Πάτερ,
Οὐχ ὑστεροῦντι Λαζάρῳ σοῦ Λαζάρου.
Οὗτος κατήγετο ἀπὸ τὴν γῆν τῆς Ἀσίας ἀπὸ ἕνα χωρίον, τὸ ὁποῖον εὑρίσκεται πλησίον τῆς Μαγνησίας, ἐν ἔτει ᾳλ΄ (1030). Ὅτε δὲ ἔμελλε νὰ γεννηθῇ ἔκαμεν ὁ Θεὸς νὰ φανῇ ἀπὸ τὸν οὐρανὸν φῶς θεῖον, τὸ ὁποῖον ἐγέμισεν ὅλον τὸν γονικόν του οἶκον, καὶ ἀπὸ τοῦ ὁποίου τὴν ἔλλαμψιν ἐφοβήθησαν αἱ συνηθροισμέναι γυναῖκες καὶ ἔφυγον ἔξω, καὶ ἔμεινε μόνη ἡ μήτηρ. Ὅτε δὲ τὸ βρέφος ἐγεννήθη, ὦ τοῦ θαύματος, ἐστάθη εὐθὺς ὄρθιον καὶ προσηυχήθη κατ’ ἀνατολάς, ἔχον τὰς χεῖράς του ἀκουμβημένας εὐτάκτως ἐπάνω εἰς στὸ στῆθος, ἐπρομήνυε δὲ ὁ Θεὸς διὰ τούτων τὴν καθαρότητα τοῦ Ὁσίου καὶ τὴν δεκτικὴν ἐπιτηδειότητα, ἣν εἶχεν ἡ ψυχή του εἰς τὰς θείας ἐλλάμψεις. Ὅταν δὲ ἔγινε πέντε χρόνων παρεδόθη εἰς ἕνα παιδαγωγόν, διὰ νὰ μάθῃ τὰ ἱερὰ γράμματα, καὶ εἰς ὀλίγον καιρόν, ὑπερέβαλεν ὅλα τὰ ἄλλα παιδία. Ὅθεν ἀπὸ ὅλους ἐγκωμιάζετο ἡ εὐφυΐα του, μάλιστα δὲ ἡ πραότης αὐτοῦ καὶ ταπείνωσις, καὶ ἡ προθυμία καὶ σπουδὴ ἣν εἶχεν εἰς τὰς ἐν τῇ ἐκκλησίᾳ ἀκολουθίας καὶ προσευχάς. Καὶ πρὸ τούτοις ἐθαυμάζετο ἡ πρὸς τοὺς πτωχοὺς φιλανθρωπία καὶ συμπάθεια καὶ ἱλαρότης, τὴν ὁποίαν εἶχεν ὁ Ὅσιος ἐκ νεαρᾶς ἡλικίας.
Τόσην δὲ πολλὴν ἐπιμέλειαν καὶ σπουδὴν ἐδείκνυεν εἰς τὴν ἐλεημοσύνην ὁ τρισόλβιος, ὥστε εἰς ὀλίγον καιρόν, εὐκέρωσε τὰ χρήματα τοῦ διδασκάλου του καὶ τὰ ἔδωκεν εἰς τὰ χεῖρας τῶν πτωχῶν. Διὰ τοῦτο καὶ ἐλάμβανεν ἀπὸ ἐκεῖνον πολλοὺς δαρμούς, ὅμως αὐτὸς πάλιν δὲν ἔπαυε ἀπὸ τὸ νὰ ἐλεῇ. Μόλις δὲ καὶ μετὰ βίας στοχασθεὶς ὁ διδάσκαλός του τὴν παρ’ ἡλικίαν σύνεσιν καὶ φρόνησιν τοῦ παιδίου, μετεχειρίζετο αὐτὸν εἰς τὸ ἑξῆς ὡς διδάσκαλον. Ὅτε δὲ ὁ νέος ἔφθασεν εἰς τὴν ἡλικίαν ἔλαβε θεῖον ἔρωτα εἰς τὴν ψυχήν του διὰ νὰ ὑπάγῃ εἰς Ἱεροσόλυμα νὰ ἱστορήσῃ τοὺς ἱεροὺς τόπους, τοὺς ὁποίους ὁ Κύριος μετὰ σαρκὸς ἐπεριπάτησε. Καὶ τυχὼν τοῦ ποθουμένου, ἔγινε προσκυνητὴς τοῦ Ζωοποιοῦ Τάφου καὶ τῶν ἄλλων σεβασμίων τόπων, ἔπειτα ὑπῆγεν εἰς τὴν Μονὴν τοῦ Ἡγιασμένου Σάββα καὶ ἐδέχθη παρὰ τῶν ἐκεῖσε Πατέρων.  Ἐκεῖ δὲ φορέσας τὸ ἱερὸν σχῆμα τῶν μοναχῶν, ὑπηρέτησεν ἀόκνως εἰς τὴν ἐπιμέλειαν καὶ εὐπρέπειαν τοῦ θείου ναοῦ εἰς χρόνους ὁλοκλήρους δέκα, ὅθεν εἰς ὀλίγον καιρὸν ὑπερέβαλεν ὅλους τοὺς ἄλλους ἀδελφοὺς κατὰ τὴν ὑποταγὴν καὶ τὰς ἄλλας ἀρετάς. Καὶ διὰ τοῦτο ἔλαβε χωρὶς νὰ τὸ θέλῃ τὸ χάρισμα τῆς ἱερωσύνης ἀπὸ τὸν τότε Πατριάρχην τῶν Ἱεροσολύμων.
 Ἐπειδὴ δὲ ἐπεθύμει περισσότερον ἡσυχίαν, κατὰ τὸν καιρὸν τῆς Μεγάλης Τεσσαρακοστῆς, ἐξήρχετο τοῦ μοναστηρίου καὶ ὑπήγαινεν εἰς τὸ βαθύτερον βουνόν, χωρὶς νὰ ἔχῃ μαζί του ἄλλο τι παρὰ μόνον τὸ σῶμά του, ἐκεῖ δὲ εὑρισκόμενος ἔτρωγε μὲν ἀπὸ τὰ χόρτα τῆς ἐρήμου, ἔπινε δὲ ὡς πόμα γλυκύτατον τὸ ἁπλοῦν νερόν, καὶ οὐδὲν ἀπὸ αὐτὸ ἐχόρταινεν ὁ μακάριος, ἀλλὰ τόσον μόνον ἔπινεν, ὅσο νὰ ζῇ καὶ νὰ μὴν ἀποκάμνῃ, εἰς τὰς ὁλονυκτίους στάσεις καὶ ἀγρυπνίας. Περιπατὼν δέ ποτε μόνος εἰς τὸ βουνόν, ἀκούει θεϊκὴν φωνήν, ἡ ὁποία τρὶς ἐφώναξε αὐτὸν ἐξ ὀνόματος λέγουσα: Λάζαρε, Λάζαρε, πρέπει νὰ γυρίσῃς πάλιν εἰς τὴν πατρίδα σου. Ὅθεν ἀναγγείλας τὴν φωνὴν ταύτην καὶ εἰς τοὺς ἄλλους ἀσκητάς, καὶ παρακινηθεὶς ἀπὸ αὐτοὺς νὰ γυρίσῃ εἰς τὴν πατρίδα του, ἤρχισε νὰ περιπατῇ εἰς τὴν ὁδόν. Περιπατοῦντος δὲ τοῦ Ἁγίου, δὲν ὑπέφερεν ὁ δόλιος διάβολος τὴν νίκην ἣν ἔπαθεν ἀπὸ αὐτόν, ὅθεν ἐφόβιζεν αὐτὸν μὲ διάφορα φαντάσματα, διότι φαινόμενος ἔμπροσθεν ὡς σκύλος, ἠνώχλει τὸν Ἅγιον ὁμοῦ μὲ τοὺς ἄλλους σκύλους τῶν κατὰ τὴν ὁδὸν χωρίων, καὶ οὕτως ἐμπόδιζεν αὐτὸν ἀπὸ τὸν δρόμον του, ἀλλ’ οὔτε ἄφινεν αὐτὸν νὰ σταθῇ, διὰ νὰ βάλῃ ὀλίγον ψωμίον εἰς τὸ στόμα του. Ὁ Ἅγιος ὅμως μὲ τὴν θείαν δύναμιν διέλυε τὰς μηχανὰς ἐκείνου καὶ ἐνέδρας. Ὅταν δὲ ἔφθασεν εἰς τὴν πατρίδα του κατώκησεν εἰς τὸν εὐκτήριον οἶκον ἐκεῖνον, ὅπου πρότερον ἐδιδάχθη τὰ ἱερὰ γράμματα, ὅτε ἦτο παιδίον, ἐπειδὴ δὲ ἐγνωρίσθη ἀπὸ τὴν μητέρα του, διὰ τοῦτο καὶ αὐτὸς μὴ θέλων ἐφανερώθη εἰς αὐτήν. Ἔπειτα, θερμανθεὶς περισσότερον ἀπὸ τὴν ἐπιθυμητήν του ἡσυχίαν, ἀναβαίνει εἰς τὸ ἐκεῖ ἀντίκρυ εὑρισκόμενον βουνόν, τὸ καλούμενον Γαλλήσιον, τὸ ὁποῖον ἦτον ἄβατον καὶ ἀκατοίκητον. Εἰς τοῦτο λοιπὸν ὁ Ὅσιος εὑρισκόμενος, πολλοὺς πειρασμοὺς καὶ ἐνοχλήσεις ὑπέφερεν ἀπὸ τοὺς δαίμονας.
Μίαν φοράν, ἐνῶ ὁ Ἅγιος προσηύχετο κατὰ τὸ μεσονύκτιον, εἶδεν ἕνα στύλον πύρινον, ὁ ὁποῖος ἔφθανεν ἀπὸ τὴν γῆν ἕως εἰς τὸν οὐρανόν. Εἶδε δὲ καὶ πλῆθος Ἀγγέλων, οἱ ὁποῖοι ἔψαλλον μὲ λιγυράν, καὶ γλυκεῖαν φωνήν, τὰ λόγια ταῦτα: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ. Εἰς ἐκεῖνον λοιπὸν τὸν τόπον, ὅπου ἐστέκετο ὁ πύρινος στύλος ἔκτισεν ὁ Ἅγιος ναὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου, τὰ δὲ ἔξοδα τῆς οἰκοδομῆς ἐστέλλοντο πλουσιοπαρόχως ἀπὸ τὸν φιλόχριστον βασιλέα Κωνσταντῖνον τὸν Μονομάχον, ὅστις ἐβασίλευεν ἐν ἔτει ᾳμε (1045), διότι ὁ βασιλεὺς αὐτὸς εἶχε μεγάλην πίστιν καὶ εὐλάβειαν εἰς τὸν Ἅγιον, ἐπειδὴ διὰ τοῦ μαθητοῦ του προεῖπεν εἰς αὐτόν, ἐν τῇ Μελιτινῇ ἐξόριστον εὑρισκόμενον, ὅτι θὰ γίνῃ βασιλεύς. Εἰς τὰ δεξιὰ λοιπὸν μέρη τοῦ εἰρημένου ναοῦ κατασκευάσας ὁ θεῖος Λάζαρος ἕνα στύλον χωρὶς στέγην, ἀνέβη ἐπάνω εἰς αὐτὸν καὶ ἐκατοίκησε, στέγην μὲν ἔχων τὸν οὐρανόν, τρεφόμενος δὲ μὲ λάχανα ὠμὰ καὶ ὀλίγον ὕδωρ πίνων, καὶ ταῦτα μετεχειρίζετο μόνην τὴν Κυριακήν.
Ὄχι μόνο δὲ μὲ αὐτὰ ἐταλαιπώρει ἑαυτὸν ὁ τρισμακάριστος, ἀλλὰ καὶ μὲ σίδηρα ἦτον ἐζωσμένος, καὶ τὸν μὲν χειμῶνα ἐπήγνυτο ἀπὸ τὸ ψῦχος, τὸ δὲ θέρος ἐφλογίζετο ἀπὸ τὸν καῦμα, καὶ πανταχόθεν ἐκακουχεῖτο, ἀλλ’ ὅμως εἶχε σκέπην καὶ φύλακά του τὴν τὸν Θεὸν βαστάσασαν πανάχραντον Θεοτόκον. Αὕτη δηλαδὴ ἵστατο ἄνωθεν τὴς κεφαλῆς τοῦ Ὁσίου καὶ ἐδίωκεν ἀπὸ αὐτοῦ πᾶν θλιβερόν, καθὼς εἶδον αὐτὴν τινὲς ὀφθαλμοφανῶς, διὰ τοῦτο οὔτε χιών, οὔτε καῦμα προσέβαλλε τὴν κεφαλὴν τοῦ Ὁσίου. Ὅθεν ἔλαβε τὴν χάριν παρὰ Θεοῦ νὰ ἐπιτελῇ καθ’ ἑκάστην ἐξαίσια θαύματα, ἡ δὲ φήμη τῶν θαυμάτων του ἔκαμνε πολλοὺς νὰ συντρέχωσιν εἰς αὐτὸν πανταχόθεν, πολλοὶ δὲ αὐτοὺς ἀποτασσόμενοι τῷ κόσμῳ, ἐγίνοντο μοναχοί, καὶ ἔζων ὑπ’ αὐτόν, ὡς εἰς διδάσκαλον καὶ ποιμένα.
Φθάσας δὲ εἰς τὸ ἀκρότατον τῆς ἀρετῆς ἠξιώθη καὶ προφητικοῦ χαρίσματος καὶ προεγνώρισε πότε θὰ ἀποθάνῃ, ἐπειδὴ δὲ οἱ μαθηταί, καὶ τὰ κατὰ Θεὸν τέκνα του παρεκάλουν αὐτὸν θερμότατα καὶ μὲ δάκρυα ἐζήτουν νὰ μὴν ἀποθάνῃ συντόμως, ἀλλὰ νὰ μείνῃ ἀκόμη εἰς τὴν παροῦσαν ζωήν, διὰ περισσοτέραν αὐτῶν ὠφέλειαν καὶ αὔξησιν, τούτου χάριν παρεκάλεσεν ὁ Ἅγιος τὴν Κυρίαν Θεοτόκον νὰ τῷ χαρίσῃ νὰ ζήσῃ ἀκόμη δεκαπέντε χρόνους, καὶ λοιπόν, ἐπέτυχε τῆς παρακλήσεως. Ὅθεν εἶδε νὰ αὐξηθῶσιν οἱ μαθηταί του καὶ νὰ γένωσιν ἐννεακόσιοι καὶ περισσότεροι. Πλήρης λοιπὸν ἡμερῶν γενόμενος ὁ Ὅσιος καὶ ζήσας ἑβδομηκονταδύω χρόνους, ὅτε ἐτελειώθησαν οἱ χαρισθέντες εἰς αὐτὸν δεκαπέντε χρόνοι, πρὸς Κύριον εἰρηνικῶς ἐξεδήμησεν. Ὁ δὲ Θεός, καθὼς ἐδόξασε τὴν γέννησίν του, οὕτω καὶ τὸν θάνατόν του θαυμασίως ἐδόξασε. Κατέλαμψε δηλαδὴ τὸν στύλον τοῦ Ἁγίου καὶ τὰ ἔσω καὶ τὰ ἔξω μέρη αὐτοῦ μὲ θεϊκὸν καὶ οὐράνιον φῶς, ὥστε διὰ τοῦ φωτὸς ἐκείνου ἐγνώρισαν τὸ τέλος του καὶ οἱ μαθηταί του καὶ οἱ ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις διατρίβοντες ἀσκηταί. Ὅθεν ὅλος ὁ χορὸς τῶν πατέρων μὲ μεγάλην σπουδήν, καὶ ταχύτητα ἔφθασαν εἰς τὸν στύλον καὶ ἔκλαιον τὴν ὀρφανίαν αὐτῶν καὶ τὴν τοῦ τοιούτου πατρός των στέρησιν.
Ἐπειδὴ δὲ ἔμαθον ὅτι ἀπέθανεν ὁ πατὴρ αὐτῶν χωρὶς νὰ κάμῃ ἔγγραφον διαθήκην, περισσότερον ἐθρήνουν καὶ ἔκλαιον, καὶ μὲ δάκρυα καὶ ὁλολυγμούς, ταῦτα πρὸς τὸν Ἅγιον ἔλεγον: Ἐξάπαντος δὲν θέλει καταβῆ, ὦ Πάτερ, τὸ σῶμά σου ἀπὸ τὸν στύλον, οὐδὲ θέλει ἐνταφιασθῆ, ἂν δὲν ἀφήσῃς εἰς ἡμᾶς τὰ τἐκνα σου παρηγορίαν τινα καὶ διαθήκην γεγραμμένην ἀπὸ τὰς χεῖράς σου. Μάλιστα δὲ περισσότερον ἀπὸ ὅλους ἐλυπεῖτο ὁ μαθητὴς ὅστις ὑπηρέτει τὸν Ἅγιον, Γρηγόριος ὀνομαζόμενος. Καὶ λοιπόν, δεικνύει ὁ μέγας οὗτος θαῦμα ἀληθῶς μεγαλώτατον, διότι ἐνῷ ὅλοι οἱ μαθηταί, καὶ τὰ τέκνα του ἔκλαιον τριγύρω καὶ φωνὰς ἐποίουν ὀδυνηράς, ὁ ἄπνους καὶ νεκρός, ὦ τοῦ θαύματος, ἔμπνους ἐφάνη καὶ ζωντανός, διότι σηκωθεὶς καὶ καθίσας, ἔβαλε τὴν χεῖρα μέσα εἰς τὸν κόλπον του, καὶ ἐκβαλὼν ἐκεῖθεν χαρτίον ἐγχειρίζει αὐτὸ εἰς τοὺς μαθητάς του, ἔπειτα ἔπεσε πάλιν καὶ ἐφαίνετο ἄπνους καὶ νεκρός, ὡς τὸ πρότερον. Διαβάσαντες δὲ τὰ ἐν τῷ χάρτῃ γεγραμμένα οἱ μαθηταὶ ὁμοῦ μὲ θαῦμα καὶ χαράν, δὲν εὗρον εἰς τὸ τέλος τῆς διαθήκης τὴν συνήθη ὑπογραφὴν τοῦ Ἁγίου, ὅθεν πάλιν κλαίοντες πρὸς τὸν πατέρα των ἔλεγον: Ἂν ὦ Πάτερ, δὲν λάβῃ ἡ διαθήκη καὶ τὴν ὑπογραφὴν τῆς χειρός σου, ἤξευρε ὅτι καὶ ἡμεῖς ἐδῶ ὅλοι θὰ ἀποθάνωμεν. Τότε ὁ Ἅγιος, ὦ τοῦ θαύματος, ἐσηκώθη πάλιν καὶ ἔκάθισεν. Εἶτα πιάσας τὸ κονδύλιον μὲ τὴν χεῖρα, ἔγραψε τὴν ὑπογραφήν του καὶ οὕτως ἔδωκε τὴν διαθήκην ἐνυπρόγραφον εἰς τοὺς μαθητάς του. Ἔπειτα πάλιν, ἔπεσε καὶ ἐκοιμήθη, γεμίσας τὰς ψυχὰς πάντων τῶν ὁρώντων ἀπὸ θαυμασμὸν μεγαλώτατον.
Τότε λοιπὸν οἱ μαθηταί του, τιμήσαντες ἀξίως ὡς ἄξιον τὸ ἱερὸν τοῦ Ὁσίου λείψανον μὲ δοξολογίας, μὲ μῦρα καὶ μὲ λαμπάδας φωτός, ἀπεθησαύρισαν αὐτὸ ἐντὸς θήκης πολυτίμου, καὶ οὕτω τὸ ἐνεταφίασαν πλησίον εἰς τὸν στύλον, τὸ ὁποῖον καὶ μετὰ τὴν ταφὴν ἀναβλύζει διάφορα θαύματα, εἰς δόξαν τοῦ ἀληθινοῦ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων τῶν ἐν Μελιτινῇ, Ἱέρωνος καὶ τῶν λοιπῶν.
Ὢ πῶς, Ἱέρων οὐδὲν ἐξ εὐτολμίας
Ἄτολμον εἶδεν, οὐδ' ἀγενὲς πρὸς ξίφος!
Διὰ ξίφους ἀνεῖλον ἄνδρας τρὶς δέκα,
Ἄνδρες πονηροί, καὶ μίαν ξυνωρίδα.
 Οὗτοι οἱ Ἅγιοι ἤθλησαν ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων. Ἣν δὲ οὗτος Ἱέρων ἀνδρεῖος κατὰ τὸ σῶμα, καὶ εὐσεβὴς κατὰ τὴν ψυχήν, γεωργὸς τὸ ἐπιτήδευμα. Τοῦτον ἔν τινι τόπῳ κατέλαβον οἱ τῶν εἰδώλων θεραπευταί. Καὶ βουλόμενοι τοῦτον ἑλεῖν ληστρικῶς, οὐκ ἠδυνήθησαν. Οὗτος γάρ, τοῦ γεωργικοῦ ἐργαλείου τὸ σιδήριον ἀπὸ τοῦ στελέχους ἐκβαλών, ὅπλον καταὐτῶν τὸ ξύλον χρησάμενος, αἵματι περιῤῥεομένους καὶ ἱδρῶτι, πάντας ἀπεδίωξε τρεψάμενος. Ἑκὼν δὲ παραγενόμενος εἰς τὸν ἄρχοντα, καὶ παραὐτοῦ ἐρωτηθείς, ἐξ αὐτοῦ τοῦ ἀγκῶνος τὴν δεξιὰν χεῖρα κόπτεται. Οἱ δὲ λοιποὶ ἐπὶ γῆς ῥιφέντες, βουνεύροις κατεξαίνοντο. Τῇ δὲ ἕωθεν πάλιν, ἐφἱκανὰς ὥρας ῥαβδισθέντες τὰ σώματα, ἔξω τῆς πόλεως Μελιτινῆς, τὰς κεφαλὰς ἀποτέμνονται.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μελασίππου, Κασίνης, καὶ Ἀντωνίου καὶ τῶν σὺν αὐτῶν Τεσσαράκοντα Παῖδων.
Οὐ σάρκες ἦσαν, ἀλλ' ἄσαρκός τις φύσις.
Ὁ Μελάσιππος πρὸς ξέσεις καὶ Κασίνη.
Στὰς Ἀντώνιε, τὴν τομὴν χαίρων δέχου,
Καὶ δέξεταί σε τῆς χαρᾶς θεῖος τόπος.
 Οὗτοι ἤθλησαν ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου ἐν Ἀγκύρᾳ τῇ πόλει, τὴν πίστιν ὄντες Χριστιανοί. Καὶ μὲν Ἀντώνιος ἐβλήθη εἰς φυλακήν. Μελάσιππος δὲ καὶ Κασίνη, κρεμασθέντες ἐξέσθησαν καὶ πυρὶ καταφλέχθησαν. Εἶτα τέμνεται τοὺς μαστοὺς Κασίνη, δὲ Μελάσιππος τοὺς τοὺς πόδας ἀφαιρεῖται ἀπὸ τῶν γονάτων. δὲ Ἀντώνιος ἀναρτηθεὶς ξέεται, διὰ τὸ ἐμπτύσαι εἰς τὸν πρόσωπον τοῦ Ἰουλιανοῦ, καὶ τοὺς αὐτοῦ γεννήτορας μακαρίσαι, Μελάσιππον καὶ Κασίνην, ἔτι ἐπὶ τῶν βασανιστηρίων ξύλων κρεμαμένους, καὶ τὰς μακαρίας αὐτῶν ψυχάς, ἀποδόντας τῷ Κυρίῳ. Καὶ τοὺς ἀστραγάλους διαπερονᾶται, καὶ βάρει λίθων τοὺς πόδας ἐλαύνεται, καὶ ἐπὶ θρόνου σιδηροῦ ἐφιδρύεται λίαν ἐκπυρωθέντος καὶ περιάγεται, ἔχων λίθον ἀπῃωρημένον ἐν τῷ τραχήλῳ. Καὶ αὖθις κρεμᾶται καὶ ξέεται καὶ παραπέμπεται Ἀγριππίνῳ δουκί. Καὶ παραὐτοῦ εἰς κλίβανον πυρὸς ἐμβάλλεται, καὶ θηρίοις βορὰ προτίθεται, ἐξ ὧν ἀβλαβὴς διατηρηθείς, τεσσαράκοντα ἄνδρας ἐπεσπάσατο πρὸς τὴν εἰς Χριστὸν πίστιν, οἳ καὶ τὰς κεφαλὰς ἀπετμήθησαν. Ἔπειτα ἐπὶ κραββάτου πεπυρωμένου ἁπλοῦται, καὶ ῥάβδοις ἄνωθεν τύπτεται, καὶ τὰς χεῖρας τέμνεται. Καὶ εἰς κάμινον βληθείς, ἄφλεκτος ἔμεινε. Καὶ πολλοὺς τῷ θαύματι πρὸς τὴν πίστιν ἐφελκυσάμενος, ἐτμήθη τὴν κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος ὁ ἐκ Θεσσαλονίκης, ξίφει τελειοῦται.
Τῆς Θετταλῶν γῆς Ἀλέξανδρος φὺς κλάδος,
Ἀθλήσεως ἥπλωσεν ἐκτμηθεὶς κλάδους.
 Οὗτος ἧν ἐπὶ Μαξιμιανοῦ βασιλέως, ἐκ τῆς Θεσσαλονικέων ὁρμώμενος πόλεως. Παραστὰς οὖν τῷ αὐτοῦ βήματι, καὶ κατὰ τοῦ βωμοῦ λὰξ ἐντείνας, καὶ ἀνατρέψας τὰς ἐν αὐτῷ κειμένας τῶν δαιμόνων σπονδάς, τὴν διὰ ξίφους δέχεται τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἀδελφοῦ Γρηγορίου τοῦ θαυματουργοῦ.
Ἐκ γῆς καλοῦσιν Ἀθηνόδωρον νόες,
Πρὸς τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Ἐκ γῆς καλοῦσιν Ἀθηνόδωρον Νόες,
Πρὸς τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίων Μαρτύρων Ματρωνιανοῦ καὶ Ἀντωνίου, ἀδελφῶν τοῦ Ἁγίου Μάρτυρος Ἱέρωνος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμβροσίου τοῦ ἐν Κύπρῳ.
Ἀμβροσίαν τρυγᾷς νῦν ἐν πόλῳ θείας,
Ἀμβρόσιε, Κύπρου Ἀσκητῶν σεμνότης.
Οὗτος ὁ Ὅσιος θεοφιλῶς ἤσκησεν ἐν τῇ νήσῳ Κύπρῳ. Διῆλθε πάντα τὸν βίον ὡς βροτὸς ἰσάγγελος Θεῷ εὐαρεστήσας τοῖς συντόνοις αὐτοῦ ἀσκητικοῖς καμάτοις. Ἐκοιμήθη ἐν εἰρήνῃ. Τοιχογραφία αὐτοῦ ἱστορεῖται ἐν Κακοπετριᾷ. Ἡ τίμια αὐτοῦ κάρα εὑρίσκεται ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Κύκκου και δύο ἐν Κύπρῳ χωρία φέρουσι τὸ ὄνομα αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βιλλιβρόρδου (Willibrord) τοῦ Ἱεραπόστολου τοῦ Βρεττανοῦ.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ ὑπερυψούμενος.
Ἔφερες τὴν γύμνωσιν, ὥσπερ ἄλλου πάσχοντος, στολὴν ἐνεδύσω δέ, ἀφθαρσίας πάμφωτον, ψάλλουσα Θεσσαλονίκη· ὁ Θεὸς εὐλογητὸς εἶ.
Κόσμος ὡραιότατος, τῶν Μαρτύρων πέφηνας, ἐχθρὸν δὲ ἐνέδυσας, αἰσχύνην αἰώνιον, τῇ γυμνώσει τῆς σαρκός σου, ἣν ὑπέστης μακαρία.
Ὡς λυχνία τρίφωτος, φαίνετε τοῖς πέρασι, Τριάδος τὴν ἔλλαμψιν, Αὖκτε σὺν Ταυρίωνι, καὶ σεμνὴ Θεσσαλονίκη, Μάρτυρες στεφανηφόροι.
Θεοτοκίον.
Γέγονεν ὁ τόκος Σου, τῆς φθορᾶς ἀναίρεσις, ζωῆς αἰωνίου δέ, καὶ χαρᾶς τῆς κρείττονος, πηγὴ ἄληκτος Παρθένε, τοῖς πιστῶς Σε ἀνυμνοῦσι.

ᾨδὴ η’. Σοὶ τῷ παντουργῷ.
Ἔσχες ἐν ψυχῇ, τὸ πῦρ τὸ ζωηφόρον, καὶ ἔφλεξας ἄνθραξι, τῆς σῆς ἀθλήσεως, πλάνην πατρώαν, Θεσσαλονίκη Μάρτυς, ἀνυμνολογοῦσα, Χριστὸν τὸν ζωοδότην.
Ῥώμῃ θεϊκῇ, τὴν συντριβὴν τῶν πλευρῶν σου, ἀνδρείως ὑπέμεινας, Μάρτυς ἀήττητε, καὶ τῶν εἰδώλων, συνέτριψας τὴν πλάνην, τῇ μαρτυρικῇ σου, ἐνστάσει μακαρία.
Αἴγλῃ θεϊκῇ, τῆς ἀρχικῆς Τριάδος, οἱ τρεῖς διαλάμπουσι, τῷ κόσμῳ Μάρτυρες, Θεσσαλονίκη, καὶ Αὖκτος καὶ Ταυρίων, καὶ τῶν παθημάτων, σκεδάζουσι τὴν νύκτα.
Θεοτοκίον.
Σύντριψον ἁγνήη, ἐχθροῦ τὰς μηχανίας, δι’ ὧν ἐπεμβαίνει μοι, καταμολύνων με, καὶ τῆς ἀπάτης, αὐτοῦ ἀπάλλαξόν με, ἵνα Σε δοξάζω, ὑπερδεδοξασμένη.









ᾨδὴ θ’. Ἡσαΐα χόρευε.
Ἵνα τῆς λαμπρότητος, ἐπιτύχῃς τῆς ἐν οὐρανοῖς, ἁπάσης τῆς ἐπὶ γῆς, δόξης καὶ τρυφῆς, ἐμφρόνως ἠλόγησας, καὶ τῷ Σωτῆρι μαρτυρικῶς, προσήχθης πάνσεμνε, ὥσπερ θῦμα εὐωδέστατον.
Μόνον ἀγαπήσασα, τὸν Νυμφίον Μάρτυς τῶν ψυχῶν, τοῖς ἴχνεσιν ἑαυτοῦ, ἄθλοις ἱεροῖς, στεῤῥῶς ἠκολούθησας, Θεσσαλονίκη πόθῳ θερμῷ, καὶ τῆς λαμπρότητος, τῆς αὐτοῦ γέγονας μέτοχος.
Οἱ γενναῖοι Μάρτυρες, τοῦ Σωτῆρος καὶ πανευκλεεῖς, Ταυρίων καὶ σὺν αὐτῷ, Αὖκτος ὁ στεῤῥός, ὁμοῦ καὶ ἡ πάνσεμνος, Θεσσαλονίκη καὶ θαυμαστή, νῦν συντιμάσθωσαν, ὡς ἡμῶν πρέσβεις πρὸς Κύριον.
Θεοτοκίον.
Ὑψηλὸν ἀνάκτορον, Βασιλέως τοῦ τῶν οὐρανῶν, ἐκ λάκκου ἁμαρτιῶν, Δέσποινα ἁγνή, τὸν νοῦν μου ἀνύψωσον, πρὸς ἀναβάσεις τὰς νοητάς, βίου σεμνότητος, ἵνα πίστει μεγαλύνω Σε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ ἐν ἀθλήσει θείᾳ, καταβαλοῦσα τὸν ἐχθρόν, Θεσσαλονίκη ὑμνείσθω, ὡς καλλιμάρτυς τοῦ Χριστοῦ, Ὅνπερ ἡμῖν ἱλεοῦται, μαρτυρικῇ παῤῥησίᾳ.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν ἀφράστως, κυήσασα μετὰ σαρκός, Παρθενομῆτορ Μαρία, ῥῦσαι παντοίων πειρασμῶν, τοὺς καταφεύγοντας Κόρ, τῇ Σῇ θερμῇ προστασίᾳ.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Θεσσαλονίκης τὴν μνήμην πανηγυρίσωμεν, αὕτη γὰρ τὴν πατρώαν, καταλείψασα πλάνην, προσῆλθε τῷ Σωτῆρι πίστει θερμῇ, καὶ νομίμως ἐνήθλησε, καὶ νῦν ἀπαύστως πρεσβεύει δοῦναι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

Τὰς ἀπειλὰς τοῦ τοκέως οὐδόλως ἔπτηξας, καὶ ἀλγεινῶν τὴν πεῖραν, ἐνεγκοῦσα ἀνδρείως, σεμνὴ Θεσσαλονίκη γνώμῃ στεῤῥᾷ, τὸν Χριστὸν ὡμολόγησας, ᾧ καὶ προσήχθης θυσία ὡς καθαρά, τὸν ἀγῶνα ἐκτελέσασα.

Τὴν συντριβὴν τῶν πλευρῶν σου καὶ τοὺς ξεσμοὺς τῆς σαρκός, ψυχῇ ἀκαταπλήκτῳ, ὑποστᾶσα Ἁγία, εἰργάσω τῆς ἀπάτης τὴν συντριβήν, τῇ ἀτρέπτῳ ἐνστάσει σου, Θεσσαλονίκη· διό σε ὡς τοῦ Χριστοῦ, Ἀθληφόρον μακαρίζομεν.

Ὁ τρισαυγὴς τῶν Μαρτύρων Ἁγίων ὅμιλος, σὺν τῇ Θεσσαλονίκῃ, Αὖκτός τε καὶ Ταυρίων, ὑμνείσθωσαν συμφώνως ὡς τοῦ ἐχθροῦ, καθελόντες τὸ φρύαγμα, καὶ τῇ Τριάδι πρεσβεύουσι ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἐρηρεισμένη Ἁγία, οὐδόλως σεσάλευσαι ταῖς τοῦ ἐχθροῦ ἀντιπνοίαις, καὶ τῶν μελλόντων ἀγαθῶν, προορῶσα τὸ κάλλος, ἄθλοις καλλοποιοῖς σαυτὴν ὡραΐσας, ἐν τῇ τοῦ φθειρομένου σώματος δοκιμασίᾳ, καὶ τὸν δρόμον τελέσασα, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὸν νυμφῶνα τῆς ἀφθαρσίας, ὡς νύμφη πεποικιλμένη μυστικῶς. Ἀλλ’ ὦ παρθενομάρτυς Θεσσαλονίκη, τῷ σῷ Νυμφίῳ Χριστῷ πρέσβευε, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Πλάνην καταλείψασα πατρικήν, πίστει ἐπτερώθης, τῇ ἀγάπῃ τῇ τοῦ Χριστοῦ, ὑπὲρ οὗ ἀνδρείᾳ, ἀθλήσασα καρδίᾳ, Θεσσαλονίκη Μάρτυς, λαμπρῶς δεδόξασαι.




















ΠΑΡΑΚΛΗΣΙΣ
(Γεωργίου Γαλανόπουλου)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεσσαλονίκης τὴν πανένδοξον μνήμην, ἐπιτελέσμωνε πιστοὶ θεοφρόνως, καὶ τοῖς ᾀσμάτων ἄνθεσι κοσμήσωμεν λαμπρῶς, ταύτης τὸ ἐκτύπωμα, ἀσπαζόμενοι πάντες, ἐκ ψυχῆς κραυγάζοντες· Ἀθληφόρε Κυρίου, μὴ διαλλίπῃς σκέπειν τοὺς πιστούς, τοὺς εὐφημοῦντας, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεσσαλονίκη, πρόσδεξαι ᾆσμα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἀγαπήσασα ἀληθῆ, ἔδραμες τῷ πόθῳ, τετρωμένῃ κόρη σεμνή, Αὐτῷ ἑπομένη καὶ βοῶσα· ἐλέησόν με Χριστὲ πολυεύσπλαγχνε.
Εἰδώλων θυσίας τὰς μυσαράς, πατρὸς ἱερέως ἐβδελύξω, ὡς νουνεχής· διὸ βαπτισθεῖσα κορασίδας, εἰς θείαν πίστιν Χριστοῦ, σὺ προσείλκυσας.
Στρατείᾳ προσῆλθες τοῦ Ἰησοῦ, ψυχὰς ὠφελῆσαι, καλλιπάρθενε καὶ σαὐτήν· διὸ πᾶσι δὸς σὸν θεῖον πόθος, ὅπως ἐχθοῦ τὰς παγίδας ἐκφεύγωμεν.
Θεοτοκίον.
Σὺ ἄχραντε σκέπε ἐξ ἐχθρικῶν, βελῶν ἡμᾶς πάντας, ἡ τεκοῦσα τὸν Λυτρωτήν, καὶ φρούρει ἀτρώτους ἐπηρείας, δαιμονικῆς τοὺς ἀπαύστως Σὲ μέλποντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀλγηδόνας σωμάτων καὶ ψυχικὰ τραύματα, ἴασαι ἡμῶν Ἀθληφόρε, χάριν ὡς βάλσαμον, ἐκ τῆς σεπτῆς σου μορφῆς, ἀεὶ βλυστάνουσαν θείαν, ὅτι ταύτην εἴληφας, ὡς καλλιπάρθενος.
Λαμπρυνθεῖσα ἐνθέως μαθητικοῖς ῥήμασιν, ἐν τῇ Ἀμφιπόλει θεόφρον, πατρῷαν ᾔσχυνας, εἰδώλων πλάνην ψευδῆν· ὅθεν τροφῇ τῶν σῶν λόγων, τοὺς σὲ μεγαλύνοντας, θρέψον καὶ ζώωσον.
Ὁσιότητι βίου πανευλαβοῦς ἤστραψας, πᾶσι θεῖον φέγγος διδοῦσα, καὶ ὡμολόγησας, βασανισθεῖσα δαρμοῖς, Θεσσαλονίκη σὴν πίστιν· ὅθεν Μάρτυς εὔσθενον, σὸν ἡμῖν δώρησαι.
Θεοτοκίον.
Ναυαγοὶ ἐσμὲν πάντες Κόρη καὶ Σοὶ τρέχομεν, τὴν Λόγον Θεοῦ συλλαβοῦσαν, ὁμολογοῦντάς Σε, ὡς Θεοτόκον ἁγνήν, τέξασαν Τοῦτον ἐν χρόνῳ, μνήσθητι τῆς κρίσεως, ὥρᾳ κραυγάζοντες.
Ἐκῤῥύσασθε, πάσης ἀνάγκης καὶ βλάβς, Θεσσαλονίκη μετὰ συνάθλων, τοὺς τὴν ὑμῶν μνήμην γεραίροντας, ὡς παῤῥησίαν Θεῷ κεκτημένοι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φρουροὺς ἀσφαλεῖς, μεσίτας πρὸς τὸν εὔσπλαγχνον, πτωχῶν βοηθούς, ἁπάντων δ’ ἀντιλήπτορας, ἀεὶ ὑμᾶς ἔχομεν, ὦ θεῖοι Μάρτυρες κραυγάζοντες· σπεύσατε καὶ ῥύσασθε, ἐκ δεινῶν καὶ βλάβης πάντας, τοὺς πίστει μέλποντας.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχυρὰν δὸς παράκλησιν, τῷ Χριστῷ ὑπὲρ τῶν πιστῶς τιμώντων σου, τοὺς σοὺς ἄθλους καλλιπάρθενε, ὡς ἀπειληφυῖα πλοῦτον χάριτος.
Κηδεμόνι οὐκ ἔστερξας, σῷ Πατρὶ Χριστὸν κορασὶς ἀρνήσασθαι· διὸ πάνδεινα ὑπήνεγκας, ἐν δ’ ὑπερορίᾳ ζῆν ἀπέλιπες.
Ἡλικίαν νεάνιδος, ἔχουσα σεμνὴ τῷ Χριστῷ προσέδραμες, μέγα ὄνομα κηρύξασα· ὅθεν ἡμῖν δὸς σὸν θεῖον ἔρωτα.
Θεοτοκίον.
Πάθη κοίμησον ἄχραντε, ταῖς πρὸς τὸν Υἱόν Σου θερμαῖς δεήσεσιν, ὅτι πάντες ἁμαρτάνομεν, Τούτῳ μητρικῶς ἀεὶ πρεσβεύουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῶσιν εὐσθενῆ, καὶ ὑγείαν νέμε ἅπασι, βοηθὸς δὲ γενοῦ βίου δυσχεροῦς, τῶν σὲ ὑμνούντων, Θεσσαλονίκη πολύαθλε.
Ὄρεξον ἡμῖν, τρυφῆς θείαν τὴν ἀπόλαυσιν, ταῖς εὐπροσδέκτοις σου πρὸς Χριστὸν λιταῖς, Θεσσαλονίκη, καὶ θλίψεις δεινὰς ἀπέλασον.
Σὺ τὸν δυσσεβῆ, ὄφιν ᾔσχυνας πανεύφημε, τὸν καθ’ ἡμῶν κινούμενον δολερῶς· διὸ τὰ βέλη, ισχύϊ τῇ σῇ ἀπόστρεψον.
Θεοτοκίον.
Δέσποινα, φωνὰς τῶν Σῶν δούλων, νῦν ἐπάκουσον σῶσον εξ ᾅδου, οὓς ἔπλασεν Υἱὸς ἐνανθρωπήσας, ἐκ Σοῦ καὶ Σταυρὸν δεξάμενος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίχαρμα, ἐγενόμην ἄκοσμον, τῶν δαιμόνων δουλωθεὶς ἁμαρτίας, ἀλλὰ Χριστέ, ταῖς λιταῖς Σῶν Μαρτύρων, καὶ Ἀθλοφόρων λαμπρῶν ἐμὲ πρόσδεξαι, ἐν μετανοίας λογισμῷ, πρὸς σὲ ἥκοντα πάλιν φιλάνθρωπε.
Ξενήκουστα, τὰ ἐν σοὶ ἐπέγνωμεν· διὸ ᾄσμασι τερπνοῖς σὲ τιμῶμεν, πανευκλεές, τοῦ Χριστοῦ Ἀθληφόρε, τὴν βαπτισθεῖσαν, καὶ Παύλου τοῖς φθέγμασι, συνεπομένην ἀληθῶς, μαρτυρίῳ λιποῦσα τὰ πρόσκαιρα.
Ἀχρεῖος ὤν, ἀνεδείχθην παίγνιον, τοῦ σατᾶν ἐν ἡδοναῖς βιοτεύων, ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἀμνὸν πλανηθέντα με ἥρπασεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Σῆς Ἁγίας εὐχαῖς Σῶτερ σῶσόν με.
Θεοτοκίον.
Ἱκέτευε, ὦ Θεόπαις Τόκον Σου, ἡ ἐκ στείρας προελθοῦσα τῆς Ἄννης, Σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ δ’ ὑμνοῦμέν Σου πιστῶς, μεγαλεῖα καὶ πρόνοιαν ἄφατον.
Ἐκῤῥύσασθε, πάσης ἀνάγκης καὶ βλάβς, Θεσσαλονίκη μετὰ συνάθλων, τοὺς τὴν ὑμῶν μνήμην γεραίροντας, ὡς παῤῥησίαν Θεῷ κεκτημένοι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτορες πέλετε πάντων ἀοίδιμοι, ἡμῶν πρέσβεις θερμοὶ πρὸς Θεὸν τὸν φιλάνθρωπον, σὺν συνάθλοις Θεσσαλονίκη παρθένε εὐπρεπής· διὸ σπεύσατε ὡς ἀρωγοί, εἰς τὴν βοήθειαν ταχύ, τῶν ὑμῖν πόθῳ βοώντων· ἐκθρέψατε πεινῶντας, λυτρώσασθε δαιμονῶντας, λαὸν τηροῦντες ἀβλαβῆ, ἐκ κακώσεων καὶ θλίψεων.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψητε, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, εἰς ὑμᾶς προσφεύγοντα θεῖοι Μάρτυρες, Ἅγιοι σώσατε, πιστῶς προσπίπτοντα, τῇ μορφῇ
ἡμῶν ἀσπάσασθαι, ἴασιν τάχιστα ἄμφω δότε καὶ δεινῶν ῥύσασθε, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν πίστιν ἀρετὰς καὶ θαυμαστά, ᾀξιΰμνητοι, ἄθλους καὶ μνημόσυνον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνυμνοῦσι τὰ πλήθη φιλεόρτων σὴν μνήμην Θεσσαλονίκη σεμνή, μετὰ λαμπρῶν συνάθλων, Ταυρίωνος καὶ Αὖκτου, καὶ αἰτοῦσι παράκλησιν, ἵνα δῷ κρείττω Θεός, ἡμῖν τοῖς ἐπταικόσι.
Συμφώνως ἡ χορεία ἀγάλλεται Μαρτύρων αὐλιζομένη σκηναῖς, Χριστοῦ τοῦ ζωοδότου, Αὐτὸν ἐκδυσωποῦσα, μετὰ σοῦ σῶσαι ἅπαντας, Θεσσαλονίκη Θεόν, ἀεὶ δοξολογοῦντας.
Μιμήσασθε τοὺς πόνους, ὑμῶν ὦ θεῖα ἄνθη τῆς εὐωδίας Χριστοῦ, δότε παρακαλοῦμεν, ὅπως μετ’ Ἀποστόλων, ἱκετεύητε πάντοτε, Θεὸν τοῦ δοῦναι ἡμῖν, ψυχῆς τὴν σωτηρίαν.
Θεοτοκίον.
Ἁγνὴ ὡς ἐν Σιναίῳ τῷ ὄρει καθορῶμεν Βάτον Σε ὅπως Μωσῆς, προεῖδεν ὁ θεόπτης, φλογὶ παραδοθεῖσαν, ἀλλὰ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.





ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλὰς ἐν σοὶ Ἀθληφόρε, καὶ βοᾷ Χριστῷ ἐγκαυχωμένη· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς Θεσσαλονίκης.
Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πάντας, ταπεινῶς φρονεῖν ἔμπλησον Μάρτυς, ἵνα σὲ τιμῶεν, ὡς πρέσβυν πρὸς Σωτῆρα.
Ὤφθης πολλάκις, σκέπη στεῤῥὰ θεία Μάρτυς, ἡ Χριστοῦ κηρύξασα τὴν πίστιν· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάντων τῶν κινδύνων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, βίον Ἀθληφόρε, μετὰ συνάθλων ἡμῖν τε καὶ δούλοις Χριστοῦ, καὶ ἐξελέσθε τῆς βλάβης, πάσης αἱρέσεως.
Ἱλάσθητί μοι Σῶτερ, τὸν ἐν ἁμαρτίαις, καὶ ἡδοναῖς κυλινδούμενον ὅλον λιταῖς, τῶν εὐκλεῶν σου Μαρτύρων, ὧν μνήμην μέλπομεν.
Ὀρδὰς δὸς κακοδόξων, Θεσσαλονίκη φεύγειν, ἡμᾶς τὰς ἀπειλοῦσας δουλοῦσθαι οἰκτρῶς, καὶ ἔσο πρόμαχος πάντων, τῶν ἀνυμνούντων σε.
Θεοτοκίον.
Ὑψίστου χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς Σε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίρει νῦν Ἀμφίπολις ἐφ’ ὑμᾶς, ὦ Θεσσαλονίκη, τοῦ Δεσπότου ἀμνὰς καλή, Αὖκτε καὶ Ταυρίων, γενναῖοι Ἀθλοφόροι, ὅτι βαφαῖς αἱμάτων, ταύτην ἠρδεύσατε.
Νόσους ἀπελάσατε λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, Ἀθλοφόροι πανευκλεῖς, Αὖκτε καὶ Ταυρίων, σὺν τῇ Θεσσαλονίκῃ, τῶν θλίψεων δὲ νέφη, τάχει μακρύνατε.
Ὦ Θεσσαλονίκη θεοσεβῆ, μετὰ τῶν συνάθλων, Ἀμφιπόλεως οἱ βλαστοί, εἰς ἡμῶν πρεσβείαν, Χριστὸν ἐκδυσωποῦσαι, ταχὺ ἔλθετε πάντες, ὡς Χριστοκήρυκες.
Δότε ἡμῖν κρείττω ὑμῶν λιταῖς, θεῖοι Ἀθλοφόροι, τὴν Μητρόπολιν δὲ Ζιχνῶν, καὶ Νευροκοπίου, φρουρεῖτε ἀενάως, ὅτι ἐν Ἀμφιπόλει, ἐτελειώθητε.
Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμᾶς σῶσον οἰκτίρμον, ἐνθέρμοις ἱκεσίαις, τῶν Ἀθλοφόρων σου.
Θραῦσον τὰ φρυάγματα τῶν Ἐθνῶν, ὦ Θεσσαλονίκη, καλλιπάρθενε τοῦ Χριστοῦ, ἡ ἐν ἐξορίᾳ, λιποῦσα ζῆν ἀνδρείως, ἐπεὶ ὁμολογίαν, πίστεως ἔδωκας.
Μνήσθητι ἁπάντων πρὸς τὸν Κριτήν, Υἱόν Σου ἐν δίκῃ, ὦ Μητρόθεε Μαριάμ, σὺν Ἀμφιπολίταις, ἐνδόξοις Ἀθλοφόροις, μερίδος σωζομένων, συναριθμήσασθαι.
Σῶτερ Σὺ εἶ Κτίστης Δημιουργός, σύμπαντος καὶ γένους, θείῳ λόγῳ Σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας, σῶσαι ληστὰς καὶ πόρνας· διὸ ἡμᾶς πρεσβείαις, σῶσον Μαρτύρων Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλετε, πιστῶν οἱ ὁδηγοί, τείχη ὀχυρὰ ὑμεῖς θεῖοι, Ἀμφιπολῖται στεῤῥοί, Αὖκτε γενναιώτατε, Ταυρίων θεοσεβές, ἀπελέγξαντες δήμιον, τῆς Θεσσαλονίκης, τὸν ὠμὸν καὶ ἄσπλαχνον, διὰ τὸ τούτου σκληρόν· ὅθεν, δότε πᾶσι τὰ κρείττω, σώζοντες ἐκ νόσων παντοίων, καὶ δεινῶν τοὺς μνήμην ὑμῶν μέλποντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου