ΝΟΕΜΒΡΙΟΣ 25!!
ΜΕΡΚΟΥΡΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος πλ. Δ΄. Ὢ τοῦ
παραδόξου θαύματος.
Μάρτυς Μερκούριε ἔνδοξε,
διὰ Χριστὸν τὸν Θεόν, πολυώδυνα βάσανα, καὶ κακώσεις σώματος, ὑπομείνας
στεῤῥότατα, τὸν σὸν ἀγῶνα χαίρων διήνυσας, καὶ τῶν στεφάνων, τῆς δόξης ἔτυχες,
πᾶσιν αἰτούμενος, ἱλασμὸν καὶ ἔλεος τοῖς εὐσεβῶς, πίστει ἑορτάζουσι, τὴν θείαν
μνήμην σου.
Μάρτυς Μερκούριε πάνσοφε,
θείᾳ ἀγάπῃ τὸ πῦρ, τῷ ἁγίῳ σου σώματι, δροσισμῷ τοῦ Πνεύματος, Ἀθλητὰ
ἐκαρτέρησας, ἐντεῦθεν ὤφθης λαμπὰς πολύφωτος, πιμπρῶσα πᾶσαν, πλάνης πολύθεον,
ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον χρεωστικῶς, πάντες ἑορτάζομεν, σὲ
μακαρίζοντες.
Μάρτυς Ἀθλητὰ Μερκούριε,
τῶν ἀγαθῶν τὴν πηγήν, τὸν Δεσπότην τῆς κτίσεως, ἀγαπήσας ἔσπευσας, τοῦ πιεῖν τὸ
ποτήριον, τοῦ μαρτυρίου ἐπικαλούμενος, ἐν παῤῥησίᾳ, Αὐτοῦ τὸ ὄνομα, ὦ τῆς
ἀνδρείας σου, ὦ τῆς καρτερίας σου δι’ ἧς τυχεῖν, δόξης καὶ λαμπρότητος, σαφῶς
ἠξίωσαι.
Μάρτυς θεόφρον Μερκούριε,
ἐθελουσίῳ σφαγῇ, ἑαυτὸν σὺ παρέδωκας, καὶ πιστῶν τὰς χορείας, αἵματι
καθηγίασας, καὶ τὴν ὑφήλιον κατελάμπρυνας, σῷ μαρτυρίῳ καὶ νῦν ἀνέδραμες, εἰς
τὰ οὐράνια, πρὸς φῶς τὸ ἀνέσπερον ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, θεομακάριστε.
Δόξα. Ἦχος πλ. Δ΄.
Σήμερον ἀνέτειλεν ἡμῖν, ὡς
ἥλιος πάμφωτος, ἡ παμφαὴς καὶ σεβάσμιος μνήμη τοῦ θεοφόρου Μάρτυρος, καὶ
φωστῆρος, ἁπάσης τῆς κτίσεως, Μερκουρίου τοῦ σοφοῦ, διώκουσα τῶν δαιμόνων τὰς
φάλαγγας. Παρέχουσα δὲ τοῖς πιστοῖς, εὐφροσύνην καὶ θείαν ἀγαλλίασιν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ Δαυῒδ προανεφώνει σοι
Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα
σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γὰρ πρὸ τόκου Παρθένον, καὶ
μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ
εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν
Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν
ᾠδαῖς ἐκβοῶμέν σοι· Ὑπερ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι
ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πλάνην τὴν πονηράν,
κατήσχυνας σῶ λόγῳ, Μερκούριε τρισμάκαρ, καὶ τὸν Χριστὸν δοξάσας, τῷ θείῳ
μαρτυρίῳ σου.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσετε.
Σθένει κραταιωθείς, ἐξ
ὕψους θεοφόρε, Χριστοῦ τοῦ πάντων Κτίστου, Μερκούριε καθεῖλες, τοῦ σκότους τὰ
ὑψώματα.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ
Θεοῦ ἡμῶν ἐξανθήσει.
Δόξης τῆς θεϊκῆς, ἀμέσως
ἀπολαύων, Μερκούριε τρισμάκαρ, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα. Τριαδικόν.
Ἤσχυνε τὸν ἐχθρόν,
Μερκούριον ἀθλήσας, Τριὰς Ὑπεραγία, ῥωννύμενος ἀΰλως, θεαρχικῇ δυνάμει Σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἔνδον τοῦ Ἱεροῦ, ἱκέτευε
Παρθένε, τὸν Σὸν Υἱὸν καὶ Κτίστην, σὺν θείῳ Μερκουρίῳ, ὑπὲρ τῶν ἀνυμνούντων Σε.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκια, οἷο βούλεται ὁ προεστώς.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον
Ἄγγελον χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε
ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος
ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσωζε.
Ἕτερον. Ὅμοιον.
Ὡς Μάρτυς ἀήττητος τοῦ
Βασιλέως Χριστοῦ, ἀθλήσας στεῤῥότατα, τὰς παρατάξεις ἐχθροῦ, πατάξας Μερκούριε,
πόνους γὰρ τῆς σαρκός σου, καὶ μαστίγων τὸ ἄλγος, ἤνεγκας ἀνενδότως, ὡς φωτὸς
θείου πλήρης, καὶ νῦν παντὸς κινδύνου καὶ πόνου, ἡμᾶς λύτρωσαι.
Ἕτερον. Ὅμοιον.
Τὸ πῦρ τὸ οὐράνιον ἐν τῇ
ψυχῇ ἐσχηκῶς, πυρὸς κατεφρόνησας τοῦ ὑλικοῦ καὶ φθαρτοῦ, Μερκούριε ἔνδοξε,
μάχαιραν καὶ τὸν λίθον, καὶ φραγγέλιον Μάρτυς, κάρας σου δὲ τὴν τμῆσιν,
καθυπέμεινας χαίρων, διὸ πρέσβευε Χριστῷ, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Καὶ τὸ τῆς ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς
εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ
τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι
προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ
Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Συμμαχίᾳ τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε.
Οὐρανόθεν σοι Ἄγγελος, τὰς πληγάς σου ἰώμενος, ἀπεστάλη νεύματι θείου Πνεύματος, ὑφ’ οὗ ῥωσθεὶς ἀξιάγαστε, ταῖς σούβλαις κεντούμενος, πυρωθείσαις δολερῶς, ἐκαρτέρεις κρεμάμενος, καὶ τεμνόμενος, καὶ δεσμούμενος λίθῳ βαρυτάτῳ, καὶ τοῖς αἵμασί σου Μάρτυς, περιῤῥεόμενος πάντοθεν.
Βασιλεῖ στρατευόμενος, ἐπιγείῳ Μερκούριε, ὑπ’ αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος καὶ συνήφθης, ταῖς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Δόξα. Ἦχος πλ. Δ΄.
Τῷ πόθῳ τοῦ Χριστοῦ πτερωθείς, καὶ τῇ αἴγλῃ τοῦ Ἁγίου Πνεύματος καταλαμφθείς, Μάρτυς πανεύφημε, ὥσπερ ἔλαφος διψῶσα, πρὸς τὸ μαρτύριον προσῆλθες. Διὸ καὶ τὰς φρικτὰς βασάνους ὑποστάς· ταῖς μαχαίρες κοπτόμενος, πυρὶ ἐν τέταρσι πάλοις δεθείς, τῷ ἐκ τῆς κεφαλῆς κρεμασθέντι λίθῳ, ἐν τῷ σῷ τραχήλῳ, τοῦ φραγγελίου τοῦ χαλκοῦ, καὶ τῆς ἁγίας σου κάρας τὴν ἐκκοπήν. Χαίρων πρὸς οὐρανὸν ἀνέδραμες θεομακάριστε Μερκούριε, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι· Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Εἴσοδος, τό, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν
αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ, Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Τὸν γενναῖον Ἀθλητὴν
τιμήσωμεν, Μερκούριον τὸν ἀοίδιμον. Οὗτος γὰρ ἡδρασμένος ἐν τῇ πέτρᾳ τῆς
ἀληθείας, Χριστῷ τῷ Θεῷ ἡμῶν, ταῖς ἀλλεπαλλήλοις προσβολαῖς τῶν βασάνων
ἀκλόνητος ἔμεινε. Καὶ διηυγασμένος ταῖς θείαις ἀκτῖσιν αὐτοῦ, πυρός, τομῆς καὶ
μαστίγων, ἀνδρείως κατεφρόνησε. Διὸ καὶ χαρὰν ἄληκτον, εἰς οὐρανοὺς ἐκληρώσατο.
Καὶ νῦν τῷ Κυρίῳ παριστάμενος Μεγαλομάρτυς πανεύφημε, πρέσβευε ἐκτενῶς, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες,
τὸν ἀριστέα τοῦ Χριστοῦ καὶ μέγαν ἐν Μάρτυσιν, Μερκούριον τιμήσωμεν. Οὗτος γὰρ
ἀνδρικῶς ἠγωνίσατο, κατὰ τῆς πλάνης καὶ τὸν ἀρχέκακον ἐχθρόν, τῇ ἐξ ὕψους
δυνάμει κατεπάλαισε, τὴν δὲ Κάραν οὐρανίῳ στέφει, καταστεφθεὶς παρὰ Χριστοῦ τοῦ
Θεοῦ, πρεσβεύει ἀπαύστως τοὺς ἐκ πόθου τιμῶντάς σε Μεγαλομάρτυς ἔνδοξε,
λυτρωθῆναι ἐκ κινδύνων χαλεπῶν, καὶ περιστάσεων καὶ πάσης θλίψεως.
Ἦχος γ΄.
Ἐν τῇ σῇ ἀθλήσει, στέφανον
ἐδέξω Μάρτυς Μερκούριε παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὰς γὰρ βασάνους ὑπέμεινας
καρτερικῶς, τὰς τῶν μαχαίρων ἕξεις, τὸ πῦρ τὸ παμφάγον, τὸν λίθον ἐπὶ τὸν σὸν
τράχηλον, τὸ χαλκοῦν φραγγέλιον, καὶ τῆς ἁγίας σου κάρας τὴν ἐκτομήν. Τοῦ Ἁγίου
Πνεύματος ναὸς ἐχρημάτισας ἔμψυχος. Διὸ πρέσβευε τῷ Σῷ Δεσπότῃ, ὑπὲρ τῶν
ἀνυμνούντων, τὴν μνήμην σου πανεύφημε.
Δόξα. Ἦχος δ΄.
Τὸν ἔνδοξον τοῦ Χριστοῦ
Μάρτυρα, τὸν προθύμως ἀθλήσαντα, ὑπὲρ τῆς ἀληθείας Μερκούριον, φιλομαρτύρων οἱ
δῆμοι, μαρτυρικοῖς ἐπαίνοις εὐφημήσωμεν, ἐν καρτερίᾳ ὑπῆλθεν τὸ στάδιον, καὶ
ἐπαξίως ἀμοιβῶν, κληρονόμος γέγονε. Καὶ νῦν τῆς τοῦ Δεσπότου χαρᾶς ἀπολαμβάνων,
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος δ'
Σήμερον ὁ θεοχώρητος ναός,
ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον
τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει,
μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Μεγαλομάρτυς
Χριστοῦ, ὁ λαμπρυνθεὶς τῇ ἀγάπῃ τῇ ἄνωθεν, ὁ πίστει καταπατήσας, τὰς προσβολὰς
τοῦ ἐχθροῦ, συνεργείᾳ τοῦ Δεσπότου σου, ὁπλῖτα πανένδοξε, Ἀθλητὰ καρτερώτατε,
πίστεως κλέος, δυσσεβῶν ἡ κατάπτωσις, καὶ θεμέλιον, Ἐκκλησίας στεῤῥότατον,
θεόφρον Μερκούριε, Μαρτύρων ὑπόδειγμα, θείου ἐλέους ῥανίδα, ὁ πλουσιόδωρος
Κύριος, ἡμῖν ἐπιστάξαι τῇ πρεσβείᾳ σου δυσώπει, ἀφθόνως πάντοτε.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσετε.
Χαίροις, Μεγαλομάρτυς
Χριστοῦ, ὁ ἐν σταδίῳ ἁγιάσας Αὐτοῦ τὸ ὄνομα, ἀξίως δὲ οὐρανόθεν, λαβὼν τὴν
θείαν ἰσχύν, τῶν Μαρτύρων ὤφθης σὺ ἀγλάϊσμα, καὶ πόνοις ἀθλήσεως, καταισχύνας
τὸν τύραννον, τὸν ἐν μαχαίρᾳ, καὶ πυρὸς πικρὸν θάνατον, χαίρων δέδεξαι,
ἀνενδότῳ φρονήματι, ὅθεν πρὸς τὴν ἀθάνατον, ζωὴν μεταβέβηκας, Μερκούριε
θεόφρον, χαρᾶς ἀῤῥήτου πληρούμενος, καὶ πᾶσιν πρεσβεύων, ἱλασμὸν καὶ σωτηρίαν,
καὶ θεῖον ἔλεος.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ
Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίροις, Μεγαλομάρτυς
Χριστοῦ, τῶν Ὀρθοδόξων τὸ σεπτὸν ἐγκαλλώπισμα, ὁ ἀεθλῶν ἔνδοξε, δυσσεβῶν τὴν
παράταξιν, ἐν ὁμολογίᾳ καὶ στεῤῥότητι, ἐντεῦθεν ὑπέμεινας, ἀλγηδόνας τοῦ
σώματος, καὶ τὰς ὀδύνας, ἀνενδότῳ φρονήματι, τῇ τῆς χάριτος, ἐνεργείᾳ
Μερκούριε, ὅθεν καὶ τὸν αὐχένα σου, τμηθεὶς ἀνελήλυθας, τροπαιοφόρος παμμάκαρ,
πρὸς οὐρανῶν τὰ σκηνώματα, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Δόξα. Ἦχος πλ. Β΄.
Μάρτυς γενναιότατος, μέχρι
τέλους ἐχρημάτισας, θεόφρον Μερκούριε, ὑπομένων τὰς βασάνους καρτερικῶς, τὸ
αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐσπρόσδεκτον Αὐτῷ γεγένησαι.
Διὸ παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ
τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος πλ. β'
Σήμερον τὰ στίφη τῶν πιστῶν
συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον,
ἐν Ναῷ Κυρίου προσαγομένην εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν
τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων,
Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον
πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι
τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες
οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ
πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκια, οἷο βούλεται ὁ προεστώς.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον
Ἄγγελον χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε
ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος
ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσωζε.
Ἕτερον. Ὅμοιον.
Ὡς Μάρτυς ἀήττητος τοῦ
Βασιλέως Χριστοῦ, ἀθλήσας στεῤῥότατα, τὰς παρατάξεις ἐχθροῦ, πατάξας Μερκούριε,
πόνους γὰρ τῆς σαρκός σου, καὶ μαστίγων τὸ ἄλγος, ἤνεγκας ἀνενδότως, ὡς φωτὸς
θείου πλήρης, καὶ νῦν παντὸς κινδύνου καὶ πόνου, ἡμᾶς λύτρωσαι.
Ἕτερον. Ὅμοιον.
Τὸ πῦρ τὸ οὐράνιον ἐν τῇ
ψυχῇ ἐσχηκῶς, πυρὸς κατεφρόνησας τοῦ ὑλικοῦ καὶ φθαρτοῦ, Μερκούριε ἔνδοξε,
μάχαιραν καὶ τὸν λίθον, καὶ φραγγέλιον Μάρτυς, κάρας σου δὲ τὴν τμῆσιν,
καθυπέμεινας χαίρων, διὸ πρέσβευε Χριστῷ, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Καὶ τὸ τῆς ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς
εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ
τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι
προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ
Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα τοῦ Ἁγίου. Ἦχος α'. Τὸν τάφον
σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ὡς ἀστὴρ
ἑωσφόρος, Μερκούριε σοφέ, ἡ ἁγία σου μνήμη, ἐπέλαμψε τοῖς πέρασι, καὶ πιστῶν
κατεφώτισε, τὴν διάνοιαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι, καὶ κατηύφρανε, τῶν σὲ τιμώντων
ἐκ πόθου, καρδίας ἀοίδιμε.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς, ὅμοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ
καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς
ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας· Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα,
πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ' Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει πάντα νοῦν, τῆς σῆς ἀνδρείας τὸ στεῤῥόν, Μάρτυς ἔνδοξε Χριστοῦ, Μερκούριε θεοφόρε, γενναιοφρόνως κατήσχυνας τὸν βελίαρ, ἐτέλεσας καλῶς τὸ θεῖον στάδιον, διὸ πιστῶς τελοῦμέν σου τὴν μνήμην τὴν ἱεράν, ἀξιαγάστε, Χριστὸν δυσώπει, ὑπὲρ τῶν πόθῳ, εὐφημούντων τὰ ἄθλα σου.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς, ὅμοιον
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ
Ἀειπάρθενε.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα τῆς Ἁγίας. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς
Φιλομαρτύρων ὁ χορὸς ἄσμασιν
ὑμνεῖ, τὸ τῶν Μαρτύρων ἀκροθίνιον τὸ μέγα, καὶ γεραίρει αὐτοῦ τὰ ἀγωνίσματα, ἃ
ὑπέστη γενναίως διὰ Χριστόν, καὶ πάντες χαρμονικῶς αὐτῶ βοῶσιν· ὦ Μερκούριε
θεόφρον, εἰς οὐρανοὺς ἀνελθών, τῷ Δεσπότῃ ἱκέτευε, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς, ὅμοιον
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ
Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε·
Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ· ἣν καὶ βλέπων
εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
Τὸ α'
Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον,
Ἦχος δ': Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν
τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς
τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον.
Ὁ Ν' Ψαλμός
Δόξα... Ταῖς
τοῦ Ἀθλοφόρου...
Καὶ νῦν ... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Ἐνδυναμωθεὶς ἐν Χριστῷ, τοῦ
μαρτυρίου τὸν δρόμον ἠκολούθησας, ὡς καλὸς ἀθλητής, Μεγαλομάρτυς Μερκούριε. Καὶ
νίκην περιφανῆ ἀράμενος κατὰ τοῦ δολίου ἐχθροῦ, τροπαιοφόρος εἰσῆλθες,
πεποικιλμένος ἐν δόξῃ, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον,
Ἀθλητὰ μακάριε, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου.
Μετὰ τοῦτο
λέγομεν τοὺς Κανόνας τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου .
Κανὼν πρῶτος
τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' ᾠδής. Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου. Ποίημα τοῦ κυρίου Γεωργίου
ᾨδὴ α' Ἦχος δ'. Ὁ Εἱρμός
«Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ
ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».
Σοφίας πανάχραντε, σὲ
θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως,
αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.
Ὑπέρτερος Πάναγνε, τῶν
οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ
ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.
Τὸ φῶς ἀνατείλασα, ἡ
Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον,
αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.
Ἡ πύλη ἡ ἔνδοξος, ἡ
λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν
προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Ὁ Κανὼν τοῦ
Ἁγ. Μερκουρίου, ἔχων Ἀκροστιχίδα: Μερκουρίου
με τὸ σθένος φυλαττέτω. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ'. Ἡ κεκομμένη
Μετὰ τῆς ἄνω χορείας
Μερκούριε, τῶν ἀγαθῶν τῇ πηγῇ, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε
πληρούμενος, τοὺς πόθῳ τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῷ Κυρίῳ
ᾄδοντας· ἐνδόξως γὰρ δεδόξασται.
Ἐθελουσίως ὑπῆλθες τὸ
στάδιον, τῆς μαρτυρίας Σοφέ, σθένει κραταιούμενος, Χριστοῦ τοῦ δι' ἡμᾶς, τὰ
πάθη τὰ σωτήρια, θελήσει ὑπομείναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες· Τῷ Κυρίῳ
ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Ῥῆμα τυράννου σαφῶς
ἐξεφαύλισας, ὁμολογίᾳ Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν
ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῷ σὲ ἐνδυναμώσαντι· Τῷ Κυρίῳ ᾄσωμεν·
Ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Κόρης Παρθένου ὡράθη σαρκούμενος,
ὁ δι' ἡμᾶς, ἄνθρωπος γενόμενος, καὶ Μάρτυρα πιστόν, παθῶν οἰκείων δείκνυσι,
Μερκούριον γενναῖον Ἀθλητήν, αὐτῷ συντόνως ψάλλοντα· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως
γὰρ δεδόξασται.
ᾨδὴ γ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Τοὺς σοὺς ὑμνολόγους
Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν
στερέωσον, κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
Νυμφοστόλoς σήμερον
ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον
παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.
Δαυῒδ προεξάρχων τῆς
χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην
Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.
Ἐξ ἧς ἡ παράβασις προῆλθεν,
ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ
Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Σκιρτῶσιν Ἀγγέλων
στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε,
προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Τοῦ Ἁγίου. Σὺ εἶ τὸ στερέωμα
Ὅλος πυρακτούμενος, τῇ
θεϊκῇ στοργῇ ἔνδοξε, πῦρ καὶ δεσμά, ξίφη καὶ βασάνους, ὥσπερ ὄναρ λελόγισαι.
Ὕμνοις τὸν ποιήσαντα,
προσομιλῶν δειναῖς μάστιξι, Μάρτυς σοφέ, καὶ τὴν θεραπείαν τῶν μωλώπων
δεχόμενος.
Ῥάβδῳ δυναμούμενος, τῇ
θεϊκῇ ἐχθροῦ φρύαγμα, ὡς ἀθλητής, Μάρτυς γενναιόφρον, εὐσθενῶς ἐταπείνωσας.
Θεοτοκίον
Ἵνα προτυπώσῃ σου, τὴν ὑπὲρ
νοῦν Ἁγνὴ κύησιν, βάτος πυρί, ὤφθη καιομένη, οὐδαμῶς φλεγομένη δέ.
Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ
Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ
Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν
Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ
θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην
ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον, πῶς
ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ
τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε
καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Κάθισμα. Τοῦ Ἁγίου Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Μερκούριος,
ἀγωνισάμενος, τὸν δόλιον ᾔσχυνε, καὶ στεφανίτης στεῤῥός, Χριστοῦ ἐχρημάτισεν·
ὅθεν ταῖς οὐρανίαις, νῦν συνήφθη χορείαις, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων·
διὸ τὴν ἱερὰν αὐτοῦ, μνήμην τελοῦμεν πιστῶς.
Δόξα. Ἕτερον. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Κατεπλάγη ἀληθῶς, τῶν
παρανόμων ἡ πληθύς, καὶ εὐφράνθη εὐπρεπῶς, φιλομαρτύρων ὁ χορός, ἐν τῇ στεῤῥᾷ
ὁμολογίᾳ σου Ἅγιε, σὺ γὰρ τὸν Χριστόν, πᾶσιν ἐκήρυξας, στόματι σοφῷ, καὶ γλώσσῃ
ἀληθεῖ, καὶ τοῦ πυρὸς ἐνεγκὼν τὴν κατάφλεξιν, μαρτυρικῆς δόξης ἔτυχες, Χριστῷ
πρεσβεύων, ἡμῖν δοθῆναι, Μερκούριε θεῖον ἔλεος.
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἡ ἀμίαντος ἀμνάς, καὶ
ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μετ' εὐφροσύνης
εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ
Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ
φωνῇ· ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.
ᾨδὴ δ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Τὴν ἀνεξιχνίαστον θείαν
βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».
Πύλην ἀδιόδευτον ὁ τοῦ
Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς
ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.
Ὄρος τὸ κατάσκιον ὃ
προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς
ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.
Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ,
ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη
σύμβολα, τῆς οἰκονομίας κομίζεται.
Ναὸς καὶ παλάτιον καὶ
οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νoμικῷ, ἀφιεροῦσαι
σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Τοῦ Ἁγίου. Εἰσακήκοα Κύριε
Οἰκειώθης τῷ Κτίστῃ σου,
θείου μαρτυρίου Θεόφρον πάθεσι, καὶ λαμπροὺς στεφάνους ἔνδοξε, παρ' αὐτοῦ ἐδέξω
ὡς ἀήττητος.
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν,
χάριτος ἱμάτιον νῦν ἐνδέδυσαι, τῆς φθορᾶς καὶ τῆς νεκρώσεως, τοὺς χιτῶνας
Μάρτυς ἐκδυσάμενος.
Μέχρις αἵματος ἔνδοξε, πρὸς
τὴν ἁμαρτίαν ἀγωνισάμενος, νικηφόρος ἀναδέδειξαι, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.
Θεοτοκίον
Ἐπὶ σὲ ὁ σωτήριος, Λόγος
καταβέβηκεν Ἀειπάρθενε, ὥσπερ ὄμβρος καὶ ἐξήρανε, τῆς πολυθεΐας τὰ ὀμβρήματα.
ᾨδὴ ε'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Ἐξέστη τὰ σύμπαντα ἐν τῇ
σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ,
ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.
Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν
ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ
παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.
Τὸ κάλλος Πανάχραντε, τὸ
τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ
πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.
Ὢ τῶν ὑπὲρ ἔννοιαν,
θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς
αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.
Λυχνία πολύφωτος, ὑπάρχουσα
Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς
σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Τοῦ Ἁγίου. Ὀρθρίζοντες βοῶμέν σοι
Τεινόμενος καὶ λόγχῃ
Μερκούριε, ἀνενδότως, τεμνόμενος ἔφερες, θείαις ἐλπίσι νευρούμενος.
Ὁ πέτρᾳ νοητῇ στερεώσας
σου, τὴν καρδίαν, λίθῳ βαρυνόμενος, οὐ παρετράπης Μερκούριε.
Συμμέτοχος παθῶν τοῦ
Δεσπότου σου, χρηματίσας, δόξης ἐκοινώνησας, τούτου καὶ θείας λαμπρότητος.
Θεοτοκίον
Θανάτωσον Παρθένε τὴν ζῶσάν
μου, ἁμαρτίαν, ζωὴν ἡ κυήσασα, τὴν θανατώσασαν θάνατον.
ᾨδὴ ς'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
«Tὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ
θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα
Θεὸν δοξάζοντες».
Ὁ πάντα φέρων τῷ ῥήματι,
εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος,
τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.
Γνωρίσαι θέλων ὁ Κύριος,
τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε,
καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.
Ὡς οἶκος οὖσα τῆς χάριτος,
ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀποῤῥήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ
Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.
Διάδημά σε βασίλειον,
δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν
προῤῥηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Τοῦ Ἁγίου. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον
Ἐνεύρου σε, ὁ ἀΐδιος Λόγος,
δι' αὐτὸν πᾶσαν ἰδέαν βασάνων, Μάρτυς σοφέ, ὑπομένοντα βλέπων, καὶ δι' Ἀγγέλου
θαῤῥεῖν σοι προσέττατε, Μερκούριε καὶ μηδαμῶς, τῶν Τυράννων πτοεῖσθαι τὴν
ἔνστασιν.
Νενέκρωται, ὁ πολύμορφος
ὄφις, καὶ ποσὶ καταπατεῖται ὡραίοις, τοῦ Ἀθλητοῦ, καὶ γενναίου ὁπλίτου·
ἐθελουσίοις ὁρμαῖς γὰρ ἐχώρησε, πρὸς βάσανα πρὸς αἰκισμούς, καὶ πρὸς θάνατον
δόξης ἀνάπλεων.
Ὁλόκληρον, τῷ Δεσπότῃ
προσῆξας, τῆς καρδίας τὴν προαίρεσιν Μάκαρ, καὶ δι' αὐτόν, ὑπομείνας
στρεβλώσεις, ὡς νικητὴς παρ' αὐτοῦ ἐστεφάνωσαι· καὶ τούτῳ νῦν ἐν οὐρανοῖς, μετὰ
πάντων Μαρτύρων παρίστασαι.
Θεοτοκίον
Συνέλαβες, τῇ φωνῇ τοῦ
Ἀγγέλου, τὸν βουλῆς μεγάλης Ἄγγελον Κόρη, καὶ ἐκ τῶν σῶν, παναγίων αἱμάτων,
σεσαρκωμένον πανάμωμε τέτοκας, τὸν δείξαντα πᾶσι ζωῆς, τὰς εἰσόδους δι' ἄφατον
ἔλεος.
Κοντάκιον. Ἦχος πλ. Β΄. Τὴν ὑπὲρ ἡμῶν.
Τοῦ ἀειφανοῦς ἀστέρος τῆς
Ἐκκλησίας, καὶ πυρσοφαοῦς φωστῆρος τῆς οἰκουμένης, ἐν ᾠδαῖς καταστέψωμεν, καὶ
ὕμνοις τὴν μνήμην τὴν πανεύφημον, αὐτοῦ πιστῶς τιμήσωμεν ἀξιοχρέως, πρὸς ὃν
συμφώνως βοήσωμεν· Μερκούριε Ἀθλητά, σῶσον πάντας ἡμᾶς.
Ὁ Οἶκος.
Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος
καὶ φωταυγὴς θεία μνήμη τοῦ στεῤῥοῦ Ἀθλητοῦ Μερκουρίου, Ἐκκλησίας τοῦ θεμελίου,
πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς οὖν
φιλέορτοι δεῦτε συνδράμωμεν τὴν θείαν τούτου ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον
τοῖς ἄσμασι, καταστέψωμεν εὐλογοῦντες, ὑμνοῦντες τὸν Κύριον, τὸν τὴν μνήμην
αὐτοῦ δοξάσαντα τοῖς πέρασιν. Σώζοντα δὲ ἐκ συμφορῶν καὶ θλίψεων παντοίων, τοὺς
μετ’ εὐλαβείας πρὸς τὸν Αὐτοῦ ἐκβοῶντες Ἀθλητήν· Μερκούριε Ἀθλητά, σῶσον πάντας
ἡμᾶς.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Εἰ
καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
Καὶ
νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Οὗτος, ὑπῆρχεν ἐπὶ Δεκίου
καὶ Οὐαλλεριανοῦ τῶν βασιλέων, ἐκ γῆς Ἀνατολῶν, κατειλεγμένος τῇ στρατιᾷ τῶν
Μαρτησίων, Γορδιανοῦ τινός, τὸ γένος Σκύθου, τυγχάνων υἱός. Ἀριστεύσας δέποτε
κατὰ τῶν βαρβάρων, προοφθέντος αὐτῷ Ἀγγέλου, καὶ θάρσος ἐμβάλοντος, τὴν τοῦ
Στρατηλάτου παρὰ τοῦ βασιλέως τάξιν λαμβάνει. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν,
παραστὰς Δεκίῳ, μαχαίραις τὸ σῶμα κατατέμνεται, καὶ ἐπὶ τέσσαρσι πάλοις δεθείς,
καὶ ὑποκάτωθεν ἁπτομένου πυρός, τοῖς ὀχετοῖς τῶν αἱμάτων σβεννυμένου αἰκίζεται.
Καὶ κατὰ κεφαλῆς κρεμᾶται, λίθου βαρέος ἐξαρτηθέντος αὐτοῦ τοῦ τραχήλου. Καὶ
μετὰ τοῦτο φραγγελοῦται τετραφραγγέλῳ χαλκῷ, καὶ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας
ἀχθείς, τὴν κεφαλὴν ἀποτέμνεται. Ἦν δὲ ὁ Μάρτυς, ὅτε τοὺς ἀγῶνας ὑπέστη, ἐτῶν
εἰκοσιπέντε, εὐμεγέθης τὸ σῶμα, τὴν ὄψιν εὐπρεπής, τὴν κόμην ξανθός,
συνεπιπρέποντος αὐτῷ τῇ ὄψει, τοῦ κατὰ τὰς παρειὰς ἐρυθήματος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος
Αἰκατερίνης.
Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Αὗτη ἦν ἐκ πόλεως
Ἀλεξανδρείας, θυγάτηρ Βασιλίσκου τινός, τοὔνομα Κώνστου, πάνυ οὖσα ὡραία, καὶ
τῷ κάλλει ἀμίμητος, ὑπερμεγέθης τῇ ἡλικίᾳ, καὶ τῷ σώματι ἀστεία, ἐτῶν
ὀκτωκαίδεκα. Αὕτη πᾶσαν πᾶιδείαν ἑλληνικὴν καὶ ῥωμαϊκήν, ἄκρως ἐγγυμνασθεῖσα,
Ὁμήρου τε καὶ Βιργιλίου τοῦ Ῥωμαίων μεγίστου ποιητοῦ, Ἀσκληπιοῦ τε καὶ
Ἱπποκράτους καὶ Γαληνοῦ τῶν ἰατρῶν, Ἀριστοτέλους τε καὶ Πλάτωνος, Φιλιστίωνός
τε καὶ Εὐσεβίου τῶν Φιλοσόφων, Ἰαννῆ καὶ Ἰαμβρῆ τῶν μεγάλων μάγων, Διονυσίου
καὶ Συβίλλης, καὶ ὅση ῥητορικὴ ἐφευρέθη τῷ κόσμῳ, οὐμὴν δέ, ἀλλὰ καὶ πᾶσαν
λέξιν γλωσσῶν ,εμαθηκυῖα, εἰς ἔκπληξιν ἔφερεν, οὐ μόνον τοὺς ὁρῶντας αὐτήν,
ἀλλάγε καὶ τοὺς ἀκούοντας περὶ τῆς φήμης καὶ σοφίας καὶ παιδείας αὐτῆς. Διὰ δὲ
τὴν εἰς Χριστὸν ὁμολογίαν, ὑπὸ τοῦ βασιλέως Μαξεντίου, πολλῶν βασάνων πεῖραν
λαβοῦσα, τὴν κεφαλὴν ἀποτέμνεται, καὶ τὸν τοῦ μαρτυρίου στέφανον δέχεται, παρὰ
τοῦ Ἀθλοθέτου Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης
πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Αἱ
πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
Εἰς
πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Τμηθεῖσα
θνητοῦ σύζυγος Βασιλέως,
Ἄφθαρτον
εὗρε νυμφῶνα Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις
στρατιώταις, ξίφει τελειοῦνται.
Σὺν
τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
Πρόθυμος
ἥκεις, οἷά περ Στρατηλάτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ Ἡσυχαστοῦ.
Ἡσύχως
βίου το πέλαγος ἀνύσας,
Πρὸς
ἡσύχιον Πέτρε λιμένα φθάνεις.
Οὗτος, ἐν τῷ Πόντῳ
γεννηθεὶς παρ’ εὐσεβῶν γονέων, ἑπταετίαν πληρώσας σὺν αὐτοῖς, τὸ λοιπὸν τῆς
ζωῆς αὐτοῦ ἐν φιλοσοφίᾳ κατεδαπάνησεν. Ἐν Γαλατίᾳ μὲν γὰρ πρῶτον ἤσκησεν, εἳθ’
οὕτως ἱστορίας ἕνεκα, τὴν Παλαιστίνην κατέλαβεν, ἐκεῖθέν τε πανταχοῦ
προσευχόμενος, κατήχθη εἰς Ἀντιόχειαν. Καὶ κελλίῳ τινὶ καθείρξας προσεῖρχεν
ἑαυτῷ, τῷ Θεῷ ἀεὶ διαλεγόμενος, μηδὲν ἄλλο ἐσθίων, πλὴν ἄρτου σταθμοῦ τινος
ὀλίγου δι’ ἡμερῶν δύω, καὶ ὀλιγοστοῦ ὕδατος. Οὗτος κατὰ δαιμόνων ἔλαβεν
ἐξουσίαν, καὶ γάρ τινα, τοὔνομα Δανιήλ, τοῦ δαίμονος ἐλευθερώσας, τοῦτόν τε
κατηχήσας, ὁμόζηλον, καὶ συνασκητὴν πεποίηκε. Καὶ ὀφθαλμοὺς πεπηρωμένους
ὑγείωσε, καὶ νοσήματα διάφορα ἐθεράπευσε, καὶ πολλὰ τὰ τούτου κατορθώματα, τὰ
μὲν ὡς γραφέντα, τὰ δὲ καὶ ἐξ ἀκοῆς ᾀδόμενα. Οὗτος μέγας καὶ ὑψηλὸς γενόμενος
ἐν τῇ Ἀντιοχέων πόλει, καὶ τῇ ταύτης περιχώρῳ, καὶ ἐννενήκοντα ἐννέα χρόνους
διαρκέσας ἐν τῶ θνητῷ σαρκίῳ τούτῳ, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.
Τέμνουσιν
ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
Μεθ'
ὧν καὶ ἄλλους ἂνδρας ἑπτάκις δέκα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Οὐκ ἐλάτρευσαν τῇ κτίσει
οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς
πέρασιν, ἔαρ εὐφρόσυνον, καταφαιδρῦνoν ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ
χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ
σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν
βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.
Ὁ τοῦ γράμματος, παρέδραμεν
ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ
τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
Ὑποτέτακται, τῷ τόκῳ σου
Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα
γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Τοῦ Ἁγίου. Παῖδες Ἑβραίων ἐν καμίνῳ
Φέγγει τῆς ἄνω φρυκτωρίας,
αὐγαζόμενος γενναῖε Στρατιῶτα, τοὺς ὑμνοῦντάς σε νῦν φωτίζεις μελῳδοῦντας·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὕμνεις τὸν πάντων
εὐεργέτην, πυρακτούμενος τῷ ζήλῳ τούτου Μάκαρ, καὶ πυρὶ αἰσθητῷ, φλεγόμενος καὶ
μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λίθοις προσάγοντες τὸ
σέβας, οἱ τὴν αἴσθησιν λιθώδη κεκτημένοι, λίθῳ Μάρτυς τὸν σόν, βαρύνουσιν
αὐχένα, κραυγάζοντες Μερκούριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Αἵματι αἷμα συγκεράσας, σοῦ
τὸ τίμιον Δεσπότου φιλανθρώπου, κοινωνὸς τῶν αὐτοῦ, ἐδείχθης παθημάτων, ἀναβοῶν
Μερκούριε· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Τάξεις Ἀγγέλων καταπλήττει,
μυστηρίου σου τὸ βάθος Θεοτόκε· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σαρκούμενος ὡράθη· ᾧ
μελωδοῦμεν Πάναγνε, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Τῆς ἑορτῆς. Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον. Ὁ Εἱρμός
«Ἄκουε Κόρη Παρθένε
ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς
ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ
χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ,
προσάγουσα Ἄννα ποτέ, Boῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ,
δοθεῖσαν κἀμoί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων
ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ,
ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ
Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων
βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις Θεοῦ κατέστην ἐγώ,
ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς
ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα
βοῶ· Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη αὐτῇ·
Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα
κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια
τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ,
μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς
Παρθένου ἐκήρυξας. Yποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ
χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς,
ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν
συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν
νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τοῦ Ἁγίου. Ὁ αὐτὸς
Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ
χορὸς ὑπεδέξατο, καθωραϊσμένον, καί φαιδρόν γενόμενον, σεπταῖς ὡραιότησι, τῶν
ὑπερτίμων ἄθλων σου, καὶ τῆς εὐσεβοῦς σου, καὶ σεπτῆς μαρτυρίας, καὶ νῦν βοᾷς
ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὐσεβοφρόνως ἔνδοξε, τὸν
ἀγῶνα διήνυσας, καὶ γενναιοφρόνως, τὸν ἐχθρὸν κατῄσχυνας· καὶ νίκην οὐράνιον,
ὡς νικητὴς ἀράμενος, ταῖς Ἀγγελικαῖς, νῦν συναγάλλῃ χορείαις· μεθ' ὧν βοᾷς
ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τελειωθεὶς πανόλβιε, διὰ
ξίφους Μερκούριε, καὶ ἐπιτυχών, τοῦ προκειμένου τέλους σοι, τὴν γῆν μὲν τοῖς
αἵμασι, τοῖς ἐκχυθεῖσιν ἤρδευσας, τὸ δὲ νικηφόρον, καὶ μακάριον σῶμα,
λευκότερον χιόνος, ἐναπέδειξας ψάλλων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Θεοτοκίον
Ὡς τῆς ἡμῶν ὑπάρχουσαν,
ἀναπλάσεως Ἄχραντε, ἅπαντες αἰτίαν, οἱ πιστοὶ ὑμνοῦμέν σε· Θεὸν γὰρ παναίτιον,
ὑπὲρ αἰτίαν τέτοκας, τὸν τὴν συντριβεῖσαν, τῇ κακίᾳ εἰκόνα, οἰκείᾳ εὐσπλαγχνίᾳ,
ἀναπλάσαντα μόνη, ὑπερευλογημένη, καὶ κεχαριτωμένη.
ᾨδὴ θ'. Τῆς ἑορτῆς. Ἧς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
Μεγαλυνάριον
Ἄγγελοι τὴν Εἴσοδον τῆς
Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμός
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,
ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ
Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή».
Ἄγγελοι τὴν Εἴσοδον τῆς
Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε
ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν·
Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων,
ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς
Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ
θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς
ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς
Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή,
ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον,
Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα
πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς
Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει
Δαυΐδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν
τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν
Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν,
Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον
ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν
Παρθένον, ἐν ὕμνοις μεγαλύνομεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων
τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος,
Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων,
ὑπάρχεις Παρθένε ἁγνή.
Τοῦ Ἁγίου. Ἔφριξε πᾶσα ἀκοή
Ἰχῶρες νῦν μαρτυρικοί,
εὐωδίαν ἀναπέμπουσι χάριτος, καὶ τὰ δυσώδη ἡμῶν, ἀῤῥήτῳ λόγῳ, πάθη διώκουσιν,
ἀναπηγάζει τὰ ὀστᾶ, ἰάσεων νάματα, καὶ καταρδεύει ψυχάς, τῶν ὑμνούντων τὰ αὐτῶν
προτερήματα.
Ὡς μέγαν πύργον τῆς
Χριστοῦ, Ἐκκλησίας ἱερῶς σε γεραίρομεν, ὡς στῦλον ἄσειστον, ὡς τεῖχος Μάρτυς,
ὄντως ἀπόρθητον, ὡς στρατιώτην δυνατόν, Θεοῦ τοῦ Παντάνακτος, ὡς καθαιρέτην
ἐχθρῶν, ὡς φωστῆρα νοητὸν καὶ παγκόσμιον.
Σύνδρομον Ἄγγελον φωτός,
πρὸς τὴν ἄθλησιν θεόφρον κεκλήρωσο· ὅθεν στρεβλούμενος, καὶ ταῖς λαμπάσιν
ὑποκαιόμενος, καὶ συγκοπτόμενος δεινῶς, καὶ ξίφει τεμνόμενος, οὐκ ἐδειλίασας,
Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.
Ἡμέρα πλήρης φωτισμοῦ,
εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι, Μάρτυς
Μερκούριε· ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, καὶ χαλεπῶν πειρασμῶν,
καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Φώτισον πύλη τοῦ φωτός, τὴν
τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ
κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε,
τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ἐξαποστειλάριον . Γυναῖκες ἀκουτίσθητε.
Ἡ Ἐκκλησία Ἅγιε, πανηγυρίζει χαίρουσα, τὴν φωτοφόρον σου μνήμην, ᾀσματικῶς σε τιμῶσα, ὡς Ἀθλητὴν λαμπρότατον, καὶ Μάρτυρα ἀήττητον, Χριστοῦ τοῦ Παντοκράτορος, Ὃν δυσώπει Μερκούριε, διδόναι κόσμῳ εἰρήνην.
Ἕτερον. Τοῦ Ἁγίου. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ στέφος ἐδέξω, Μερκούριε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.
Τῆς ἑορτῆς, ὅμοιον
Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.
Αἶνοι. Τῆς ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Λαμπαδηφόροι παρθένοι τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναὸν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Καὶ τοῦ Ἁγίου, ὅμοια.
Τὸν Ἀθλοφόρον τὸν θεῖον Μάρτυν Μερκούριον, τὸν μιμητὴν τοῦ πάθους, τοῦ Δεσπότου τῶν ὅλων, τὸ μέγα Ἐκκλησίας τῆς τοῦ Θεοῦ, ἀνυμνήσωμεν στήριγμα, ἵνα πρεσβεύει ἀπαύστως δοῦναι ἡμῖν, σωτηρίας τὰ αἰτήματα.
Ἀξίως Μάρτυς ἀθλήσας Χριστοῦ τῷ ἔρωτι, ὀφρὺν τὴν μαινομένην, τῆς ἀπάτης καθεῖλες, Μερκούριε τρισμάκαρ μαρτυρικῇ, καὶ γενναίᾳ ἐνστάσει σου, καὶ τῶν στεφάνων τῆς δόξης ἐν οὐρανοῖς, ἠξιώθης ἀγαλλόμενος.
Δόξα. Ἦχος β΄.
Δεῦτε φίλαθλοι, τῶν Ἀθλητῶν τὸ καύχημα, Μερκούριον τὸν θεῖον ὕμνοις τιμήσωμεν. Οὗτος γὰρ τῇ πυρᾷ παραδοθείς, καὶ στεῤῥῶς ἐγκαρτερήσας, τῆς κεφαλῆς τὴν ἀποτομήν, τῶ Θεῶ τὸ πνεῦμα παρέδωκε, καὶ διαμένον στέφος ἐκληρώσατο, ὅθεν δυσωπεῖ ὁ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, τελοῦντας τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτὸς
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις
Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ἡ
καλλονή, καὶ τῶν Ἀθλοφόρων κλέος ὄντως περιφανές, χαίροις Ἐκκλησίας, τὸ
στήριγμα τὸ μέγα, Μερκούριε προστάτα, τῶν ἀνυμνούντων σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου