ΝΟΕΜΒΡΙΟΣ Ε΄!!
ΓΑΛΑΚΤΙΩΝ & ΕΠΙΣΤΗΜΗ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῶν Ἁγίων. Ἦχος α'. Τῶν Οὐρανίων Ταγμάτων.
Οἱ ἐν Σιναίῳ ἀσκοῦντες δεῦτε θεάσασθαι, τὸ ὄρος τοῦ Πουπλίου, ἐν ᾧ τὸ θεῖον ζεῦγος, ὁ Μάρτυς Γαλακτίων καὶ ἡ σεμνὴ Ἐπιστήμη ἡ ἔνδοξος, ὑπέστησαν ἀγῶνας ἀσκητικούς, οἱ μετὰ ταῦτα ἐναθλήσαντες.
Ὁσιομάρτυρες θεῖοι καὶ πανσεβάσμιοι, θεόφρων Γαλακτίων καὶ σοφὴ Ἐπιστήμη, ἡμᾶς τοὺς φιλεόρτους στηρίξατε νῦν, ἑορτάζειν γεραίροντας, ὑμῶν μνήμην τὴν θείαν χαρμονικῶς, ὅπως τύχωμεν ἐλέους Θεοῦ.
Εὐφραίνου καὶ κατατέρπου πόλις ἡ Ἔμεσα, ἐκεῖθεν γὰρ οἱ θεῖοι καὶ λαμπροὶ στεφανίται, ἐβλάστησαν θεόθεν ὡς ζεῦγος Χριστοῦ, οἱ καθαροὶ καὶ ἀμόλυντοι, Γαλακτίων ὁ Μέγας καὶ ἡ σεμνή, Ἐπιστήμη τούτου σύζυγος.
Ἕτερα προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, Γαλακτίων ἔνδοξε καὶ Ἐπιστήμη ἀοίδιμε, ζεῦγος τὸ ἅγιον, βλαστοὶ τῆς Συρίας καὶ Σιναίου καύχημα, ἀσκήσει καὶ ἀθλήσει ὑπέστητε, διὸ ἀγάλλεσθε, εἰς αἰῶνας Παμμακάριστοι, ὑπὲρ πάντων πρεσβείαν ποιούμενοι.
Ζεῦγος παναοίδιμοι σεπτὸν καὶ ὡραῖον, ἔνδοξοι, περιφανῶν ἀνεδείχθητε, Χριστοῦ τὸ ὄνομα, ἐθνῶν ἐναντίων εὐσεβῶς κηρύττοντες, καὶ πλάνην διαβόλου ἐλέγχοντες, σὺν Ἐπιστήμη τε Γαλακτίων Ἱερώτατε, Ἀθλοφόροι Ἀγγέλων ὁμόσκηνοι.
Ἡ ὄντως περιδόξος δυάς, Γαλακτίων πάνσοφος καὶ Ἐπιστήμη θεόνυμφος, κόσμον μισήσαντες καὶ Σταυρὸν Κυρίου, ἐπ’ ὤμων ἄραντες, τὸ Σίναιον ὄρος κατέλαβον καὶ ἐνασκήσαντες καὶ ἀθλήσει δὲ ὑπέμειναν μετὰ ταῦτα διὸ νῦν ἀγάλλονται.
Δόξα. Ἦχος πλ. α'.
Δεῦτε ἀδελφοὶ εὐφημήσωμεν πόθῳ, τὸν Γαλακτίωνα καὶ τὴν Ἐπιστήμην· ἀμφότεροι γὰρ οὗτοι ἐν παρθενίᾳ, τὴν Μοναδικὴν διελθόντες πολιτείαν εἶτα διὰ βασάνων καρτερῶς ἐναθλήσαντες τοῦ ἐχθροῦ, τὸ φρύαγμα ὡς ἔδει καθεῖλον, καὶ τὴν τοῦ Χριστοῦ πίστιν τρανῶς κηρύξαντες· διὸ καὶ διπλοὺς στεφάνους ἀφθαρσίας, ἐν οὐρανοῖς παρὰ Θεοῦ ἀπειλήφασι καὶ πρεσβείαις ἀπαῦστως ὑπὲρ τῶν πόθῳ τελούντων τὴν πάντιμον αὐτῶν μνήμην τῷ Κυρίῳ προσάγουσι.
Καὶ νῦν. Ὁ αὐτός.
Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ ΙΙροκειμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 63, 15-19 & 64, 15 καὶ ἐκλογὴ)
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ δόξης σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί, Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τὶ ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τούς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου, ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α'.
Ὁ φωτοειδέστατος Χριστοῦ, ἔρως καὶ θειότατος, τὴν ψυχὴν ὑμῶν κατελάμπρυνε, θεομακάριστοι, Γαλακτίων τε Ἐπιστήμη, καὶ τὴν διάνοιαν γλυκυτάτῳ φέγγει, εὐσεβῶς ἐπύρσευσε, καὶ πᾶσαν αἰσθητὴν ἡδυπάθειαν, ὡς πῦρ κατέφλεξεν, οὐρανίων ἐπιλάμψεων, ἐκτελέσαντες δοχεῖα πανέντιμα.
Ἦχος β'.
Ἔχοντες παῤῥησίαν πρὸς Χριστόν, τὸν ἐνδοξαζόμενον, μόνον ἐν τοῖς Ἁγίοις αὐτοῦ, τοῦτον καθικετεύετε, ἀξιομακάριστε Γαλακτίων σὺν τῇ σεπτῇ Ἐπιστήμῃ, ὑπὲρ πάντων τῶν πόθῳ ὑμῶν τελούντων, τὴν μνήμην καὶ ἀνευφημούντων ὑμῶν, τὰ κατορθώματα, ὅπως τῶν ἀφράστων ἐκείνων θείων ἀγαθῶν, καὶ τῆς δόξῃς κοινωνοὶ γενώμεθα, πρεσβείαις ὑμῶν.
Ἦχος γ'.
Τῷ θείῳ φέγγει καταυγασθείς, καὶ τῆς ἀπαθείας καλλοναῖς, περιλαμφθεὶς Γαλακτίων σοφέ, ἔπεισας ἀγνεύειν, σὺν σοὶ τὴν σύζυγον, ζυγὸν ἀνελομένην, τὸν ἐλαφρὸν τοῦ Χριστοῦ.
Ἦχος δ'.
Ἡ χάρις τοῦ Παναγίου Πνεύματος, ὑμᾶς χαριτώσασα, ἀοίδιμε Γαλακτίων, σὺν τῇ σεπτῇ συζύγῳ, χαροποιαῖς ἐφαίδρυνε πλοκαῖς, καὶ χαρὰν τὴν αἰώνιον, κληρονομεῖσθαι ἐνίσχυσεν, ἀνδρειοφρόνως ἐναθλήσαντες.
Δόξα. Ἦχος πλ. δ'.
Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἕφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, κατελύσατε τῇ χάριτι, τὸν τῆς Νίκης στέφανον, ἀνεδήσασθε Πανόλβιοι, Γαλακτίων κλεινέ, σὺν τῇ σεμνῇ συζύγῳ, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενοι, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενοι, ἁμαρτιῶν αἰτήσασθε τὴν ἄφεσιν, τοῖς εὐφημοῦσι ὑμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ ἱερὰ ξυνωρίς, καὶ συζυγία τῷ Θεῷ πολυέραστος, ἡ πρώην ἐν τῷ Σιναίω, ἀγωνισθεῖσα καλῶς, καὶ ἀθλήσει αὖθις καθυπέμεινας· τερπνὸν ὁλοκαύτωμα, ἱερεῖα πανάγια, κεκαθαρμένα προσευχαῖς τε καὶ δάκρυσι καὶ θυόμενα τῇ ἀσκήσει καὶ αἵματι, ὅσιοι παμμακάριστοι, καὶ Μάρτυρες ἔνδοξοι, ὦ Γαλακτίων θεόφρων καὶ Ἐπιστήμη θεόνυμφε, πιστῶς τοῖς τελοῦσι, τὴν ὑμῶν μνήμην αἰτεῖσθαι τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χαίροις ἡ τῆς Τριάδος Δυάς, καὶ ζεῦγος Ἅγιον Σιναίου οἰκήτορες, ἐν ὄρει τῷ φυρομένω τῶν ὀνομάτων ὑμῶν, ἀγωνισάμενοι ἐνικήσατε, ἐχθρὸν τὸν ἀντίπαλον καὶ τὰ πάθη νεκρώσαντες, ἐν τῇ ἀσκήσει προσβολαῖς μὴ τρεπόμενοι, καὶ τυχόντες δὲ μαρτυρίου ἐν αἵματι, βάσανα ὑπομείναντες, καὶ ξίφει ἐτμήθητε, τὰς κεφαλὰς ὑμῶν θεῖοι καὶ ἀθληταὶ μεγαλώνυμοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις Γαλακτίων σοφέ, τοῦ Κλειτοφῶντος καὶ Λευκίππης τὸ βλάστημα, Φοινίκης τὸ θεῖον θρέμμα, καὶ τοῦ Σινᾶ ὁ καρπός, ἐν αὐτῷ καμάτους γὰρ ὑπέμεινας, σὺν τῇ σεμνοτάτη δέ, καὶ παρθένῳ συζύγω σου, καὶ ἐν ἀθλήσει τὸν ἐχθρὸν ἐνικήσατε, καὶ τὸν στέφανον ἐκ Θεοῦ ἐκομίσατε, οἵ καὶ συναυλιζόμενοι, ταῖς ἄνω δυνάμεσι, ὧν καὶ ἐν σώματι ὄντες, τὴν πολιτείαν αἰτήσασθε, Χριστὸν δυσωπεῖτε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ'.
Τὸν Χριστὸν ποθήσας Γαλακτίων πολύαθλε, καὶ τὰ τοῦ κόσμου ἅπαντα βδελυξάμενος, ἡδέως ταῦτα καταλιπών, τοῖς τοῦ Χριστοῦ ἴχνεσι προθύμως κατηκολούθησας, σὺν τῇ σεπτῇ Ἐπιστήμῃ τῇ συζύγῳ σου, σθένει δὲ τοῦ θείου Πνεύματος πρότερον μὲν ἀσάρκους δυσμενεῖς καθελόντες εἶτα καὶ ὁρωμένους δέ, ἰσχυρῶς κατεβάλατε, ἐν σκηναῖς ἤδη ὁσίων τε καὶ Μαρτύρων, χαίροντες διαπαντὸς ἀγάλλεσθε, ὅθεν ἀξιοπρεπῶς τιμῶμεν, τὴν μνήμην ὑμῶν Μαρτύρων περίδοξοι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λυτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὴν λαμπρὰν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, ὥσπερ συζυγίαν ἀρίστην, καὶ κλυτὴν καὶ θεόφρονα, τὸν θεῖον Γαλακτίωνα πιστοί, ὁμοῦ σὺν Ἐπιστήμη τῇ σεμνῇ, δι’ ἀσκήσεως γὰρ πόνων, ἀθλητικὴν ἐξήνθησαν φαιδρότητα· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Δυάδος τῆς σεπτῆς, εὐκλεῶς ἀθλησάσης, τὴν ἔνδοξον πιστοὶ ἑορτάσωμεν μνήμην, ἀεὶ γὰρ πρεσβεύουσαν, περισώζει τοὺς ψάλλοντας, θεῖα ἄσματα καὶ ἐγκαρδίους ὑμνήσεις, θεραπεύουσαν τὰς ψυχικὰς ἡμῶν νόσους, δυνάμει τῆς χάριτος.
Δόξα.
Χριστοῦ οἱ ἀθληταὶ τὴν οὐράνιον δόξαν, ζηλώσαντες θερμῶς πρὸς ἀγῶνας εἰσῆλθον, εἰς ἄσκησιν καὶ ἄθλησιν, Γαλακτίων ὁ ἔνδοξος καὶ ἡ πάνσεμνος Ἐπιστήμη ἡ θεία, νῦν ἀγάλλονται, ἐν οὐρανοῖς μετ’ ἀγγέλων, σεπτοὶ ὀσίαθλοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ νέος οὐρανός, ὁ χωρήσας ἀῤῥήτως, τὸν ἐν τοῖς οὐρανοῖς, μὴ χωρούμενον Λόγον· παλάτιον ἔμψυχον, τοῦ Δεσπότου τῆς κτίσεως· ἡ περίδοξος, καὶ περιώνυμος Κόρη, τοῦ Σωτῆρος μου, τῆς οὐρανίου πατρίδος, πολίτην με ποίησον.
Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χριστοῦ ῥήμασι πεπιστευκότες, ἠτενίσατε Αὐτῷ τὸ ὄμμα· τιμήν τε δόξαν καὶ πλοῦτον ἐάσαντες, καὶ ἀϊδίου εὐκλείας ποθήσαντες, παρὰ Κυρίου αὐτῆς ἠξιώθητε, ὅθεν ἔνδοξοι Χριστῷ τῷ Θεῷ πρεσβεύσατε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Θείῳ ἔρωτι καθοπλισθέντες, κατεστρέψατε τὰς ἀντιστάσεις, τῶν τυράννων ἀθλοφόροι περίδοξοι, καὶ τῆς νίκης βραβεῖα ἐδέξασθε, μαρτυρικὸν διανύσαντες στάδιον, ζεῦγος πάντιμον, Χριστὸν τὸν Θεὸν αἰτήσασθε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ λόγον.
Τὰ τῆς πίστεως ἄνθη τοὺς νοητοὺς μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Γαλακτίωνα τιμήσωμεν, καὶ Ἐπιστήμην τοὺς ὀσιάθλους, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτή. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγ. Ἀντωνίου.
Ὁ Ν’ Ψαλμός.
Δόξα: Ταῖς τῶν Ὁσιάθλων...
Καί νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β'. Στίχ. Ἐλεῆμον, ἐλέησον με, ὁ Θεός...
Ἐφέσει κρείττονος ζωῆς, καὶ τρυφῆς ἀνεκφράστου, τῶν φθαρτῶν ὑπερεῖδες, καὶ ῥευστῶν πάντα τερπνά, σὺν Ἐπιστήμῃ Χριστῷ, Γαλακτίων, εὐπειθῶς ἑπόμενος.
Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων δύο.
Ὁ α’ Κανών.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας
Τοὺς ἀνεσπέρους φωστῆρας τοὺς λογικούς, οὐρανοὺς τοὺς λάμψαντας, ὑπὲρ ἥλιον ἐν γῇ, τοῦ Χριστοῦ τοὺς θείους Ἀθλητάς, ἐν ᾠδαῖς πνευματικαῖς πίστει τιμήσωμεν.
Ἑλληνικῆς ἀπὸ ῥίζης στειρωτικῆς, εὐθαλὴς ἐβλάστησας θεοδώρητος βλαστός, Γαλακτίων κόσμῳ τοὺς καρπούς, προβαλλόμενος τῆς σῆς ἀτρέπτου πίστεως.
Ἐπιστημόνως τὴν πίστιν τὴν πρὸς Χριστόν, ἐκζητοῦσα ἔδραμες, πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ τυχοῦσα θείας δωρεᾶς, Ἐπιστήμη νυμφικῶς τούτῳ νενύμφευσαι.
Θεοτοκίον.
Κατεποντίσθην ὁ τάλας ἐν τῷ βυθῷ, τῶν πολλῶν μου πράξεων, καὶ πρὸς σὲ τὴν ἀγαθήν, καταφεύγω Μῆτερ τοῦ Θεοῦ, δὸς μοι χεῖρα βοηθείας καὶ διάσωσον.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ζυγὴ(ν Ἀθλ)ητῶν ἀζύγων, μέλπειν θέμις. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.
Ζωοποιῷ Τριάδι παμμάκαρ, παρεστηκὼς χαρμονικῶς, καὶ ταῖς φανοτάταις ἀστραπαῖς ἐλλαμπόμενος, αἴτησαι φωτισμόν, τοῖς ἐκτελοῦσι τὴν σὴν ἁγίαν μνήμην.
Ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, ἀναφλεχθείς σου τὴν ψυχήν, ἔφλεξας τὰ πάθη τῆς σαρκὸς δι’ ἀσκήσεως, καὶ ἔσβεσας τὴν πυράν, τῆς ἀθεΐας αἱμάτων σου τοῖς ὄμβροις.
Γένος καὶ πλοῦτον καὶ δυναστείαν, διὰ Χριστὸν καταλιπών, ἦρας τὸν σταυρὸν ἐπὶ τῶν ὤμων Σου Ὅσιε, μονάσας θεοπρεπῶς, σὺν Ἐπιστήμῃ τῇ θείᾳ σου συζύγῳ.
Θεοτοκίον.
Ἡ προστασία τῶν θλιβομένων, ἡ σωτηρία καὶ ἐλπίς, τῶν ἀπεγνωσμένων Θεοτόκε πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.
ᾨδὴ γ'. Οὐκ ἔστιν ἅγιος
Ἐφέσει κρείτονος ζωῆς, καὶ τρυφῆς ἀνεκφράστου, τῶν φθαρτῶν ὑπερεῖδες, καὶ ῥευστῶν πάντα τερπνά, σὺν Ἐπιστήμῃ Χριστῷ Γαλακτίων, εὐπειθῶς ἑπόμενος.
Ῥυσθέντες βρόχων σαρκικῶν, καὶ παθῶν πολυπλόκων, ἐν ἀσκήσει τῷ πόθῳ, συνεδέθητε Χριστοῦ· θυσία δὲ καθαρά, ἐν ἀθλήσει, τούτῳ προσηνέχθητε.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, ἀρνησάμενοι κόσμον,συνεδέθητε μᾶλλον, τῷ Πνεύματι Ἀθληταί, καὶ διὰ πόνων πολλῶν, βασιλείας, θείας ἠξιώθητε.
Θεοτοκίον.
Οὐκ ἔστιν ὅστις πρὸς τὴν σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν· διὸ δέομαι τῆς σῆς, ὅπως τύχω, Κόρη ἀντιλήψεως.
Ἕτερος. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Ἠμερινὸν ἀστέρα στειρωτικῶν, ἐκ λαγόνων Μάρτυς σὲ προηγάγετο, ἡ σὲ τεκοῦσα τὴν νύκτα, τῆς πολυθεΐας σκεδάζοντα.
Τῷ τῆς ἁγνείας φίλτρῳ περισχεθείς, παρθενεύειν πείθεις σὺν σοὶ τὴν σύζυγον· μεθ’ ἧς ἀθλήσας νομίμως, Μάρτυς Γαλακτίων δεδόξασαι.
Ὢ γυναικὸς πρὸ πείρας μαρτυρικῆς, μυηθείσης πάντα τὰ συμβησόμενα, ἀποκαλύψεσι θείαις, καὶ καταβαλούσης τὸν τύραννον!
Θεοτοκίον.
Νενεκρωμένον πάθεσι βλαβεροῖς, ζωοποίησόν με ζωὴν κυήσασα, τὴν διαλύσασαν Κόρη, πᾶσαν τοῦ θανάτου τὴν δύναμιν.
Κάθισμα Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀσκήσει λαμπρύνας σου, τὸ ὀπτικὸν τῆς ψυχῆς, ἀκτῖσιν ἀθλήσεως, φωταγωγεῖς τοὺς πιστούς, Γαλακτίων μακάριε· ὅθεν σου τὴν ἁγίαν, καὶ φωσφόρον ἡμέραν, πίστει ἐπιτελοῦμεν, εὐσεβῶς σοι βοῶντες· Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος, μόνη Πανύμνητε.
ᾨδὴ δ'. Χριστός μου δύναμις
Θεοῦ σε πρόνοια, βλαστὸν ἀνέδειξε, στειρευούσης νηδύος τῶν ἀρετῶν, τοὺς καρποὺς πληθύνοντα, καὶ καρποφόρον δεικνύντα, παραινέσεσι τὴν σύζυγον.
Χριστὸν ἐπόθησας, κόσμον ἐμίσησας, κατεφρόνησας πλούτου, δόξης, τρυφῆς, καὶ τιμῆς ἠλόγησας, φθαρτῶν τὰ ἄφθαρτα σοφῶς, ἀλλαξάμενος πανόλβιε.
Χριστοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, ἀκλινῶς Γαλακτίων σὺν τῇ σεπτῇ, Ἐπιστήμῃ ἔνδοξε· διὸ καὶ δόξης παρ' αὐτοῦ, καὶ στεφάνων κατηξίωσαι.
Θεοτοκίον.
Ναὸν ἐμόλυνα, κακῶς τοῦ σώματος, Παναγία Παρθένε τὸ καθαρόν, Θεοῦ οἰκητήριον, κάθαρον ῥύπου με παντός, τῶν παθῶν μου ταῖς πρεσβείαις σου.
Ἕτερος. Ἐξ ὄρους κατασκίου.
Ἄρνες λογικοί, ἐδείχθητε ποιμένι, τῷ παμβασιλεῖ, σαφῶς ἀκολουθοῦντες, καὶ πρὸς οὐράνιον μάνδραν στεφανηφόροι, μετὰ Μαρτύρων ἐσκηνώσατε.
Ζεῦγος ἐκλεκτόν, ἐφάνητε τέμνοντες, αὔλακα σεπτοῦ, γενναῖοι μαρτυρίου, καὶ γεωργήσαντες στάχυν ταῖς ἀποθήκαις, τῶν οὐρανῶν διατηρούμενον.
Ὑπὲρ τοῦ Χριστοῦ, τεμνόμενοι γενναῖοι, πόδας κεφαλήν, καὶ ὄνυχας καὶ χεῖρας, ἐξεῤῥιζώσατε πλάνην τῆς ἀσεβείας, καὶ νικηφόροι ἀνεδείχθητε.
Θεοτοκίον.
Γλῶσσα γηγενῶν, οὐ σθένει ἀνυμνῆσαι, Σὲ τὴν Θεοῦ, λοχεύτριαν φανεῖσαν, κυριοτόκε πανάμωμε καὶ Παρθένε, χριστιανῶν τὸ καταφύγιον.
ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου
Τῷ θείῳ φέγγει καταυγασθείς, καὶ τῆς ἀπαθείας καλλοναῖς, περιλαμφθεὶς Γαλακτίων σοφέ, ἔπεισας ἁγνεύειν σὺν σοὶ τὴν σύζυγον, ζυγὸν ἀνελομένην, τὸν ἐλαφρόν τοῦ Χριστοῦ.
Πυρὶ πυρούμενοι πειρασμῶν, πῦρ φιληδονίας καὶ πυράν, πολυθεΐας ἐσβέσατε, ἄμφω τὰ συμφέροντα συμφρονήσαντες, ἐν πόνοις πολυτρόποις, ψυχῆς καὶ σώματος.
Νόμῳ πειθόμενοι τοῦ Θεοῦ, ἄραντες ἐπ' ὤμων τὸν σταυρόν, εἵλεσθε βίον τὸν ἄμεμπτον, καὶ διπλοῖς στεφάνοις κατεκοσμήθητε, ἀσκήσει καὶ νομίμοις, ἄθλοις ἐκλάμψαντες.
Θεοτοκίον.
Ἡλίου ὄχημα φωτεινόν, κάθαρον τὸν ῥύπον τῆς ψυχῆς, κἀμοῦ τοῦ δούλου σου δέομαι. τάχυνον τὴν χάριν τῆς εὐσπλαγχνίας σου, καὶ ἴασαι νοσοῦντα, Κόρη Θεόνυμφε.
Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Ὡς γάλακτι τραφεὶς τῆς ἀσκήσεως, Γαλακτίων, εἰς πλήρωμα τέλειον, τῶν τοῦ Χριστοῦ παθῶν ἔφθασας.
Νοΐ κεκαθαρμένῳ τεθέασαι, Ἐπιστήμη, ἀρθεῖσα μετάρσιος, τὴν τῶν Ἁγίων κατάπαυσιν.
Μαρτύρων συναυλίας τυχόντες, ἐν τοῖς ὑψίστοις, ἀθάνατον εὔκλειαν, Ὁσιομάρτυρες ηὔρατε.
Θεοτοκίον.
Ἐκύησας ἐν χρόνῳ τὸν ἄχρονον, Παναγία, γενόμενον ἄνθρωπον, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.
ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν
Τοῦ βίου τὸ βίαιον, βδελυξάμενοι σαφῶς, εἵλεσθε βίον ἄμεμπτον, ὡς βιασταὶ τῆς φύσεως καὶ διπλοῖς, ἐν ἄθλοις προλάμψαντες, διττοῖς τοῖς στεφάνοις κατεκοσμήθητε.
Σωμάτων διάστασιν, ὑποστάντες τῶν ψυχῶν, ἑνώσει διὰ πίστεως, ἀσάρκους πρὶν καθείλετε δυσμενεῖς, αὖθις ὀρωμένους δέ, κατεβάλετε, σθένει θείου Πνεύματος.
Νομίμως ἠρίστευσαν, Γαλακτίων ὁ κλεινός, καὶ ἡ θεόφρων σύζυγος, Ἐπιστήμη ἀνδρείως καὶ καρτερῶς, αὐτῶν ταῖς δεήσεσι, τὰ ἐλέη σου Λόγε πᾶσι δώρησαι.
Θεοτοκίον.
Ἀγάθυνον Δέσποινα, τὴν ψυχήν μου ἐν πολλοῖς, κεκακωμένην πταίσμασι, καὶ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, Θεὸν καθικέτευε, βασιλείας τῆς ἄνω ἀξιῶσαί με.
Ἕτερος. Χιτῶνά μοι παράσχου φωτεινόν.
Λουτρῷ μετὰ τὸν θεῖον φωτισμόν, ἀζύγων προσήλθετε, τοῖς αἵμασιν ὕστερον, βαπτισθέντες Ἀθληταὶ τελεώτερον.
Πολλαῖς σκληραγωγίαις τὴν ψυχήν, λαμπρύνας ἀσκήσεως, ὡραίαν ἀπέδειξας, Γαλακτίων τῷ φωτὶ τῆς ἀθλήσεως.
Ἐν ἅρματι τοῦ αἵματος ὑμῶν, ἐπέβητε Μάρτυρες, καὶ νύσσαν ἐφθάσατε, τὴν οὐράνιον ἐν ᾗ ἀναπαύεσθε.
Θεοτοκίον.
Ἰσότιμον ἐκύησας Πατρός, Υἱὸν ἀπειρόγαμε, καὶ γάλατι ἔθρεψας, τὸν τροφέα τοῦ παντὸς ὑπὲρ ἔννοιαν.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Μαρτύρων Χριστοῦ, τοῖς δήμοις ἠριθμήθητε, ἀγῶσι στεῤῥοῖς, φαιδρῶς ἀγωνισάμενοι, Γαλακτίων ἔνδοξε, σὺν συζύγῳ σεπτῇ καὶ συνάθλῳ σου, Ἐπιστήμῃ, τῷ μόνῳ Θεῷ, πρεσβεύοντες ἄμφω ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τὸν γενναῖον ἐν Μάρτυσι Γαλακτίωνα, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, σὺν τῇ πανευκλεεῖ συζύγῳ, τῇ φερωνύμῳ Ἐπιστήμῃ· οὗτοι γὰρ καθεῖλον τοῦ ἐχθροῦ τὸ φρύαγμα, καὶ εἰδώλων τὸ ἄθεον ἤλεγξαν, τὴν δὲ πίστιν Χριστοῦ ἀνεκήρυξαν. Διὸ περιφανῶς λαβόντες παρ' αὐτοῦ, τοὺς στεφάνους τῆς ἀφθαρσίας, ἀπαύστως πρεσβεύουσιν ὑπέρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον
Δροσοβόλος ὑμᾶς χάρις ἡ τοῦ Πνεύματος, πανσόφως προσανέψυχε, πυρπολουμένους πειρασμῶν πυρὶ καὶ ἀλγεινῶν, ἀσκήσεως καὶ τῶν αἰκισμῶν, οὓς ἐν ἀθλήσει καρτερῶς, αὖθις ὑπέστητε.
Τῆς ἁγνείας μὲν τῷ πόθῳ καὶ ἀσκήσεως, στέργετε τὴν διάστασιν, ἐν ὁμονοίᾳ δὲ ψυχῆς διὰ πίστεως στεῤῥᾶς, συνδούμενοι πρὸς ἀθλητικάς, αὖθις ἡνώθητε λαβάς, Ὁσιομάρτυρες.
Γαλακτίων ὁ πανένδοξος θεσπίσμασι, πειθήσας τοῦ Παντάνακτος, τὰ θεσπίσματα ὡς ληρήματα τῶν δυσσεβῶν, ἡγήσατο· ὅθεν οὐρανῶν, τὴν βασιλείαν ἐν Χριστῷ κλῆρον ἀπείληφεν.
Θεοτοκίον.
Ὑπερτέρα ἐχρημάτισας Πανάμωμε, τῶν νοερῶν Δυνάμεων· ὃν γὰρ ἐκεῖνοι οὐ τολμῶσιν ὅλως κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς σαῖς, χαριστηρίοις σε φωναῖς· ὅθεν δοξάζομεν.
Ἕτερος. Ὁ δι’ Ἀγγέλου παῖδας.
Νενυμφευμένη Λόγῳ, Ἐπιστήμη τῷ θείῳ, τοὺς σὲ γυμνῶσαι σπεύδοντας, ἀποτυφλοῖς ἀπίστους, καὶ μεταγνόντας τοῦ φωτός, τέκνα ἔδειξας.
Θῦσαι θεοῖς ἀψύχοις, ἀπειπάμενοι ὅλως, τῶ ἀληθεῖ Θεῷ ἡμῶν, καὶ τῶν ψυχῶν Δεσπότῃ, θυσία Μάρτυρες σεπτοί, προσηνέχθητε.
Ἐπὶ πυρὰν βασάνων, προσαχθεὶς Γαλακτίων, τοῖς ὀχετοῖς τοῦ αἵματος, τῆς ἀθεΐας φλόγα, Μάρτυς κατέσβεσας σοφέ, εὐλογῶν τὸν Θεόν.
Θεοτοκίον.
Μετὰ τῶν ἄνω πάντων, οὐρανίων ταγμάτων, μεγαλοφώνως ἅπαντες, τὴν Θεοτόκον Κόρην, οἱ σεσωσμένοι δι’ αὐτῆς, μακαρίσωμεν.
ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Τοῦ τῆς φύσεως πόθου φίλτρον θερμότερον, πρὸς Χριστὸν ἐσχηκότες, σαρκὶ καὶ αἵματι, ὅλω τῷ νοῒ προσανέχειν ἀπείπασθε, σχέσεως ὑλώδους, ἐμφρόνως ἀποστάντες.
Τῆς πρὸς σάρκα φιλίας ξένως διέστητε, τῆς ἁγνείας τῷ φίλτρῳ θείως ἡνώθητε, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ συνηρμόσθητε, κλέος συζυγίας, ἀζύγων μέγα θαῦμα.
Βασιλείαν τὴν ἄνω Μάρτυς θεσπέσιε, κατοικῆσαι σπουδάζων, ταύτην κατέλαβες, αἵμασι τοῖς σοῖς, Γαλακτίων ὠνούμενος, σὺν τῇ Ἐπιστήμῃ, τῇ σῇ καλῇ συνάθλῳ.
Θεοτοκίον.
Ὥσπερ πύρινος θρόνος φέρεις Πανάμωμε, τὸν ἐν κόλποις πατρῴοις ἀναπαυόμενον, ὃν ὑπὲρ ἡμῶν, Θεοτόκε ἱκέτευε, ὅπως αἰωνίου, ῥυσθῶμεν καταδίκης.
Ἕτερος. Τὸν ἄναρχον.
Ἰσότιμοι, τὴν ἁγνείαν καὶ ἴσοι, τὴν ἄσκησιν, καὶ τὴν ἄθλησιν ὄντες, τῶν ἴσων ἐκ Θεοῦ, ἐτύχετε βραβείων, γενναῖοι Ἀθλοφόροι.
Συνάφειαν, ἀφθορίᾳ τηρεῖτε, ποθήσαντες, τῶν Ἀγγέλων τὸν βίον· μεθ’ ὧν χαρμονικῶς, Κυρίου Ἀθλοφόροι, χορεύετε ἀξίως.
Ἱστάμενος, πρὸ βημάτων ἀνδρείως, ἐκήρυξας, ἕνα Κύριον Μάρτυς, Θεὸν ἀληθινόον, καὶ τῆς πολυθεΐας, κατέλυσας τὸ θράσος.
Θεοτοκίον.
Ὡς ἔντιμον, καὶ ὑπέρτατον θρόνον, ὑπάρχουσαν, τοῦ Θεοῦ τοῦὑψίστου, ὑμνήσωμεν λαοί, τὴν μόνην μετὰ τόκον, μητέρα καὶ παρθένον.
ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Χριστοῦ τῷ πόθῳ θερμῶς στομούμενοι, σχέσιν ψυχρὰν τοῦ βίου καὶ τοῦ φίλτρου τῆς φύσεως, καὶ δεσμοὺς τῆς σαρκὸς διεῤῥήξατε, διὰ τὴν ἐν Τριάδι μίαν Θεότητα, Μάρτυρες δυάδος, ὑλικῆς ὑπεργενόμενοι.
Χοροῖς Μαρτύρων, Παρθένων τάγμασιν, ἐν οὐρανοῖς χορεύων, καὶ φωτὶ ἀγαλλόμενος, σὺν τῇ σῇ συζύγῳ Ἐπιστήμῃ κακῶν, λύσιν ἡμῖν βραβεύεις, νίκας τῷ Ἄνακτι, κόσμῳ Γαλακτίων, εἰρήνην καὶ μέγα ἔλεος.
Στεῤῥῶς ἐν πίστει εἰς ἓν ἑνούμενος, πανευκλεῶς ὁ θεῖος Γαλακτίων ὁ πάνσοφος, καὶ τῇ σεμνῇ Ἐπιστήμῃ συνδούμενος, συνήθλησε γενναίως, τούτων δεήσεσιν, οἴκτειρον ἡμᾶς Λόγε Θεοῦ, ὡς ὑπεράγαθος.
Θεοτοκίον.
Φωναῖς ὑμνοῦμεν χαριστηρίοις σε, οἱ διὰ σοῦ τυχόντες ἀληθῶς τῆς θεώσεως, καὶ βοῶμέν σοι· Χαῖρε Πανάμωμε, χαῖρε εὐλογημένη, χαῖρε παλάτιον, τοῦ Παμβασιλέως καὶ Θεοῦ, χαῖρε Μητρόθεε.
Ἕτερος. Τὸν προδηλωθέντα.
Στῦλος καθωράθης, θεόφρον οὐρανομήκης, Ἐκκλησίας θεμέλιος, καὶ πύργος εὐσεβείας, καὶ Μαρτύρων καὶ ἀσκητῶν Γαλακτίων, ἔρεισμα καὶ θεῖον ἐγκάλλωπισμα.
Ἤνθησας λειμῶνι, παρθένων καθάπερ ῥόδον, καὶ κοιλάσι μαρτυρικαῖς, ἡδύπνοον ὡς κρίνον, Ἐπιστήμη παρθενομάρτυς Κυρίου· ὅθεν σε συμφώνως μακαρίζομεν.
Φέγγει τρισηλίου, λαμπάδος πεπυρσευμένοι, πρὸς αὐτὴν μετέβητε νῦν, υἱοὶ φωτὸς δειχθέντες, καὶ πρεσβεύετε φωτισμὸν δωρηθῆναι, Μάρτυρες τοῖς πίστει εὐφημοῦσιν ἡμᾶς.
Θεοτοκίον.
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων· Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις
Τραφεὶς τῷ γάλακτι Μάρτυς, τῆς πίστεως Γαλακτίων, σὺν τῇ σεμνῇ Ἐπιστήμῃ, ἐνήθλησας μέχρι τέλους, ὑμῶν ἁγίαις πρεσβείαις, ῥυσθείημεν τῆς γεέννης.
Θεοτοκίον.
Χαριστηρίοις ὕμνοις, δοξάζοντές σε Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶμέν σοι Θεοτόκε· Χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.
Αἶνοι. Ἦχος. πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος!
Ὤ τοῦ παραδόξου θαύματος, ἡ ἱερὰ ξυνωρίς, διὰ δόξαν τὴν μέλλουσαν, Παρθενίαν ἄμεμπτον, καὶ ζωὴν τὴν ἰσάγγελον, ἐπιποθοῶσα, κόσμον κατέλιπεν, καὶ τὴν Σιναίου ἔρημον ᾤκησεν, τέλος δὲ τίμιον, οἳ κλεινοὶ ἐπέτυχον μαρτυρικόν, Γαλακτίων ἔνδοξος καὶ Ἐπιστήμη τε.
Γάλακτι τραφεὶς ἀσκήσεως, διὰ βασάνων πολλῶν, Γαλακτίον καὶ θλίψεων εἰς Χριστοῦ κατήντησας ἡλικίαν γενόμενος, δεκτὴ θυσία, τέλειον σφάγιον, τῇ αὐθαιρέτῳ ὁρμῇ Πανόλβιε· ὢ τῆς ἑδραίας σου καὶ βεβαίας πίστεως, δι’ ἧς Θεοῦ, ἔτυχες θεούμενος, νῦν τελειώτερον.
Ἐπιστημόνως ἐζήτησας τῶν ἀγαθῶν τὴν πηγήν, ὀρεκτῶν τὸ ἀκρότατον, ταῖς αὐτοῦ λαμπρότησι, καὶ ψυχὴν καὶ διάνοιαν, καταυγασθεῖσα θεομακαριστέ, καὶ καθελοῦσα στεῤῥαῖς ἐνστάσεσι, τὸν πολυμήχανον, καὶ ἀρχαῖον δράκοντα, Μοναζουσῶν, θεῖον ἐγκαλλώπισμα, μάρτυς πολύαθλε.
Δύο φωστῆρες ὑπέρλαμπροι, Ἀνατολῆς νοητῆς, ἀνατέλλουσι χάριτι, καὶ τὴν κτῖσιν ἅπασαν, εὐσεβῶς καταυγάζουσιν, ὑπερβαλλούσαις ἄθλων λαμπρότησι, καὶ ἰαμάτων, θείοις πυρσεύμασιν· ὧν τὴν ὑπέρφωτον, ἑορτὴν γεραίροντες, τὸν δι’ αὐτῶν, πάντας ἁγιάζοντα, Χριστὸν δοξάσωμεν.
Δόξα.Ἦχος πλ. α'.
Ἐγκωμιάσωμεν ἅπαντες, χαρμοσύνως σήμερον, τὴν στεφηφόρον καὶ σεπτήν, τοῦ Χριστοῦ ξυνωρίδα, Γαλακτίωνα τὸν σοφόν, καὶ τὴν σύζυγον καὶ σύναθλον αὐτοῦ, τὴν πάνσεπτον Ἐπιστήμην, ἀμφότεροι γὰρ οὗτοι, ἄτρωτον τὴν παρθενίαν τηρήσαντες, καὶ βίον διῆλθον τὸν τῆς ἀσκήσεως, καὶ πᾶσαν δεινοπάθειαν καὶ σκληραγωγίαν, εὐχαρίστως διενεγκόντες, τὴν τοῦ Σιναίου ἔρημον, εὐφροσύνης ἐπλήρωσαν· τέλος δὲ ἀθλητικὸν ἀξιωθέντες, ἐν ποικίλοις βασάνοις, τὸν τύραννον Οὖρσον κατήσχυναν, ὧν τὰ πάντα ὁ πιστὸς αὐτῶν, δοῦλος Εὐτόλμιος, ὅς σὺν αὐτοῖς ἠγωνίσατο, καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή ἐστίν ἡ μαρτυρία αὐτοῦ· ἥν περ καὶ ἡμεῖς, πιστεύοντες, ἐκτενῶς, οὖν πρὸς αὐτοὺς ἐκβοήσωμεν· Ὀσιομάρτυρες πανεύφημοι ὑπὲρ ἡμῶν τῶν ἐορταζόντων, τὴν μνήμην ὑμῶν, Χριστῷ τῷ Θεῷ θερμὰς δεήσεις, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον.
Ζεῦγος θεοφόρητον καὶ σεπτόν, συζυγία θεία, Γαλακτίων ὁ ἱερός, σὺν τῇ Ἐπιστήμῃ, τοῦ θεοδρόμου βίου, ἡμᾶς τὴν ἐπιστήμην μυσταγωγήσατε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου