ΝΟΕΜΒΡΙΟΥ Α!!
ΔΑΒΙΔ ΟΣΙΟΥ ΓΕΡΟΝΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
ἀπὸ ῥίζης ἱερᾶς, ἤνθησας ὡς ἄνθος εὐῶδες,
Δαβὶδ
μακάριε, τότε ἐκ νεότητος ὅλος θεόληπτος, ἀληθῶς ἐχρημάτισας, φρονήσει
τελείᾳ, καὶ Ἁγίῳ Πνεύματι, κατευθυνόμενος· ὅθεν καὶ εἰς ἄνδρα προκόψας, τῆς
πνευματικῆς ἡλικίας, ἀρετῶν ἐργάτης ὤφθης δόκιμος.
Ὅτε ὁ Κυρίου Βαπτιστής, ὤφθη ἐμφανῶς σοι καλῶν σε, πρὸς βίον ἔνθεον, τότε ἠκολούθησας
αὐτῷ γηθόμενος, καὶ ναῷ τούτου Ὅσιε, θερμῶς παρεδρεύσας, πᾶσι προετύπωσας, τὴν
σὴν λαμπρότητα· ὅθεν ὁ τεκών σε εὑρών σε, τῆς σῆς ἐξεπλάγη θεόφρον, οὐρανίου
κλήσεως τὴν ἔκφανσιν.
Ὅτε
εὐδοκίᾳ θεϊκῇ, Πάτερ ἐν Εὐβοίᾳ ἐπέστης, ὡς
ἄλλος ἄγγελος, τότε φροντιστήριον ψυχῶν σωτήριον, τῷ Σωτῆρι ἀνήγειρας, Δαβὶδ θεοφόρε, οἷα ἔμπνουν ὄργανον, τῆς θείας χάριτος· ἔνθα ἡ σορὸς σῶν
λειψάνων, βρύει ἰαμάτων τὰ ῥεῖθρα, τοῖς πιστῶς προστρέχουσι τῇ σκέπῃ σου.
Χαίρει
ἡ Λοκρὶς ἡ σὴ πατρίς, θεῖόν σε βλαστὸν κεκτημένη, καὶ μέγα καύχημα, νῆσος τῆς Εὐβοίας δέ, ἐν σοὶ ἀγάλλεται, ἐξαιρέτως καὶ
τέρπεται, Δαβὶδ θεοφόρε, κλέος εὑραμένη σε,
καὶ ἀρωγὸν ἀληθῆ, σῴζοντα αὐτὴν πάσης βλάβης· ὅθεν καὶ ἀμφότεραι Πάτερ, τὴν
ἁγίαν μνήμην σου γεραίρουσι.
Δόξα.
Ἦχος α´.
Ἀποβαλὼν
ὡς ἀληθῶς, ἀπὸ νεότητος Πάτερ, τῆς γεηρᾶς τρυφῆς τὴν ἀπόλαυσιν, τῷ Χριστῷ
ἠκολούθησας, ὁλικῇ ἐφέσει· καὶ τῶν πάλαι Ὁσίων, τὰς ἀρετὰς μιμησάμενος,
ἰσάγγελον ζωὴν διήνυσας, καὶ ποικίλοις χαρίσμασι, παρὰ Θεοῦ ἐδοξάσθης· ᾧ
πρέσβευε δεόμεθα, Δαβὶδ θεοφόρε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τάς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
Ἀπόστιχα.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔλαμψας
ἀληθῶς, ὡς ἥλιος ἐν κόσμῳ, τῶν ἀρετῶν τῷ φέγγει, καὶ πάντας καταυγάζεις, Δαβὶδ
τοὺς σὲ γεραίροντας.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίρει
ὡς ἀληθῶς, ἡ εὐαγὴς Μονή σου, Δαβὶδ θαυματοφόρε, κανόνα σε καὶ τύπον, βίου
ἀρίστου ἔχουσα.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Κάρα
σου ἡ σεπτή, ἀΰλῳ ἐνεργείᾳ, πηγάζει τοῖς αἰτοῦσι, Δαβὶδ θαυματοφόρε, ἰάματα
σωτήρια.
Δόξα.
Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Τριὰς Ὑπεραγία, ἐλέησον τὸν κόσμον, πρεσβείαις
τοῦ Ὁσίου σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἔσχες
ἐν τῇ γαστρί, σαρκούμενον τὸν Λόγον, καὶ τέτοκας ἀφράστως, Χριστὸν τὸν πάντων
Κτίστην, Παρθένε κόσμον σῴζοντα.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον
Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Μέγα
εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς καταγώγιον, καὶ
τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων ἐφάμιλλον· διὸ Πάτερ
Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Λοκρίδος
ἀγλάϊσμα, καὶ τῆς Εὐβοίας πυρσός, λαμπρῶς ἀναδέδειξαι, δι' ἰσαγγέλου ζωῆς,
Δαβὶδ Πάτερ Ὅσιε. Ὅθεν τοῖς προσιοῦσι,
τῇ ἁγίᾳ σου Κάρᾳ, νέμεις ἀεὶ ἰάσεις, καὶ ὑγείαν κατ' ἄμφω, ὡς ἔχων παῤῥησίαν
πρὸς Χριστόν, τὸν σὲ δοξάσαντα.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ
Χριστῷ ἀναθέμενος, σεαυτὸν ἐκ νεότητος, τοῦ φωτὸς τῆς χάριτος ὤφθης ἔμπλεως,
καὶ ἀσκητὴς ἐνθεώτατος, Δαβὶδ παμμακάριστε, ἀνεδείχθης ἀληθῶς, ἐγκρατείας τοῖς
σκάμμασι, καθηράμενος, τὴν ψυχὴν καὶ τὸ σῶμα θεοφόρε· διὰ τοῦτο ἐδοξάσθης, τοῦ
Παρακλήτου τῇ χάριτι.
Τῆς
φωνῆς ὡς ἀκήκοας, τοῦ Προδρόμου τῆς χάριτος, τούτῳ ἠκολούθησας θείῳ ἔρωτι,
νήπιος ὢν μὲν τῷ σώματι, φρονήσει δὲ τέλειος, προτυπώσας ἐμφανῶς, τὴν οὐράνιον
κλῆσίν σου, Δαβὶδ Ὅσιε· ὡς γὰρ ἄγγελος Πάτερ ἐβιώσω, καὶ Χριστοῦ τῆς Ἐκκλησίας,
φωστὴρ ἐδείχθης νεόφωτος.
Τῆς
Λοκρίδος τὸ βλάστημα, καὶ Εὐβοίας τὸ καύχημα, Μοναστῶν τὸ ἔνθεον ἐγκαλλώπισμα,
τῶν ἀρετῶν τὸ ὑπόδειγμα, φρονήσεως ὄργανον, καὶ ἀγάπης τῆς διπλῆς, φερωνύμως τὸ
σκήνωμα, τὸ περίβλεπτον, καταστέψωμεν ἄνθεσιν ᾀσμάτων, τὸν Δαβὶδ τὸν θεοφόρον,
ὡς ἡμῶν πρέσβυν πρὸς Κύριον.
Προσόμοια
ἕτερα. Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν.
Τί
σε ὦ Δαβὶδ ὀνομάσωμεν; τῆς ἀγάπης θεῖον
στόμα, ἢ ἠθῶν διορθωτήν; ὁδηγὸν τῶν Μοναζόντων, ἢ διδάσκαλον σοφόν; ἀστέρα, ἐκ
Λοκρίδος ἀνατείλαντα, φωστῆρα, τῆς Εὐβοίας φαεινότατον· πολλά σου τὰ
κατορθώματα, καὶ μείζονα τὰ χαρίσματα. Ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Τίς
τοὺς σοὺς ἀγῶνας δυνήσεται, ἐξειπεῖν Πάτερ ἀξίως, καὶ τάς θείας δωρεάς; τάς
ἐνέδρας τῶν δαιμόνων, καὶ τάς τούτων μηχανάς; τάς ὕβρεις, τῶν ἀπίστων καὶ τὰς
μάστιγας, ἃς ἔφερες γενναίως Δαβὶδ Ὅσιε;
Διό σε νῦν μακαρίζομεν, καὶ μετὰ πόθου βοῶμέν σοι. Ἱκέτευε, τοῦ σωθῆναι τάς
ψυχὰς ἡμῶν.
Πάθη
χαλεπὰ καὶ νοσήματα, ἡ σορὸς τῶν σῶν λειψάνων, θεραπεύει τῶν πιστῶν, καὶ
δαιμόνων ἐξ ἀνθρώπων, ἀπελαύνει τὴν ἀχλύν· διό σου, τῇ σεπτῇ Κάρᾳ
προσπίπτοντες, ἰάσεις δαψιλεῖς ἀπαρυόμεθα, καὶ εὐλαβῶς σοι κραυγάζομεν· Δαβὶδ
Πατέρων ἀγλάϊσμα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὡς ἀστὴρ καινοφανής, ἡ τοῦ Ὁσίου Δαβὶδ ἀνέτειλε μνήμη, τοὺς εὐσεβεῖς καταυγάζουσα,
ταῖς νοηταῖς ἀκτῖσιν· ὡς γὰρ υἱὸς φωτὸς πολιτευσάμενος, τῷ φωτὶ τῶν θείων
ἐντολῶν ἰθύνει, τοὺς πρὸς αὐτὸν βοῶντας·
χαίροις ὁ ἀπὸ βρέφους Θεῷ ἀνατεθείς, καὶ τὴν δοθεῖσάν σοι κλῆσιν,
λαμπροτέραν δείξας τοῖς ἔργοις σου· χαίροις τῶν Μοναστῶν ὑπογραμμός, καὶ τῆς ἐν
πνεύματι ζωῆς, ὑποφήτης πρακτικώτατος· χαίροις Λοκρίδος ἀγλάϊσμα, Εὐβοίας κλέος
καὶ ἔφορος, καὶ τῆς Ἐκκλησίας ἀστὴρ τηλαυγέστατος. Ἀλλ' ὡς ἔχων παῤῥησίαν
Πάτερ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία
Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας
Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς
ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων
τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ
Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ
Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ
ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν
τὸν ζῆλον αὐτοῦ, καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν
τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν
βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ.
ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν
μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου
ἐν Κυρὶῳ, ἡ νῆσος Εὔβοια, Δαβὶδ τὸν Ὅσιον πλουτοῦσα, ὡς θησαυρὸν οὐράνιον· θείᾳ
γὰρ προνοίᾳ, ἐν σοὶ ὁδηγηθείς, περιὼν μὲν τῷ βίῳ, θεῖός σοι διδάσκαλος ὤφθη,
καὶ ὁδηγὸς πρὸς τὰ κρείττονα· μεταστὰς δὲ τῶν τῇδε, ἀντιλήπτωρ πέλει σοι ταχύς,
καὶ πρὸς Χριστὸν μεσίτης θερμότατος· καὶ τὴν ἁγίαν αὐτοῦ Κάραν, ὡς
ἱλαστήριον περικυκλοῦσα ἅγιον, τῶν
ἐξ αὐτῆς ἁγίων δωρεῶν, τρύφησον βοῶσα·
Δαβὶδ παμμακάριστε, ἀπαύστως ἱκέτευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.
Ἦχος
β´.
Ἀνατεθεὶς
ἀπὸ παιδὸς τῷ Σωτῆρι, ἀσκητικῶς αὐτῷ ἠκολούθησας, Δαβὶδ θεόσοφε· ὄψεως γὰρ
θείας ἀξιωθείς, τοῦ Προδρόμου τῆς χάριτος, τὸν βίον αὐτοῦ ἐζήλωσας, ἀγάπῃ θείᾳ
πτερούμενος, καὶ φρονήσεως πλούτῳ κοσμούμενος· καὶ τύπον σαυτὸν παραστήσας,
ἐναρέτου ζωῆς, πλείστους ἔσχες μιμητάς, καὶ ζηλωτὰς τῶν τρόπων σου· Χριστὸς γὰρ
σὲ ἐδόξασεν ὁ δοξασθεὶς τῇ ἀσκήσει σου.
Ἦχος
γ´ .
Καταλιπὼν
τὰ ἐπὶ γῆς, ὡς τὰ ἄνω ποθῶν καὶ ζητῶν, τῷ Χριστῷ εὐηρέστησας Πάτερ Ὅσιε· καὶ ἐν
Εὐβοίᾳ γεγονώς, ὡς πλήρης Πνεύματος Ἁγίου ναὸν σεπτὸν ἀνήγειρας, τῷ ἐν Θαβὼρ
ἐκλάμψαντι Σωτῆρι, ὡς τῶν θείων ἐλλάμψεων, θεωρὸς θεοειδής· καὶ φροντιστήριον
ψυχῶν ἀπεργασάμενος, τοῖς φοιτηταῖς σου ἔλεγες: Ἀλλοιωθῶμεν ὦ τέκνα, τὴν καλὴν
ἀλλοίωσιν, τὸν νοῦν τοῦ κόσμου χωρίσαντες, ὡς ἂν σύμμορφοι Χριστοῦ γενώμεθα,
καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.
Ἦχος
δ´.
Τὸν
ἐν κινδύνοις βοηθόν, καὶ ἐν νόσοις ἰατρὸν ταχύτατον, Δαβὶδ τὸν μακάριον,
εὐφημήσωμεν σήμερον· ὑπέρ, τοῦ πέλας γὰρ κινδύνοις προσωμίλησε, καὶ ἀσκήσει
ὁσίων ἀρετῶν, ὑπὲρ ἥλιον ἔλαμψε· καὶ θαυμάτων δυνάμει δοξασθείς, πᾶσιν ἀφθόνως
τοῖς πιστοῖς, τάς αἰτήσεις παρέχει· διὸ πρὸς αὐτὸν θερμῶς βοήσωμεν λέγοντες:
Φύλατττε μακάριε, τὴν Ποίμνην σου ἄτρωτον, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ
περιστάσεως.
Δόξα.
Ἦχος πλ. α´.
Ὅσιε
Πάτερ, ἀπὸ βρέφους ποθήσας τῆς ἀκηράτου ζωῆς τὴν δόξαν, τὰ τοῦ κόσμου τερπνὰ κατεφρόνησας· διὸ καὶ κατὰ
Παῦλον ἔλεγες: Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·
παρ' οὗ κατ' ἀξίαν δοξασθείς, τὴν χάριν τῶν ἰαμάτων ἐκομίσω, καὶ τῶν αἰωνίων
ἀγαθῶν τὴν ἀπόλαυσιν. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου,
Δαβὶδ μακάριε, Ὁσίων ὁμόσκηνε.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν
τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν
ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ τῆς Λοκρίδος βλαστός, τὸ τῆς Εὐβοίας ἐνθεώτατον καύχημα, Ὁσίων τῶν πάλαι
τύπος, καὶ χαρακτὴρ ἀκριβής, καὶ κατορθωμάτων ἀφομοίωμα· αὐτῶν γὰρ τοῖς ἴχνεσιν,
ἐκ νεότητος Ὅσιε, στεῤῥῶς βαδίσας, ἀρετῶν μύστης ἄριστος, ἀναδέδειξαι, καὶ ζωῆς
θείας ὄργανον· ὅθεν χαρίτων ἔμπλεως, τοῦ Πνεύματος γέγονας, θαυματουργῶν τοῖς
αἰτοῦσι, τὴν σὴν ὀξεῖαν ἀντίληψιν, Δαβὶδ Θεοφόρε, ἐξαιτούμενος τοῖς πᾶσι, τὸ
μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίρων
ἀπὸ παιδὸς τῷ Θεῷ, ἀνατεθεὶς ὥσπερ ἀνάθημα τίμιον, τῇ κλήσει τῇ οὐρανίῳ, τῆς
του Προδρόμου φωνῆς, τοῦτον ἐθεάσω προσκαλοῦντά σε· ἐντεῦθεν ἐμάκρυνας,
συγγενῶν καὶ πατρίδος σου, καὶ πλείστους τόπους, διαμείβων ἐτέλεσας, πρὸς
ἀκρότητα, ἀρετῆς ἐπειγόμενος· ὅθεν ὡς ἄλλος ἥλιος, ἀνέτειλας Ὅσιε, ἐν τῇ
Εὐβοίᾳ, προνοίᾳ, τῆς ὁδηγούσης σε χάριτος, Δαβὶδ θεοφόρε, καὶ παρέχεις τοῖς
αἰτοῦσι, τὴν σὴν ἀντίληψιν.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Ὅλον
ἀνακαθάρας σαυτόν, δι' ἐγκρατείας καὶ συντόνου δεήσεως, δοχεῖον λαμπρὸν ἐγένου, καὶ φωτοφόρος ναός, Τρισηλίου
Πάτερ ἐπιλάμψεως· ἐντεῦθεν ἀνήγειρας, ναὸν θεῖον τῷ Κτίσαντι, καὶ μοναζόντων,
ἱερὸν φροντιστήριον, τοῖς ὁσίοις σου, ἀπειργάσω παλαίσμασιν· ὅπερ ὡς θεῖον
ποίμνιον, καὶ κλῆρόν σου ἅγιον, τῇ κραταιᾷ σου πρεσβείᾳ, σκέπε ἀπαύστως καὶ
φύλαττε, Δαβὶδ θεοφόρε, ἐξαιτούμενος τοῖς πᾶσι, τὸ θεῖον ἔλεος.
Δόξα.
Ἦχος πλ. δ´.
Δεῦτε
ἅπασα ἡ Εὔβοια, σὺν ταῖς κύκλῳ νήσοις καὶ πόλεσι, Δαβὶδ τὸν ἐν θαύμασι
περιβόητον, ᾀσματικῶς μεγάλυνον· ὡς ἀστὴρ γὰρ φαεινός, ἐν τοῖς ἐσχάτοις χρόνοις
ἀνατείλας, ἀρετῶν ταῖς ἀκτῖσι, καὶ ἰαμάτων ταῖς χάρισιν, τῶν πιστῶν καταυγάζει
τὸ πλήρωμα· καὶ κινδύνων πολλῶν ῥυόμενος, παρέχει ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν
αἰτήματα, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν
ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων,
νῦν τάς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει, σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον
Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Μέγα
εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς
καταγώγιον, καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων
ἐφάμιλλον. Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Ἕτερον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Λοκρίδος
ἀγλάϊσμα, καὶ τῆς Εὐβοίας πυρσός, λαμπρῶς ἀναδέδειξαι, δι' ἰσαγγέλου ζωῆς,
Δαβὶδ Πάτερ Ὅσιε. Ὅθεν τοῖς προσιοῦσι,
τῇ ἁγίᾳ σου Κάρᾳ, νέμεις ἀεὶ ἰάσεις, καὶ ὑγείαν κατ' ἄμφω, ὡς ἔχων παῤῥησίαν
πρὸς Χριστόν, τὸν σὲ δοξάσαντα.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α´.
Τὸν τάφον σου Σωτήρ.
Ὡς
ἥλιος λαμπρός, ἐν ὑστέροις τοῖς χρόνοις, ἀνέτειλας σοφέ, ἐναρέτως βιώσας,
λαμπρύνων τὰς ψυχὰς ἡμῶν, ταῖς ἀκτῖσι τοῦ βίου σου, Δαβὶδ
Ὅσιε· ὅθεν τὴν σὴν θείαν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν
μεγαλύνοντες.
Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς, ἐξ ἁγνῶν σου αἱμάτων, σαρκούμενον φρικτῶς, εἰς ἀνάπλασιν κόσμου,
ἀφράστως ἀπεκύησας, καὶ παρθένος
διέμεινας, μετὰ κύησιν, τὴν ἀνερμήνευτον
Κόρη. Ὃν ἱκέτευε, σῶσαι τοὺς σὲ Θεοτόκον, Ἁγνὴν μεγαλύνοντας.
Μετὰ
τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´ Θείας πίστεως.
Θεῖον ὄργανον, τοῦ Παρακλήτου, ἐχρημάτισας, τῇ σῇ
ἀσκήσει, καὶ πολλοὺς πρὸς σωτηρίαν ὡδήγησας, καὶ Μοναστῶν ὑποτύπωσις πέφηνας,
καὶ ἰαμάτων δυνάμεις ἐτέλεσας. Δαβὶδ
Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Ὅλος
ἄτρεπτος, ὁ Λόγος μείνας, ὅλος ᾤκησεν, ἐν τῇ γαστρί σου, μὴ ἐκστὰς τῆς
συνεδρίας τοῦ φύσαντος, καὶ τοῖς ἐν κόσμῳ φανεὶς ὡς ηὐδόκησεν, ἐκ τῆς ἀρχαίας
ἀρᾶς ἡμᾶς ἔσωσεν. Ὃν ἱκέτευε, δοθῆναι
τοῖς σὲ δοξάζουσι, Παρθένε ἱλασμὸν καὶ μέγα ἔλεος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς
ἀγωνιζόμενος Πάτερ, καθαγιάζεις τῇ ἁγίᾳ
ζωῇ σου, οὕς περ διῆλθες τόπους θείῳ Πνεύματι, ἐξαιρέτως δ' Ἅγιε, ἐν τῇ νήσῳ Εὐβοίας, πλεῖον πάντων
ἔλαμψας, ἐν αὐτῇ καταπαύσας, καὶ ἁγιάζεις ταύτην ὦ Δαβίδ, ταῖς τῶν ἁγίων
λειψάνων σου χάρισι.
Θεοτοκίον.
Τῇ
κραταιᾷ σου προστασίᾳ Παρθένε, τοὺς καταφεύγοντας θερμῇ πεποιθήσει, ἀπὸ
παντοίων ῥύου περιστάσεων, δίδου τὴν εἰρήνην σου, καὶ ψυχῶν σωτηρίαν, καὶ
σωμάτων ἴασιν, καὶ πταισμάτων τὴν λύσιν· σὺ γὰρ ὡς οὖσα, Μήτηρ τοῦ Θεοῦ,
δύναμιν ἔχεις, πληροῦν, πᾶσαν αἴτησιν.
Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγ. Ἀντωνίου.
Ὁ Ν´.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.
Ἐλέησόν με ὁ Θεός...
Σήμερον
ὁ θεοφόρος Δαβίδ, τὸ τῆς Εὐβοίας ἔξοχον ὡράϊσμα, τὸν τῆς ἀσκήσεως περάνας
δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο· καὶ τάς ἀντιμισθίας τῶν πόνων
δρεπόμενος, τοῖς ἀπ' αἰῶνος Ἁγίοις συναγάλλεται· ἡμῖν δὲ κατέλιπεν, ὡς πηγὴν
ἁγιασμοῦ καὶ πατρῷον κλῆρον, τὴν τῶν σεπτῶν αὐτοῦ λειψάνων σορόν, πᾶσι
πηγάζουσαν, ἀφθόνως τὰ ἰάματα.
Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου φέρων ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις: Γερασίμου.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Μεγαλοφώνως
τὴν ἁγίαν μνήμην σου, ὑμνολογῆσαι τολμῶν, τὴν σὴν ἑξαιτοῦμαι, χάριν τὴν
πολύφωτον, τὸν νοῦν μου καταυγάζουσαν, καὶ ἰσχύν μοι διδοῦσαν, ὅπως ἐπάξιον
αἴνεσιν, ᾄσω σοι Δαβὶδ παμμακάριστε.
Λαμπρᾶς
ἐκ ῥίζης ἄνθος εὐθαλέστατον, Πάτερ ἐβλάστησας, καὶ ἀμετρήτου βίου, εὐωδίαν
κρείττονα, ἀπὸ παιδὸς διέπνευσας, ὁλικῶς τῷ Σωτῆρι, ἀνατεθεὶς ἐκ νεότητος,
Πάτερ οὐρανίῳ φρονήματι.
Περιχαρῶς
τοῦ Βαπτιστοῦ τῆς ὄψεως, Πάτερ ἠξίωσαι, καὶ φωνῇ τῇ τούτου, χαίρων ἠκολούθησας,
ἐν ἀτελεῖ τῷ σώματι, καὶ τελείᾳ φρονήσει, ἐν τῷ ναῷ αὐτοῦ Ὅσιε, μείνας ἀληθῶς
ὡς ἀσώματος.
Ἐξέστη
Πάτερ ὁ σεπτὸς γεννήτωρ σου, ἡνίκα εἶδέ
σε, ἐν ναῷ ἁγίῳ ὅλον ἐξαστράπτοντα, πρὸ τῆς εἰκόνος Ὅσιε, Ἰωάννου τοῦ πάνυ, καὶ
τὴν σὴν μέλλουσαν ἔλλαμψιν, Πνεύματι Ἁγίῳ μεμύηται.
Θεοτοκίον.
Γένος βροτῶν τῆς καταδίκης
σέσωσται, τοῦ πρωτοπλάστου Ἀδάμ, τῷ σῷ ἀποῤῥήτῳ, τόκῳ Παναμώμητε· Θεὸν
σεσαρκωμένον γάρ, ὑπὲρ λόγον τεκοῦσα, χαρᾶς ἡμῖν ὤφθης πρόξενος· ὅθεν κατὰ
χρέος αἰνοῦμέν σε.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς
Θεὸν ἀγαπήσας ἀπὸ παιδὸς Ὅσιε, τὴν τῶν γενννητόρων ἀγάπην, ἐμφρόνως ἔλιπες καὶ
ἠκολούθησας, ἀνενδοιάστῳ καρδίᾳ, καὶ σοφῷ φρονήματι, Χριστοῦ τοῖς ἴχνεσι.
Ποτιζόμενος
ῥείθροις, τοῖς τῶν Γραφῶν Ὅσιε, καὶ τοῖς θεοπνεύστοις λογίοις, ἀεὶ τρεφόμενος,
ἐν νεανίαις τελῶν, ὅλος θεόφρων ἐφαίνου, πεπλησμένος Ἅγιε, πολλῆς συνέσεως.
Ῥώμην
ἔνθεον ἔχων, ἐν τῇ ψυχῇ Ἅγιε, κόσμου τῆς ἀπάτης ἀπέστης, ἀπὸ νεότητος, καὶ τῆς
πατρίδος φυγών, προσῳκειώθης Κυρίῳ, τούτου τὸν γλυκύτατον ζυγὸν ἀράμενος.
Ὁλικῇ προθυμίᾳ, ἀκολουθῶν Ὅσιε, τῇ ἀπ' οὐρανοῦ θείᾳ κλήσει, εὗρες ἰθύνοντα,
καλῶς πρὸς δρόμον σε, τῆς οὐρανίου πορείας, τὸν σοφὸν Ἀκάκιον, προνοίᾳ
κρείττονι.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων,
ὑπερφυῶς τέτοκας, τὸν Δημιουργὸν τῶν ἁπάντων, σάρκα γενόμενον, σῶσαι τὸν ἄνθρωπον, τὸν πεπτωκότα
ἀπάτῃ, Θεοτόκε Δέσποινα, κόσμου προσφύγιον.
Κάθισμα.
Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ
βρέφους ἐπόθησας ἀληθῶς, τὸν ἐνάρετον βίον καὶ
καθαρόν, ὡς πλήρης φρονήσεως καὶ
τῆς ἄνωθεν κλήσεως, ἐκλελεγμένον σκεῦος, καὶ κόσμου τῆς σχέσεως, ἀνώτερον
φυλάττων, τὸν νοῦν σου μακάριε. Ὅθεν Μοναζόντων, δεδεγμένος τὸ σχῆμα, τῶν πάλαι
ὁμότροπος, Ἀσκητῶν ἐχρημάτισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Τὸν
Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, ὃν ἐκύησας Κόρη ὑπερφυῶς, ῥυόμενον ἅπαντας,
χαλεπῆς ἐκ χειρώσεως, ὡς Μήτηρ ἐκδυσώπει, μανίας τοῦ ὄφεως, καὶ κοσμικῶν
σκανδάλων. ρυσθῆναι καὶ θλίψεων, μόνη Θεοτόκε τοὺς πρὸς σὲ αφορῶντας, καὶ
πίστει ζητοῦντάς σου, τὴν ὀξεῖαν βοήθειαν, τὴν ἡμᾶς ἀεὶ σώζουσαν, πρεσβεύουσα
Παρθένε, ἀεί, καὶ μελλούσης δόξης καὶ
λαμπρότητος, τῆς χαρᾶς τοῦ Υιοῦ σου, τυχεῖν τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ
δ´. Εἰσακήκοα Κύριε.
Θείῳ
πόθῳ βαλλόμενος, χαίρων ὑπετάγης Δαβὶδ
μακάριε, Ἀκακίῳ τῷ θεόφρονι, ταπεινοφροσύνῃ σεμνυνόμενος.
Ὑπερήφανον
δράκοντα, τῇ σῇ ταπεινώσει Πάτερ ὑπέταξας, καὶ
περίβλεπτος ἐν πράξεσιν, ὤφθης ταῖς ὁσίαις ἀνυψούμενος.
Μοναστὴς
ὡς θεόληπτος, Πάτερ ἐν τῷ Ἄθωνι παραγέγονας, ἀπομάττων θείῳ ἔρωτι, τῶν ἐκεῖ
Ὁσίων τὰ παλαίσματα.
Ὡς
τῶν πάλαι ὁμόζηλος, Ὅσιε Δαβἰδ, Ὁσίων ἐν
ἅπασι, κοινωνὸς αὐτῶν τῆς χάριτος, ἐν ὑστέροις χρόνοις ἐχρημάτισας.
Θεοτοκίον.
Ῥάβδος ὤφθης θεόβλαστος,
ἄνθος ἀγεώργητον γεωργήσασα, τὸν τῶν ὅλων Κόρη Κύριον, εὐωδίας θείας κόσμον
πλήσαντα.
ᾨδὴ
ε´. Ἵνα τί με ἀπώσω;
Σταυρωθεὶς
τοῖς ἐν κόσμῳ, τῆς σαρκὸς ἐνέκρωσας Πάτερ τὸ φρόνημα, καὶ ἐν πᾶσι ὤφθης,
ἐναρέτου ζωῆς ὑποτύπωσις, τῷ διδασκάλῳ, ὁλοσχερῶς καθυπακούων, ὡς ὑπήκοος θείου
θελήματος.
Τῶν
Θεοῦ μυστηρίων, οἷα καθαρώτατος Πάτερ καὶ ὅσιος, ἱερεὺς ἐγένου, καὶ σεπτὸς
λειτουργὸς καὶ διάκονος· ὅθεν θεῖον φῶς σε, περικυκλοῦν τινι ὡράθη, φανεροῦν
σου τῆς δόξης τὴν ἔλλαμψιν.
Ὁδηγούμενος
Πάτερ, Πνεύματι Ἁγίῳ ὡς φίλος γνήσιος, τοῦ Θεοῦ τῶν ὅλων, ἐν Στειρίῳ ἐπέστης
πρὸς μείζονας, σεαυτὸν καμάτους, καθυποβάλλων θεοφόρε, τῆς σαρκὸς μὴ ποιούμενος
πρόνοιαν.
Ὑπὲρ
τῆς τοῦ πλησίον, οἷα μιμητὴς Χριστοῦ ἐνθεώτατος, χαίρων καθυπέστης, τιμωρίας
σκληρὰς Δαβὶδ Ὅσιε, ἀληθοῦς ἀγάπης
συκοφαντούμενος ἀδίκως, ὁ χρηστότητος πλήρης καὶ χάριτος.
Θεοτοκίον.
Ἀποῤῥήτως τεκοῦσα, τὸν
Δημιουργὸν τῶν ὅλων καὶ Κύριον, Κεχαριτωμένη, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε, ῥῦσαι
τὴν ψυχήν μου, τῆς τῶν παθῶν αἰχμαλωσίας, καὶ φωτὶ μετανοίας με λάμπρυνον.
ᾨδὴ
στ´. Ἱλάσθητί μοι Σωτήρ.
Συνέσει
θεοπρεπεῖ, θεόφρον καλλωπιζόμενος, καὶ πόνοις ἀσκητικοῖς, ἐκλάμπων μακάριε,
ἐπέστης ὡς ἄγγελος, θεϊκῇ προνοίᾳ, ἐν Εὐβοίᾳ Δαβὶδ
Ὅσιε.
Ἁγίασμα
νοητόν, ὑπάρχων Πάτερ τῆς χάριτος, ναὸν ἐγείρεις σεπτόν, Δαβὶδ παμμακάριστε, τῷ ἐν ὄρει Ἅγιε, μεταμορφωθέντι,
καὶ θεώσαντι τὸν ἄνθρωπον.
Γνόφον
τὸν θεῖον σοφέ, τῆς ἀποῤῥήτου ἐλλάμψεως, ὡς καθαρθεὶς τὴν ψυχήν, εἰσέδυς ἐν
Πνεύματι· ἐντεῦθεν εἰσδέδεξαι, Πάτερ ἐν καρδίᾳ, φῶς τὸ θεῖον καὶ ὑπέρφωτον.
Ὡς
ἐναρέτου ζωῆς, ὑφηγητὴς καὶ διδάσκαλος, χορείαν ἔσχες σεμνήν, φοιτητῶν
θεόπνευστε, τὰ τῆς πολιτείας σου, Δαβὶδ
θεοφόρε, μιμουμένων θεῖα σκάμματα.
Θεοτοκίον.
Σοφίαν τὴν τοῦ Θεοῦ, τὴν
ἐνυπόστατον Ἄχραντε, καὶ Λόγον τὸν τοῦ Πατρός, τὸν σύνθρονον τέξασα, σαρκὸς
ὁμοιώματι, σοφισμάτων ῥῦσαι, τὴν ψυχήν μου τοῦ ἀλάστορος.
Καταβασία. Τὴν θείαν ταύτην...
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὡς
ἀστὴρ λαμπρότατος, ὤφθης ἐν κόσμῳ, καταυγάζων ἅπαντας, τοὺς προσιόντας σοι
πιστῶς, Δαβὶδ
Πατέρων τὸ καύχημα, τῶν ἰαμάτων
τοῖς θείοις χαρίσματι.
Ὁ
Οἶκος.
Ὕμνον
ἃπαντες πιστοί, τῷ Θεῷ ἀναπέμψωμεν, τῷ δωρησαμένῳ ἰσχύν, τῷ αὐτοῦ θεράποντι
Δαβίδ, ἀγωνίσασθαι καλῶς, τὸν τῆς ἀρετῆς κάλλιστον ἀγῶνα· ἐν ἐσχάτοις γὰρ
καιροῖς ἀναφανείς, ὡς ἀστὴρ ἀειφανὴς τῆς θείας φωταυγείας, τῶν πάλαι Ὁσίων ὤφθη
ὁμόζηλος, καὶ τῷ βίῳ ὁμότροπος, καὶ τοῖς τρόποις συμμέτοχος, καὶ τῆς δόξης καὶ
τῶν χαρίτων, κοινωνὸς ἰσοκλεής· καὶ ἐν πλείστοις ἁγωνισάμενος τόποις, ἐν τῇ
νήσῳ Εὐβοίᾳ, θείᾳ νεύσει, παρεγένετο· ἔνθα ναὸν τῷ μεταμορφωθέντι ἐν Θαβὼρ
Σωτῆρι ἐδομήσατο, καὶ Μονὴν ἱερὰν συστησάμενος, ὡς σωτηρίας λιμένα ἄκλυστον,
πάντας εὐεργετεῖ, κατὰ ψυχὴν καὶ σῶμα, τῶν ἰαμάτων θείοις χαρίσμασι.
Συναξάριον.
Τῇ
α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ
Θεοφόρου Πατρὸς ἡμῶν Δαβὶδ τοῦ ἐν τῇ νήσῳ Εὐβοίᾳ
ἀσκήσαντος.
Δαβίδ Γολιὰθ
κατέβαλε τῷ λίθῳ,
Δαβὶδ
προσευχῇ κατέβαλε τὰ πάθη.
Πρώτῃ Θεοῖο
Δαβὶδ Νοεμβρίοιο ἔστηκε θώκῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων
Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.
Εἰ καὶ
παρῆκαν γῆν Ἀνάργυροι δύω,
Πληροῦσι ὡς
πρίν, καὶ πάλιν γῆν θαυμάτων.
Οὗτοι
οἱ Ἅγιοι εἷλκον τὸ γένος ἐκ τῆς Ἀσιάτιδος γῆς, πατρὸς μὲν ὐπάρχοντος Ἕλληνος,
μητρὸς δὲ Χριστιανῆς, τοὔνομα Θεοδότης· ἣτις χηρείαν ἐκ τοῦ ἀνδρὸς ὐποστᾶσα, καὶ ἀδείας εὐκαίρου λαβομένη, πᾶσαν
ἰδέαν ἀρετῆς τελείας αὐτοὺς ἐξεπαίδευσε. Πάσης δὲ ἐπιστήμης ἐν πείρᾳ γενόμενοι,
ταῖς λοιπαῖς χαίρειν εἰπόντες, τὴν ἰατρείαν τῶν ψυχῶν καὶ τῶν σωμάτων
ἠσπάσαντο, θεραπεύοντες πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν· καὶ οὐκ ἀνθρώποις
μόνον ἐπικουροῦντες, ἀλλὰ καὶ κτήνεσιν. Ἀνάργυροι δὲ ἐκλήθησαν, διότι οὐδὲν
παρὰ τινός τι λαβεῖν ἠνέσχοντο πώποτε, ἀλλὰ δωρεὰν καὶ ἀμισθὶ ἰατρεύοντες
διετέλουν. Οὕτως οὖν καλῶς τὸν ἑαυτῶν βίον διαπεράναντες, ἐτελειώθησαν ἐν
εἰρήνῃ. Τὰ δὲ τίμια αὐτῶν λείψανα κατετέθησαν ἐν τόπῳ καλουμένῳ Φερεμάν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν,
Κυριαίνης καὶ Ἰουλιανῆς.
Καὶ Κυριαίνα
πρὸς τὸ πῦρ ἀποπνέει,
Πάσης πνοῆς
τιμῶσα Κύριον μέγαν.
Τῷ πρὸς σὲ
φίλτρῳ Σῶτερ, ἐκκεκαυμένῃ,
Ἰουλιανὴ
καῦσιν ἐκ πυρὸς φέρει.
Αὗται
ἤθλησαν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως· ὑπῆρχε δὲ ἡ μὲν Κυρίαινα ἐκ Ταρσοῦ τῆς
Κιλίκων ἐπαρχίας, ἡ δὲ Ἰουλιανή, ἐκ πόλεως Ῥώσου. Καὶ συλληφθεῖσαι ὑπὸ
Μαρκιανοῦ ἡγεμόνος, καὶ ἀναγκασθεῖσαι, οὐκ ἠρνήσαντο τὸν Χριστόν. Ὅθεν ἠ
Κυρίαινα ξυρᾶται τὴν κεφαλήν, καὶ γυμνὴ ὑπὸ ἀτάκτων στρατιωτῶν τὴν πόλιν
περιάγεται· καὶ ἀπαχθεῖσα ἐν τῇ πόλει Ῥώσῳ, μετὰ τῆς Ἁγίας Ἰουλιανῆς τῷ πυρὶ
παραδίδονται. Καὶ οὕτως ἐπληρώθη αὐτῶν ἡ μαρτυρία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Καισαρίου,
Δασίου καὶ ἑτέρων πέντε, Σάββα, Σαβινιανόν, Ἀγρίππαν, Ἀνδριανόν, καὶ Θωμᾶ τὸ
νήπιο.
Σὺν ἕξ
συνάθλοις, τῆς ἀληθείας φίλοις,
Τέμνουσι
Καισάριον οἱ ψεύδους φίλοι.
Οὗτοι
οἱ Ἅγιοι κατασχεθέντες ἐν Δαμασκῷ, καὶ διαφόροις βασάνοις ἐξετασθέντες, τέλος
τὸν διὰ ξίφους δέχονται θάνατον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἰωάννου
ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.
Σὺν Ἰακώβῳ τῷ
Θύτῃ Χριστοῦ ξίφος,
Ἰωάννης
ἤνεγκεν ὁ Χριστοῦ θύτης.
Οὗτοι,
ὑπῆρχον ἐπὶ Σαβωρίου βασιλέως Περσῶν, τὸν τῆς πίστεως διδάσκοντες λόγον, καὶ
ἀλεῖπται γινόμενοι πολλῶν πρὸς εὐσέβειαν. Οἳ καὶ κρατηθέντες ὑπὸ τῶν τοῦ
βασιλέως ὑπηρετῶν, καὶ ποικίλοις βασάνοις προσομιλήσαντες, ὕστερον διὰ ξίφους
ἐτελειώθησαν, τῷ Κυρίῳ τὰ ἑαυτῶν παραθέμενοι πνεύματα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.
Ἑρμηνίγγελδος
ἐκπλυθεὶς βαφὴ πλάνης,
Σφαγὴν
ὑποστὰς βάπτεται λύθρου κόχλῳ.
Οὗτος,
πατρὸς μὲν ἔφυ Λιουβιγγίλδου, Ῥήγος τῶν ἔσω Γότθων, Ἀρειανοῦ σὺν παντὶ τῷ ἔθνει
τυγχάνοντος. Μυηθεὶς δὲ τὸν ὀρθόδοξον λόγον παρὰ Λεάνδρου τοῦ τῶν Ὀρθοδόξων
Ἐπισκόπου, καὶ τοῦ πατρὸς αὐτοῦ διὰ τὴν μεταβολὴν χαλεπήναντος, ποικίλας ἧ
οὗτος ἐξ αὐτοῦ θωπείας καὶ ὕβρεις δεχόμενος. Καὶ καθ’ ἑκάστην τούτων αὐτῷ προσαγομένων,
ἀκλινὴς ἦν ὁ παῖς καὶ ἀκαταγώνιστος. Ὅθεν στερεῖται μὲν τῆς βασιλικῆς διαδοχῆς,
χεῖράς τε καὶ πόδας δεσμευθείς, εἱρκτῇ ζοφώδεις ἐγκλείετα.
Ἐφειστήκει
δὲ ἡ τοῦ Πάσχα ἑορτή, καὶ τὸν ἱερέα ἀποστείλας ὁ πατήρ, πείθειν ἐπεχείρει,
μετακαλέσασθαι δοῦναι τῶν μυστηρίων. Ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ βδελυξάμενος αὐτὸν
ἀπέπεμψεν. Ὅθεν προστάττει ὁ πατὴρ αὐτοῦ, ἐν τῇ εἱρκτῇ, οὗ ἦν δεδεμένος,
ἀποτμηθῆναι. Οὗ γενομένου, ᾠδαὶ καὶ μελῳδίαι ἀσωμάτων δυνάμεων, μετὰ λαμπάδων
περὶ τὸ σῶμα τοῦ μακαρίου Ἑρμηνιγγέλδου καταπέμπονται. Καὶ τὸ ξένον τοῦ
θεάματος τοὺς πιστοὺς εἰς εὐχαριστίαν ἐκίνησε, τὸν δὲ σφαγέα κατέπληττε, καὶ
συνετάραττε, καὶ μεταμέλεσθαι ἐπὶ τῷ μιάσματι ἐβιάζετο.
Οὐ
πολὺς ὁ χρόνος, καὶ νόσος ἐπελθοῦσα, πολλοὺς ἐξ ἀνθρώπων ἀπήλαυνεν. Ὅθεν ὁ
Λιουβίγγελδος καλεῖ Λέανδρον, τὸν τῆς εὐσεβείας ἐπίσκοπον, καὶ τὸν νεώτερον
παῖδα Ῥεκχάρεδον βασιλέα ἀναγορεύσας, ἱκετεύει ἄξιον τοῖς ἴσοις τελέσαι τὸν
παῖδα, οἷς καὶ τὸν Μάρτυρα Ἑρμηνίγγελδον προετελέσατο. Καὶ ταῦτα εἰπών,
θνήσκει. Ῥεκχάρεδος, δὲ τῆς ὀρθοδοξίας τὰ σπέρματα δεξάμενος, συνορθοδοξεῖν
καὶ τὸ ὑπήκοον ἔπεισε. Καὶ σκόπει μοι
Θεοῦ πρόνοιαν· Ἑρμηνίγγελδον συγχωρεῖ ὑπὲρ τῆς εὐσεβείας σφαγῆναι, καὶ ἅπαν τὸ
γένος τῇ ὀρθοδόξῳ πίστει προστίθεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἑλένης τῆς
ἐκ Σινώπης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος
Ἰακώβου καὶ τῶν δύο μαθητῶν αὐτοῦ· Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν
δι’ ἀγχόνης τελειωθέντων κατὰ τὸ ᾀφκ΄ (1520) ἔτος.
Τριάδα
ποθήσας Ἰάκωβος πόθῳ,
Αὐτῇ ἀνέδραμε
σὺν Μαθηταῖς δύο.
Σεαυτὸν
ἱέρευσας ἱερῶς Πάτερ,
Καὶ θυσία
δέδεξαι δεκτὴ Κυρίῳ.
Ὑπηρετῶν
τράπεζαν ἀρίστως κάτω,
Τῆς οὐρανίου
θεῖος ἄρτος ἀνέθης.
Τοὺς τρεῖς
Ὁσίους θανατοῦσιν ἀγχόνῃ,
ἐχθροῖ
κάκιστοι τῆς Ἁγίας Τριάδος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεολήπτης.
Θεοῦ
λαμβάνεις σοὶ δώρον μέγα·
ἐν εἱρκτῇ
κεκλεισμένη σοὶ Μάρτυς.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ
Ἰουλιανή, διὰ πυρὸς τελειοῦνται.
Ἰουλιανὴν
καρτεροῦσαν πὺρ βλέπειν,
Συγκαρτερὼν
ἧν Κυπριανὸς γεννάδας.
Ταῖς
αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Παῖδες Ἑβραίων.
Νάμασι
θείων διδαχῶν σου, οἷα ἔνθεος θεράπων τοῦ Κυρίου, καταρδεύεις
ψυχῶν, ἀρούρας εοφόρε, πρὸς
εὐκαρπίαν κρείττονα, σωτηρίας αἰώνιον.
Ἄγει
χαρμόσυνον ἡμέραν, καὶ ἑόρτιον ἡ σὴ Μονὴ παμμάκαρ ὡς χρυσὸν τὸ σεπτόν, σοῦ σῶμα
κεκτημένη, δι’ οὗ παντοίων ῥύεται, νοσημάτων ψυχοφθόρων.
Σήμερον
Εὔβοια σκιρτάτω, καὶ ψαλμοῖς καὶ ᾠδαῖς λαμπροφανῶς ὑμνείτω, τὸν Δαβὶδ τὸν κλεινόν, ὡς τοῦτον κεκτημένη,
προστάτην καὶ ὑπέρμαχον, ἀρωγὸν καὶ μέγα
κλέος.
Σὺ
τῷ Δεσπότῃ τῶν ἁπάντων, ναὸν ἤγειρας, τῷ
Μεταμορφωθέντι, ἐν τῷ ὄρει Θαβώρ, ἐν ᾧ ἑστὼς θεόφρον, ἐδέχου ἐν καρδίᾳ σου, τὰς
αὐτοῦ θείας ἐλλάμψεις.
Θεοτοκίον.
Ἴασαι Κόρη τὴν ψυχήν μου,
τὴν ἀνιάτως νοσοῦσαν ἁμαρτίᾳ, καὶ ἰσχύν μοι Ἁγνή, κατὰ τοῦ πλάνου δίδου, ὡς ἂν
ἐκκρούσω Δέσποινα, τὴν δεινὴν αὐτοῦ μανίαν.
ᾨδἠ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὐρανόθεν
δεξάμενος ὁ Κτίστης, ὁ δοξάσας τὴν σήν, Δαβὶδ
ζωὴν ὁσίαν, τάς προσευχάς σου Ὅσιε ἀπήλλαξε, μάστιγος κωνώπων, τοὺς ἐν Δίστῳ
Πάτερ, δεινῶς ἐνοχλουμένους.
Ὑψηλὴν
πολιτείαν κεκτημένος, ταπεινόφρων σαφῶς, καὶ μέτριος ἐδείχθης, καὶ συμπαθὴς Δαβὶδ καὶ χριστομίμητος, ἐλεῶν πλουσίως, καὶ
κουφίζων πάντας, τοὺς πόῤῥω τε καὶ πέλας.
Μέγας
ὄντως ὑπέρμαχος ἐφάνης, ἐν κινδύνοις δεινοῖς, τοῖς καταπονουμένοις, καὶ τοῖς ἐν
νόσοις ἰατρὸς πανάριστος, καὶ τοῖς θλιβομένοις, παράκλησις γλυκεῖα, Δαβὶδ θαυματοφόρε.
Ἀναβὰς
τελειότητος ἐν ὕψει, τῶν θαυμάτων σοφέ, τὴν χάριν ἐκομίσω, καὶ πλείστους τόπους
Πάτερ διελήλυθας, ὄνησιν παρέχων, ψυχῶν τε καὶ σωμάτων, ὡς Πνεύματος δοχεῖον.
Θεοτοκίον.
Μὴ φλεχθεῖσα τὴν ἄχραντον
νηδύν σου, ὑπεδέξω φρικτῶς, Θεότητος τὴν φλόγα, καὶ τὸν Χριστόν· διπλοῦν τῇ
φύσει τέτοκας, μιᾷ ἐν ὑποστάσει, ἀτρέπτως καὶ ἀφύρτως, εἰς σωτηρίαν κόσμου.
ᾨδὴ
θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Καθάρας
τὴν καρδίαν τῶν γεηρῶν, νοημάτων συντόνῳ ἀσκήσει σου Πάτερ Δαβίδ, τοῦ φωτὸς ἐπλήσθης τοῦ νοητοῦ· διὸ καὶ
προηγόρευσας, τὴν σὴν ἐκδημίαν πρὸς τὸν Θεόν, σαφῶς τοῖς φοιτηταῖς σου, οἷς καὶ
σοφῶς παρέθου, συνθήκας θείας πλήρεις χάριτος.
Ἀνέδραμες
πρὸς δόξαν τῶν οὐρανῶν, τὸν ἀγῶνα ὁσίως τελέσας σου, Πάτερ Δαβίδ, καὶ ζωῆς τοῦ ξύλου θεουργικῶς, ἀμέσως
κατετρύφησας, δήμοις τῶν Ἁγίων ἀριθμηθείς, ἡμῖν δὲ τοῖς σοῖς τέκνοις, τὸ σῶμά
σου τὸ θεῖον, παραμυθίαν θείαν ἔλιπες.
Τῆς
χάριτος τοῦ Πνεύματος θησαυρός, ἀληθῶς πολυτίμητος δέδεικται, Πάτερ Δαβίδ, Κάρα σου ἡ θεία καὶ θαυμαστή, ἀεὶ
ἀρωματίζουσα καὶ ψυχὰς εὐφραίνουσα τῶν
πιστῶν, καὶ ῥῶσιν καὶ ὑγείαν, παρέχουσα τοῖς ταύτῃ, μετ' εὐλαβείας
καταφεύγουσι.
Ὁ
μέγας τῆς Εὐβοίας προασπιστής, θεοφόρε Δαβὶδ
παμμακάριστε, τὴν σὴν Μονήν, φύλαττε ἐκ πάσης ἐπιβουλῆς, καὶ τὴν παροῦσαν νῆσόν
σου, σκέπε καὶ διάσῳζε ἀσινῆ, κἀμὲ δὲ τὸν ἀρτίως, τὸν ὕμνον πλέξαντά σοι, πρὸς
σωτηρίας τρίβον ἴθυνον.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία χρυσοειδής,
φωτοφόρε ναὲ καὶ περίδοξε, ἐν ᾧ Χριστός, ᾤκησεν ὁ Πάντων Δημιουργός, καὶ σκεύη
ἡμᾶς ἔδειξε, θείας ἐνεργείας καὶ καλλονῆς, Παρθένε Θεοτόκε, φωτὶ τῆς σῆς
πρεσβείας, τὸν σκοτισθέντα νοῦν μου φώτισον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Εὐβοίας τὸν κοσμήτορα, καὶ
θεῖον ἀντιλήπτορα, καὶ βοηθὸν ἐν ἀνάγκαις, καὶ πρὸς Χριστὸν μέγαν πρέσβυν, Δαβὶδ τὸν ἱερώτατον, ὁσίων τὸ ἀγλάϊσμα, καὶ ἱερέων
καύχημα, ἀνευφημήσωμεν πάντες, ἐν τῇ σεπτῇ αὐτοῦ μνήμῃ.
Θεοτοκίον.
Ἐκ
τῶν ἁγνῶν αἱμάτων σου, Θεὸς ὁ Ὑπερούσιος, τὸ καθ' ἡμᾶς οὐσιώθη, ἀνερμηνεύτως ὡς
οἶδε, καὶ κόσμῳ, πεφανέρωται, διπλοῦς Ἁγνὴ ταῖς φύσεσι, μιᾷ τῇ ὑποστάσει δέ,
καὶ ἔσωσε Θεοτόκε, τοὺς τὸν σὸν τόκον αἰνοῦντας.
Αἶνοι.
Ἦχος. πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ
Δαβὶδ παμμακάριστε, ἀπὸ παιδὸς τῷ Θεῷ, σεαυτὸν ἀναθέμενος, κοσμικὴν
προσπάθειαν, θεοφρόνως ἀπέῤῥιψας, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῇ πολιτείᾳ
ὤφθης Ἰσάγγελος· ὢ τῶν ἀγώνων σου, καὶ
τῆς ὑπὲρ ἔννοιαν, παρὰ Θεοῦ, δόξης καὶ λαμπρότητος! ἧς κατηξίωσαι.
Πάτερ
Δαβὶδ παναοίδιμε, τόν τοῦ Χριστοῦ Βαπτιστήν, αὐτοψεὶ ὡς ἑώρακας, καὶ τῆς τούτου
Ὅσιε, φωνῆς θείας ὡς ἤκουσας, αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, καὶ θεοφόρος ὅλος
καὶ ἔνθεος, ἀπὸ νεότητος, ὤφθης θείῳ Πνεύματι, πρὸς τὴν ζωήν, τὴν ἁγίαν Ἅγιε,
καθοδηγούμενος.
Πάτερ
Δαβὶδ θεοδόξαστε, ὡς ἑωσφόρος ἀστήρ, τῇ
Εὐβοίᾳ ἀνέτειλας, ἐναρέτοις πράξεσιν, ἱερῶς κλεϊζόμενος, καὶ Μονὴν θείαν σεπτῶς
ἀνήγειρας, καὶ Μοναζόντων χορὸν συνήθροισας, οὓς καὶ ὡδήγησας, πρὸς ζωὴν
οὐράνιον, βίῳ τῷ σῷ, καὶ λόγῳ τῆς χάριτος, καὶ θείοις θαύμασι.
Πάτερ
Δαβὶδ ἱερώτατε, τὴν ἱεράν σου σορόν, ὡς πηγὴν ἁγιάσματος, κεκτημένοι Ἅγιε,
ῥῶσιν θείαν λαμβάνομεν· ἡ γὰρ σεπτή σου Κάρα καὶ πάντιμος, ἀεὶ πηγάζει ἡμῖν
ἰάματα, ᾗ προσερχόμενοι, χαλεπῶν κακώσεων, καὶ ὀδυνῶν, καὶ νόσων καὶ θλίψεων,
ἀπολυτρούμεθα.
Δόξα.
Ἦχος πλ. δ´.
Τὴν
τοῦ Πνεύματος ἰσχύν, περιζωσάμενος Πάτερ, ἀσκητικῶς ἠρίστευσας, ἐν ὑστέροις
ἔτεσι· τὸ γὰρ φρόνημα τῆς σαρκός, ταῖς
ψυχικαῖς δυνάμεσιν ὑποτάξας, ὡς θῦμα εὐπρόσδεκτον, τὸν σὸν βίον Χριστῷ
προσενήνοχας, καὶ τῶν κατ' ἀξίαν ἐπάθλων ἔτυχες. Διὸ Εὔβοια ἡ νῆσος, καυχᾶται
τοῖς ἀγῶσί σου· καὶ τῇ σῇ χάριτι προστρέχουσα, χαρμονικῶς ἑορτάζει τὴν μνήμην
σου· ἢν ἄνωθεν περίεπε, Δαβὶδ μακάριε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τὰ
οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ Ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν
ἀνεξιχνίαστόν σου γέννησιν Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις
τῆς Λοκρίδος θεῖος βλαστός· χαίροις τῆς Εὐβοίας, ὁ θερμότατος ἀρωγός· χαίροις ὁ
πηγάζων, ἰάσεων τὰ ῥεῖθρα, Δαβὶδ θαυματοφόρε, τοῖς σοὶ προστρέχουσι.
Χαίρει
ἡ Μονή σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις, τῶν λειψάνων σου τὴν σορόν, ἢν σκέπε
καὶ φρούρει, Δαβἰδ θαυματοφόρε, πιστῶς ἐγκαυχωμένη, τῇ θείᾳ Κάρᾳ σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου