ΝΟΕΜΒΡΙΟΣ Γ΄!!
ΓΕΩΡΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΝΕΑΠΟΛΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικαγιαννανίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ
τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἰερεὺς
ἐνθεώτατος, καὶ θεράπων θεόληπτος, τῆς Τριάδος Ὅσιε ἐχρημάτισας· ἱερουργῶν γὰρ
τὰ ἄῤῥητα, καὶ θεῖα μυστήρια, ὥσπερ θῦμα καθαρόν, καὶ θυσία εὐπρόσδεκτον,
προσενήνεξαι, τῷ Δεσπότῃ τῶν ὅλων θεοφόρε, ἐκτμηθεὶς τὸν σὸν αὐχένα, χειρὶ
φονίᾳ Γεώργια.
Τῶν
Ὁσίων ὁμότροπος, καὶ Μαρτύρων συμμέτοχος, ἱερὲ Γεώργιε ἀναδέδειξαι· θεοπρεπῶς
γὰρ τὸν βίον σου, ἀνύων μακάριε, ὡς τῶν θείων ἐντολῶν, πληρωτὴς ἀκριβέστατος,
σεαυτὸν τέθεικας, δι’ ἀγάπην θεόφρον τοῦ πλησίον· διὰ τοῦτο ἐδόξασθης, τοῦ
Παρακλήτου τῇ χάριτι.
Ἱερέων
ἀγλάϊσμα, ἀρετῶν ἐνδιαίτημα, τοῦ Ἁγίου Πνεύματος σκεῦος εὔχρηστον, ἔργων ὁσίων
γεώργιον, καὶ κλέος περίδοξον, Νεαπολιτῶν πιστῶν, ἀνεδείχθης Γεώργιε, θείᾳ
χάριτι· διὰ τοῦτο τελοῦμέν σου τὴν μνήμην, καὶ λειψάνων σου τὴν θήκην,
περιχαρῶς ἀσπαζόμεθα.
Ἕτερα.
Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Χλαῖναν
περικείμενος, ἱερωσύνης Γεώργιε, οὐρανίῳ φρονήματι, Χριστῷ ἱεράτευσας, καὶ
ἀμέμπτῳ βίῳ, ᾧ καὶ προσενηνέχθης, ὡς ἱερεῖον λογικόν, ἰδίῳ αἵματι παμμακάριστε·
ἐντεῦθεν ὡς οὐράνιον, ναὸν ἀνῆλθες γηθόμενος, ὑπὲρ πάντων δεόμενος, τῶν
τελούντων τὴν μνήμην σου.
Ἤθεσι
χρηστότητας, καὶ πολιτείας σεμνότητι, θεοφρόνως κοσμούμενος, ἐν γήρατι Ὅσιε,
ἀπηνῶς ἐτμήθης, Πάτερ τὸν αὐχένα, ὑπὸ χειρὸς βαρβαρικῆς, καὶ μαρτυρίου στέφανον
εἴληφας, Μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ἀγγέλων συνόμιλε, θεοφόρε Γεώργιε,
πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ὤφθης
ἐν ὁράματι, δεδοξασμένος Γεώργιε, καὶ πιστοῖς ἐφανέρωσας, τὸ θεῖόν σου
λείψανον, κατηγλαϊσμένον, δόξῃ ἀφθαρσίας, καὶ δωρεᾷ τῇ θεϊκῇ, ὃ νῦν κατέχοντες
ἀγαλλόμεθα, ἁγιασμὸν καὶ ἴασιν, καὶ τῶν παθῶν ἀπολύτρωσιν, ἐξ αὐτοῦ
κομιζόμενοι, τῇ πρεσβείᾳ σου Ἅγιε.
Δόξα.
Ἦχος β΄.
Ἱερωσύνης
ἠγλαϊσμένος ἱεροπρεπῶς, Χριστῷ ἐλάτρευσας ἐν ὁσιότητι καὶ δικαιοσύνη, θεοφόρε
Γεώργιε· τῷ γὰρ νόμῳ τοῦ Πνεύματος ῥυθμίσας σου τὴν ζωήν, γεωργὸς ἀγαθῶν
πράξεων, φερωνύμως ἐδείχθης, ἐν Ἐκκλησίᾳ Ὅσίων· καὶ τελειωθεὶς δι’ αἵματος,
μαρτυρικῆς ἀναῤῥήσεως ἔτυχες, ὡς τοῦ Εὐαγγελίου μύστης. Ἀλλ’ ἀπαύστως ἱκέτευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας
καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων
γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι
ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Χαίρει
τῶν εὐσεβῶν ἡ πληθύς, ὡς κιβωτὸν ἁγιάσματος, κεκτημένη σου τὸ σκῆνος,
Ἱερομάρτυς Γεώργιε· ἡ γὰρ ἀπειρόδωρος τοῦ Πνεύματος χάρις, ἐν αὐτῷ φοιτήσασα,
ἀφθαρσίᾳ αὐτὸ ἐδόξασε, καὶ ἰαμάτων δυνάμεσι, καὶ οὐρανίῳ εὐωδίᾳ· ὅθεν αὐτὸ
περικυκλοῦντες, τῆς μελλοῦσης δόξης τὰς ἀμοιβάς, ἐν αὐτῷ συνορῶμεν, καὶ τῆς ἐν
Χριστῷ ζωῆς, τὴν μακαρίαν ἀπόλαυσιν. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, Υἱὲε Θεοῦ
Μονογενές, ταῖς τοῦ Ὁσίου Σου πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἦχος
β΄.
Τῶν
θείων προσταγμάτων τὴν τρίβον, ἀκλινῶς πορευόμενος, πρᾶος ταπεινὸς καὶ μέτριος,
ἐχρημάτισας Πάτερ· καὶ τῶν ἔργων τὴν ἐπίδειξιν, χάριτι λαμπρύνων τῶν τρόπων
σου, τῇ χύσει τοῦ αἵματος, τὴν πολιτείαν σου ἐσφράγισας· καὶ δι’ ἀμφοτέρων
Χριστῷ εὐαρεστήσας, τῆς ἄνω Βασιλείας τὸ δηνάριον, ἐπαξίως ἔλαβες, πρεσβεύων
Γεώργιε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
γ΄.
Τοῦ
μυστικοῦ ἀμπελῶνος, ἀμφιδέξιος γεωργός, ἀνεδείχθης Πάτερ Γεώργιε· γεωργίᾳ γὰρ
τῶν λόγων σου, τῶν εὐσεβῶν καθαίρων τὰς ψυχάς, σωφρόνως καὶ ἀμέμπτως διήγαγες,
τὴν δοθεῖσάν σοι δωρεὰν ἀοίδιμε· ὑπὲρ ἧς κόποις καὶ μόχθοις ὁμιλῶν, ἐχθρικῆς
ἱταμότητος, θῦμα ἐγένου Ὅσιε, ἀθλητικῶς τελειωθείς. Καὶ νῦν εἰς τὸ ἄνω
θυσιαστήριον, νοερῶς Χριστῷ λειτουργῶν, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος δ΄.
Τὸ
τῆς πίστεως μυστήριον, ἐν καθαρᾷ συνειδήσει ἔχων, κατὰ Παῦλον τὸν μέγαν, ἱερεὺς
Θεῷ εὐπρόσδεκτος, καὶ λειτουργὸς τῆς θείας Χάριτος, ἀληθῶς ἐχρημάτισας Πάτερ·
ἐντεῦθεν ὁσίως Χριστῷ ἱερουργών, ὡς θυσίαν καθαράν, καὶ δῶρον τίμιον, τὸ σὸν
αἵμα Αὐτῷ προσήγαγες, τυθεὶς ὑπὲρ τοῦ πλησίον· διὸ κατ’ ἀξίαν σε ἐδόξασεν, ὁ
παρέχων ἑκάστῳ τὰς ἀξίας, καὶ βραβεύων διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ἔχων,
τὴν πολιτείαν τὴν σήν, κεκοσμημένην ἀρετῶν ταῖς λαμπρότησιν, ἐχρίσθης
ἱερωσύνης, τῇ νοητῇ δωρεᾷ, καὶ ἱερομύστης ὤφθης ἔνθεος· ἐντεῦθεν ἱέρευσας, τῷ
Χριστῷ ὥσπερ ἄγγελος, καθαγιάζων, τελεταῖς ταῖς τοῦ Πνεύματος, καὶ ταῖς δόσεσι,
μυστηρίων τῆς χάριτος, πάντων πιστῶν τὸ πλήρωμα, Γεώργιε Ὅσιε, τῆς ἐν Χριστῷ
γεωργίας, κλῆμα σεπτὸν καὶ κατάκαρπον. Ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δρόμον,
ἀναλαβὼν ἱερό, ὥσπερ ὁδίτης ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ἀδίκως ἐκτάνθης Πάτερ· ὑπὸ
φονίας χειρός, καὶ Μαρτύρων στέφει κεκαλλώπισαι· ἐντεῦθεν τὸ σῶμά σου, τοῖς
πιστοῖς ἀπεκάλυψας, μετὰ χρονίαν, ἐν τῷ τάφῳ κατάθεσιν, σῶον ἄφθαρτον, καὶ
ὀσμῆς θείας ἔμπλεων· ὅπερ ὡς θεοδώρητον, πλουτοῦντες θησαύρισμα, τῆς ἐξ αὐτοῦ
προϊούσης, καταπολαύομεν χάριτος, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τοῖς πᾶσι,
τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις,
ὁ θεοφόρος ἀνήρ, ὁ τῶν Ὁσίων κοινωνὸς καὶ ἰσότιμος· ὁ χέας ὑπὲρ ἀγάπης, τῆς τοῦ
πλησίον σαφῶς, τὸ σὸν αἷμα Πάτερ προθυμότατα· ἐντεῦθεν συνόμιλος, Ἀθλοφόρων
γεγένησαι, καὶ τὸ σὸν σκῆνος, ὁ δεχθείς σου τὴν ἄθλησιν, ἐθαυμάστωσεν, ἀφθαρσίᾳ
καὶ θαύμασιν, ὅπερ μετακομίσαντες, εἰς πόλιν τοῦ Κέκροπος, ἐκ τῆς χθονὸς τῆς
πατρίου, Νεαπολῖται Γεώργιε, χαρᾶς ἡμᾶς πλείστης, κατηξίωσαν ὑμνοῦντας, τὴν
θείαν χάριν σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῇ
γεωργίᾳ τῶν ἀρετῶν, φερωνύμως Πάτερ κομῶν, τῷ οἰκείῳ αἵματι ἐφοίνιξας, τῆς
ἱερωσύνης τὴν στολήν. Μακάριος εἶ, ὅτι τῶν θείων ἐντολῶν, ἐργάτης γενόμενος,
τῆς αἰωνίου μακαριότητος, κληρονόμος ἐδείχθης. Διὸ δυσωποῦμέν σε, Γεώργιε θεῖε,
ὡς παῤῥησίαν ἔχων πρὸς Χριστόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Βίον
ἅγιον, ἐμφρόνως ἔχων, ἱεράτευσας, Θεῷ ὁσίως, θεοφόρε παμμάκαρ Γεώργιε, καὶ
γεωργῶν τῆς ἀγάπης τὸ πλήρωμα, τὸ ἱερὸν ἀπετμήθη αὐχένα σου. Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
βίον σου σοφέ, εὐσεβῶς διανύων, Μαρτύρων κοινωνός, ἐπὶ τέλει ἐδείχθης, τμηθεὶς
τὸν αὐχένα σου, ἐχθρικῇ ἰταμότητι· ὅθεν γέγονας, τῶν οὐρανῶν κληρονόμος, ἔνθα
πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Νυμφὼν
ὁ λογικός, τοῦ τῶν ὅλων Δεσπότου, σκηνὴ ἡ μυστική, τοῦ Θεοῦ τῶν ἁπάντων, ὁ
θρόνος ὁ περίδοξος, ἡ καθέδρα ἡ πάγχρυσος, τοῦ παντάνακτος, ἀνευφημείσθω ἀξίως,
ἡ θεόνυμφος, καὶ Θεοτόκος Μαρία, βροτῶν τὸ διάσωσμα.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως
ἱερέυσας τῷ ἐπὶ πάντων Θεῷ, θυσία δὲ ἄμωμος, καὶ προσφορὰ λογική, Αὐτῷ
προσενήνεξαι, αἵματι τῷ ἰδίῳ, ἱερώτατε Πάτερ· ὅθεν παρὰ Κυρίου, ἐδοξάσθης
ἀξίως, ᾧ πρέσβευε Γεώργιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως
συνέλαβες τὸν ἐπὶ πάντων Θεόν, ἀφθόρως δὲ ἔτεκες δίχα τροπῆς καὶ φυρμοῦ,
Χριστὸν τὸν παντάνακτα· ὅθεν Αὐτὸν δυσώπει, ὡς Υἱὸν καὶ Θεόν Σου, δοῦναι τοῖς
σὲ ὑμνοῦσι, ἱλασμὸν καὶ εἰρήνην, Παρθένε Θεογεννῆτορ, ἀνθρώπων βοήθεια.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
ἀκηλίδωτον, θεόφρον βίον σου, Μαρτύρων αἵματι, ὄντως ἐλάμπρυνας, καὶ τῆς Ἁγίων
δωρεᾶς, Γεώργιε ἠξιώθης· ὅθεν παριστάμενος, τῷ ἁγίῳ λειψάνῳ σου, χάριν τε καὶ
ἔλεος, ἐξ αὐτοῦ ἀρυόμεθα, δοξάζοντες Χριστὸν τὸν Σωτῆρα, τὸν σὲ δοξάσαντα
ἀξίως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
ὑπερούσιον, Λόγον κυήσασα, ἐκ τῶν αἱμάτων Σου, σαρκὸς παχύτητι, τὴν τῆς
προμήτορος ἀράν, ἀνέτρεψας τῷ Σῷ τόκῳ· ὅθεν ὡς αἰτίαν Σε, τῆς ἡμῶν ἀναπλάσεως,
εὐχαρίστῳ στόματι, Θεοτόκε γεραίρομεν, βοῶντες τὴν φωνὴν τοῦ Ἀγγέλου· χαῖρε ἡ
Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·
Οὐδὲν συγκεκαλυμμένον ἐστίν... (Ζήτει τῇ Παρασκευῇ τῆς Ζ΄ ἑβδομάδος τοῦ Λουκᾶ).
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον,
ὁ τῆς Τριάδος ἱερεύς, καὶ λειτουργὸς Γεώργιος, μαρτυρικῷ τέλει τὸν βίον περάνας,
τὸν τῆς δόξης στέφανον, παρὰ Χριστοῦ ἀνεδήσατο, καὶ ταῖς τῶν ἁγίων συνήφθη
λαμπρότησιν. Ἡμεῖς δέ, τὸ σεπτὸν αὐτοῦ σκῆνος κατέχοντες, ὡς θησαυρὸν οὐράνιον,
ὀσμῆς ζωῆς πληρούμεθα, καὶ ἁγιασμοῦ κρείττονος, τῇ τοῦ Παρακλήτου δωρεᾷ, τοῦ
παρέχοντος δι’ αὐτοῦ, τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Γεώργει
Γεώργιε ἡμῖν τὰ κρείττω. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Γαλήνην
καὶ φωτισμόν μοι αἴτησαι, Πάτερ Γεώργιε, ὡς τῷ Πατρὶ τῶν φώτων παρεστώς, καὶ
τὴν γλώσσαν μου τράνωσον, ἵνα ὑμνήσω Ἅγιε, τὰ τοῦ σοῦ βίου προτερήματα.
Ἐν
γνώσει πνευματικῇ κοσμούμενος, Πάτερ Γεώργιε, ἱερωσύνη τῇ καταστολῇ ἱερῶς
κατηγλάϊσας, καὶ τῷ Χριστῷ ἱέρευσας, ἐν εὐσεβείᾳ καὶ σεμνότητι.
Ὡς
θεῖος ἱερουργὸς καὶ ὅσιος, καλῶς διήγαγες, τὴν ἐν σοὶ δοθεῖσαν, χάριν ἐκ Θεοῦ,
θεοφόρε Γεώργιε, καὶ ἐπαξίως εἴληφας, τὴν τῶν σῶν πόνων ἀνταπόδοσιν.
Ῥημάτων
τῶν τοῦ Χριστοῦ ὑπήκοος, πέλων Γεώργιε, ὑπὲρ ἀγάπης δέδωκας σαυτόν, τοῦ πλησίον
εἰς θάνατον, καὶ ξίφει τεθανάτωσαι, βαρβαρικῇ Πάτερ σκληρότητι.
Θεοτοκίον.
Γενοῦ
μοι καταφυγὴ καὶ δύναμις, Κόρη ἐν θλίψεσι, καὶ βοηθὸς ἐν πᾶσι τοῖς δεινοῖς, τῇ
θερμῇ ἀντιλήψει Σου, καὶ πειρασμῶν τὴν ἔφοδον, Θεογεννῆτόρ μοι ἀπείργουσα.
ᾨδὴ
γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Εὐφραίνονται
ἐπὶ σοί, καταπλουτοῦντα τὸ σεπτὸν σκῆνός σου, ὡς θησαυρὸν Γεώργιε, Νεαπολιτῶν
τὰ συστήματα.
Ἱέρευσας
εὐσεβῶς, τῷ τῶν αἰώνων Βασιλεῖ Ὅσιε, καὶ τούτῳ προσενήνεξαι, οἷα λογικὸν
ὁλοκάρπωμα.
Γυναίῳ
τῷ εὐσεβεῖ, ἀποκαλύψας τὸ σεπτὸν σῶμά σου, τοῦτο ἡμῖν δέδωκας, Πάτερ, ὥσπερ
δῶρον οὐράνιον.
Θεοτοκίον.
Ἐξέλαμψεν
ἐκ γαστρός, τῆς καθαρᾶς Σου ὁ Χριστὸς ἄχραντε, καὶ πᾶσαν γῆν ἐφώτισε, τῆς
θεογνωσίας ταῖς λάμψεσι.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον
Γεωργίᾳ
παμμάκαρ ἐνθέων πράξεων, εὐσεβῶς διαπρέψας οἷα θεράπων Χριστοῦ, δι’ ἀθλήσεως
στεῤῥᾶς πρὸς φῶς ἀνέσπερον, ἀνελήλυθας λαμπρῶς, καὶ Ἁγίων κοινωνός, Γεώργιε
ἀνεδείχθης· μεθ’ ὧν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐξ
ἁγνῶν Σου αἱμάτων σάρκα προσέλαβεν, ὁ ἀνείδεος Λόγος τοῦ προανάρχου Πατρός, καὶ
γεγένηται ἐκ Σοῦ Θεὸς καὶ ἄνθρωπος, θεουργήσας τὴν ἐμήν, διὰ ἔλεος πολύ, οὐσίαν
Θεογεννῆτορ· Ὃν ὡς Υἱόν Σου δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
δ΄. Ἐπαρθέντα σὲ ἰδοῦσα.
Ὡς
ἀτίθασοι οἱ βάρβαροι Πάτερ θῆρες, ἀνηλεῶς ἐπέθεντο, κατὰ σοῦ φονῶντες, καὶ σὲ
θανατώσαντες, Θεῷ ἀπετέλεσαν, θῦμα ὡς οὐκ ὤοντο τέλειον.
Ῥαντισμῷ
σου τῶν αἱμάτων πεφοινιγμένος, πρὸς τὸν Χριστὸν ἀνέδραμες, ἐν ἀγαλλίασει, τὰ
γέρα πόνων σου, ληψόμενος Ὅσιε, καὶ τῆς ἀφθαρσίας τὸν στέφανον.
Γενναιότητι
καρδίας ὑπὲρ τοῦ πέλας, τὸν βίαον ὑπέμεινας θάνατον θεόφρον· ὅθεν πρὸς
ἀθάνατον, ζωὴν μεταβέβηκας, δόξης ἀϊδίου πληρούμενος.
Ἰατρεῖον
ἀνεδείχθη ἡ θεία λάρναξ, τοῦ ἱεροῦ λειψάνου σου, τοῖς προσερχομένοις, ψυχῶν καὶ
σωμάτων γάρ, ἰᾶται νοσήματα, μάκαρ ἐνεργείᾳ τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἐκ
τῶν θείων τοῦ Υἱοῦ Σου παραγγελμάτων, ἄφρονι νῷ ἐξέκλινα, ὁ ἐσκοτισμένος· ἀλλὰ
Σὺ πανάχραντε, πρὸς φῶς με ἀνθέλκυσιν, ἔργων μετανοίας καὶ χάριτος.
ᾨδὴ
ε΄. Σύ, Κύριέ μου φῶς.
Ἤχθη
ἐκ τῆς χθόνος τοῦ πατρίου τὸ σῶμά σου, καὶ δέδοται θεοφόρε, Ἀθηνῶν ἐν τῇ πόλει,
ὡς ἔνθεον θησαύρισμα.
Μάρτυς
ὡς ἀληθῶς, εὐσεβείας γεγένησαι, ὑπὸ χειρῶν παρανόμων, ἐκτμηθεὶς τὸν αὐχένα,
γνώμῃ κακούργῳ Ἅγιε.
Ἴασαι
συμπαθῶς, τῆς ψυχῆς μου τὰ τραύματα, Ἱερομάρτυς Κυρίου, καὶ παθῶν μου τὸν
ζόφον, διάλυσον πρεσβείαις σου.
Θεοτοκίον.
Νάμασι
μυστικοῖς, μητρικῆς Σου χρηστότητος, κατάρδευσον τὴν ψυχήν μου Θεοτόκε Μαρία,
πρὸς εὐκαρπίαν ἄϋλον.
ᾨδὴ
στ΄. Θύσω σοι μετὰ φωνῆς.
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος, ὁ σὸς ἐδείχθη θεόφρον, ὥσπερ ἱερεὺς γάρ, καὶ θεῖος
Μάρτυς ἐτιμήθης, δωρεαῖς οὐρανίαις Γεώργιε.
Ἄθλησιν
παθημάτων ἐν γήρατι Ὅσιε, καὶ βιαιότατον πότμον, ὑπ’ ἀνδρῶν αἱμάτων χαίρων
ὑπέστης, διὰ τοῦτο, ὁ Χριστὸς δὲ δοξάζει Γεώργιε.
Κατεῖδόν
σε οἱ ἐν πλοίῳ, τὴν σὴν δὲ οὐκ ἔγνωσαν, χάριν Γεώργιε Πάτερ, ἀλλὰ τῆς θαλάσσης
τὴν τρικυμίαν, εἰς γαλήνην, προσευχῇ παραδόξως μετέβαλες.
Θεοτοκίον.
Ῥάβδος
Σε τοῦ Ἀαρὼν τὸ πάλαι ἐτύπωσεν, ἀγεωργήτως γὰρ Κόρη, ὥσπερ ἄνθος ἤνθησας
πανευῶδες, τὸν Σωτῆρα, εὐωδίας τὸν κόσμον πληρώσαντα.
Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Θυσίαν
Θεῷ προσφέρων τὴν ἀναίμακτον, ὡς ἱερεὺς τῆς χάριτος Γεώργιε, σεαυτὸν
προσήγαγες, ὥσπερ θῦμα Αὐτῷ καθαρώτατον· διὰ τοῦτο δεδόξασαι, σὺν Ὁσίων
χορείαις, καὶ κλεινοῖς Ἀθληταῖς.
Ὁ
Οἶκος.
Ἱερωσύνης
τὴν στολήν, ἐνδεδυμένος Πάτερ, τῇ πρακτικῇ σου βιοτῇ, καὶ γεωργίᾳ τῶν καλῶν,
διέπρεψας ἐν κόσμῳ· ἀγάπῃ γὰρ ἡνωμένος τῷ Θεῷ, καὶ τὸν πλησίον ὡς σεαυτὸν
ἠγάπησας· ὑπὲρ οὗ τὴν ζωὴν θείς, ὑπὸ χειρῶν βαρβαρικῶν, ἀνηλεῶς ἐκτάνθης, καὶ
μαρτυρικῆς δόξης καὶ τιμῆς μετέσχες, ὡς ἱερεὺς θεοειδής, καὶ τοῦ Σωτῆρος
θεράπων πιστότατος· διὰ τοῦτο, τὸ θεῖον σῶμά σου, Ἁγίῳ Πνεύματι δοξασθέν, σῶον
καὶ ἄφθαρτον, καὶ εὐωδίας πλῆρες ἡμῖν ἐδόθη, ἰαμάτων βλυστάνον δωρεὰς Γεώργιε·
ἐπαξίως γὰρ δεδόξασαι, σὺν Ὁσίων χορείαις, καὶ κλεινοῖς Ἀθληταῖς.
Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νέου Ἰερομάρτυρος
Γεωργίου τοῦ Νεαπολίτου
Γεώργιον ἔμψυχον Κυρίῳ
ὤφθης,
Γεώργιε ὅσιε, τμηθεὶς τὴν κάραν.
Γεώργιε ὅσιε, τμηθεὶς τὴν κάραν.
Κάρηνον Γεώργιος κάρθη ἱρὸς
χερσὶν ἀνδροφόνοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ
Ἀκεψιμᾶν
κτείνουσιν ἐκ ῥαβδισμάτων·
Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.
Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.
Οὗτοι ὑπῆρχον ἐπὶ Σαβωρίου βασιλέως
Περσῶν· καὶ συσχεθέντες, παρίστανται Ἀδραχοσχὰρ τῷ ἀρχιμαγείρῳ εἰς ἐξέτασιν.
Καὶ εὐθέως ὁ ἅγιος Ἀκεψιμᾶς ῥάβδοις ῥοΐναις τύπτεται· ὁ δὲ ἅγιος Ἰωσὴφ τείνεται
καὶ μαστίζεται, ὡς διαιρεθῆναι τὰς σάρκας αὐτοῦ μέχρι τῶν ὀστῶν, καὶ φρουρεῖται
δεδεμένος. Ὁ δὲ ἅγιος Ἀειθαλᾶς, δεσμευθεὶς χερσὶ καὶ ποσὶν ὑπὸ τὰ γόνατα,
ἐξαρθροῦται τὰς ἁρμονίας μαστιζόμενος καὶ τῇ εἱρκτῇ ἐγκλείεται. Μετὰ ταῦτα ὁ
μὲν ἅγιος Ἀκεψιμᾶς ὑπὸ τριάκοντα τυφθεὶς στρατιωτῶν, τὴν ψυχὴν παρέδωκε· κατὰ
κεφαλῆς δὲ ὁ Ἰωσὴφ κρεμασθείς, κατελεύσθη. Ὁ δὲ Ἀειθαλᾶς, ὑπὸ τεσσαράκοντα
στρατιωτῶν ταθείς, κρεμᾶται καὶ αὐτὸς κατὰ κεφαλῆς, καὶ οὕτω τὸ πνεῦμα τῷ Κυρίῳ
παρέδωκε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ
Ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ του ἐν
Λύδδῃ τῆς Ἰόππης
Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς,
καὶ θέσιν,
Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις
Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις
Οὗτος ὁ ἔνδοξος τοῦ Χριστοῦ Μεγαλομάρτυς
Γεώργιος ἦν ἐν τοῖς χρόνοις Διοκλητιανοῦ, πρὸς πατρὸς μὲν Καππαδόκης, ἐκ μητρὸς
δὲ Παλαιστῖνος. Ἀγωγῆς δὲ θείας καὶ φύσεως τυχὼν ἀγαθῆς καὶ ῥίζης εὐκλεοῦς, τῶν
γεννητόρων ἄνωθεν εὐγενείᾳ καὶ εὐσεβείᾳ κεκοσμημένων, πρὸς πολέμους γέγονεν
ἐπιτηδειότατος καὶ λαμπρότατος. Ὅθεν καὶ παρὰ Διοκλητιανοῦ, τῆς ἥβης τῷ
τηνικάδε ἀρξάμενος, τριβοῦνος νουμέρου ἐπισημότατος, εἶτα καὶ κόμης διὰ τὸ
ἀήττητον τῆς ἀνδρείας γνωρίζεται, λανθάνων τὸ μέχρι τοῦδε, ὅτι χριστιανὸς ἦν.
Εἰκοστὸν δὲ λοιπὸν τῆς ἡλικίας χρόνον
ἀνύων, ὀρφανὸς ἀπὸ πατρὸς ἐγεγόνει, ἐν τοῖς τῆς εὐσεβείας ἀγῶσιν ἐκείνου τὸν
βίον ἀπολιπόντος. Ἀπάρας δὲ τῆς Καππαδοκῶν σὺν τῇ μητρί, πρὸς Παλαιστίνην, ἐξ
ἧς αὐτὴ ὥρμητο, μετοικίζεται· εἰς ἣν δῆτα γῆν κτήματά τε πολλὰ καὶ κλῆροι αὐτῷ
ἐτύγχανον. Τῆς οὖν μητρὸς παρὰ τὸν καιρὸν τοῦτον τὰ τῇδε ἀλλαξαμένης,
κατελείφθησαν αὐτῷ χρήματά τε καὶ περιουσία πραγμάτων πολλή· ἃ καὶ λαβών, σὺν
πᾶσι καὶ τοῖς αὐτῷ προσοῦσι, πρὸς τὸν Διοκλητιανὸν παραγίνεται (πιθανῶς εἰς
Ῥώμην), μείζονος ἀρχῆς τυχεῖν ἐφιέμενος. Ἐκ πρώτης δὲ ἑωρακὼς τὴν τοσαύτην
αὐτοῦ κατὰ χριστιανῶν μανίαν, μηδὲ οἷός τε ὢν τοιαῦτα ὁρᾶν, βούλεται τέως, ἃ
παρ᾿ ἑαυτῷ περιέφερε χρήματα, τοῖς πένησι διανεῖμαι, ἑαυτὸν δὲ ἐνώπιον
Διοκλητιανοῦ καὶ πάσης τῆς Βουλῆς χριστιανὸν κηρύξαι· ὃ καὶ πεποίηκε. Ταχέως
οὖν ταῦτα τοῖς πένησι διανείμας, τούς τε παῖδας ἐλευθερίᾳ τιμήσας καὶ περὶ τῶν
ἀπόντων τὰ δοκοῦντα εἰκότως διαταξάμενος, τῇ τρίτῃ τῆς βουλῆς ἡμέρᾳ, (βουλὴ γὰρ
ἦν αὐτοῖς, ὥς τε τοὺς χριστιανοὺς ἐκ μέσου ποιήσασθαι), αὐτόκλητος ἐν μέσῳ τῆς Βουλῆς
παραγίνεται, ἐκεῖσε τότε καὶ τοῦ Διοκλητιανοῦτυγχάνοντος.
Λαμπρῶς οὖν τὸν Χριστὸν Θεόν τε καὶ Θεοῦ
Υἱὸν ἀνακηρύξας, παῤῥησιάζεται τὴν εὐσέβειαν. Διὸ κρατηθείς, παντοίαις καὶ
ἀμετρήτοις σχεδὸν βασάνοις ἐκδίδοται· κοντῷ γὰρ τὴν γαστέρα κεντᾶται· τροχῷ καὶ
βουνεύροις πολλάκις προσομιλεῖ, καὶ λάκκῳ τιτάνου πλήρει ἐμβάλλεται. Ἀσινὴς δὲ
ἐκ πάντων τῇ τοῦ Χριστοῦ χάριτι διατηρηθείς, τὴν ὁμόζυγον τοῦ Διοκλητιανοῦ
Ἀλεξάνδραν, σὺν αὐτῇ δὲ καὶ Γλυκέριόν τινα, καὶ ἕτερον, Ἀθανάσιον τοὔνομα, τὸν
μὲν ἐκ νεκρῶν ἀναστήσας, θατέρου δὲ τὸ κτῆνος ζωώσας, καὶ ἄπειρον, ἁπλῶς
εἰπεῖν, πλῆθος ἀνθρώπων μετηγάγετο πρὸς Χριστόν, θαύματα παντοῖα τῇ Χριστοῦ
ἐπικλήσει ἀπεργασάμενος.
Τούτων οὖν οὕτως ὑπ᾿ αὐτοῦ τελουμένων,
σιδηροδέσμιος, Διοκλητιανοῦ προστάξει, πρὸς φρουρὰν ἄγεται. Τῇ δὲ νυκτὶ ἐκείνῃ,
ὁ Χριστὸς αὐτῷ ἐν ὁράματι φαίνεται, εὐαγγελιζόμενος τὰ ἀποκείμενα αὐτῷ ἀγαθά.
Ἔξυπνος οὖν γεγονώς, ἀσμένως ἐπηυχαρίστει τῷ Θεῷ, τόν τε δεσμοφύλακα ἠντιβόλει,
συγχωρηθῆναι προσελθεῖν τὸν ἐξ ἔθους διακονοῦντα οἰκέτην. Ἐπινεύσαντος δὲ τοῦ δεσμοφύλακος,
εἰσῆλθεν ὁ οἰκέτης· ἔξωθεν γὰρ τῆς φυλακῆς παραμένων ἦν, ὃς καὶ τὰ κατὰ τὸν
Ἅγιον ὑπομνήματα σὺν ἀκριβείᾳ πάσῃ ἐξέθετο. Τὸν αὑτοῦ οὖν Δεσπότην ἐν τοῖς
δεσμοῖς ἰδὼν καὶ προσκυνήσας, ἐπ᾿ ἐδάφους ἔκειτο κλαίων. Ἀναστήσας δὲ τοῦτον ὁ
Ἅγιος, εὐθυμεῖν παρεκελεύετο, εἶτα καὶ τὸ ὅραμα διεσάφει· προσέτι δὲ καὶ
ἐπέσκηπτεν αὐτῷ, μετὰ τὴν ἔξοδον αὐτοῦ, τό τε σῶμα αὐτοῦ καὶ τὴν πρὸς τῆς
κατασχέσεως αὐτῷ ἐκτεθεῖσαν διάταξιν λαβεῖν καὶ πρὸς τὸν τῆς παροικίας αὐτοῦ
οἶκον τὸν κατὰ Παλαιστίνην ἀπαίρειν, καὶ πάντων τῶν ἐν αὐτῇ γεγραμμένων, τοῦ τε
θείου φόβου, μηδαμῶς τοῦτον ἀπολιπέσθαι. Τοῦ δὲ συνθεμένου, ἀπελύθη παρὰ τοῦ
Ἁγίου.
Τῇ οὖν ἐπαύριον, ἀχθεὶς αὖθις ὁ Μάρτυς εἰς
ἐξέτασιν, καὶ μὴ πεισθεὶς θῦσαι τῷ Ἀπόλλωνι, ἀλλὰ μᾶλλον τὰ ἐν τῷ ναῷ ξόανα
οἱονεὶ χοῦν ἐκλεπτύνας, ὡς εἰκὸς δι᾿ εὐχῆς, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται. Ὁ
μέν τοι θεράπων ἐκεῖνος, τὸ κομιδῆ τίμιον ἐκεῖνο σῶμα τοῦ Ἁγίου ἀναλαβόμενος
σὺν τῇ αὐτοῦ διατάξει, εἰς Παλαιστίνην ἀπαίρει, ἔνθα τὸ μαρτυρικὸν ἐκεῖνο
σκῆνος σὺν ἄλλοις χριστιανοῖς εὐλαβῶς πάνυ καὶ ἐντίμως κηδεύει, τά τε ἄλλα
πάντα τὰ παρὰ τοῦ Ἁγίου διαταχθέντα αὐτῷ μετ᾿ εὐγνωμοσύνης πληροῖ.
Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῆς εὐσεβείας
διαλαμψάσης καὶ Κωνσταντίνου τοῦ ἀοιδίμου μεγάλου βασιλέως καὶ ἰσαποστόλου τὴν
βασιλείαν ὑποζωσαμένου, καιροῦ δραξάμενοι οἱ τῆς εὐσεβείας καὶ τοῦ Μάρτυρος
ἐρασταί, ναὸν τῷ Ἁγίῳ χαριέστατον ἅμα καὶ κάλλιστον ἐν Λύδδῃ ἀνεγείρουσι· τό τε
πολύαθλον καὶ ἅγιον ἐκεῖνο σῶμα τοῦ Μάρτυρος, ἐκ τοῦ ἀφανοῦς τόπου, οὗ ἔκειτο,
ἀνελόμενοι, εἰς τοὐμφανὲς τὸ πολλοῦ πάνυ φωτός, καὶ πολλῷ πλέον ἐμφανείας
ἐπάξιον, ἐν αὐτῷ φέροντες κατατιθέασι· καὶ δι᾿ αὐτοῦ τῷ τότε νεωστὶ παρ᾿ αὐτοῖς
ἀνεγηγερμένῳ τῷδε ναῷ τὰ ἐγκαίνια ἄγουσι, τρίτην ἄγοντος τηνικάδε τοῦ Νεομβρίου
μηνὸς ἡμέραν, ἀενάους κρουνοὺς θαυμάτων παρέχοντος τοῖς πιστῶς προσιοῦσιν αὐτῷ·
δοξάζειν γὰρ οἶδε Θεὸς τοὺς αὐτὸν δοξάζοντας. Ἔκτοτε τοίνυν ἡ τοῦ Θεοῦ
Ἐκκλησία, ἐτησίως κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἀνακομιδὴν ἑορτάζει τῷ Μάρτυρι,
εἰς δόξαν καὶ αἴνεσιν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν καὶ τοῦ αὐτοῦ
Μεγαλομάρτυρος Γεωργίου.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀκεψιμᾶ.
Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ
πόνοις,
Ἀκεψιμᾶς μετῆλθεν ἔνθα μὴ πόνοι.
Ἀκεψιμᾶς μετῆλθεν ἔνθα μὴ πόνοι.
Οὗτος ἦν ἐπὶ Θεοδοσίου τοῦ Μεγάλου· ὃς ἐν
οἰκίσκῳ καθείρξας ἑαυτόν, ἑξήκοντα διετέλεσεν ἔτη, μήτε ὁρώμενος μήτε
φθεγγόμενος· ἀλλ᾿ εἰς ἑαυτὸν νεύων καὶ τὸν Θεὸν φανταζόμενος, πᾶσαν ἐκεῖθεν
ψυχαγωγίαν ἐδέχετο. Τὸ δὲ ὄρυγμα οὐ δι᾿ ὅλου ἦν κατ᾿ εὐθὺ κατωρυγμένον, ἀλλ᾿
ἐγκάρσιον ἑλικοειδῶς κατεσκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο φακὸς διάβροχος
ὕδατι. Ἅπαξ δὲ τῆς ἑβδομάδος, νύκτωρ ἐξιών, τὸ ἀρκοῦν ὕδωρ ἀπὸ τῆς πελαζούσης
ἀνιμᾶτο πηγῆς, παρὰ μηδενὸς βλεπόμενος. Καὶ πολλῶν θαυμάτων γενόμενος αὐτουργὸς
καὶ τὴν τοῦ πρεσβυτέρου ἀξίαν βίᾳ καταδεξάμενος, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ
παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Ἀγκύρας
Δῶρον σὺ δωρῇ τῇ πόλει τῆς
Ἀγκύρας,
Ὦ Θεόδωρε, ἐκ Θεοῦ τοῦ τῶν ὅλων.
Ὦ Θεόδωρε, ἐκ Θεοῦ τοῦ τῶν ὅλων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Άγιοι Μάρτυρες· Δάσιος,
Σέβηρος, Ἀνδρωνᾶς, Θεόδοτος καὶ Θεοδότη, ξίφει τελειοῦνται.
Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς
ἀνδράσι,
Τετμημένοις τέσσαρσι συντετμημένη.
Τετμημένοις τέσσαρσι συντετμημένη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Ἠλιοῦ
Τῶν ἀρετῶν εἰς ἅρμα προβὰς
Ἠλίας,
Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας
Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἐννέα Μάρτυρες,
ξίφει τελειοῦνται.
Ψυχαῖς ἀτρέπτοις χερσὶ
τμηθέντες πλάνων,
Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα.
Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἄγιοι Εἰκοσιοκτὼ Μάρτυρες,
πυρὶ τελειοῦνται.
Φλέγουσιν ἄνδρας πέντες δὶς
καὶ δὶς δύο,
Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.
Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀχαιμενίδου
τοῦ Ὀμολογητοῦ
Ἀχεμενίδης τὸν Θεὸν ποθῶν
Λόγον
Δόξης ἀφειδεῖ πατρικῆς καὶ βασάνων.
Δόξης ἀφειδεῖ πατρικῆς καὶ βασάνων.
Ἐν ταῖς ἡμέραις Ἰσδιγέρδου, τοῦ υἱοῦ
Γοροράνη βασιλέως Περσῶν, γέγονέ τις ἀνὴρ θαυμαστός, Ἀχεμενίδης καλούμενος,
υἱὸς ἐπάρχου τῆς πόλεως γεγονώς. Οὗτος, καταλείψας τὴν πατρικὴν θρησκείαν,
ἐπίστευσεν εἰς τὸν Χριστόν. Τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ πολλὰ καμὼν τοῦ
μεταβαλεῖν αὐτὸν εἰς τὴν προτέραν θρησκείαν, οὐκ ἠδυνήθη. Τότε γυμνώσας αὐτὸν
τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων, ἔτι δὲ καὶ τῆς ἐσθῆτος, προσέταξεν αὐτὸν γυμνὸν
ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους, διαζώματι χρώμενον μόνον. Πολλῶν δὲ
διελθουσῶν ἡμερῶν, διακύψας ὁ βασιλεὺς τῆς στοᾶς, εἶδε τὸν ἄριστον ἄνδρα
ἐκεῖνον ὑπὸ τῆς ἡλιακῆς καύσεως φλεγόμενον καὶ κόνεως οὐκ ὀλίγης ἔμπλεων· καὶ
τῆς πατρῴας περιφανείας αὐτοῦ ἀναμνησθείς, ἀχθῆναι καὶ ἐνδύσασθαι χιτῶνα τοῦτον
προσέταξεν. Εἶτα νομίσας ὑπὸ τοῦ προτέρου πόνου καὶ τῆς γενομένης αἰσχύνης
αὐτὸν μαλακισθῆναι, φησὶ πρὸς αὐτόν· Νῦν γοῦν τῆς ἔριδος ἐκείνης ἀπαλλαγείς,
ἀπόθου τοῦ τέκτονος τὸν Υἱόν. Ὁ δέ, ζήλου πλησθείς, διέῤῥηξέ τε τὸν χιτωνίσκον
καὶ προσέῤῥιψεν ἐπειπών· Εἰ διὰ τοῦτόν με οἴει τῆς εὐσεβείας ἐκστῆναι, ἔχε τὸ
δῶρον μετὰ τῆς ἀσεβείας. Ταύτην αὐτοῦ τὴν παῤῥησίαν ὁ βασιλεὺς θεασάμενος,
γυμνὸν οὕτω τῶν βασιλείων ἐξήλασεν. Ὁ δέ, τὸν λοιπὸν τῆς ζωῆς αὐτοῦ χρόνον
οὕτως εὐσεβῶς καὶ θεαρέστως διαβιώσας, ἐν εἰρήνῃ ἐκοιμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Winefride τοῦ Treffynon
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἄννης τοῦ
Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἀνακομιδῆς τῆς τιμίας Κάρας τοῦ Ἁγίου
Μεγαλομάρτυρος Ἀποστόλου τοῦ Νέου, ἐκ τῆς Κωνσταντινουπόλεως, εἰς τὸν Ἅγιον
Λαυρέντιον Πηλίου ἐν ἔτει 1796
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἐν τῇ καμίνῳ.
Ἔργοις
ἐνθέοις λελαμπρυσμένος ἀξιάγαστε, ἔργον καουργίας, ὤφθης τυραννικῆς, φονευθεὶς
ἀδίκως Ὅσιε, εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.
Ἱταμωτάτης,
καὶ μιαιφόνου προαιρέσεως, ἤνεγκας τὴν ῥώμην, ἀπίστων δυσμενῶν, ὑπ’ αὐτῶν
ἀποκτεινόμενος, εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.
Τῶν
ἰαμάτων, τὴν θείαν χάριν κομισάμενος, ῥῶσιν καὶ ὑγείαν, παρέχεις ἀληθῶς, τοῖς
προστρέχουσι Γεώργιε, τῇ τοῦ λειψάνου σου, μετὰ πίστεως λάρνακι Ὅσιε.
Τὴν
ἀνομβρίαν, λύει ὁ Κύριος Γεώργιε, τὰς τῶν εὐσεβούντων, δεξάμενος λιτάς, διὰ τῆς
τιμίας κάρας σου, καὶ ὄμβρον ἄνωθεν, τῇ διψώσῃ γῇ Πάτερ κατέπεμψε.
Θεοτοκίον.
Ὤφθης
τοῦ Κτίστου, Μήτηρ Παρθένε ἀειπάρθενος, τοῦτον ἐκ γαστρός Σου, τεκοῦσα
ὑπερφυῶς, ἀναπλάττουσα καὶ τοὺς κράζοντας· εὐλογημένη Σὺ ἐν γυναιξί, ὑπάρχεις
πανύμνητε.
ᾨδὴ
η΄. Χεῖρας ἐκπετάσας.
Γέγονεν
ὁ θάνατος ὁ σός, ζωῆς τῆς κρείττονος, Πάτερ σοι αἴτιος, τοῖς δὲ πιστοῖς ὤφθης
Ὅσιε, πλήρης δόξης πλήρης χάριτος, ἡγιασμένος ἐκ Θεοῦ, καὶ θαυματόβρυτος τοῖς
βοῶσιν· εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ἐν
πίστει προσέδραμε θεϊκῇ, Πάτερ Γεώργιε, τῷ θείῳ σκήνει σου, ὁ τοκεὺς πάλαι τοῦ
πάσχοντος, νεανίου καὶ ἀπέλαβε, τῇ χάριτί σου ὑγιῆ, τοῦτον κραυγάζοντα·
εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥῶσιν
ἀναβλύζει ἀληθῆ, ἡ τοῦ λειψάνου σου λάρναξ τοῖς χρήζουσι· τούτῳ γὰρ Πάτερ
προσέδραμες, νεανίας πάλαι ἄλαλος, καὶ τὴν φωνὴν ἀπολαβών, τῇ ἀντιλήψει σου,
εὐλογεῖτε ἀνεβόα τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Ἄσπορος
ἡ σύλληψις ἡ Σή, καὶ ἀδιάφθορος, ὁ τόκος γέγονεν, Θεὸν γὰρ Κόρη συνέλαβες, τὸν
τὰ πάντα συστησάμενον, καὶ ἐγαλούχησας ἁγνή, τὸν πάντα τρέφοντα πρὸς τὴν
πρώτην, τοὺς βροτοὺς ἐπανάγοντα εὔκλειαν.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Σῶμά
σου τὸ τίμιον Πάτερ, τοῖς εὐσεβέσι φανερώσας, δέδωκας ἡμῖν τοῦτο μάκαρ, σῶον
καὶ ἄφθαρτον θείᾳ χάριτι, θαυματουργοῦν ἑκάστοτε, τοῖς προσιοῦσι μετὰ πίστεως.
Ἰάματα
Πάτερ βλυστάνεις, τοῦ Παρακλήτου τῇ δυνάμει, καὶ ψυχῶν τὰ ςνόσους ἰᾶσαι, καὶ
τῶν σωμάτων τὰ ἀῤῥωστήματα, Γεώργιε μακάριε, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.
Μνήμην
σου τὴν θείαν τελοῦντες, οἱ εὐσεβεῖς Νεαπολῖται, τὴν τῶν Ἀθηνῶν συγκαλοῦσι,
πόλιν πρὸς ὕμνον τῶν θαυμασίων σου, ἥτις καὶ τὸ μυρίπνοον, σῶμά σου Πάτερ
ἐθησαύρισε.
Θεοτοκίον.
Ὄμβρησον
κἀμοὶ θεοφόρε, χάριν καὶ ἔλεος καὶ ῥῶσιν, τῇ σῇ πρὸς Χριστὸν ἱκεσίᾳ, τῷ τοὺς
ἐπαίνους σοι Πάτερ πλέξαντι, ἐν ὥρᾳ τοῦ θανάτου δέ, βοήθησόν μοι τῷ ἱκέτῃ Σου.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἱερωσύνης
χρίσματι, εὐσεβῶς διαπρέψας, μαρτυρικῷ ἐν αἵματι, ἱερῶς ἐφοινίχθης, ἀποκτανθεὶς
θεοφόρε, ὑπ’ ἀνδσρῶν μιαιφόνων· διὸ Χριστὸς δοξάζει σε, ὁ δεχθείς σου τοὺς
πόνους ὡς ἀγαθός· Ὃν δυσώπει ἄφεσιν τῶν πταισμάτων, Γεώργιε δωρήσασθαι, τοῖς
τελοῦσι τὴν μνήμην.
Θεοτοκίον.
Θεὸν
ἀσπόρως ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, φθορᾶς ἀνακαλούμενον, τὴν ἰδίαν εἰκόνα,
δι’ ἀγαθότητος πλοῦτον, Θεοτόκε Παρθένε· διὸ σὲ μεγαλύνομεν, ὡς Μητέρα τοῦ
Κτίστου παναληθῆ, καὶ θερμὴν ἀντίληψιν καὶ προστάτιν, καὶ μέγα καταφύγιον, ἡμῶν
πάναγνε Κόρη.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
ἱερὲ Γεώργιε, ἱερωσύνης στολήν, ἱερῶς στολισάμενος, ὅσιος καὶ ἄκακος, ἱερεὺς
ἐχρημάτισας, καὶ τὸ σὸν αἷμα Χριστῷ προσήγαγες, ὥσπερ θυσίαν, καὶ θῦμα τέλειον·
ὢ ἧς ἠξίωσαι, ἀνεσπέρου λήξεως!, σὺν τοῖς χοροῖς, τῶν Ἁγίων πάντοτε,
ἀγαλλιώμενος.
Πάτερ,
θεόφρον Γεώργιε, τὴν ἱεράν σου ζωήν, ἀληθῶς ἐπεσφράγισας, τῷ οἰκείῳ αἵματι,
οὐρανίῳ φρονήματι· ὑπ’ ἀλαστόρων γὰρ τεθανάτωσαι, καὶ ἀθανάτου, ζωῆς τὰς
χάριτας, κλήσει καὶ πράγματι, γεωργεῖς ἑκάστοτε τοῖς ἐκ ψυχῆς, προσιοῦσιν
ἔνδοξε, τῇ ἀντιλήψει σου.
Πάτερ,
παμμάκαρ Γεώργιε, ἐπιφανεὶς μυστικῶς, τοῖς πιστοῖς ἐφανέρωσας, τὸ σεπτόν σου
λείψανον, ἀφανείᾳ κρυπτόμενον· ὅπερ εὑρόντες σῶον καὶ ἄφθαρτον, καὶ εὐωδίας
θείας ἀνάπλεων, δόξαν ἀνέπεμψαν, τῷ σὲ θαυμαστώσαντι ὑπερφυῶς, σημείοις καὶ
χάρισι, καὶ πλείστοις θαύμασι.
Πάτερ,
τρισμάκαρ Γεώργιε, ὡς ἀληθῆ θησαυρόν, καὶ πολύτιμον δώρημα, τὸ ἅγιον σῶμά σου,
εὐσεβῶς μετεκόμισαν, ἐκ τῆς οἰκείας ἑστίας Ὅσιε, πρὸς Ἀθηναίων πόλιν τὴν
ἔνδοξον, ἔνθα προστρέχοντες, χάριν ἀρυόμεθα ἁγιασμοῦ, καὶ τὴν θείαν μνήμνην
σου, πανηγυρίζομεν.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῆς
εὐσεβείας τὸν δόλιχον, θεοπρεπῶς τελέσας Πάτερ, τὸ βραβεῖον τῆς ἄνω κλήσεως,
παρὰ Θεοῦ ἐκομίσω· τῇ εὐδοκίᾳ γὰρ τοῦ κρείττονος, πάντα τὰ σὰ ἀναθέμενος, ἐν τῇ
διακονίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὴν ζωήν σου ἠνάλωσας, καὶ βαρβαρικῆς
μανίας, θῦμα γενόμενος, ἀγγελικῆς συναυλίας, καὶ τῆς τῶν Ἁγίων δωρεᾶς,
θεουργικῶς ἠξίωσαι. Καὶ νῦν Χριστῷ παριστάμενος, μὴ παύσῃ μνημονεύων, Γεώργιε
παμμάκαρ, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ἱερέων ἡ καλλονή, χαίροις τῶν Ὁσίων καὶ Μαρτύρων ὁ κοινωνός, χαίροις ὁ θεόθεν,
φανεὶς δεδοξασμένος, Γεώργιε τρισμάκαρ, τοῖς σὲ γεραίρουσι.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων
ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
προσιόντας τῷ σεπτῷ σου λειψάνῳ, καὶ ἐξαιτοῦντας τὴν θερμήν σου πρεσβείαν,
Ἱερομάρτυς Ἅγιε Γεώργιε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παθῶν καὶ
θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν αἴτησαι ζωήν, καὶ τῶν πταισμάτων
ἡμῖν τὴν συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Γεώργει χάριν ἡμῖν, ὦ Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργει τοῖς πίστει
εἰλικρινεῖ, τῇ σῇ φερωνύμως, καταφεύγουσιν ἀρωγῇ, βοήθειαν θείαν τε καὶ χάριν,
ταῖς πρὸς Θεόν σου πρεσβείαις Γεώργιε.
Ἐκ πάσης ἀνάγκης καὶ
προσβολῆς, ἐχθροῦ τοῦ δολίου, διατήρησον ἀσινεῖς, τοὺς πίστει καὶ πόθῳ
προσιόντας, τῷ ἱερῷ σου λειψάνῳ Γεώργιε.
Ὡς θεῖος μεσίτης πρὸς τὸν
Θεόν, τῶν σὲ κεκτημένων, ἀντιλήπτορα ταχινόν, ἱκέτευε Πάτερ τὸν Σωτῆρα, ὡς ἂν
πταισμάτων τὴν ἄφεσιν λάβομεν.
Θεοτοκίον.
Ῥοαῖς τῶν πλουσίων Σου
οἰκτιρμῶν, παθῶν μου τὸν ῥύπον, αποκάθαρον δυσωπῶ, Κεχαριτωμένη Θεοτόκε, καὶ
τὴν νοσοῦσαν ψυχήν μου θεράπευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γεωργεῖν
θεῖον φόβον δίδου ἡμῖν δύναμιν, ὡς Ἱερομάρτυς Κυρίου, Πάτερ Γεώργιε, ὡς ἂν
ῥυώμεθα, ἐπιβουλῶν τοῦ βελίαρ, καὶ Θεῷ δουλεύωμεν, βίου σεμνότητι.
Ἐναθλήσας
νομίμως ὡς ἱερεὺς ἔνθεος, πάσης ἀνομίας καὶ πλάνης, ἡμᾶς ἀπάλλαξον, Πάτερ
Γεώργιε, καὶ ἐν τῶ νόμῳ Κυρίου, ἀκλινῶς πορεύεσθαι, ἡμᾶς ὁδήγησον.
Ἱερεὺς
θεοφόρος ὡς ἀληθῶς πέφηνας, καὶ μαρτυρικῶς τὴν ζωήν σου, Πάτερ ἐσφράγισας· ὅθεν
ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι Γεώργιε, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Χαλεπῶς
με νοσοῦντα καὶ τῷ ἐχθρῷ εἴκοντα, πρόφθασον καὶ λύτρωσαι Κόρη, τῆς νῦν
κακώσεως, καὶ τὴν καρδίαν μου, πρὸς ἀρετῶν ἐργασίαν, πρόθυμον ἀπέργασαι, τῇ Σῇ
χρηστότητι.
Διάσωσον,
Ἱερομάρτυς Γεώργιε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας,
καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν συνοχῆς καὶ πάσης
περιστάσεως, καὶ πόνων δεινῶν, καὶ συμφορῶν καὶ θλίψεων, ἀτρώτους ἡμᾶς φύλαττε,
τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον· ὅτι τῇ σῇ ἀντιλήψει πιστῶς, προσπίπτομεν
Ἅγιε Γεώργιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσθενοῦσι τὴν ἴασιν, καὶ
τοῖς θλιβομένοις τὴν ἀπολύτρωσιν, δίδου Ἅγιε Γεώργιε, τοῖς τῷ σῷ λειψάνῳ
καταφεύγουσι.
Ῥῶσιν νέμει ἑκάστοτε, τῇ
ἐπισκιάσει τοῦ θείου Πνεύματος, τὸ σὸν λείψανον Γεώργιε, καὶ παρέχει πᾶσι τὰ
ἰάματα.
Ἱλαρῷ ἴδε ὄμματι, τοὺς
πιστῶς προσπίπτοντας τῷ λειψάνῳ σου, καὶ παράσχου τούτοις Ἅγιε, ὧν ἀπὸ καρδίας
ἱκετεύουσι.
Θεοτοκίον.
Νέκρωσόν μου τὸ φρόνημα,
τῆς σαρκὸς Παρθένε καὶ ζωοποίησον, νεκρωθεῖσαν τὴν καρδίαν μου, ταῖς τοῦ θείου
νόμου παραβάσεσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤθλησας καλῶς, καὶ
προστάτης ὤφθης ἕτοιμος, τοῖς αἰτοῦσι τὴν θερμήν σου ἀρωγήν, ὡς θεράπων τοῦ
Χριστοῦ θεῖε Γεώργιε.
Μάρτυς ἀληθής, τοῦ Χριστοῦ
ὤφθης Γεώργιε· διὸ ἴθυνον ἡμᾶς πρὸς τὴν ὁδόν, τῶν ἁγίων μαρτυρίων τοῦ
παντάνακτος.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ
νοσήματα, τῶν ἐν πίστει τῇ ἁγίᾳ σορῷ, προσιόντων παμμακάριστε Γεώργιε.
Θεοτοκίον.
Νάμασιν ἁγνή, τῆς πλουσίας
Σου χρηστότητος, τὴν διψῶσάν μου κατάρδευσον ψυχήν, καὶ τὴν φλόγα τῶν παθῶν μου
ἐναπόσβεσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς Μάρτυς, καὶ ἱερεὺς
θεοφόρος, καὶ τῆς δόξης κοινωνὸς τοῦ Σωτῆρος, σὺν τοῖς Ἀγγέλοις ἀπαύστως
δυσώπει, τὴν Παναγίαν Τριάδα Γεώργιε, ἵνα πικρῶν ἐπιφορῶν, καὶ ποικίλων
κινδύνων ῥυώμεθα.
Προστάτην, καὶ πρεσβευτὴν
πρὸς τὸν Κτίστην, κεκτημένοι σε Γεώργιε Πάτερ, τῷ σῷ τιμίῳ καὶ θείῳ λειψάνῳ, ἐν
εὐλαβείᾳ πολλῇ καταφεύγομεν, καὶ πᾶσαν δόσιν ἀγαθήν, ἐξ αὐτοῦ σωτηρίας
λαμβάνομεν.
Ἀγγέλων, συνὼν ἀεὶ ταῖς
χορείαις, σὺν αὐτοῖς ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὴν Παναγίαν Τριάδα θεόφρον, ἵνα
πταισμάτων συγχώρησιν λάβωμεν, καὶ κατ’ ἐχθροῦ τοῦ νοητοῦ, ἐνδυσώμεθα κράτος
ἀήττητον.
Θεοτοκίον.
Τὸν Κτίστην, καὶ Ποιητὴν
τῶν ἁπάντων, ἀποῤῥήτως συλλαβοῦσα Παρθένε, καὶ μετὰ σώματος τοῦτον τεκοῦσα, καὶ
μετὰ τόκον ἁγνὴ διαμείνασα, ἁγνὸν ψυχῇ με καὶ νοΐ· καὶ τῷ σώματι πάντοτε
φύλαττε.
Διάσωσον,
Ἱερομάρτυς Γεώργιε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας,
καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερομάρτυς Κυρίου Γεώργιε,
τῶν Ὀρθοδόξων σεπτὸν ἐγκαλλώπισμα, παθῶν ἀδοξίας ἀπάλλαξον, καὶ ἐναρέτως βιοῦν
ἐνδυνάμωσον, τοὺς πόθῳ τιμῶντάς σε Ἅγιε.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ
ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ
φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου·
ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν
ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν
οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων,
καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε
μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ
ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Δόξης ὡς ἀνάπλεως, τῆς ὑπὲρ
λόγον παμμάκαρ, ὡς ἀθλήσας ἄριστα, Ἅγιε Γεώργιε θείῳ ἔρωτι, ἐκτενῶς πρέσβευε,
πάσης ἐπηρείας, τοῦ δολίου πολεμήτορος, καὶ πάσης θλίψεως, καὶ δυσπραγιῶν καὶ
κακώσεων, ἀτρώτους διασώζεσθαι, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν
μετανοίᾳ, καὶ πάσῃ ἀρετῇ θεοφιλεῖ, ἡμᾶς σεμνῶς πολιτεύεσθαι, πίστει δυσωποῦμέν
σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ παθῶν ἀκαθάρτων καὶ
δεινῶν συντριμμάτων ψυχῆς καὶ σώματος, καὶ πάσης ἁμαρτίας, καὶ βλάβης καὶ
κακίας, ἀνωτέρους διάσωζε, Γεώργιε ἱερέ, τοὺς σὲ ὑμνολογοῦντας.
Ῥῶσιν ἄφθονον βρύει ἡ Ἁγία
σορός σου Ἁγίῳ Πνεύματι, καὶ ἔλεος καὶ χάριν, τοῖς πίστει προσιοῦσι, θεοφόρε
Γεώργιε, καὶ ἀπελαύνει ἀεί, δαιμόνων ἐπηρείας.
Γεωργεῖν θείῳ φόβῳ ἀρετῶν
οὐρανίων θεῖα βλαστήματα, Γεώργιε παμμάκαρ, ἐνίσχυσον λιταῖς σου, τοὺς ἐν
πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός Σου
μετὰ σώματος ὤφθη δι’ ἀγαθότητα, ὁ ἐν μορφῇ ὑπάρχων, Πατρὸς τοῦ προανάρχου,
Θεὸς Λόγος καὶ ἔσωσε, τὴν συντριβεῖσαν ἡμῶν, οὐσίαν Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοῦν ἁμαρτίας, τὸν
κατακλύζοντα Πάτερ, τὴν καρδίαν μου τῷ φθόνῳ τοῦ βελίαρ, ξήρανον εἰς τέλος,
Γεώργιε λιταῖς σου.
Ἄφθαρτον μένει, χαριτωθὲν
οὐρανόθεν, τὸ σὸν λείψανον καὶ πᾶσαν διαλύει, χάριτι τῇ θείᾳ, φθορὰν
Ἱερομάρτυς.
Σκέπε παμμάκαρ, ἐκ τῶν
βελῶν τοῦ βελίαρ, τῇ πρὸς Κύριον θερμῇ σου ἱκεσίᾳ, τοὺς καταφοιτῶντας, τῇ ἱερᾷ
σορῷ σου.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν
ψυχήν μου, καὶ τοῦ σώματος τὰς ἀλγηδόνας παῦσον, ἵνα Σε δοξάζω, τὴν
Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίᾳ, Πάτερ
διαπρέπων, σὺν Ἀθλοφόροις Γεώργιε πρέσβευε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ
περιστάσεων.
Ὁλόφωτον παστάδα, ἔχων
κατοικίαν, ἐν οὐρανοῖς θεοφόρε Γεώργιε, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς ἀπάλλαξον.
Ὑψίστου ὢν θεράπων, ὡς
Ἱερομάρτυς, μὴ διαλίπῃς παμμάκαρ Γεώργιε, ἀεὶ πληροῦν τὰς αἰτήσεις τῶν
εὐφημούντων σε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἡ τὸν Θεὸν
Λόγον ἀνερμηνεύτως τεκοῦσα ἐν σώματι, ἐκ πονηρᾶς συνηθείας ἡμᾶς ἀπάλλαξον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ἱερέων κλέος
σεπτόν, χαίροις τοῦ Σωτῆρος ὁ θεράπων ὁ ἱερός, χαίροις τῶν Μαρτύρων, ὁ κοινωνὸς
ἐν δόξῃ, Γεώργιε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.
Βίον γεωργήσας θεοφιλῆ,
μαρτυρίου στάχυν, προσενήνοχας τῷ Θεῷ, καὶ τῆς αἰωνίου, χαρᾶς κατηξιώθης,
Γεώργιε παμμάκαρ, τμηθεὶς τὴν κάραν σου.
Χεῖρες μιαιφόνων σου τὴν
σεπτήν, ἀπέτεμον κάραν, ὡς θεράποντος τοῦ Χριστοῦ, χεὶρ δὲ τοῦ Κυρίου,
μαρτυρικῷ στεφάνῳ, Γεώργιε θεόφρον, ταύτην κατέστεψε.
Χάριν ἰαμάτων ἡ σὴ σορός,
Πνεύματι Ἁγίῳ, ἀναβλύζει ὡς ἀληθῶς, καὶ παρέχει πᾶσι, χαρὰν καὶ εὐφροσύνην,
Γεώργιε καὶ λύει, παθῶν σκοτόμαιναν.
Τοῖς τῷ σῷ λειψάνῳ τῷ ἱερῷ,
πίστει προσιοῦσι, δίδου Πάτερ ὡς συμπαθής, τὴν σὴν εὐλογίαν, καὶ ῥῶσιν καὶ
ὑγείαν, Γεώργιε τρισμάκαρ, ψυχῆς καὶ σώματος.
Λύσιν τῶν ἐν βίῳ
δυσχερειῶν, καὶ πάσης ἀνάγκης, καὶ κινδύνων καὶ πειρασμῶν, καὶ τὴν τῶν
πταισμάτων, συγχώρησιν ἐξαίτει, ἡμῖν παρὰ Κυρίου, Πάτερ Γεώργιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας
πιστῶς, Πάτερ τῷ σεπτῷ σου λειψάνῳ, ἐν εὐλαβείᾳ πολλῇ, σκέπε καὶ διάσωζε, ἐκ
πάσης θλίψεως, καὶ παθῶν ἐλευθέρωσον, καὶ ἀῤῥωστημάτων, καὶ σκανδάλων Ἅγιε, τοῦ
πολεμήτορος, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην, πᾶσι τοῖς
τιμῶσί σε Γεώργιε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου