Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 2. ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΑΓΡΙΝΙΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΥ 2!!
ΛΑΜΠΡΟΥ, ΘΕΟΔΩΡΟΥ & ΕΤΕΡΟΥ ΑΓΝΩΣΤΟΥ ΝΕΟΜΑΡΤΥΡΩΝ ΕΝ ΒΡΑΧΩΡΙΩ
ΑΚΟΛΟΥΘΙΑ
 (Ἀποστόλου Παπαχρήστου)


ΕΙΣΑΓΩΓΗ
Ὁ Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης εἰς τὸν Συναξαριστὴν τῶν Νεομαρτύρων, σελὶς 715 (ἔκδοσις Ὀρθοδόξου Κυψέλης), ἀναφέρει ὅτι εἰς τὸ Βραχώρι ἐμαρτύρησαν τρεῖς Νεομάρτυρες τὸ ἔτος 1786. Ὅμως ὁ Ἅγιος Νικόδημος δὲν ἀναφέρει τὰ ὀνόματά τους. Σφοδρὴ ἦταν ἡ ἐπιθυμία μας νὰ εὕρωμεν τὰ ὀνόματα τῶν Νεομαρτύρων μας. Παρακαλέσαμεν τὸν ἀείμνηστον π. Γεράσιμον Μικραγιαννανίτην, νὰ ἐρευνήση πρὸς τοῦτο. Δόξα τῷ Κυρίῳ! Ὁ Γέροντας π. Γεράσιμος ἐρευνώντας εἰς τῶν Νεομαρτύρων τὰς δέλτους, εὗρε ὅτι τὰ ὀνόματα τῶν δύο Νεομαρτύρων ποὺ ἐμαρτύρησαν εἰς τὸ Βραχῶρι τὴν 2ον Νοεμβρίου 1786, ἦταν ΘΕΟΔΩΡΟΣ καὶ ΛΑΜΠΡΟΣ. Διὰ τὸν τρίτον Νεομάρτυρα θὰ ἐσυνέχιζε τὴν ἔρευνά του. Ὅμως ὁ Κύρος τὸν ἐκάλεσε καὶ ἔφυγε ἀπὸ τὸ κόσμον αὐτὸν διὰ τὸν οὐρανόν… Εἶθε νὰ ἀποκαλύψη ὁ Ἀρχηγὸς τῶν Μαρτύρων καὶ τὸ ὄνομα τοῦ τρίτου Νεομάρτυρος.
Παρεκκλήσιον τῶν Νεομαρτύρων ὑπάρχει εἰς τὸν Ἱ. Ν. Ζωοδόχου Πηγῆς Ἀγρινίου.

















ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια δ΄. Ἦχος πλ. Β΄. Τριήμερος ἀνέστης.
Συνέλθωμεν προθύμως πιστοί, καὶ πόθῳ ἀνυμνήσωμεν, τοὺς γενναίους στρατιώτας τοῦ Χριστοῦ, Θεόδωρον καὶ Λάμπρον, σὺν Ἄλλῳ κατὰ χρέος, πρεσβεύουσιν ὑπὲρ ἡμῶν γὰρ Χριστῷ.

Ὡς ἄρνες τοῦ Χριστοῦ λογικοί, ὡς θύματ’ ἐθελόθυτα, τῷ τυθέντι ὑπὲρ πάντας Ἰησοῦ, προσήχθητε ἐμφρόνως, καὶ νῦν Αὐτῷ συνόντες, ἀεὶ πρεσβεύετε σωθῆναι ἡμᾶς.

Ὡς ἄτιμοι ὦ δοῦλοι Χριστοῦ, προσήχθητε ἀγχόνῃ πικρᾷ, τῷ Χριστῷ, ὑπὲρ πατρίδα καὶ τιμὴν προκρίναντες συνεῖναι, διὸ ὑμῖν βοῶμεν, μνήσθητε τῶν μνημονευόντων ὑμᾶς.

Πολλαῖς ἐν ἁμαρτίαις πιστοί, καὶ νόσοις οἱ ὀχλούμενοι, τῷ ναῷ τῶν Ἀθλοφόρων εὐσεβῶς, προσέλθωμεν αἰτοῦντες, αὐτοῖς λαβεῖν τὴν λύσιν, καὶ παραδείσου τὴν κατοίκησιν.

Δόξα. Ἦχος β΄.
Ὅτε οἱ Ἀγαρηνοί, σεβάσμιοι Μάρτυρες, δεδεμένους πρὸς ἀγχόνην ὑμᾶς ὡδήγουν, ἐβοᾶτε πρὸς αὐτούς. Τί τὸ κακὸν ἐποιήσαμεν, ἵνα φρικτῇ ἀγχόνῃ θανατωθῶμεν; Μὴ φόνον ἐπράξαμεν; Μὴ εἰς κλοπὴν περιεπέσαμεν, μη τινα ἠδικήσαμεν; Ἐπείπερ μὲ γνήσιοι ἡμεῖς δοῦλοι Χριστοῦ ἐσμέν, τοῦ τὰ σύμπαντα τῷ λόγῳ ποιήσαντος καὶ ὑπὸ τῶν Προφητῶν προκηρυχθέντος, τῷ δὲ ψευδοπροφήτῃ ὑμῶν σέβας μὴ ἀπονέμοντες, διὰ τοῦτο ἡμᾶς σήμερον ἀγχόνῃ παραδίδετε παράνομοι; Λοιπὸν ποιήσατε ἡμῖν ὡς βούλεσθε, ἵνα ταχὺ πορευθῶμεν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν ἱεράν, τῶν Αθλοφόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, Χριστὸν τὸν δόντα τούτους, φρουροὺς ἡμῖν καὶ φύλακας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρετε Ἀθληταί, κριταῖς ὑμῶν ἀνόμοις, ἡμῖν Χριστὸς τὸ ζῆν μέν, ἀποθανεῖν δὲ κέρδος, πράξατε νῦν ὡς βούλεσθε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρετε Ἀθληταί, Θεόδωρε τρισμάκαρ, σὺν Ἄλλῳ πανολβίῳ, θεόφρον Λάμπρε πλάνην, ἐχθροῦ οἱ καταλύσαντες.

Δόξα. Τριαδικόν.
Λόγου Θεοῦ Πατήρ, Πατρὸς ἀνάρχου Λόγε, καὶ θεῖον Πνεῦμα σῷζε, Ἕνα Θεὸν τοὺς πίστει, ἀεὶ Σὲ καταγγέλοντας.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πηγὴ χαρᾶς, φωτὸς λυχνία χαῖρε, ζωῆς δὲ πάσης Μήτηρ, Θεόνυμφε Παρθένε, Μαρία πάντων Ἄνασσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τριάδος ἰσάριθμοι τῆς ὑπερθέου σοφοί, ὑπάρχοντες ὤφθητε ἐν Βραχωρίῳ στεῤῥᾷ, ἀθλήσει φωτίζοντες, πάντας τοὺς ὡς ὁπλίτας τοῦ Χριστοῦ ὑμᾶς γνόντας, Λάμπρε σὺν Θεοδώρῳ καὶ ἑνὶ Ἄλλῳ πάλαι, καὶ νῦν ἐν παῤῥησίᾳ Χριστῷ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ παρόντα προσόμοια γ΄, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τὸ πᾶσαν κτίσιν κινοῦν καὶ ἁγιάζον, τὸ Πνεῦμα τὸ Ἅγιον ἡμᾶς συνήγαγε, τοῦ καταστέψαι ἐν ᾄσμασιν, αὐτοῦ τοὺς ὄντως, στεφανηφόρους καὶ θείους Μάρτυρας, τοὺς κόσμον μισήσαντας καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ τὸν Χριστὸν τὸν ὡς ἄνθρωπον ἡμῖν ὀφθέντα, ὑπὲρ ψυχὴν Αὐτὸν ἀγαπήσαντας, ᾧ παρεστῶτες ὡς ἀήττητοι, μαρτυρικαῖς καλλοναῖς ἀστραπτόμενοι, δυσωποῦσιν ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὑμεῖς πανεύφημοι Μάρτυρες Κυρίου, τοῖς λόγοις ἑπόμενοι Παύλου τοῦ μάκαρος, λέγοντος στέφος οὐ κέκτηται παρὰ Κυρίου, εἰ μὴ νομίμως ἀθλήσει ἄνθρωπος, διὸ καὶ νομίμως οὖν σοφοὶ ἠθλήσατε, καὶ παρανόμων καθείλετε ἄθεον κράτος, καὶ θείου νόμου στέφος ἐδέξασθε, παρὰ τοῦ πάντων βασιλεύοντος, νομοδότου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ πρεσβεύσατε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δεῦτε οὖν πάντες τιμήσωμεν προθύμως, Λάμπρον τὸν ἀοίδιμον σοφὸν Θεόδωρον, σὺ τρίτῳ πάνυ μιμούμενοι αὐτῶν τὸν βίον, καὶ ὡς ἐμπόρους αὐτοὺς ζηλώσωμεν, οὗτοι γὰρ οἱ Ἅγιοι καλῶς εἰργάσαντο, καὶ μαργαρίτην εὑράμενοι Χριστὸν τὸν Ἕνα, ἐν τῇ καρδίᾳ αὐτῶν ἐφύλαξαν, ᾧ παρεστώτες ἱκετεύουσι, λυτρωθῆναι παθῶν καὶ κολάσεως, τοὺς Βραχωρίον πάντας κατοικοῦντας καὶ περίχωρα.

Δόξα. Ἦχος βαρύς.
Δεῦτε, ἅπαντες φαιδρῶς πανηγυρίσωμεν τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, Θεοδώρου τε καὶ Λάμπρου σὺν Ἄλλῳ Ἀνωνύμῳ τὴν σεβάσμιον μνήμην, οὗτοι γὰρ στεῤῥῶς ἠγωνίσαντο μέχρι θανάτου κατὰ τῆς ἁμαρτίας, καὶ Χριστοῦ τὸ ὄνομα γενναίως ἐβάστασαν ἔναντι τυράννων ἀνόμων, κρεμασθέντες δὲ τῇ ἀγχόνῃ, μιμηταὶ ἐγένοντο τοῦ δι’ ἡμᾶς ἐπὶ ξύλου κρεμασθέντος καὶ τὴν γῆν ἐν ὕδασι κρεμάσαντος Θεοῦ ἡμῶν, οὕς ὡς προστάτας ἡμῶν καὶ φύλακας ἱκετεύσωμεν λέγοντες. Πανεύφημοι Μάρτυρες, οἱ παρεστῶτες Χριστῷ τῷ Θεῷ, πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ μὲν ἐγνώσθης ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ Παρθένος ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ Τόκου Σου ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σὲ πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.






















Εἰς τὴν Λιτήν. Ἦχος α΄. Ἰδιόμελα.
Ἀγαλλιάσθω σήμερον ἡ πόλις Βραχωρίου, Χριστὸν ἀπαύστως εὐχαριστοῦσα, τὸν δόντα ὡς πύργους ἀσφαλεῖς καὶ τείχη ἀπόρθητα κατ’ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, τοὺς τόπους τῆς ἀθλήσεως τῶν Μαρτύρων Αὐτοῦ. Οὗτοι γὰρ οἱ τόποι φοβεροὶ ἀνεδείχθησαν ἡμῖν, ὡς πάλαι τοῦ ἐνυπνίου τοῦ Ἰακὼβ ὁ τόπος, ὥσπερ ἐκεῖνος ἡγιάσθη διὰ τῆς κλίμακος, οὕτω καὶ αὐτοὶ τῶν Ἀθλοφόρων τῇ ἀθλήσει. Διὸ τὴν χάριν τῶν τοῦ Χριστοῦ Μαρτύρων, ὡς νοητὴν οὐράνιον κλίμακα ἐπιγνόντες, στῶμεν εὐλαβῶς ἐπὶ τῆς θείας αὐτῆς βάσεως τῷ Σωτῆρι κράζοντες· Φιλάνθρωπε Κύριε, ταῖς λιταῖς Θεοδώρου σὺν Ἑτέρῳ καὶ Λάμπρου, σῶσον τὴν πόλιν Σου.

Ἦχος β΄.
Ὅτε οἱ Ἀγαρηνοί, σεβάσμιοι Μάρτυρες, δεδεμένους πρὸς ἀγχόνην ὑμᾶς ὡδήγουν, ἐβοᾶτα πρὸς αὐτούς: Τί τὸ κακὸν ἐποιήσαμεν, ἵνα φρικτῇ ἀγχόνῃ θανατωθῶμεν; Μή φόνον ἐπράξαμεν; Μή εἰς κλοπὴν περιεπέσαμεν; Μή τινα ἠδικήσαμεν; Ἐπείπερ μὲν γνήσιοι ἡμεῖς δοῦλοι Χριστοῦ ἐσμέν, τοῦ τὰ σύμπαντα τῷ λόγῳ ποιήσαντος καὶ ὑπὸ τῶν Προφητῶν προκηρυχθέντος, τῷ δὲ ψευδοπροφήτῃ ὑμῶν σέβας μὴ ἀπονέμοντες, διὰ τοῦτο ἡμᾶς σήμερον ἀγχόνῃ παραδίδετε παράνομοι; Λοιπὸν ποιήσατε ἡμῖν ὡς βούλεσθε, ἵνα ταχὺ πορευθῶμεν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα πάσι τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Ὑμεῖς θεομακάριστοι Ἅγιοι, τοῦ Σταυροῦ τῷ σθένει ῥωννύμενοι, τοὺς πόνους καὶ βασάνους ὡς ὄναρ ἐλογίσασθε. Διὸ ἐν φυλακῇ ὑπάρχοντες καὶ ποικίλαις κολάσεσι προσομιλοῦντες, ὡς ἐν ἀνέσει τοῦ Παραδείσου εἶναι ἐνομίζετε, καὶ τὸν Βελίαρ τῇ ἀγχόνῃ καθελόντες, βασιλικῷ νῦν διαδήματι στεφθέντες Χριστῷ παρίστασθε, ᾧ διηνεκῶς αἰτεῖτε ῥύσασθαι πάσης αἱρεσεως, κινδύνου καὶ πολέμου τὸ Βραχώριον, καὶ πάντας ἡμᾶς μετὰ τῶν Ἁγίων Αὐτοῦ συναριθμῆσαι, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἦχος δ΄.
Ὤ τοῦ παραδόξου θαύματος! Πῶς οἱ τῇ φύσει ἀσθενεῖς ὑπάρχοντες ἄνθρωποι, τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους ὡς ἄνδρα ἕνα ἐτροπώσαντο. Ἐνδεδυμένοι γὰρ ἦσαν τῷ κράτει τῆς ἰσχύος τοῦ Κυρίου, καὶ τὴν πανοπλίαν Αὐτοῦ ἀναλαβόντες, την τε ὀσφὺν αὐτῶν ἐν ἀληθείᾳ περιζωσάμενοι, ὡς τεῖχος μὲν ἄῤῥηκτον τὴν πίστιν ἔσχον, τὴν δὲ προσευχὴν ὡς θώρακα καὶ μάχαιραν δίστομον τὴν δύναμιν τοῦ Πνεύματος. Διὸ ὡς κορωνίδα τῶν Ἀθλητῶν τὸν κλεινὸν Θεόδωρον, σὺν ἐνδόξῳ Ἄλλῳ Ἀνωνύμῳ, καὶ τὸν λαμπρότατον ὡς παμφαῇ ἀστέρα Λάμπρον, τοῖς ἄνθεσι τῶν ᾀσμάτων στέφοντες ἐκβοήσωμεν· στεφανηφόροι Μάρτυρες πρεσβεύσατε τῷ στεφανώσαντι ἡμᾶς Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. Α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, πνευματικῶς συνελθόντες τὰ μυρίπνοα τοῦ Παραδείσου ἄνθη, τοῦ Χριστοῦ τοὺς Μάρτυρας, τὸν Θεόδωρον καὶ Λάμπρον σὺν ἐνὶ ἔτι Ἄλλῳ, ἐπαξίως τιμήσωμεν. Οὗτοι γὰρ τὴν τοῦ Πέλοπος νῆσον πατρίδα σχόντες, ἐμπορευόμενοι εις Ἰωάννινα ἀνέβησαν. Οἴκαδε οὖν ἐπιστρεφόντες καὶ ἐκ Βραχωρίου διερχόμενοι, θείᾳ βουλήσει ὑπὸ τυράννων ἀνόμων συνελήφθησαν. Ὅθεν καὶ τὸ δόγμα αὐτῶν θαρσαλέως ἐλέγξαντες, καὶ ἀλλήλους στηρίζοντες, ἐκ Πνεύματος φωτιζόμενοι ἔλεγον: Μὴ οὖν ἀδελφοὶ τὰ αἰώνια διὰ τὰ πρόσκαιρα ἀπολέσωμεν, στῶμεν καλῶς καὶ Χριστὸν μὴ προδώσωμεν ὡς ὁ Ιούδας τοῖς ἀνόμοις. Διὸ καὶ εἰς φυλακὰς δεδεμένοι ῥιφθέντες, αἰκισμοὺς πεῖνάν τε καὶ δίψαν, καὶ ποικίλας κολάσεις ἀνηλεῶς βαλλόμενοι ὑπέμεινα, καὶ τρισὶ τῆς πόλεως σημείοις ἀπαγχονισθέντες, αὐτῆς μὲν τοῖς αἵμασιν ἡγίασαν, τοὺς οὐρανοὺς δὲ τοῖς πνεύμασιν ηὔφραναν, ἐν οἷς χοροβατοῦντες ὑπὲρ εἰρήνης τοῦ κόσμου Χριστῷ πρεσβεύουσι, καὶ σωτηρίας τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

















Εἰς τὸν Στίχον. Ἦχος πλ. Α . Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν Ἀθλητῶν ἡ τριάς, οἱ τῆς Τριάδος τῆς Ἁγίας ὑπέρμαχοι, τυράννων μὴ πτοηθέντες πολυειδεῖς ἀπειλάς, καὶ δεινῶν δαιμόνων τὰ φρυάγματα, δεσμὰ ὑπεμείνατε, φυλακάς τε μακάριοι, πεῖναν καὶ δίψαν, αἰκισμούς τε καὶ μάστιγας, καὶ τὸν θάνατον, δι’ ἀγχόνης τὸν ἄδικον, ἄνθη τὰ εὐωδέστατα, τῆς πίστεως φύλακες, δόξα Μαρτύρων καὶ κλέος καὶ τῶν πιστῶν ἡ ἀντίληψις, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε, περιχαρῶς ἀδελφοί, οἱ τὸν Βραχώριον οἰκοῦντες καὶ ἅπαντες, προσέλθωμεν ἐγκωμίων ἄνθη κροτοῦντες χερσί, καὶ τὰς θείας κάρας καταστέψωμεν, σὺν Ἄλλῳ τοῦ Λάμπρου τε, Θεοδώρου καὶ γάρ εἰσιν, ἡμῶν προστάται καὶ πιστοὶ ἀντιλήπτορες, καὶ ἐν πίστει νῦν, πρὸς ἡμᾶς ἐκβοήσωμεν: ῥύσασθε ἐξ αἱρεσεων, δεινῶν ἡμᾶς Ἅγιοι, ἀῤῥωστημάτων πολέμων, μνήμην ὑμῶν τοὺς γεραίροντας, Χριστὸν ἐξαιτοῦντες, καταπέμψαι ἡμῖν πάσι τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε, ἡ τῶν ἐμπόρων πληθύς τοὺς ἀρχηγοὺς καὶ ποδηγοὺς ἡμῶν ᾄσατε, Θεόδωρόν τε καὶ Λάμπρον, σὺν τρίτῳ ἅμα πιστῶς, καὶ αὐτῶν τὸν βίον ἐκμιμήσασθε, αὐτοὶ γὰρ ὡς ἔμποροι, κατενόησαν ἄριστα, τὶ τὸ συμφέρον τὸ τῷ ὄντι ὠφέλιμον, καὶ τοῦ ἄφρονος, ἀπεβάλοντο μάταιον, ὅθεν καὶ πλοῦτον ἄφθαρτον, ἐκ γῆς ὥσπερ γέγραπται, πρὸς οὐρανοῦ ἀποθήκας ἐν ἀσφαλείᾳ ἐκόμισαν, καὶ νῦν πλοῦτον σχόντες, ἀρετῶν Χριστῷ αἰτοῦσιν ἡμῖν τὸ ἔλεος.

Δόξα. Ἦχος πλ. Δ΄.
Τῆς Πελοποννήσου τοὺς βλαστούς, καὶ Βραχωρίου πολιούχους, χαρμονικῶς ἐγκωμιάζοντες πιστοὶ ἐκβοήσωμεν: χαίρετε νοεροὶ τῆς πίστεως ἀδάμαντες, οἱ τῶν Ἀγαρηνῶν θρασυστομίαν ἐλέγξαντες καὶ ταύτην ὡς φλήναφον καταφρονήσαντες. Χαίρετε οἱ τῆς Τριάδος ἰσάριθμοι, οἱ τῇ ἀθλήσει ὑμῶν τὰ πέρατα τῆς γῆς φωτίσαντες καὶ τὸν τῆς κτίσεως ἀποστάτην, δεινὸν κοσμοκράτορα ἐκδιώξαντες, καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τριάδος ἰσάριθμοι τῆς ὑπερθέου σοφοί, ὑπάρχοντες ὤφθητε ἐν Βραχωρίῳ στεῤῥᾷ, ἀθλήσει φωτίζοντες, πάντας τοὺς ὡς ὁπλίτας τοῦ Χριστοῦ ὑμᾶς γνόντας, Λάμπρε σὺν Θεοδώρῳ καὶ ἑνὶ Ἄλλῳ πάλαι, καὶ νῦν ἐν παῤῥησίᾳ Χριστῷ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν πιστοί, πάντες Ἀγγέλων οἱ χοροί, τῇ ἀνδρείᾳ τῇ ὑμῶν, ἥν ἐπεδείξατε στεῤῥῶς, κατὰ ἐχθρῶν ἀοράτων καὶ ψυχοφθόρων, πῶς σώματι φθαρτῷ, αὐτοὺς ᾐσχύνατε, καὶ δόξης κοινωνοί, ἀφθάρτου ὤφθητε, τῇ πανσθενεῖ δυνάμει τοῦ Κυρίου, τοῦ τοὺς βροτοὺς ἀφθαρτήσαντος, ᾧ δυσωπεῖτε τῷ κόσμῳ δοῦναι, ἀφθαρσίαν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, καὶ ἠπόρουν μυστικῶς, ὁρῶντες πάντα τὰ ἐν Σοί, πῶς εἰς τὸ εἶναι τὰ σύμπαντα ὁ ποιήσας, ὡς ἔμβρυον ἐν Σοί, κυοφορεῖται σεμνή, ὁ Ἄναρχος Θεός, ἀρχὴν λαμβάνει ἐκ Σοῦ, καὶ ὡς Υἱὸς ἀνθρώπου ὁρᾶται, ὁ Βασιλεὺς καὶ Θεὸς ἡμῶν, διὸ Σοὶ χαῖρε Ἁγνὴ βοῶμεν, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Ταν τάφον Σου Σωτήρ.
Ἐχθρὸς ὁ πονηρὸς καὶ ἀρχέκακος ὄφις, νικῆσαι βουληθεὶς τοῦ Χριστοῦ τοὺς ὁπλίτας, ὁρᾶται παιζόμενος ὑπ’ αὐτῶν καὶ πατούμενος, καὶ πληρούμενος ἀνεξαλείπτου αἰσχύνης, ὅθεν ᾄσμασι στέψωμεν τούτους βοῶντες, ἡμᾶς διασώσατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐγὼ εἰμὶ Ἁγνὴ φεῦ! Τὸ ἄκαρπον δένδρον, καὶ πῶς τῆς ἐκκοπῆς τῆς ἀξίνης ἐκφύγω, ἀνάστησον σῶσόν με τῆς δεινῆς κατακρίσεως, ἱκετέυουσα τὸν Σὸν Υἱὸν Θεοτόκε, μὴ ἐκπέμψαι με εἰς πῦρ ἀλλ’ ἄφεσιν δώη, ὡς μόνος φιλάνθρωπος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σήμερον ἅπαντες, οἱ τὸ Βραχώριον, οἰκοῦντες ᾄσμασι, πανηγυρίσωμεν, εὐχαριστοῦντες δὲ Θεόν, τὸν δόντα ἡμῖν προστάτας, Λάμπρον καὶ Θεόδωρον, σὺν Ἑτέρῳ τοὺς Μάρτυρας, τοὺς καθαγιάσαντας, τῇ ἀθλήσει τὴν γῆν ἡμῶν, καὶ νῦν ὑπὲρ ἡμῶν δυσωποῦσι, πάντας τυχεῖν τῆς ἄνω πόλεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία Ἄχραντε, Ἁγνὴ Θεόνυμφε, ὡς προετύπουν σε, Προφῆται κράζομεν, χαῖρε λυχνία κιβωτέ, λαβὶς στάμνε ῥάβδε πλάκα, ὄρος ἀλατόμητον, κλῖμαξ γέφυρα ἄμπελε, πύλη βάτε ἄφλεκτε, Θεοτόκε Παντάνασσα, μετὰ δὲ Γαβριὴλ ἐκβοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη



Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, τὸ τοῦ ὄρθρου τῆς 26ης Ὀκτωβρίου (Ἁγ. Δημητρίου).
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Δεῦτε φιλομάρτυρες σήμερον ἐν ᾠδαῖς ᾀσμάτων τοὺς Ἀθλοφόρους καταστέφωμεν, οὗτοι γὰρ τῆς Τριάδος ἰσάριθμοι ὄντες καὶ λατρευταί, καὶ ἐν τρισὶ σημείοις τῆς τοῦ Βραχωρίου πόλεως κρεμασθέντες ὑπὲρ αὐτῆς, τὴν πόλιν ἀεὶ φρουροῦσιν, αὐτῶν καὶ ἡμεῖς τὰς εἰκόνας πίστει ἀσπαζόμενοι αὐτοῖς βοήσωμεν, ὡς ἔχοντες παῤῥησίαν πρὸς Τριάδα τὴν ἄκτιστον, Ἀθληταὶ γενναιότατοι, εἰρήνην τῇ οίκουμένῃ παρ’ Αὐτῆς ἐξαιτεῖτε καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ Κανὼν τῆς Θεοτόκου (Μικρὸς Παρακλητικὸς Κανὼν) εἰς στ΄· καὶ τῶν Ἁγίων εἰς η΄, οὗ ἡ ἀκροστιχίς: Τοὺς Σοὺς Χριστὲ Ἁγίους ᾄδω. Ἀποστόλου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τριὰς ἡ κροτοῦσα νεύσει τὸ πᾶν, λιταῖς τῶν σεπτῶν Σου Ἀθλοφόρων μοι φωτισμόν, παράσχου καὶ λόγον τοῦ ὑμνῆσαι, τὰ κατ’ ἐχθρῶν τούτων θεῖα παλαίσματα.
θεῖος Θεόδωρος καὶ κλεινός, ὁ ἔνδοξος Λάμπρος σὺν Ἑτέρῳ ἐν οὐρανοῖς, χεὶρ τοῦ Χριστοῦ στεφανωθέντες, ὑπὲρ ἡμῶν ἀκοιμήτως πρεσβεύουσιν.
μεῖς πυργοὶ ἄσειστοι Ἀθληταί, καὶ ἄῤῥηκτον τεῖχος ἀνεδείχθητε τῶν πιστῶν, Χριστὸν τὸν Θεὸν μὴ ἀρνηθέντες, ὡς ναοὶ ἔμψυχοι ὄντες τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὸν Κτίστην τεκοῦσα ὑπερφυῶς, Χριστὸν ὄντα Κόρη ὁμοούσιον τῷ Πατρί, καὶ Πνεύματι ἅμα διὸ πάντες, Σὲ Θεοτόκον ἀεὶ μακαρίζομεν.









ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Συνελθόντες προθύμως πάντες πιστοὶ σήμερον, Λάμπρον σὺν τῷ Ἄλλῳ τιμήσωμεν καὶ Θεόδωρον, τοὺς ἐκ τῆς Πέλοπος, μὲν ἐξορμήσαντας νήσου, καὶ ἐν Βραχωρίῳ δὲ ἀθλήσει λάμψαντας.
δοιπόροι ὑπάρχοντες εὐσεβεῖς ἔμποροι, καὶ ἐκ Βραχωρίου τῆς πόλεως διερχόμενοι, Χριστὸς ἐκάλεσεν, ἐκ γῆς ὑμᾶς διαβῆναι, πρὸς τὴν ἐπουράνιον λῆξιν μακάριοι.
πὲρ γένος πατρίδα πλοῦτον τιμὴν Μάρτυρες, ἐν εἰλικρινεῖ διαθέσει Χριστὸν ἠράσθητε, ὅθεν καλούμενοι, Αὐτὸν ἀρνεῖσθαι τυράννοις, ἔφατ’ οὐκ ἀρνούμεθα κἄν ἀποθάνωμεν.
Θεοτοκίον.
Στάμνον ῥάβδον καὶ πλάκα καὶ κιβωτὸν πάγχρυσον, ὄρος ἀλατόμητον Κόρη καὶ θείαν Τράπεζαν, πάντες ἐκήρυξαν, οἱ θεηγόροι Προφῆται, τὴν φρικτὴν λοχείαν Σου προσυμβολίζοντες.

Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ τῆς Πέλοπος νήσου ὥσπερ χρυσός, ἀπαστράψαντες Μάρτυρες τοῦ Χριστοῦ, ὡς ἔμποροι ἄριστοι τὸν χρυσὸν ἐβδελύξασθε, καὶ Χριστὸν θησαυρὸν τὸν ἀεὶ διαμένοντα, ἐν καρδίᾳ φυλάξαντες ἐχθροῖς οὐκ ἐδώκατε, ὅθεν λαμπρυνθέντες, ὡς χρυσὸς ἐν βασάνοις, χρυσοῦ τηλαυγέστεροι ἐν τοῖς πέρασιν ὤφθητε, Ἀθληταὶ γενναιότατοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα, καὶ οὐχ ἔχω τὶ πρᾶξαι, οὐδὲ καταφύγιον, ἀλλ’ οὐδ’ ἄλλην ἐλπίδα, πλὴν Σου Κόρη ἐπίσταμαι. Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς Σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν Σοι τὸ ἥμαρτον. Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, εἰς Σὲ πᾶσαν ἐλπίδα ἀνέθηκα Δέσποινα










ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Χάριν ὑμῖν, Χριστὸς μακάριος ἔδωκε, τοῦ νομίζειν ὄναρ ὡς βραχύτατον τοὺς αἰκισμοὺς καὶ τὰς φυλακάς, μᾶλλον δὲ τὴν ἄνω προσβλέπειν μακαριότητα, ἐν ᾗ χοροβατοῦντες, τῷ Δεσπότῃ βοᾶτε, τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
ῶσιν ἡμῖν, ἀῤῥωστημάτων παρέχετε σὺν Ἑτέρῳ Λάμπρε καὶ Θεόδωρε, τοὺς διαθέσει εἰλικρινεῖ, καὶ πίστει βεβαίᾳ πρὸς τὸν ναὸν ὑμῶν σπεύδοντας, διὸ ὑμᾶς ὡς ῥύστας, κεκτημένοι βοῶμεν, τῷ Παντάνακτι, δόξα Φιλάνθρωπε.
σον Πατρί, Χριστὸν φρονοῦντες καὶ Πνεύματι, τῆς Τριάδος ὤφθητε ὑπέρμαχοι, θεομακάριστοι Ἀθληταί, καὶ τῆς Ἐκκλησίας τριπλόν τε τεῖχος καὶ ἄῤῥηκτον, τυράννων καθαιρέται, τῷ Χριστῷ μὴ βοώντων, τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Σὺ τῶν βροτῶν, καύχημα πέλεις Πανύμνητε, ἐκ μὲν πρώτης Δέσποινα Θεόνυμφε γὰρ γυναικός, πᾶν φαῦλον ἐκῤῥύει, διὰ Σοῦ δὲ Κόρη ἡμῖν πηγάζει τὰ κρείττονα, διὸ ὡς ἀναιρέτην, τῆς κατάρας τῆς Εὔας, εὐγνωμόνως τὸ χαῖρέ Σοι κράζομεν.

ᾨδὴ ε΄. Ἵνα τι μὲ ἀπώσω.
Τοῦ Χριστοῦ τῇ παλάμῃ, ἔνδοξοι φρουρούμενοι πανευκλεέστατοι, ἐν εἱρκτῇ γὰρ ὄντες, καὶ βασάνοις ποικίλαις κυκλούμενοι, τὸν ὑμᾶς ἐν τούτοις δεινὸν ἐχθρὸν παραδιδόντα, εἰς νεκάδας τοῦ ᾍδου ἐῤῥίψατε.
Εἰ καὶ ἐν ἀλγηδόνι, πείνῃ τε καὶ δίψῃ ὑπάρχοντες Ἅγιοι, τῆς ζωῆς τὸν ἄρτον, καὶ τὸ ὕδωρ τὸ ζῶν οὐκ ἠρνήσασθε, ἐν ἀθανασίᾳ, καὶ νῦν τρυφῶντες θείου Ἄρτου, καὶ ἡμᾶς χορτασθῆναι πρεσβεύσατε.
διστάκτῳ οὖν γνώμῃ, ἔχοντες εἰς νοῦν ὑμῶν Προφήτου πρόῤῥησιν, Λάμπρε εἰς λειμῶνα σὺν Ἑτέρῳ καὶ Θεόδωρε ἤχθητε, δίκαιοι φησί γαρ, εἰ καὶ κτανθῶσιν ἀεὶ ζῶσιν, αἰωνίως Χριστῷ δοξαζόμενοι.
Θεοτοκίον.
Γῆ ἁγία εἶ Κόρη, γεωργὸν γὰρ Χριστὸν σαρκὶ ἐγεώργησας, Ὅς ἀγεωργήτως ἐν Σῇ μήτρᾳ ὑπέδυ ἐν Πνεύματι, διὸ τὴν χερσωθεῖσαν, ἀμέτροις πταίσμασι ψυχήν μου, τῇ θερμῇ σου πρεσβείᾳ γεώργησον.








ᾨδὴ στ΄. Τὴν δέησιν.
δὸν ὑμῶν, τῆς ψυχῆς τὸ ὡραῖον, ἀνεπαύθη ἐν ὑμῖν Θεῖον Πνεῦμα, καὶ τῆς σεπτῆς, καὶ Ἁγίας Τριάδος, ναοὺς ἐμψύχους ὑμᾶς ἀπειργάσατο, καὶ νῦν ὑμᾶς ἐν τῷ ναῷ, τῷ ἡμετέρῳ προστρέχοντες σώσατε.
μόψυχοι, ὥσπερ εἷς θεῖε Λάμπρε, καὶ Θεόδωρε σὺν Τρίτῳ ὀφθέντες, καὶ νῦν ἡμᾶς, ὁμοφρόνους τῇ πίστει, καὶ ἀβλαβεῖς ἐξ αἱρεσεων δείξατε, καὶ κάλλος ἡμᾶς τοῦ Χριστοῦ, ἀεὶ βλέπειν σοφοὶ ἀξιώσατε.
άκινθοι, ὥσπερ λίθοι γενναῖοι, ἐκυλίεσθε ἐν γῇ δεδεμένοι, καὶ τῇ ὑμῶν, καρτερίᾳ τὸν ὄφιν, δεσμοῖς ἀλύτοις λυσσῶντα ἐδέσατε, ἐνεύρου γὰρ ὑμᾶς Χριστός, μιμούμενος τὰ πάθη ὁρῶν Αὐτοῦ.
Θεοτοκίον.
Σεσάρκωται, ἐξ ἁγνῶν Σου αἱμάτων, ὁ Σὸς Κτίστης ἀποῤῥήτως Παρθένε, διὸ οἱ Σὲ Θεοτόκον μὴ γνόντες, ὥσπερ κηρὸς ἐν τῇ γῇ ἐκτακήσομαι, ἐκλείψουσι δὲ ὡς καπνός, καὶ εἰς ᾍδου δεσμῶται ῥιφθήσονται.

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς Βραχωρίου, βοηθοὺς καὶ ἀντιλήπτορας, τοὺς τῇ ἀθλήσει, αὐτῶν τοῦτο ἁγιάσαντας, πίστει ἅπαντες συνέλθωμεν ἐκβοῶντες· ὡς τυχόντες παῤῥησίας πρὸς τὸν Κύριον, ἐξ αἱρέσεων καὶ νόσων ἡμᾶς ῥύσασθε, ἵνα κράζωμεν· θεῖοι Μάρτυρες χαίρετε.
Ὁ Οἶκος.
Ἄγγελοι ἀοράτως ᾄδουσί σοι ἀπαύστως σὺν Μάρτυσι Χριστὲ Παντοκράτωρ. Καὶ νῦν ὡς Θεὸν Λόγον ἐπὶ γῆς τοὺς κηρύξαντάς Σε τὸν Χριστόν, Κύριε, ὁπλίτας Σου, ὑμνοῦμεν ἐκβοῶντες πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, δι’ ὧν ὁ Χριστὸς ἐκηρύχθη·
χαίρετε, δι’ ὧν ὁ ἐχθρὸς ἐπατήθη.
Χαίρετε, τὸν κόσμον τοῖς ἄθλοις φωτίσαντες·
χαίρετε, ἐν σκότει τὸν βελίαρ βυθίσαντες.
Χαίρετε, πάντων ἀπροσμάχητοι Ὀρθοδόξων οἱ φρουροί·
χαίρετε, πᾶσαν οἱ διώκοντες τῶν αἱρέσων ἀχλύν.
Χαίρετε, ὑπ’ ἀδίκων τῶν κριτῶν δικασθέντες·
χαίρετε, ὑπὸ δικαίου τοῦ Κριτοῦ οἱ στεφθέντες.
Χαίρετε, Χριστὸν τῇ ἀγχόνῃ δοξάσαντες·
χαίρετε, ἀεὶ μετ’ Αὐτοῦ συνδοξαζόμενοι.
Χαίρετε, κλεινοὶ Βραχωρίου προστάται·
χαίρετε, ταχινοὶ πασῶν νόσων διῶκται.
Θείοι Μάρτυρες χαίρετε.


Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Θεοδώρου, Λάμπρου καὶ Ἑτέρου Ἀγνώστου, ὑπὸ τῶν Ἀγαρηνῶν ἐν Βραχωρίῳ ἀπαγχονισθέντων ἐν ἔτει 1786.
Θεόδωρος σὺν Ἄλλῳ καὶ Λάμπρος δι’ ἀγχόνης,
ἐκ γῆς ἀρθέντες πρὸς πόλον Χριστῷ ζῶσιν.
Οὗτοι κατὰ τὰ χρόνια τῆς Τουρκοκρατίας ἦσαν, ἐκ τῆς Πελοποννήσου καταγόμενοι. Εὐσεβεῖς ἔμποροι ὄντες ἐν Ἰωαννίνοις εἰργάζοντο. Διερχομένοι δὲ ἐκ Βραχωρίου, διὰ τὴν πατρίδα τους πορευόμενοι, βουλόμενοι ἀποφυγεῖν τὸν εἰς αὐτοὺς ἐπιβαλλόμενον ὑπὸ Τούρκων φόρον, ὑπεκρίθησαν Τοῦρκοι εἶναι καὶ ἐπέτυχον τοῦ σκοποῦ των. Διαισθανόμενοι οἱ Τοῦρκοι τὴν πλάνην αὐτῶν ἔφερον βιαίως αὐτοὺς εἰς τὸν Τοῦρκον διοικητήν, ὅς προσεπάθησε Μωαμεθανοὺς γενέσθαι αὐτούς. Οὗτοι οἱ εὐλογημένοι, ὑπομείναντες πολλὰς ἄλλας βασάνους, τὸν Χριστὸν δὲ μὴ ἀρνησάμενοι, παρέδωκαν τὴν ἁγίαν ψυχήν των εἰς τὸν Χριστὸν ἀγχόνῃ τελειωθέντες τὴν 2αν Νοεμβρίου (πιθανῶς) ἐν ἔτει 1786, εἰς τρία διάφορα σημεῖα τῆς πόλεως τοῦ Βραχωρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἰακώβου τοῦ νέου, τοῦ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει ἀφκ΄. (1520).
Τριάδα ποθήσας Ἰάκωβος πόθῳ,
Αὐτῇ ἀνέδραμε σὺν Μαθηταῖς δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Διακόνου Ἰακώβου, Μαθητοῦ καὶ συναθλητοῦ τοῦ Ἁγίου Ἰακώβου, τοῦ δι᾿ ἀγχόνης τελειωθέντος.
Σεαυτὸν ἱέρευσας ἱερῶς Πάτερ,
Καὶ θυσία δέδεξαι δεκτὴ Κυρίῳ.

Τῇ αὐτῃ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μοναχοῦ Διονυσίου, Μαθητοῦ καὶ συναθλητοῦ τοῦ Ἁγίου Ἰακώβου, τοῦ δι’ ἀγχόνης τελειωθέντος.
Ὑπηρετῶν τράπεζαν ἀρίστως κάτω,
Τῆς οὐρανίου θεῖος ἄρτος ἀνέθης.
Τοὺς τρεῖς Ὁσίους θανατοῦσιν ἀγχόνῃ,
Ἐχθροὶ κάκιστοι τῆς Ἁγίας Τριάδος.
Ἰάκωβον κατὰ πρώτην ἠδ᾿ ἐτάρους ἀγχόνη ἦγξαν.









Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου, καὶ Ἀνεμποδίστου.
Ἀκίνδυνον πῦρ· τῶν δὲ λοιπῶν τεσσάρων,
Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.
Οὗτοι οἱ Ἅγιοι, τῆς Περσῶν γῆς ὄντες, τὰ πρῶτα παρὰ Σαβωρίῳ βασιλεῖ Περσῶν ἔφερον. Οἱ οὖν Ἀκίνδυνος, Πηγάσιος καὶ Ἀνεμπόδιστος, ἄκρως τὴν εὐσέβειαν ἀγαπῶντες, ὡμολόγουν τὸν Χριστόν· δι᾿ ἣν αἰτίαν συλληφθέντες, τύπτονται κρεμασθέντες καὶ τὰς πλευρὰς πυρὶ καταφλέγονται. Ἐπεὶ δὲ βλασφημεῖν ὁ βασιλεὺς εἰς Χριστὸν ἤρξατο, ἀφωνίᾳ τοῦτον καταδικάζουσιν οἱ Ἅγιοι καὶ αὖθις λύουσιν. Εἶτα ἐπὶ κραββάτων σιδηρῶν πεπυρακτωμένων ἁπλοῦνται· καὶ ὄμβρου καταῤῥαγέντος, ἡ φλὸξ σβέννυται, καὶ τὸ τοῦ Διὸς ἄγαλμα εὐχῇ καταβάλλουσι· διὰ τοῦτο ὑποχαλῶνται λέβησι μεστοῖς μολύβδου κοχλάζοντος· καὶ ἀνέπαφοι μείναντες, Ἀφθόνιον πρὸς τὴν τοῦ Χριστοῦ ἐπισπῶνται πίστιν, ὃς καὶ παραχρῆμα τὴν κεφαλὴν ἀφῃρέθη. Καὶ ἐν βοείοις θυλάκοις βληθέντες καὶ τῇ θαλάσσῃ ῥιφέντες, ἀνασῴζονται καὶ τὸν Ἐλπιδηφόρον, πρῶτον ὄντα τῆς Συγκλήτου, πρὸς τὴν εἰς Χριστὸν ἐκκαλοῦνται πίστιν, μεθ᾿ ἑτέρων ἑπτακισχιλίων, οἵτινες τὰς κεφαλὰς ἀπετμήθησαν. Οἱ δὲ περὶ Ἀκίνδυνον, Πηγάσιον καὶ Ἀνεμπόδιστον, εἰς βόθρον ῥίπτονται μεστὸν θηρίων· καὶ ἀβλαβεῖς διαμείναντες, τὴν μητέρα τοῦ βασιλέως πρὸς τὴν πίστιν εἵλκυσαν. Ὅθεν καμίνῳ πυρὸς ἐμβληθέντες, τέλος ἐδέξαντο τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι, ξίφει τελειοῦνται.
Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας,
Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου καὶ λοιπῶν Ἁγίων ὀκτώ· Ἀττικοῦ, Μαρίνου, Ὠκεανοῦ, Εὐστρατίου, Καρτερίου, Νικοπολιτιανοῦ, Στύρακος καὶ Τωβία.
Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα,
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.
Οὗτοι ὑπῆρχον στρατιῶται ἐν Σεβαστείᾳ, ἐπὶ Λικινίου βασιλέως. Ἐξετασθέντες δὲ ὑπὸ Αὐξανίου ἄρχοντος τῆς πόλεως, καὶ Μαρκέλλου δουκός, καὶ Μάρκου τοῦ Ἀγρικολάου, καὶ ἀνυπερβλήτοις βασάνοις ὑποβληθέντες, πυρὶ παραδίδονται· ἐν ᾧ καὶ τὰς ἑαυτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ.
Χοῦς, Μαρκιανέ, τυγχάνων εἰς χοῦν λύῃ,
Τὸ δόγμα τοῦ πλάσαντος οὐκ ἔχων λύειν.
Οὗτος ὁ ὅσιος Πατὴρ ἡμῶν Μαρκιανός, πατρίδα μὲν ἔσχε τὴν Κύρον, μετὰ δὲ ταῦτα τὴν ἔρημον. Καταφρονήσας γὰρ τῆς τοῦ γένους περιφανείας, τῆς ἐρήμου καταλαμβάνει τὸν ὀμφαλόν. Καὶ σμικρὸν οἰκίσκον δειμάμενος, ὡς μόνον τὸ σῶμα καλύπτεσθαι, καὶ τριχίνοις ῥάκεσιν αὐτὸ περιθείς, καθεῖρξεν ἑαυτὸν ἐκεῖσε. Σιτίον δὲ ἦν αὐτῷ ἑκάστῃ ἑσπέρᾳ, τρεῖς οὐγγίαι ἄρτου καὶ ὕδωρ ὀλίγον πρὸς τὸ ζῆν. Χρόνου δέ τινος διεληλυθότος, δύο φοιτητὰς ἐδέξατο, καλύβας μικρὰς πήξαντας.
Οὗτος οὖν ὁ μακάριος, ἀεὶ ἐγκεκλεισμένος ὤν, οὐδέποτε λύχνον ἐκτήσατο, ἀλλὰ φῶς θεῖον περιέλαμπεν αὐτὸν ταῖς νυξί, καὶ τὴν σύνθεσιν τῶν γραμμάτων ὑπεδείκνυεν· εἶχε γὰρ μικρὸν Ψαλτήριον σὺν αὑτῷ. Καί ποτε δὲ μεγίστου δράκοντος προκύψαντος ἐκ τῆς πλησίον ἐρήμου καὶ ὄλεθρον ἐπαπειλοῦντος, οἱ συνασκηταὶ ἐθροήθησαν· ὁ δὲ ἅγιος τῷ μὲν δακτύλῳ τὸν Σταυρὸν ἐτύπωσε, τῷ δὲ στόματι τὸ θηρίον ἐνεφύσησε· καὶ ὥς περ καλάμη ὑπὸ πυρός, οὕτω τὸ θηρίον εὐθὺς εἰς πολλὰ διελύθη.
Φλαβιανός ποτε, ὁ τῆς Ἀντιοχέων πρόεδρος καὶ ὁ τῆς Κύρου Ἐπίσκοπος καὶ ἕτεροί τινες τῶν Ἐπισκόπων ἐπίσημοί τε καὶ λόγιοι, ἀπελθόντες πρὸς αὐτὸν καὶ πολλὰ παρακαλέσαντες, ἔτι δὲ καὶ τῆς θείας Γραφῆς πλεῖστα καταντλήσαντες εἰς αὐτόν, προέτρεπον αὐτὸν εἰς τὸ ἐξελθεῖν ὠφελείας ἕνεκεν πολλῶν· ὁ δὲ οὐδὲ ἀκοῦσαι ἠνέσχετο. Πολλοὺς δὲ καὶ ἀπὸ διαφόρων αἱρέσεων ὁ θαυμαστὸς οὗτος ἀνὴρ μετέβαλεν εἰς τὴν ἀληθῆ καὶ ὀρθόδοξον πίστιν.
Ποτὲ αὐτοῦ ἡ ἀδελφή, ἐκ τῆς πόλεως Κύρου, τινὰ βρώσιμα λαβοῦσα, τοιῷδε Ἀσκητῇ πρόσφορα, καὶ τὸν υἱὸν αὑτῆς πρὸς τὸν Ὅσιον ἀφίκετο· ὁ δὲ ταύτην μὲν οὐκ ἐθεάσατο, τὸν δὲ ἀνεψιὸν προσεδέξατο, μηδὲν ἐξ αὐτοῦ εἰληφώς. Ὡς δὲ ἐνέκειτο παρακαλῶν προσδεχθῆναι τὰ προσαχθέντα, ὁ Ἅγιος ἔφη· Ὡς πρὸς ἡμᾶς πορευόμενοι, πόσα διήλθετε Μοναστήρια; καὶ τίσιν ἐκείνων ἐκ τούτων μετεδώκατε; Τοῦ δὲ εἰρηκότος· Οὐδέ τινι τὸ οἱονοῦν δεδώκαμεν. Ἄπιτε λοιπόν, ἔφη, μεθ᾿ ὧν ἐκομίσατε· φυσικῆς γὰρ συγγενείας καὶ οὐ θεραπείας τῆς πρὸς Θεὸν ταῦτα ἠνέγκατε.
Οὗτος, μέγας καὶ διαβόητος τοῖς πᾶσι γενόμενος καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ποθητός, ἐπεὶ ἔγνω πολλοὺς διαμαχομένους τὸ τούτου σῶμα λαβεῖν μετὰ τὴν πρὸς τὰς ἄνω θείας μονὰς αὐτοῦ μετάστασιν, θήκας ἑτοιμάσαντας καὶ ναοὺς οἰκοδήσαντας, τὸν μακαρίτην Εὐσέβιον, τὸν πρῶτον αὑτοῦ μαθητήν, ὅρκοις κατησφαλίσατο, τὸ σῶμα αὐτοῦ ἐν ἀποκρύφῳ κατακρύψαι τόπῳ, μήκοθεν τῆς καλύβης αὐτοῦ· καὶ οὕτω διαθέμενος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι Μάρτυρες Κυριακή, Δομνίνα καὶ Δόμνα ξίφει τελειοῦνται.
Κυριακή, Δομνίνα καὶ σεπτὴ Δόμνα,
Ὡς σεπτὸν αἱ τρεῖς εἰς ξίφους εὗρον τέλος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ντιθέων τυράννων ἀθετοῦντες προστάγματα, ὡς θυσίαι Θεῷ προσήχθητε δημίοις, τραχήλους ἡμῶν δόντες, Ἀθληταὶ σεπτοὶ ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Διὰ φόβου ἀγχόνης ἐπειρᾶτο συλῆσαι ἐχθρὸς ὑμᾶς, αλλ’ ἰδοὺ ἡττήθη τῇ ἀνδρείᾳ, ἐπνίγῃ ἐν ἀγχόνῃ, ὑμᾶς βλέπων ὁ δόλιος, Λάμπρε σὺν Ἄλλῳ σοφῷ, Θεόδωρε γενναῖε.
δεινὸν Ἄγαρ γένος, τί πρὸς κέντρον λακτίζεις Χριστόν, φασὶν οἱ σοφοί, λυσσῶντες δὲ πατεῖτε, Χριστὸν ζωῆς τὴν πέτραν, μὴ εἰδόντες τὶ πράσσετε, γέγραπται γάρ, πᾶς αὐτὸν διώκων ἀπολεῖται.
Θεοτοκίον.
διόδευτον πύλην προετύπου σε πάλαι Προφήτης Πάναγνε, ἀφράστως ὡς εἰσῆλθεν, οὕτω γὰρ καὶ ἐξῆλθεν ὁ Θεὸς Ἁγνὴν δείξας Σε, διὸ ὡς πύλην Εδέμ, Παρθένε Σὲ ὑμνοῦμεν.




ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Πῶς ἐξειπεῖν δυνήσομαι τὰ δεινὰ ὑμῶν Ἅγιοι, σῦν ταῖς φυλακαῖς, τοὺς αἰκισμοὺς τὴν πεῖνάν τε, τὴν δίψαν τὸν ἄδικον δι’ ἀγχόνης θάνατον, ἀλλ’ ἀδυνατῶν, νῦν ταῦτα ἔνδοξα κράζω Χριστῷ τῷ Ζωοδότῃ, σὺν ὑμῖν ὁμοφώνως, ἀεὶ ὑπερυψοῦμεν, Λόγε εἰς αἰῶνας.
λῃ ψυχῇ ποθήσαντες τὸν Χριστὸν ἀξιάγαστοι, ὡς ἐν ἀλλοτρίῳ ἐν τῷ πάσχειν σώματι, βασάνοις εἶναι νομίζοντες, πόνους πολλοὺς ὑπέστητε, διὸ ἀγαλλιάσει ψυχικῇ, θεῖε Λάμπρε σὺν Ἄλλῳ Ἀνωνύμῳ Θεοδώρῳ τῷ πάνυ Χριστόν, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Σῶσον ἡμᾶς Φιλάνθρωπε, ὀρθοδόξως λατρεύοντας, Σὲ τὸν ἑνικὸν καὶ τριλαμπῆ Θεὸν ἡμῶν, τὸν Ἕνα τῇ φύσει μέν, Τριαδικὸν προσώποις δε, σὺν τοῖς ἰσαρίθμοις Ἀθληταῖς καὶ παισὶ Σὲ αἰνοῦμεν, εὐλογοῦμεν προσκυνοῦμεν ὑμνοῦμεν, ἀεὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὸν Σὸν Υἱὸν Πανάμωμε τὸν διπλοῦν ἐν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις, αἵ εἰς ἕν τὸ πρόσωπον, ἀεὶ ἐνυπάρχουσι, μετὰ τὴν σὴν σύλληψιν, δυσώπει οὖν αυτόν, λυτρῶσαι πάντας πταισμάτων, τοὺς Σὲ Θεοτόκον καὶ Θεάνθρωπον τοῦτον, ἀεὶ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Οἱ ὄντως φίλοι γνήσιοι τοῦ Χριστοῦ, ὡς κακοῦργοι ὁρῶντες κρεμάμενοι ἀνηλεῶς, ὑπὸ τῶν ἀπίστων Ἀγαρηνῶν, νῦν δὲ Θεῷ παρίστανται, φέροντες Σταυρὸν εἰς τὴν δεξιάν, ὄργανον μαρτυρίου, εἰς χεῖρα ἄλλην στέφος, εἰς κεφαλὴν βραβεῖα ἄφθαρτα.
Λιπόντες τὸ ἱμάτιον τὸ φθαρτόν, ἀφθαρσίας ἱμάτιον φέρετε, ἐν οὐρανοῖς, λάμποντες Τριάδος ταῖς ἀστραπαῖς, βλέποντες οὖν πρὸς πρόσωπον, πρόσωπον τὸν Ὄντα διηνεκῶς, Αὐτῷ στεῤῥοὶ ὁπλῖται, αἰτεῖτε τοῦ σωθῆναι, ἡμᾶς δεινῶν τε καὶ αἱρέσεων.
λόφωτον οἰκοῦντες ὡς ἀληθῶς, θεῖε Λάμπρε οὐράνιον θάλαμον θεοστεφῆ, Θεόδωρε σὺν Ἅλλῳ τε Ἀθλητῇ, τοὺς Βραχωρίῳ ὄντας νῦν, σὺν τοῖς περιχώροις διὰ παντός, καὶ πᾶσαν Αἰτωλίαν, ἅπαντά τε τὸν κόσμον, ὡς συμπαθεῖς φρουροὶ φρουρήσατε.
Θεοτοκίον.
μνοῦντες τὸν Σωτῆρα ἐν οὐρανοῖς, σὺν Ἀγγέλοις Προδρόμῳ καὶ Μάρτυσι, σὺν Ἀσκηταῖς, Ἀποστόλοις ἅμα ἐγκρατευταῖς, σὺν τοῖς Προφήταις πάσι τε, καὶ πανευκλεέσι ταῖς γυναιξί, μετὰ τῆς Θεοτόκου, Χριστὸν αἰτεῖτε σῶσαι, τοὺς ἀνυμνοῦντας ὑμᾶς Ἅγιοι.


Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἀγάλλου τὸ Βραχώριον, Αἰτωλία εὐφραίνου, ἡ φωτοφόρος μνήμη γάρ, τῶν Μαρτύρων ἐπέστη, Λάμπρου σὺν Ἄλλῳ τῷ θείῳ, καὶ σεπτοῦ Θεοδώρου, οὗτοι Χριστῷ πρεσβεύουσι λυτρωθῆναι, πταισμάτων ἡμᾶς δεινῶν, νόσων καὶ αἱρέσεων ψυχοφθόρων, τῷ κόσμῳ τε δωρήσασθαι, ὡς Θεὸς τὴν εἰρήνην.
Θεοτοκίον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ Σου, τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα, ποίησον σαῖς πρεσβείαις.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες ὑμᾶς, οὐ τυράννων φρύαγμα, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, χωρίσαι ἴσχυσεν, φυλακαὶ οὐδόλως, οὐ λιμὸς οὐ βάσανοι, τὸν νοῦν ὑμῶν σαλεῦσαι οὐκ ἴσχυσαν, Χριστὸν προσβλέποντας, ᾧ πρεσβεύατε δεόμεθα, δωρηθῆναι πᾶσι θεῖον ἔλεος.

Θεόδωρε θείων δωρεῶν, ἀληθῶς ἐπώνυμε, σὺν Ἄλλῳ χάριν μοι δώρησαι, τοῦ Θείου Πνεύματος, Λάμπρε λαμπροφόρε, τῆς λαμπρᾶς ἐπώνυμε, καὶ θείας τοῦ Χριστοῦ Ἀναστάσεως, βυθοῦ ἀνάστησον, ἀπωλείαις ταῖς πρεσβείαις σου, καὶ λαμπρόν με δεῖξον, θείαις πράξεσι.

Τυράννων ὠμότητα δεινῶν, ὅλως οὐκ ἐπτήξατε, ὅθεν ὁ εἷς πρὸς τὸν ἕτερον, στηρίζων ἔλεγε, καλῶς στῶμεν ἄχρι τὸ πικρὸν ποτήριον, θανάτου ὡς ὁ Κύριος ἔπιεν, ἐμφρόνως πίωμεν, ἵν’ Αὐτῷ συμβασιλεύσωμεν, τῷ τοῖς πᾶσι παρέχοντι ἔλεος.

Εὐφράνθητι σήμερον σεπτή, Ἐκκλησία βλέπουσα, τὰ γνησιώτατα τέκνα σου, καθυπομένοντα, τὴν πικρὰν ἀγχόνην, θάνατόν τε ἄτιμον, θεσμοὺς γὰρ αἰωνίους φυλάξαντα, κυσὶ μὴ δώσαντα, Σῷ Νυμφίῳ νῦν πρεσβεύουσι, καταπέμψαι Σοὶ τὸ μέγα ἔλεος.








Δόξα. Ἦχος πλ. Β΄.
Ὅτε ἡ ἐν Ἑλλάδι Ἐκκλησία τοῦ Χριστοῦ ὑπὸ Ἀγαρηνῶν γένους ἐλυμαίνετο, τότε οἱ τοῦ Χριστοῦ τρεῖς Αθλοφόροι, ὡς οἱ πάλαι τρεῖς παῖδες Ἑβραίων τοὺς Χαλδαίους, τούτους θαρσαλέως διήλεγξαν, καὶ ὡς μὲν οἱ παῖδες ἀβλαβεῖς διεσώθησαν τῆς καμίνου, οὕτω καὶ οἱ Μάρτυρες ἀλώβητοι τῶν παγίδων τοῦ ἐχθροῦ ἐξῆλθον. Ἐκείνους μὲν ἡ πρὸς Θεὸν πίστις ἐκ τοῦ παμφάγου πυρὸς ἐῤῥύσατο, τούτους δὲ ἡ τοῦ Χριστοῦ θεῖα χάρις τοῦ αἰωνίου πυρὸς ἀμετόχους ἐποίησε. Διὸ νῦν ὡς βασιλείας οὐρανίου πιστῶς ἐκβοήσωμεν· Προστάται ἡμῶν καὶ φρουροὶ ἀπροσμάχητοι, ἀεὶ τῇ Τριάδι παρεστῶτες, πρεσβεύσατε διηνεκῶς σωθῆναι δεινῶν καὶ αἱρέσεων τὴν πόλιν ἡμῶν, καὶ πᾶσι δοθῆναι τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀθλοφόρων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε τῆς Τριάδος τοὺς λατρευτάς, καὶ πασῶν τῶν νόσων καὶ δαιμόνων φυγαδευτάς, φρουρούς τε Ὀρθοδόξων, Θεόδωρον σὺν Ἄλλῳ, καὶ Λάμπρον κατὰ χρέος πάντες τιμήσωμεν.
















ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε Εἰσάκουσον. Θεὸς Κύριος καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθλοφόρων τῷ ναῷ νῦν ἐν πίστει, οἱ τὸ Βραχώριον οἰκοῦντες καὶ πάντες, ἐν μετανοίᾳ σπεύσωμεν βοῶντες πρὸς αὐτούς, Μάρτυρες πανένδοξοι, τῆς Τριάδος ὁπλῖται, Λάμπρε σὺν Ἑτέρῳ τε καὶ κλεινῷ Θεοδώρῳ, ὑπὲρ ἡμῶν πρεσβεύσατε Αὐτήν, ἵνα πταισμάτων, ῥυσθῶμεν καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..

Ὁ Ν΄ ψαλμός.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοὺς δυσωπῶ Μάρτυρας Σῶτερ. Ἀποστόλου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Σὲ πίστει Ὑπέρθεε δυσωπῶ, Τριὰς ὁ Θεός μου τῶν Μαρτύρων Σου ταῖς εὐχαῖς, παθῶν ἐκ ποικίλων καὶ κινδύνων, ὡς Ἀγαθὸς καὶ φιλάνθρωπος ῥῦσαί με.
Ὁ θεῖος Θεόδωρος καὶ κλεινός, ὁ ἔνδοξος Λάμπρος σὺν Ἑτέρῳ τῷ θαυμαστῷ, Τριάδα ἀπαύστως δυσωποῦσιν, ῥυσθῆναι πάντας κινδύνων τοῦ ὄφεως.
Ὑμνῆσαι προσέλθωμεν ἐν χαρᾷ, Χριστοῦ τοὺς ὁπλίτας, οἱ Βραχώριον τὸ κλεινόν, οἰκοῦντες καὶ πάντες καὶ γὰρ οὗτοι, ἡμῶν προστάται καὶ φύλακες πέλουσιν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα ὑπερφυῶς, Παρθένε Μαρία τὸν Συνάναρχον τῷ Πατρί, καὶ Πνεύματι ὄντα Θεὸν Λόγον, Αὐτὸν δυσώπει ῥυσθῆναι τοὺς δούλους Σου.











ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Δελεάζει με ἔνδοξοι ὁ ἐχθρὸς πάντοτε, καὶ τῆς ἁμαρτίας εἰς βάραθρα καταῤῥίπτει με, ἀλλὰ προφθάσατε, καὶ ἐξ αὐτοῦ ῥύσατέ με, τῶν χειρῶν οἱ δύναμιν τούτου πατήσαντες.
Ὑπὸ πλήθους πταισμάτων καὶ συμφορῶν Ἅγιοι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις καταποντούμενον, οἱ διανύσαντες, τοῦ μαρτυρίου τὸν δρόμον, καὶ Χριστῷ συνόντες με, σώσατε δέομαι.
Συνελθόντες τοὺς ἄθλους τοὺς ἱεροὺς μέλψωμεν, Λάμπρου Θεοδώρου σὺν Ἄλλῳ καὶ τὰ παλαίσματα, καὶ τὴν ἀγχόνην τε, διὰ Χριστοῦ ἥνπερ πίστει, καὶ χαρᾷ ὑπέμειναν οὕς μακαρίσωμεν.
Θεοτοκίον.
Ὡς Θεοῦ Σε Μητέρα ἐκδυσωπῶ Ἄχραντε, ἐξ ἀσθενειῶν μου τοῦ πλήθους καὶ τῶν κακώσεων, καὶ πάσης θλίψεως, καὶ ἐξ ἐχθρῶν πολυπλόκων, τῶν πολεμουμένων με ῥῦσαι καὶ σῶσόν με.
Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον…

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται θερμοὶ τῆς πόλεως ἐδείχθητε, σοφοὶ Βραχωρίου ἐκ πάσης περιστάσεως, καὶ δεινῶν αἱρέσεων, καὶ πολέμων ταύτην φυλάττοντες, ἥτις τιμῶσα ἡμῶν, τὰ λείψανα χαίρει καὶ ἀγάλλλεται.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσης βλάβης τοῦ δράκοντος, Μάρτυρες ἀήττητοι ἡμῶν ῥύσασθε, τὰς ψυχάς τε καὶ τὰ σώματα, οἱ αὐτοῦ ὀλέσαντες τὴν δύναμιν.
Ὡς προστάτας καὶ φύλακας, πίστεως ἡμῶν τῆς ἀμώμου Ἅγιοι, δυσωποῦμεν ἐκλυτρώσασθε, πάσης ἡμᾶς πλάνης καὶ αἱρέσεως.
Μαρτυρίου εὐώδηιτε, ἄνθη σὺν Ἑτέρῳ Λάμπρε Θεόδωρε, Παραδείσου τῶν ἀνθέων τε, καὶ ἡμᾶς τρυφᾶν καταξιώσατε.
Θεοτοκίον.
Ἀρετῶν τὸ κεφάλαιον, Παναγία Δέσποινα Σύ με κάλλυνον, ἀρεταῖς Σῇ θείᾳ χάριτι, τὸν ῥερυπωμένον ἐν τοῖς πταίσμασιν.







ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμην κραταιάν, μοὶ δωρήσατε πανεύφημοι, ἐξ ἀῤῥωστίας καὶ παθῶν τῆς σαρκός, καὶ ἀνιάτων με ἐκ νόσων ἐκλυτρούμενοι.
Τίς ἡμᾶς θερμῶς, Αθληταὶ ἐπεκαλέσατο, καὶ οὐκ ἠκούσθη ἀφ’ ἡμῶν ταχύ, καὶ δωρημάτων τῶν σῶν χαίρων ἀπέλαβε.
Ὕμνοις τὰς ὑμῶν, κάρας στέφοντες πανόλβιοι, σὺν Ἄλλῳ Λάμπρε καὶ Θεόδωρε, ἡμᾶς αἰτοῦμεν χάριν πᾶσι καταπέμψατε.
Θεοτοκίον.
Ῥῦσαί με Ἁγνή, ἡδονῶν ἐξ ἀκαθάρτων τε, τὸ καθαρὸν Χριστοῦ παλάτιον, καὶ καθορᾶν με τῆς μορφῆς Αὐτοῦ ἀξίωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἁπάντων τε, τῶν βροτῶν ὑπάρχοντες, ἰατροὶ ὦ Ἀθλοφόροι Κυρίου, ἐκ γὰρ ψυχῆς ἀθυμίαν καὶ ζάλην, καὶ ἐκ τῆς βλάβης φρενῶν πάντας σώζετε, μαγείας ῥύεσθε πικρᾶς, δαιμονῶντάς τε πνεύματος χάριτι.
Συνόντες οὖν, τῷ Χριστῷ μακάριοι, μὴ φειδόμενοι πληθὺν τῶν βασάνων, τὰς φυλακάς, πεῖναν δίψαν κακώσεις, καὶ δι’ ἀγχόνης τὸν ἄδικον θάνατον, διόπερ καὶ παρὰ Χριστοῦ, χάριν σχόντες ἰᾶσθαι τοὺς πάσχοντας.
Συνδράμετε, τῷ ναῷ οἱ ἄῤῥωστοι, ταν Ἁγίων Βραχωρίου ἐν πόλει, οἱ χαλεποῖς, ἀνιάτοις ἐν νόσοις, καὶ πολυχρόνια πάθη οἱ φέροντες, βραβεύουσιν καὶ γὰρ ὑμῖν, τὴν ὑγείαν οἱ Ἅγιοι Μάρτυρες.
Θεοτοκίον.
Ὡς πάντων, ἁμαρτωλῶν διόρθωσιν, τὴν Ἁγνὴν ἐκδυσωπήσωμεν πάντες, οἱ ἐν αἰσχροῖς, βυθισμένοι τοῖς ἔργοις, οἱ ψευδορκίᾳ κλοπῇ τε καὶ βλάσφημοι, προπάντων δὲ οἱ βδελυρᾷ, φιλαργύρῳ τε νόσῳ τοῦ σῶσαι ἡμᾶς.
Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε…

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν ἐν Βραχωρίῳ ὑπάρχοντες, καὶ ἁπάντων τῶν πιστῶν ἀεὶ ἡ ἀντίληψις, Λάμπρε μάκαρ σὺν Θεοδώρῳ καὶ Ἑτέρῳ οἱ σοφοί, διὸ ῥύσασθε δεινῶν ἡμᾶς, πολέμων ἅμα πειρασμῶν, καὶ παθῶν καὶ αἱρέσεων, σεισμοῦ καὶ λοιμοῦ πυρός τε, λιμοῦ καὶ αἰχμαλωσίας, τοὺς καταφεύγοντας ἀεί, ἐν τῇ σκέπῃ τῶν ἀμάχων ὑμῶν.





Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (κα΄, 12-16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα: Ταῖς τῶν Αθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Μὴ ἐγκαταλείπετε, ὦ Ἀθλοφόροι Κυρίου, ἡμᾶς τοὺς προσπίπτοντας, πίστει τῇ Εἰκόνι ὑμῶν καὶ κράζοντας, ἐκ δεινῶν ῥύσασθε, χαλεπῶν τε νόσων, πειρασμῶν παθῶν μαγείας τε, καὶ ἐκ δαιμόνων τε, τοὺς ἐνοχλουμένους καὶ ἅπαντας, ἡμᾶς τοὺς ἁμαρτάνοντας, καὶ πεσεῖν εἰς κόλασιν μέλλοντας. Φίλοι τοῦ Κυρίου, οἱ δόξης ἐντρυφῶντες τῆς Αὐτοῦ, σωθῆναι πάντας πρεσβεύσατε, ὑμᾶς τοὺς μακαρίζοντας.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοὺς Χριστοῦ Αθλοφόρους οἱ ἐν γῇ Βραχωρίου δεῦτε νῦν τιμήσωμεν νῦν, φρουροῦσι γὰρ τὴν πόλιν, ἡμῶν ἐχθρῶν ἐκ πάντων, καὶ Χριστῷ ἐκβοήσωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν νυκτὶ ἐν ἡμέρᾳ ἐν θαλάσσῃ ἀέρι οἱ ἐν ἐρήμῳ σοφοί, ἐν πόλει οἱ ἐν τόπῳ, παντὶ φρουρεῖτε πάντας, τοὺς Χριστῷ ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥωμαλέοι ὁπλῖται νικηταὶ ἁμαρτίας ἀναδειχθέντες σοφοί, πλανώμενόν με πλάνῃ ἀεὶ ὑπὸ τοῦ πλάνου, θεραπεύσατε ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη ἡ διπλοῦν ἐν ταῖς φύσεσι ὑποστάσει μιᾷ, τεκοῦσα τὸν Σωτῆρα, διό Σε Θεοτόκον, καταγγέλομεν ψάλλοντες· Εὐλογημένη Σὺ εἶ, Ἁγνὴ εἰς τοὺς αἰῶνας.



ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παραμυθία, ἀπηλπισμένων φανέντας, γηραλέων ἰσχύς, ὦ Ἀθλοφόροι, ὅθεν κατὰ χρέος, ὑμᾶς ἀεὶ τιμῶμεν.
Οἱ νεογνῶν τε, καὶ νηπίων προστᾶται, ὀρφανῶν οἱ προασπισταί, χηρῶν τε Μάρτυρες Κυρίου, ὑμνεῖσθε εἰς αἰῶνας.
Σὺν τῷ Ἑτέρῳ, Θεόδωρόν τε καὶ Λάμπρον, τοὺς ἡμῶν πρεσβευτὰς πρὸς τὸν Δεσπότην, ὕμνοις κατὰ χρέος γεραίρωμεν ἀπαύστως.
Θεοτοκίον.
Τίς ἀριθμήσει, τὰ Σὰ ἐλέη Παρθένε, ὅτι πάντας σώζεις ἐκ κινδύνων, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁλόφωτοι νῦν ὄντες, φωτίζετε τοὺς πίστει, ὑμῶν αἰνοῦντας τοὺς πόνους καὶ θαύματα, φωτὶ Τριάδος τῆς θείας, ὦ πανσεβάσμιοι.
Λαὸς τοῦ Βραχωρίου, ἅμα Αἰτωλίας, καὶ τῆς Ἑλλάδος φρουροὺς ὑμᾶς κέκτηται, σὺν Ἄλλῳ Λάμπρε θεόφρον, θεῖε Θεόδωρε.
Οἱ δῆμοι τῶν Ἁγίων, πάντων καὶ Ἀγγέλων, ὑμᾶς συνεχοῦσιν ἔνδοξοι Μάρτυρες, ἡμῶν τε ὅθεν αἰτοῦμεν μὴ ἐπιλάλησθε.
Θεοτοκίον.
Ὑπέρτιμε Παρθένε, Ἁγία Θεοτόκε, ἡ τὸν Θεὸν Σὺ ἀσπόρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, πάντας τοὺς δούλους Σου.

Τὸ Ἄξιόν ἐστί, καὶ τὰ Μεγαλυνάρια.
Δεῦτε τῆς Τριάδος τοὺς λατρευτάς, καὶ πασῶν τῶν νόσων καὶ δαιμόνων φυγαδευτάς, φρουρούς τε Ορθοδόξων, Θεόδωρον σὺν Ἄλλῳ, καὶ Λάμπρον κατὰ χρέος, πάντες τιμήσωμεν.
Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τῶν σεπτῶν Μαρτύρων, ἀσπασόμεθα εὐλαβῶς, βρύουσιν γὰρ χάριν, μαραίνουσιν τὰ πάθη, ψυχὰς φωταγωγοῦσιν, χάριτι Πνεύματος.
Τίς ἐν τῷ ναῷ ἡμῶν ὦ σοφοί, εἰσελθὼν ἐν πίστει, καὶ οὐκ ἔλαβεν τὸ αὐτοῦ, δῶρον μεγαλύνων, ὑμῶν τὴν προστασίαν, Θεόδωρε σὺν Ἄλλῳ, Λάμπρε πανεύφημοι.
Οἱ ἐν νόσοις ἅπαντες ἀδελφοί, ἀνιάτοις ὄντες, τῶν σωμάτων καὶ τῶν ψυχῶν, ἐκ πικρᾶς μαγείας, δαιμόνων ἐπηρείας, ποσὶ τῶν Ἀθλοφόρων, δεῦτε προσπέσωμεν.
Θήκην τῶν Λειψάνων τῶν Ἀθλητῶν, δεῦτε προσκυνοῦντες, ἐκβοήσωμεν πρὸς αυτούς, φυλάξατε τὴν πίστιν, ἡμῶν τῶν Ὀρθοδόξων, αἱρέσεων ἐκ πάντων, Ἅγιοι ἄτρωτοι.
Μάρτυρες πανένδοξοι τοῦ Χριστοῦ, οἱ τοῦ διαβόλου καταργήσαντες τὴν ἰσχύν, ῥύσασθε πολέμων, ἡμᾶς ἐπερχομένων, εἰρήνην οἰκουμένῃ, πᾶσι βραβεύοντες.
Μάρτυρες πανθαύμαστοι τοῦ Χριστοῦ, ῥύσασθε κινδύνων, καὶ ὀργῆς τὸν λαὸν ὑμῶν, εὐκράτους τοὺς ἀέρας, γῆ τὴν καρποφορίαν, διδόντες καὶ ὑγείαν πᾶσι τοῖς κτήνεσι.
Σὺν τοῖς Ἀσωμάτοις ὦ Ἀθληταί, καὶ τοῖς Ἀποστόλοις καὶ Προδρόμῳ τῷ Βαπτιστῇ, πᾶσι τοῖς Ἁγίοις, σὺν τῇ Ἀειπαρθένῳ, Χριστὸν ἐκδυσωπεῖτε, σώζεσθαι ἅπαντας.

Τρισάγιον. Τὰ συνήθη τροπάρια, καὶ Ἀπόλυσις, μεθ’ ἥν τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντες, μετὰ φόβου ἀδελφοί, καὶ ἐν κατανύξει καρδίας, καὶ συντριβῇ τῆς ψυχῆς, δεῦτε καὶ προσπέσωμεν, τοῖς Ἀθλοφόροις Χριστοῦ, ἐκβοῶντες πανόλβιοι, ἡμῶν οἱ προστάται, Λάμπρε σὺν Ἑτέρῳ τε, καὶ Θεοδώρῳ σοφοί, σχόντες παῤῥησίαν τῷ Κτίστῃ, ἵλεων ἡμῖν καθ’ ἑκάστην, τοῦτον ἀπεργάζεσθαι.
Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάται, καὶ ἀσθενῶν ἰατροί, σκέπη ὀρφανῶν χηρῶν, καὶ πενομένων τροφή, αἰχμαλώτων βοήθεια, καὶ φῶς πλανωμένων, πάντων ὁδευόντων τε οἱ ἀσφαλεῖς συνοδοί, Μάρτυρες ἀήττητοι ὄντες, ὅθεν τὸν Θεὸν δυσωπεῖτε, καὶ ἡμεῖς τῆς θείας δόξης τύχωμεν.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…

Δι’ εὐχῶν...













ΒΙΟΣ, ἐκ τοῦ Νέου Λειμωναρίου

Οὗτοι ἦτον μὲν γέννημα τῆς Πελοποννήσου, διέτριβον δὲ χάριν πραγματείας εἰς τὰ μέρη τῶν Ἰωαννίνων, καὶ ἐκεῖ εὑρισκόμενοι ἔμαθον νὰ ὁμιλοῦν ἐλεύθερα τὴν Ἀλβανικὴν διάλεκτον· κατὰ δὲ τὸ 1786 ἔτος ἀπὸ Χριστοῦ ἐγύρισαν διὰ νὰ ὑπάγουν εἰς τὴν πατρίδα των τὸν Μωρέαν. Ὅθεν ἐρχόμενοι τὸν δρόμον ἔφθασαν νὰ ἔμβουν εἰς τὸ Βραχώρι, καὶ ἐκεῖ ὡς ἐπλησίασαν εἰς τὴν ἄκραν τῆς πολιτείας, ἐν τόπῳ φυλάττουν οἱ ἀσεβεῖς διὰ νὰ περνοῦν χαράτζια (κατὰ τὴν συνήθειαν ὁποῦ ἔχουν εἰς ὅλας τὰς πολιτείας) ἐτεχνεύθησαν οὗτοι οἱ τρεῖς Μάρτυρες τάχα διὰ νὰ γελάσουν τοὺς ἀσεβεῖς ὁποῦ ἐφύλαττον ἐκεῖ, νὰ δείξουν εἰς τὸ φαινόμενον πῶς εἶναι Τούρκοι, καὶ οὕτω νὰ γλυτώσουν τὰ ἀργύρια ὁποῦ ἤθελον νὰ δώσουν ἐκεῖ. Ὅθεν ἐχαιρέτησαν τοὺς Γιομπρουκζτῖδες λέγοντες αὐτοῖς κατὰ τὴν συνήθειαν τῶν Τούρκων τὸ σελὰμ ἀλέκιμ, οἱ δὲ ὡς ἤκουσαν ἐξ αὐτῶν τὸν τοιοῦτον χαιρετισμόν, τοὺς ἐστοχάσθησαν ὅτι εἶναι ἐκ τῆς ἰδίας των θρησκείας, καὶ διὰ τοῦτο δὲν τοὺς ἐζήτησαν παντελῶς τίποτε· καὶ οἱ μὲν Μάρτυρες ἀπερνῶντες ἐκεῖ, ἐπήγαν μέσα εἰς τὴν πολιτείαν καὶ ἐκόνευσαν εἰς ἐν ὁσπήτιον διὰ νὰ μείνουν ἐκείνην τὴν νύκτα καὶ τὸ ταχὺ νὰ ἀναχωρήσουν διὰ τὴν πατρίδα τῶν. Οἱ δὲ ἀσεβεῖς ἔστειλαν ἕνα ἐξ αὐτῶν νὰ ὑπάγῃ κατόπι νὰ ἴδῃ ποῦ ἐκόνευσαν, καὶ νὰ τοὺς ἐρωτήσῃ ἂν ἠξεύρουν καμμίαν νέαν εἴδησιν ἀπὸ τὰ Ἰωάννινα· δὲ ἀπεσταλμένος ὡς ἐπῆγεν ἐκεῖ ὁποῦ ἐκόνευσαν, δὲν ἐπῆγε μέσα εὐθύς, ἀλλ᾿ ἐστάθη ἔξω καὶ ἠκροάζετο νὰ ἀκούσῃ τί ὁμιλοῦν οἱ δὲ Μάρτυρες ἔτυχε κατὰ τὴν ὥραν ἐκείνην νὰ λέγουν πῶς μὲ τὸ ἕνα σελάμι ἐγλύτωσαν ἱκανὰ ἀργύρια. Ταῦτα ἀκούσας ἔξωθεν σταλθείς, ἐκατάλαβεν ὅτι εἶναι Χριστιανοί, καὶ χωρὶς νὰ ἔμβῃ μέσα, ἐγύρισεν ὀπίσω δρομαῖος καὶ ἔδωκεν εἴδησιν εἰς τοὺς ἀποστείλαντας. Οἱ δὲ ἔδραμον ταχέως ὡς θηρία ἀνήμερα, καὶ παραλαβόντες τοὺς Μάρτυρας ἔσυρον αὐτοὺς εἰς τοὺς δρόμους, καὶ οὕτω τοὺς ἔφερον εἰς τὸ κριτήριον, λέγοντες εἰς τὸν Κριτὴν οὗτοι οἱ τρεῖς ἄνθρωποι εἶναι Ῥωμαῖοι, καὶ σήμερον ἀπερνῶντες εἰς τὸ γιομπρούκι ἔδωκαν εἰς ἡμᾶς τὸ σελὰμ ἀλέκιμ. Λοιπὸν πρέπει νὰ ἐξετασθοὺν πῶς καὶ διατὶ εἶπον τοῦτο, τὸ μόνον ἴδιον τῶν Τούρκων καὶ ὄχι τῶν Ῥωμαίων καὶ εἰ μὲν περιεγέλασαν τὴν πίστιν, νομίμως πρέπει νὰ παιδευθούν, εἰ δὲ καὶ ἠγάπησαν τὸν τουρκισμόν, πρέπει νὰ λάβουν τὸ σουνέτι καὶ νὰ τιμηθούν. Ταῦτα ἀκούσας Κριτῆς, ἐρώτησε τοὺς Μάρτυρας ἂν εἶναι ἀληθῆ τὰ ὅσα κατ᾿ αὐτῶν εἶπον οἱ παρεστῶτες. Οἱ δὲ Μάρτυρες εἶπον, ναὶ ἀλήθεια εἶναι ὅτι ἐδώκαμεν σήμερον σελάμι τούρκικον, πλὴν ὄχι ὅτι ἠγαπήσαμεν τὸν τουρκισμόν, μὴ γένοιτο, ἀλλὰ διὰ νὰ γλυτώσωμεν τὰ ἀργύρια. Καὶ Κριτής, λοιπὸν τώρα πρέπει νὰ γίνητε Τούρκοι χωρὶς ἄλλο, καὶ οὕτω νὰ γλυτώσητε τὴν ζωὴν σάς, εἰ δὲ μὴ ἔχετε νὰ δοκιμάσητε μεγάλας παιδείας, καὶ τέλος ἔχετε νὰ θανατωθῆτε. Ταῦτα ἀκούσαντες οἱ Μάρτυρες, δὲν ἐδειλίασαν παντελῶς, ἀλλ᾿ ἔδωκαν τὴν ἀπόκρισιν πρὸς τὸν Κριτὴν ὡς ἔπρεπε, λέγοντες· ἡμεῖς ἐνδοξότατε αὐθέντα διὰ νὰ γλυτώσωμεν τὰ ἀργύρια εἴπομεν αὐτὸν τὸν λόγον, τὸ δὲ νὰ ἀρνηθῶμεν τὴν Πίστιν μας εἶναι ἀδύνατον, καὶ ,τι θέλεις ποίησον εἰς ἡμᾶς. Ταῦτα ἀκούσας Κριτῆς, προσέταξε τοὺς ὑπηρέτας καὶ ἔδειραν τοὺς Μάρτυρας ἀνελεήμονα, ἔπειτα τοὺς ἐφυλάκησαν. Ἐκεῖ δὲ εἰς τὴν φυλακὴν εὑρισκόμενοι ἐπαρηγόρει εἰς τὸν ἄλλον, μάλιστα εἰς ἀπὸ τοὺς τρεῖς ἦτον καὶ γραμματισμένος καὶ ἐστήριζε τοὺς ἄλλους δύω λέγων πρὸς αὐτούς· ἀδελφοί, προσέχετε νὰ μὴ δειλιάσῃ κανεὶς ἀπὸ ἡμᾶς καὶ χάσῃ τοιαύτην ψυχικὴν σωτηρίαν, ἥτις μᾶς ἔτυχε· μικρὸν ὑπομείνωμεν ἵνα κερδήσωμεν τὴν αἰώνιον ζωήν, μὴ λυπηθῶμεν συγγενεῖς καὶ φίλους καὶ τὴν πρόσκαιρον πατρίδα, ἀλλ᾿ ἂς σταθῶμεν ἀνδρεῖοι εἰς τὴν Πίστιν τοῦ Χριστοῦ διὰ νὰ ἀπέλθωμεν χαίροντες εἰς τὴν ἄλλην πατρίδα ὁποῦ δὲν ἔχει τέλος ποτέ. Ταῦτα καὶ ἄλλα ὅμοια ἔλεγεν πρῶτος τῶν Μαρτύρων στηρίζων τοὺς ἄλλους νὰ μενοῦν στερεοὶ εἰς τὴν Πίστιν τοῦ Χριστοῦ. Ἔκαμον οὖν μέσα εἰς τὴν φυλακὴν οἱ Μάρτυρες νηστικοὶ ἡμέρας ἱκανάς, ἔπειτα τοὺς ἐξέβαλαν καὶ ἔφερον αὖθις εἰς τὸ κριτήριον, καὶ ἐξετασθέντες πάλιν σφοδρῶς δαρθέντες ἐβάλθησαν αὖθις εἰς τὴν φυλακήν, καὶ μετὰ πέντε ἡμέρας συμφωνήσαντες ὅτε Κατής, καὶ Μουσελίμης, Κωνσταντινουπολίτης ὧν, ἔδωκαν τὴν τελευταίαν ἀπόφασιν κατὰ τῶν Μαρτύρων διὰ νὰ θανατωθοῦν καὶ παίρνοντες αὐτοὺς οἱ δήμιοι ἐκρέμασαν τὸν ἕνα εἰς ἕνα πλάτανον ὁποῦ εἶναι πλησίον εἰς τὸ τζαρσί, καὶ τοὺς ἄλλους δύω, τὸν μὲν ἕνα ἔξω ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Ἁγίου Δημητρίου, τὸν δὲ ἄλλον εἰς τὴν ἄκραν τῆς πολιτείας ὁποῦ ἐμβαίνει δρόμος μέσα εἰς τὴν πολιτείαν, καὶ οὕτω ἔλαβον οὗτοι οἱ τρισόλβιοι Μάρτυρες τὸν στέφανον τοῦ Μαρτυρίου, μαρτυρήσαντες διὰ τὸν Χριστὸν ὧν ταῖς πρεσβείαις ἀξιωθῶμεν καὶ ἡμεῖς τῆς Βασιλείας τῶν Οὐρανῶν. Ἀμήν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου