Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 24. ΟΣΙΟΣ ΝΙΚΟΔΗΜΟΣ ΒΕΡΡΟΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΣ ΚΔ΄!!
ΝΙΚΟΔΗΜΟΣ ΟΣΙΟΣ ΒΕΡΡΟΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Νικητικὰ στέφη Πάτερ παρὰ Κυρίου λαβών, δέχου καὶ ἐκ πηλίνων, τὴν φαιδρὰν ὑμνῳδίαν, ἐξίσταται γὰρ ἅπας ξένην ζωήν, ἀγωγήν τε ἰσάγγελον, ἐν τῷ σῷ βίῳ Νικόδημε μελετῶν, καὶ ἀγάπην τὴν ὑπέρλογον.

Ἱερωτάτην προκρίνας τῆς χαμαιζήλου ζωήν, φλεχθεὶς τῆς τοῦ Κυρίου, ἀγαπήσεως πόθῳ, ὡς σκύβαλα ἡγήσω τὰ κάτω σοφέ, ἵνα τύχῃς ἐφέσεως, καὶ ὑπερβὰς τὴν συνήθη διαγωγήν, νῦν Ἀγγέλοις συμπαρίστασαι.

Καινοφανής σου ὁ βίος Πάτερ Νικόδημε, σκάνδαλον τοῖς ὁρῶσι, πεζοτρόπως τὰ ἤθη, τοῖς ὅσοι δὲ καθάρσει βιοῦσι φαιδρά, ὑποτύπωσις γίνεται, ἵνα τὰς τρίβους ποιῶνται ἁγνοπρεπῶς, καὶ Χριστῷ εὐαρεστήσωσιν.

Οὐ τὴν συνήθη βαδίσας θεῖε Νικόδημε, δέχῃ καὶ τὰ βραβεῖα, οὐ συνήθη σῶν πόνων· διὸ τὴν παῤῥησίαν ἔχων πολλήν, ὑπερεύχου μακάριε, τῶν γεραιρόντων σου μνήμην θαυμαστικῶς, καὶ ποθούντων τὴν σὴν μίμησιν.

Δόξα. Ἦχος δ΄.
Τὸ τιμαλφέστατον βλάστημα Βεῤῥοίας, καὶ Θεσσαλονίκης εὐωδέστατον ἐγκαλλώπισμα, τὸν πράξει βεβαιώσαντα τὴν κλῆσιν ἑαυτοῦ, τῇ Χάριτι Χριστοῦ, Νικόδημον τιμήσωμεν. Καινοφανῶς γὰρ καὶ ξενοτρόπως βιώσας, πᾶσι γέγονεν ὁδηγὸς θεοφιλοῦς ταπεινώσεως, ὅπως τὸν ἔσω ἄνθρωπον κρυπτῶς ἐν Θεῷ αὐξάνωμεν. Αὐτοῦ ταῖς παρακλήσεσιν, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων το μέγα ἔλεος.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε χαρμονικῶς, τὴν μνήμην Νικοδήμου, τελοῦντες τῷ Δεσπότῃ, προσοίσωμεν τὸν ὕμνον, τῷ τοῦτον θαυμαστώσαντι.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἤνοικται ἡ Ἐδέμ, σοὶ Πάτερ θεοφόρε, εἰ καὶ ἐκτὸς τῆς θύρας, Μονῆς σου τῷ Κυρίῳ, ἁγνοπρεπῶς κεκοίμησαι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μύρων ῥοαῖς Χριστός, ἐδόξασέ σε Πάτερ, ἀντὶ ἀδίκων ψόγων, οἷς ζῶν ἐναπεπλύθης, παρὰ κριτῶν ἀδίκων σου.

Δόξα. Τριαδικόν.
Ὤκιστα ὦ Τριάς, καλεῖς πρὸς Σὲ τοὺς ὅσοι, ἀπάνθισμα, ὁρῶνται, φύσεως ἀνθρωπίνης, ὡς τὸν κλεινὸν Νικόδημον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Παρθένοι τὴν ἁγνήν, προπέμψατε Παρθένον, φαιδρῶς λαμπαδουχοῦσαι, εἰς Ἅγια Ἁγίων, ὡς Νύμφην τοῦ Παντάνακτος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νίκην ἐνίκησας, Πάτερ Νικόδημε, σαρκὸς τὸ φρόνημα, καθυποτάξας σου, καὶ τῇ ἀγάπῃ συγκραθεὶς τῶν ἄνω μόνον ἐπόθεις· ὅθεν σὲ γινώσκοντες, ἀπαθείας ὑπόδειγμα, θῦμα θεοπόθητον μυστικῶς τε βιώσαντα, σὺν πόθῳ ἐκβοῶμεν τρισμάκαρ· χαῖρε Βεῤῥοίας τὸ κλέος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες, ὕμνοις τιμήσωμεν, τὴν μόνην Θεοτόκον, τὴν ἁγνὴν καὶ Παρθένον. Παρθένοι γηθοσύνως, λαμπάσι φαιδραῖς, τὴν Παρθένον καὶ ἄχραντον, ἐν τῷ Ναῷ εἰσαχθεῖσαν τοῦ Ποιητοῦ, γηθοσύνως λιτανεύσατε.

Διανοιγέσθωσαν πύλαι, πιστῶς εἰσδέξασθε, Παρθένοι λαμπαδοῦχοι, εἰς ναὸν ἀφιχθεῖσαν, τὴν ἄχραντον Μητέρα, καὶ πάντων χαράν, τοῦ Θεοῦ ἡμῶν κράζουσαι· Εὐλογημένη ὑπάρχεις ἐν γυναιξί, Θεοτόκε ἀειπάρθενε.

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι. 

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Παίζων Πάτερ ἐνέπαιξας, τὸν τὸ γένος ἐμπαίξαντα, ὄφιν δολιώτατον τῇ σαλότητι, ἥνπερ ἐν γνώσει ἀνείληφας, ὡς δρόμον εὐσύντομον, ὁδηγούντα σε Θεῷ, καὶ καλύπτων τὰ ἄθλα σου, ἅπερ ἔπραττες· ὅθεν μέγα γενόμενος δοχεῖον, ἀπαθείας ἀκροτάτης, τῷ ἀπαθεῖ προσωμίλησας.

Ἐν πελάγει νηξάμενος, τῆς Θεοῦ ἀγαπήσεως, τῷ πλησίον γνήσιον συνεπάθησας· διὸ Χριστὸν ἐκμιμούμενος, ψυχήν σου Νικόδημε, ἑκουσίως καὶ γνωστῶς, ὡς θυσίαν προσήνεγκας, ἵνα τύχωσι, σωτηρίας ψυχαὶ μεμακρυσμέναι, τῆς ζωῆς τῷ ἐρεβώδει, σκότει τυφλώττουσαι Ὅσιε.

Σὺν Χριστῷ μὲν Νικόδημε, σεαυτὸν προσενήνοχας, λογικὸν ὡς σφάγιον δι’ ἀσκήσεως, καὶ γλυκανθεὶς ταῖς ἐλλάμψεσι, φωτὸς Αὐτοῦ ἔγνωκας, ὅτι ἅπαντα οὐδέν, τὰ φθειρόμενα πέφυκεν· ὅθεν Κύριος, ἀνταπέδωκε Πάτερ τὸν μισθόν σοι, ἑκουσίας εὐτελείας, καὶ φιλοψύχου θυσίας σου.

Δόξα. Ἦχος πλ. β΄.
Γένους φθειρομένου περιφάνειαν, ὡς οὐδὲν λογισάμενος, ἠρετίσω μονοτρόπων ἀγωγήν, Πάτερ Νικόδημε· ὅθεν, τὸν σταυρόν σου ἀράμενος, διὰ πασῶν τῶν ἀρετῷ, Θεῷ προσωμίλησας. Μελετῶν δὲ καθ’ ἑκάστην τῆς ταπεινώσεως Αὐτοῦ τὸ μέγεθος, ἐξελέξω σεαυτῷ, τὸν δρόμον τῆς κρυφιομύστου σαλότητος. Καὶ τὴν τῶν ἀδελφῶν σου σωτηρίαν, ὡς ἰδίαν ποθήσας, ὑπὲρ αὐτῶν θαυμαστῶς ὡλοκαυτώθης. Παρὰ Κυρίου δὲ δοξασθεὶς μυροῤῥόα, ἔκχεε ψεκάδας δροσοβόλους, τοῖς τιμῶσί σε πανόλβιε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.






















Λιτή. Ἦχος α΄.
Ἀγάλλεσθε συμφώνως Βέῤῥοια καὶ Θεσσαλονίκη, ἄδουσαι χαρμοσύνως, ἐπὶ μνήμῃ τοῦ μακαρίου Νικοδήμου. Κοινὸν ἔχουσαι τὸν νυμφαγωγὸν ὑμῶν εἰς Χριστόν, τὸν θεοκήρυκα Παῦλον, κοινὴν ἐπλουτήσατε καὶ τὴν πνευματικὴν ἐκ τούτου καρπογονίαν. Μόνῳ τῷ Κυρίῳ ζῶν γὰρ ὁ Ὅσιος, τὰ πάθη κατεδουλώσατο, τῇ ἀκροτάτῃ ἀπαθείᾳ, δι’ ἧς Αὐτῷ ἡνώθη καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Δεῦτε πάντες οἱ φιλόαγνοι, δεῦτε καὶ ἴδετε ἄγγελον ἐν σώματι, ἐν γῇ περιπολεύοντα, καὶ τῇ ἐμπαικτικῇ μωρίᾳ τὸν παμπόνηρον ἐχθρὸν ἀνούστατον δείξαντα. Πολλὰς δὲ ψυχὰς ἐκ τῶν μυλῶν αὐτοῦ ἐκσπάσαντα, καὶ τῇ καθαρτικῇ μετανοίᾳ, τῷ Χριστῷ συνάψαντα, ᾧ καὶ κράζει σφαττόμενος· δι’ ἀγάπην Σου Δέσποτα, δέχου καρποὺς τῶν χειρῶν μου, τὰς ἀποπλυθείσας εἰκόνας σου καὶ τὸ αἷμά μου συνάγαγεν ἐν τῇ Βασιλείᾳ Σου.

Ἦχος γ΄.
Ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ἐκ νεότητος ἐπ’ ὤμων τὸν ζυγὸν τοῦ Κυρίου. Κράτιστον δὲ πέφυκεν, ἡ διὰ τῆς τοιαύτης ἄρσεως πολλῶν ἑτέρων προσγινομένη σωτηρία. Οὕτω γὰρ πολιτευσάμενος ὁ σοφώτατος Νικόδημος, τῇ πεπλασμένῃ ὑποδύσει τῆς ἁμαρτίας, ἐκ βρόχων διαβόλου ἀνήρπασεν ψυχὰς θεοπλάστους. Καὶ τῷ Ὁσίῳ Βιταλίῳ στοιχῶν, διὰ τῆς φαινομένης δουλοπαθείας, τὴν ἀπάθειαν θαυμαστῶς καταπειθὼν ἐνεφύτευεν· ὅθεν ἅπαντες βοήσωμεν· κάθαρον εὐχαῖς σου Ἅγιε, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα. Ἦχος πλ. α΄.
Κρυφιοπράττης Πάτερ Νικόδημε, ἐν αἰσθήσει γεγονώς, μείζονος τῆς εὐκλείας, πρὸς Θεοῦ τετύχηκας, ἔχων γὰρ πρὸ ὀφθαλμῶν σου διηνεκῶς τὸν τῆς ἀγάπης φόβον, ὡς ἄλλοι φιλοῦσι τὰς φθειρομένους ἡδονάς, σὺ τοὺς θείους πόνους τῆς ἀρετῆς προσωκειώθης. Καὶ τὸ παραῤῥιπτεῖσθαι ἐν οἴκῳ Κυρίου προελόμενος, τῇ οἰκονομικῇ ἀδιαφορίᾳ, τὸν πλοῦτον τῆς ψυχῆς σου, ἄσυλον ἐτήρησας· ὅθεν, ἀρέσας τῷ Θεῷ ὑπερφυῶς, νῦν συναγάλλῃ Αὐτῷ, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν τιμώντων σε.








Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε. 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Βεῤῥοίας καρπός, Θεσσαλονίκης τὸ μυρίπνουν ἐντρύφημα, Νικόδημε θεοφόρε, τῆς Φιλοκάλλου Μονῆς, τὸ τερπνὸν καὶ θεῖον ἐγκαλλώπισμα, τοῦ μύρου ὁ μέτοχος, θησαυρὸς ταπεινώσεως, φιλαδελφίας, ὁ ἐργάτης ὁ ἄριστος, καὶ ἀσκήσεως, τῆς κρυπτῆς μύστης ἄριστος· ὅθεν σου τὴν πανίερον, τιμῶντες πανήγυριν, καθικετεύομεν Πάτερ, βίου ἡμᾶς καταξίωσον, Θεῷ εὐαρέστου, καὶ τυχεῖν τῆς ἄνω δόξης, εὐχαῖς ἁγίαις σου.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, νίκην νικήσας κλεινήν, περιφανέστατε καὶ θεῖε Νικόδημε, ἐχθροῦ νοητοῦ καθεῖλες, τὴν ἐπηρμένην ὀφρύν, ὅταν γὰρ ἐκεῖνος ὑπελάμβανεν, παγίσι κατέχειν σε, ἁμαρτίας τρισόλβιε, τότε πανσόφως, σὺ ψυχὰς ἀπεκάθηρας, ἔχων ἔνδοθεν, τὸν Χριστὸν ὑποφήτην σου, Ὃν καὶ ἐν τῷ θανάτῳ σου, μιμούμενος ἔξωθεν, πύλης Μονῆς σου ὁσίως, ψυχὴν Αὐτῷ παραδέδωκας, ᾯ πρέσβευε Πάτερ, καταπέμψαι ὑμνηταῖς σου, τὸ μέγα ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, ὑπομονῆς θησαυρός, καὶ καρτερίας τεῖχος ἄῤῥηκτον Ὅσιε, τῆς θείας ἀγάπης ἄκρος, καὶ ἐντελὴς πληρωτής, τῆς ἁγνείας θεία ὑποτύπωσις, Νικόδημε τίμιε, πάντας ἐκπλήττει ὁ βίος σου, συμμοναστάς σου, ὥσπερ τότε ἐξέπληττε, θεωροῦντάς σου, τὴν παράδοξον ἄσκησιν. Πάτερ ὡς παίζων πέπαιχας, ἐχθρὸν τὸν παμπόνηρον, τῇ ἐπιπλάστῳ μωρίᾳ, οὕτως ἡμᾶς καταξίωσον, παγίδας συντρίβειν, διαβόλου σαῖς πρεσβείαις, ἀειμακάριστε.



Δόξα. Ἦχος πλ. δ΄.
Οὐδὲν ἀγάπης μεῖζον, τῆς πρὸς Θεὸν καὶ πλησίον πέφυκε. Ἧς περ ὁ θεῖος Νικόδημος πλήρης γεγονώς, καὶ κατ’ ἐπίφασιν μωρίαν ἐπαινετὴν ἠσκηκώς, τὸν παλαμναῖον δράκοντα διέδρα λάθρα βιώσας. Διὸ πάντα κατασκυβαλίσας, πέφθακε Χριστῷ, τῷ δωρουμένῳ πληθὺν χαρίτων, τοῖς μιμουμένοις Αὐτοῦ τὸ φιλάνθρωπον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νίκην ἐνίκησας, Πάτερ Νικόδημε, σαρκὸς τὸ φρόνημα, καθυποτάξας σου, καὶ τῇ ἀγάπῃ συγκραθεὶς τῶν ἄνω μόνον ἐπόθεις· ὅθεν σὲ γινώσκοντες, ἀπαθείας ὑπόδειγμα, θῦμα θεοπόθητον μυστικῶς τε βιώσαντα, σὺν πόθῳ ἐκβοῶμεν τρισμάκαρ· χαῖρε Βεῤῥοίας τὸ κλέος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.













ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἡ μνήμη σου φαιδρῶς, συνεκάλεσε πάντας, κηρύττουσα λαμπρῶς, τὴν ἀγάπην ἣν ἔσχες, Νικόδημε Ὅσιε, πρὸς Θεὸν καὶ τὸν πέλας σοι, καὶ πῶς ἔλαθες, τὸν πτερνιστὴν τὸν ἀρχαῖον, ξένοις ἤθεσι, δι’ ὧν Χριστῷ ὡμοιώθης, φιλοῦντι ταπείνωσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὴν β, Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Σοφῶς ἐκ νεότητος τὰ γεηρὰ παριδών, ποθῶν δὲ τὰ μένοντα σταυρὸν Κυρίου λαβών. Αὐτῷ συνεσταύρωσαι, πάσας δὲ ἐξασκήσας, ἀρετὰς θεῖε Πάτερ, στέφανον μαρτυρίου, περιβέβλησαι δόξῃ, εἰς καύχημα ἔνθεον, τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ὁ χορός, συμμοναστῶν σου Ἀθλητά, καθορῶντες τὴν πολλήν, δόξαν ἣν ἔσχες ἐκ Θεοῦ, καὶ τὴν τῶν μύρων ἀένναον χύσιν. Πῶς ἔλεγον σοφῶς, ἐχθρὸν διέλαθες, μωρίᾳ τῇ πλαστῇ, καὶ ἐξενεύρισας, τούτου τὴν δύναμιν Πάτερ τὴν ψυχοφθόρον; Διὸ βοῶντες· δόξαν προσῆγον, τῷ Τρισαγίῳ Θεῷ ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὡς τοῦ Χριστοῦ ἀράμενος πιστῶς, τὸ ἐλαφρὸν φορτίον Πάτερ Νικόδημε, ἀπόλαυε νῦν παρ’ Αὐτοῦ τὸ τῆς ἐργασίας σου δηνάριον. Σὺ μὲν θλίψεις καὶ χλεύην καὶ μυκτηρισμοὺς ἐνταῦθα ὑπήνεγκας, Οὗτος δὲ χαρὰν καὶ ἔπαινον καὶ στέφανον ὑπομονῆς ἐν οὐρανοῖς σοι χαρίζεται. Μὴ ἐπιλάθῃ οὖν καὶ ἡμῶν τῶν τιμώντων σου τὴν μνήμην τρισόλβιε.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Φιλοκαλῶ Νικόδημον, ἀγάπης ξένον θῦμα.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Φωτὸς θείου μέτοχε, Πάτερ Νικόδημε δέομαι, ψυχὴν καὶ διάνοιαν, εὐχαῖς σου φώτισον, ὅπως πόθῳ σοι, φιλοκαλήσω αἶνον, καὶ πᾶσι κηρύξω σου, βίον τὸν ἔκλαμπρον.
Ἰθύνας τὸν βίον σου, τοῖς τοῦ Κυρίου προστάγμασι, καὶ πλοῦτον καὶ γένους τε τὴν περιφάνειαν, καὶ πατρίδος σου, ἠλόγησας θεόφρον, Χριστὸν μόνον ἔχων σου, πόθον καὶ εὕρημα.
Λαμπρὸς οἶκος δέδειξαι, τῇ σῇ ἀσκήσει Νικόδημε, καθάρας τὸ ὄμμα σου, τῇ τῶν δακρύων ῥοῇ, τῇ νηστείᾳ δέ, ζωώσας τὴν ψυχήν σου, εὐχῇ τε ἠνδρείωσας, τὸ θεοπάρεδρον.
Θεοτοκίον.
Ὁ τόκος Σου πάναγνε, τοὺς πεπτωκότος ἠνώρθωσε, καὶ φύσιν ἀνθρώπειον, ὑπερετίμησε, δι’ ἀνέκφραστον, Αὐτοῦ φιλανθρωπίαν, γενόμενος ἄνθρωπος, ὁ φύσει ἄϋλος.

Ὁ β’ Κανών. Ποίημα Πορφυρίου μοναχοῦ.
ᾨδὴ α’. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Σὴν φαιδρὰν ἑορτήν, μέλλοντα νῦν ἐξυμνεῖν, Πάτερ παμμάκαρ καθοδήγησον, ἵνα τοῦ βίου κάλλος μιμούμενος, σὺν σοὶ καὶ σωθήσομαι, θεῖε Νικόδημε.
Ὕμνους Πάτερ σοφέ, ἄρχομαι πλέκειν πρὸς σέ, τὸ τῆς Βεῤῥοίας θεῖον βλάστημα, ἥν περ φυλάττοις ἀπήμαντον, εὐχαῖς ταῖς ἁγίαις σου, μάκαρ Νικόδημε.
Νέος ὤφθης ἀστήρ, τῇ βιοτῇ δὲ σάλος, ἔνδον φυλάττων σου τὸν ἔρωτα, τὸν τοῦ Χριστοῦ ᾯ ἠκολούθησας, ὀπίσω ἁλλόμενος, Πάτερ Νικόδημε.
Θεοτοκίον.
Ἄνθος νέον ἁγνή, εὐωδιάζον ψυχάς, καὶ τοῦ Υἱοῦ Σου δοῦλος γνήσιος, νῦν ἀνυμνεῖται Νικόδημος, σαλὸς θείῳ ἔρωτι, περιφερόμενος.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Καιρὸν θεωρήσας πάντα βίου, εὐπρόσδεκτον Πάτερ πρὸς ζωῆς, τῆς οὐρανίου ὤνησιν, σαὐτὸν Χριστῷ ἐπώλησας, ὑπακοῇ τῇ κρείττονι, καὶ θαυμαστῇ κρυφιότητι.
Ἀκτήμων ὁ πρώην πολυκτήμων, τὴν ξένην κατέλαβες Θεῷ, ἀρεσκεῖν προελόμενος, Νικόδημε μακάριε, εἰ καὶ τὸ σῶμα ἔφερες, ἔσχες ἰσάγγελον βίωσιν.
Λεόντων συνέθλασας τὰς μύλας, εὐτέχνως καὶ πάνυ θαυμαστῶς, τὰς χεῖράς σου πρὸς πόλεμον, τὸν νοητὸν κατέμαθες, αἴρειν καὶ παρατάσσεσθαι, νικητικῶς πρὸς ἀντίπαλον.
Θεοτοκίον.
Ὡς Κόρη ὁ ἄχραντος Υἱός Σου, ἐχθρὸν ἐφενάκισε τῷ σώματι, τοῦτον καταβαλόμενος, ὑπόδειγμα ἐγένετο, τοῖς ὅσοι πρὸς ἀσώματον, μετὰ πηλοῦ ἀντιμάχονται.

Ἕτερος. Δυνάμει τοῦ Σταυροῦ Σου.
Δυνάμει τοῦ Σταυροῦ τοῦ Χριστοῦ, ὅς περ μωρία νενόμισται, μωρὸς τὸν βίον διέλαθες, Πάτερ Νικόδημε.
Ὤ! Πῶς τὰς ἡδονὰς τῆς σαρκός, Πάτερ ἐμφρόνως ἀπενέκρωσας, καὶ χαμαιτύπων γυναίων ἠνώρθωσας, τὰ ἤθη Νικόδημε.
Ἀθροίσθητε Βεῤῥοίας υἱοί, καὶ Νικοδήμου τῷ βίῳ τρυφήσατε, καὶ συνετίσθητι, τοῖς θείοις παλαίσμασιν, ἁγνείαν μιμούμενοι, καὶ τὴν ταπείνωσιν.
Θεοτοκίον.
Νεάζω ἡλικία ἁγνή, δός μοι ἁγνείαν καρτερίαν καὶ σύνεσιν, ἵνα παθῶν γαληνεύουσα κύματα, εἰς ὅρμον εἰσάξῃς με, καὶ λιμένα εὔδιον.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἔχει Βέῤῥοια, καύχημα μέγα, τὴν σὴν γέννησιν, Πάτερ θεόφρον, Θεσσαλονίκη δὲ αὐχοῦσα προβάλλεται, τοὺς σοὺς ἀγῶνας καὶ τὸ τέλος πανόσιε, ἡ Ἐκκλησία τε τοῦ μύρου τὰ θαύματα, νίκη πέφυκας, Νικόδημε κατ’ ἀλάστορος, χαρὰ δὲ τῶν τιμώντων τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἔχει Δέσποινα, ἡ Ἐκκλησία, τὸν μυρίανδρον, δῆμον Ἁγίων, ὥσπερ καρπὸν τῆς Σῆς λοχείας ὑπέρτιμον, ἡ δὲ ψυχή μου θαυμαστὴν ἀγαλλίασιν, καὶ εὐτονίας φιλοθέου παράκλησιν, ὅτι κέκτηται, μεσίτας πρὸς τὸν Φιλάνθρωπον, σὺν Σοὶ ὅσους ἐπέγνωκε χάριτι.


ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Νεαζούσας τὰς δυνάμεις τῆς ψυχῆς ἀπεδείκνυες, ταῖς πρὸς τὸν Δεσπότην, θείαις καὶ ἀπαύστοις δεήσεσι, καὶ εὐπετῶς καθ’ ἑκάστην καθικνούμενος, τῇ συντόνῳ τε, καὶ φιλοθέῳ μελέτῃ σου.
Ἱερὰν ὥσπερ εἰκόνα τοῦ Χριστοῦ διεφύλαξας, Πάτερ τὴν ψυχήν σου, λάμπουσαν τοῖς θείοις χαρίσματι, καὶ ἀλωβήτως τηρήσας τὸ ἀξίωμα, καθ’ ὁμοίωσιν, τοῦ σοῦ Δεσπότου ἐβάδισας.
Κλίσει Πάτερ τῶν γονάτων προσωμίλεις τῷ κτίσαντι, καὶ τοῖς κρεμαστῆρσι, σμῆνος χαρισμάτων ἐτρύγησας, ἅπερ ὡς σίμβλῳ κρυφίως ἐταμίευες, τῇ καρδίᾳ σου, ἐν ᾗ Θεὸν κατεβίβαζες.
Θεοτοκίον.
Οὐδενὶ καθάπερ ἄλλῳ ἱλεοῦται πανάμωμε, ὥσπερ ταπεινώσει, ὁ ταπεινωθεὶς ἄκρα Κύριος· διὸ καὶ πλοῦτον δωρεῖται τὸν τοῦ πνεύματος, τοῖς ταπεινώσιν, ἐν συναισθήσει κατέχουσι.

Ἕτερος. Τὴν θείαν ἐννοήσας σου κένωσιν.
Ἰχῶρες τοῦ σοῦ σκήνους τρισόλβιε, εἰς μύρου οὐσίαν μετημείφθησαν, τοῦ δοῦναι γνῶσιν τῷ λαῷ τοῦ Θεοῦ, ὅτι Πνεύματος, ὤφθης θεῖον σκήνωμα.
Κυκλοῦμεν θυμηδίας πολλῆς, τὴν σὴν εἰκόνα πληρούμενοι, καὶ ταύτην κατασπαζόμεθα, εἰς σωτηρίαν Νικόδημε, καὶ παθῶν ἀπολύτρωσιν.
Ὁ ἔρως τῆς ψυχῆς σου σοφέ, κῆπον κατέστησεν, ἐσφραγισμένον τὴν καρδίαν σου, ἕως θανάτου ὅτι νῦν, εὐωδίας πληροῖς τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Διάσωσον Παρθένε ἁγνή, ὡς παῤῥησίαν κεκτημένη τοὺς δούλους Σου, τοῦ σῶσαι γὰρ τὸν λαὸν Αὐτοῦ, ὁ Κύριος ἐν Σοὶ κατεσκήνωσεν.
















ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Δαιμόνων τὰ ἔνεδρα, σοφῶς Πάτερ διέφυγες, χλεύῃ καὶ ὀνείρῳ παρεικάσας, φλοίσβῳ θαλάσσης πάντα τὰ πρόσκαιρα, ζωὴν καὶ πνοήν σου ἀτεχνῶς, τοῦτο λογιζόμενος, ἀρετὴν ἀποκτήσασθαι.
Ἡ χάρις τοῦ Πνεύματος, σαφῶς Πάτερ ὡδήγει σε, ἀπὸ ἀναβάσεως εἰς δόξαν, αὕτη σε αὖθις, καθυπηγόρευσε, δοῦναι σεαυτὸν ὑποταγῇ, κοινοβίου ἅψασθαι, στεῤῥοτέρας ἀθλήσεως.
Μωράνας ἐμώρανας, ἐν Φιλοκάλλους Ὅσιε, τὸν ἐφευρέτην τῆς πονηρίας, ἐν ταῖς σοφαῖς σου καὶ φαινομένας μωραῖς, πράξεσι Νικόδημε διό, πάντοθεν πλυνόμενος, μώμους Πάτερ ὑπέμεινας.
Θεοτοκίον.
Ὁ Κτίστης Μητρόθεε, σάρκα λαβὼν ὑπέδειξε, τρόπους ἡμῖν πλείστους σωτηρίας, οὓς περαιῶσαι, ἔστιν ἀδύνατον, ἄνευθεν πολλῆς ὑπομονῆς, καὶ ἐγκαρτερήσεως, ἃς εὐχαῖς Σου μοὶ δώρησαι.

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι.
Ἡ θήκη τῶν λειψάνων σου, θαυματόβρυτος γέγονε, καὶ ὁ ναός σου ἰατρεῖον ἀμισθον, τοῖς προσιοῦσί σοι.
Μαρτύρων ἰσοστάσιος Ὅσιε, ξίφει σφαγείς, τῷ Χριστῷ ἀναδέδειξαι, παρ’ Οὗ καὶ μύρῳ τετίμησαι.
Ὤ! Πόσης ἀγνωσίας ἐπλήσθησαν, συμμονασταί, μὴ εἰδότες σου πάγκαλε, ἠθῶν τὴν καθαρότητα.
Θεοτοκίον.
Σαλὸς ὁμοῦ καὶ Μάρτυς καὶ Ὅσιος, Σὸς ἐραστής, ὀπίσω γὰρ τοῦ κάλλους Σου, Παρθένε προσέδραμες.


















ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Νοΐ Χριστῷ συγγινόμενος, καρδίαν σου τηρῶν παναμόλυντον, Πάτερ διέτριβες, πόρναις ποθῶν ἀπαλλάξασθαι, μιάσματος καὶ δίκης, ταύτας φιλόψυχε.
Ἀδάμας κόπτων προσκόμματα, ἐχθροῦ ἐφάνης Πάτερ Νικόδημε, ἔξω βαλλόμενος, τῆς σῆς Μονῆς ὥσπερ ἄσωτος, ἀῤῥύπωτον φυλάττων, τὴν πολιτείαν σου.
Γνησίως Πάτερ ἐφίλησας, τὸν βίου Βιταλίου τοῦ σώφρονος, ᾧ καθωμοίωσαι, καὶ καθ’ ἑκάστην ἐξήγαγες, ψυχὰς ἐξ ἀπωλείας, ὦ θαῦμα μέγιστον.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Θεόνυμφε, τὸν βίον μου ἁγνῶς περαιώσασθαι, εὐχαῖς Σου δώρησαι, καὶ μισοάγνου τὰ σκάνδαλα, τεθῆναι ἐκποδῶν μου, ὥσπερ ἀθύρματα.

Ἕτερος. Μαινομένην κλύδωνι.
Ἅπαν γένος πάντιμε, Βεῤῥοιέων νῦν σε προσκυνεῖ, Θεσσαλονίκης ὁμοῦ τε πόλις καὶ λαός, κραυγάζοντες Ὅσιε· τὰ σὰ μύρα ἔκχεον ἡμῖν, πάθη διώκοντα.
Λέλυται Νικόδημε, τῆς σαρκός σου ἡ ἁγνὴ ψυχή, σκηνοῦσα ὡς περιστερά, πλησίον τοῦ Κτίστου σου, τῷ φωτὶ τερπομένη τῆς θεώσεως.
Ὡραϊζομένου σου, Φιλοκάλλους θεῖε φοιτητά, ἀσκητικαῖς ἀγωγαῖς θαυμασταῖς, τὸ σκῆνος τὸ τίμιον, πηγὴν χάριτος ἀνέδειξας.
Θεοτοκίον.
Μετέχει Θεομῆτορ, καὶ μεταδίδωσι, θεῖον ἀληθῶς χρῆμα ὁ Νικόδημος, τοῦ Υἱοῦ Σου τὴν δόξαν τὴν ὑπέρκαλλον, καὶ τὴν ὑπὲρ ἔννοιαν.
















Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν τῆς Βεῤῥοίας θεῖον γόνον καὶ πολύτιμον, Θεσσαλονίκης δὲ θησαύρισμα ὑπέρλαμπρον, μυροβλύτην τε τρισμέγιστον Φιλοκάλλους, ἐγκωμίοις καταστέψωμεν καὶ ᾄσμασιν, ἐντρυφῶντες τοῖς τοῦ βίου κατορθώμασι, πόθῳ κράζοντες· Χαῖρε Πάτερ Νικόδημε.
Ὁ Οἶκος.
Ἄφθορον ἀγαπήσας πολιτείαν τρισμάκαρ, Ἀγγέλων περιβέβλησαι σχῆμα. Καὶ μωρίαν πλαστὴν ἐκλεξάμενος Νικόδημε, ὡς τρόπον ζωῆς καὶ κρυφιότητος, Θεῷ εἰς ἄκρον εὐηρέστησας· διό σοι προσφωνοῦμεν οὕτω·
Χαῖρε, Βεῤῥοίας κάλλιστον γέννημα·
χαῖρε, Θεσσαλονίκης τερπνότατον καύχημα.
Χαῖρε, Μονῆς Φιλοκάλλους ὑπήκοος·
χαῖρε, γυναίων αἰσχρῶν ῥύστης φιλάνθρωπος.
Χαῖρε, ὁ τὴν μωρίαν τοῦ Σταυροῦ ἀγαπήσας·
χαῖρε, ὁ τὴν εἰκόνα τοῦ Θεοῦ ὑπερτιμήσας.
Χαῖρε, Μυροβλύτου Δημητρίου ὁμότιμε·
χαῖρε, Βιταλίου παλαιοῦ μιμητὰ τιμιώτατε.
Χαῖρε, ψυχὰς ἐζοφωμένας ἀπομελανώσας·
χαῖρε, ὁ τὴν ἐσχάτην ταπείνωσιν θεοφιλῶς βιώσας.
Χαῖρε, θαυμάτων ὑπερφυῶν ἐργαστήριον·
χαῖρε, τῶν προσιόντων σοι χαρμόσυνον ἱλαστήριον.
Χαῖρε, Πάτερ Νικόδημε.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νικόδημος ο ἐκ Βεῤῥοίας, ξίφει τελειοῦται.
Λαθὼν βιώσας ψυχοπύκτα τὸ πρώην.
νῦν ἐμφανῶς δέχου ἐκ Χριστοῦ σου τὰ στέφη.
Οὗτος, πατρίδα ἔσχε τὴν κατὰ Μακεδονίαν Βέῤῥοιαν, ἀκμάσας ἐν τοῖς χρόνοις τοῦ αὐτοκράτορος Ἀνδρονίκου Β’ τοῦ Παλαιολόγου. Γένους δὲ τυχὼν πλουσίου τε καὶ ἀρχοντικοῦ καὶ παιδείας εὐμοιρήσας οὐ τῆς τυχούσης, πάντα ἀποταξάμενος δι’ ἀγάπην Χριστοῦ, ἐκάρη μοναχός. Τόπους πολλοὺς διαμείψας, ὡς φιλήσας ὑπὲρ πᾶσαν ἄλλην ἐργασίαν ἀρετῆς τὸ ἀφιλόδοξόν τε καὶ ἀκενόδοξον καὶ κρύπτειν τὰ ἀσκητικὰ αὐτοῦ παλαίσματα, καταλαμβάνει τὴν κλεινὴν Θεσσαλονίκην. Ἐνταῦθα ὑποτάσσεται εἰς τὴν Μονὴν τοῦ Σωτῆρος Χριστοῦ, τὴν ἐπιλεγομένην τοῦ Φιλοκάλλους, ἔνθα πᾶσαν σπουδὴν ἀρετὴν ἐπιδεικνὺς ἐθαυμάζετο παρὰ τῶν συμμοναστῶν. Φεύγων δὲ τὸν ἐκ τῆς κενοδοξίας ψυχοφθόρον ἔπαινον, προσεποιεῖτο πλαστὴν μωρίαν καὶ συνδιατρίβων πόρναις γυναιξί, κατέπειθε ταύτας, ὡς ὁ παλαιὸς Ὅσιος Βιτάλιος, ἀπέχειν τῆς μυσαρᾶς ἐργασίας τῆς ἁμαρτίας καὶ διὰ τῆς μετανοίας ἀκολουθεῖν τὴν ὁδὸν τοῦ ἁγιασμοῦ. Τὴν τοιαύτην διαγωγὴν μὴ κατανοοῦντες οἱ συμμονασταὶ αὐτοῦ κατέπλυνον τοῦτον σκώμμασι καὶ ὕβρεσι πολλαῖς. Φιλόπορνοι δὲ καὶ συμπεπλεγμένοι ταῖς ἡδοναῖς τῆς σαρκὸς ἄνδρες, ἢ μᾶλλον εἰπεῖν ἀνδράποδα, μαχαίρᾳ τὸν Ὅσιον κατέσφαξαν, οἰόμενοι τοῦτον ὁμοιοπράττην καὶ ἀντίζηλον αὐτῶν. Ἀτίμου ταφῆς δὲ τυχὼν ὡς ἐκ τούτου ὁ Νικόδημος, μετὰ καιρὸν έδοξάσθη παρὰ Θεοῦ τῇ ἐκβλύσει ἀπὸ τοῦ τάφου ἀκενώτου μύρου· διὸ καὶ ἀνακομισθέντος, μετηνέχθη εἰς τὴν ἱερὰν αὐτοῦ μετάνοιαν, ἔνθα ἰατρεῖον ἐδείχθη πολλοῖς, ψυχῶν τε καὶ σωμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, ἐπισκόπου Ῥώμης.
Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,
πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.
Οὗτος, Ῥωμαῖος ἦν τὸ γένος, ἐκ βασιλικοῦ καταγόμενος γένους, Φαύστου καὶ Ματθιδίας υἱός, πᾶσαν παιδείαν τῆς ἑλληνικῆς γνώσεως μετελθών. Ἐκ ναυαγίου δέ ποτε διασωθεὶς παραδόξως, καὶ τῷ Κορυφαίῳ τῶν Ἀποστόλων Πέτρῳ περιτυχών, τὴν κατὰ Χριστὸν ἀληθῆ πίστιν ἐκπαιδεύεται παρ’ αὐτοῦ. Κήρυξ δὲ τοῦ Ευαγγελίου γεγονώς, καὶ τὰς τῶν Ἀποστόλων διατάξεις συγγραψάμενος, κατέστη καὶ Ῥώμης ἐπίσκοπος. Ἀλλὰ παρὰ Δομετιανοῦ κρατηθείς, τιμωρεῖται. Καὶ μὴ πειθόμενος τοῖς αὐτοῦ προστάγμασιν, ἐν ἐρήμῳ πόλει, παρακειμένῃ τῇ Χερσῶνι ἐξορίζεται. Ἐκεῖθέν τε πάλιν, δεθεὶς πρὸς τὸν αὐχένα αὐτοῦ ἄγκυραν σιδηρᾶν, ῥίπτεται ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ οὕτως τελειοῦται.
Ἔκτοτε γάρ, ὑποχωροῦντος τοῦ ὕδατος μίλια τρία, καθ’ ἕκαστον ἐνιαυτόν, ἐν τῇ τοῦ Ἁγίου μνήμῃ, καὶ ὑποδεχομένου διὰ ξηρᾶς τοὺς έκεῖσε φοιτῶντας ἐπὶ ἡμέρας ἑπτά, μεγάλη ἦν τοῖς ἠλπικόσιν ἐπὶ Κύριον εὐφροσύνη. Καί ποτε τῆς θαλάσσης ὑποχωρησάσης, καὶ τοῦ λαοῦ εἰσεληλυθότος, ἔτυχε παῖδα ἐκεῖσε καταλειφθῆναι σμικρώτατον, κατὰ λήθην τῶν γονέων αὐτοῦ· οἵ τινες αὐτό, οἷα εἰκός, ἀποκλαυσάμενοι, καὶ θρήνους καὶ ὀλοφυρμοὺς εἰς ἅπασαν τὴν πόλιν κινήσαντες, εἰς τὸν μετέπειτα ἐνιαυτόν, πάλιν τοῦ κύματος ἀνακεχωρηκότος, προσελθόντες, εὗρον τὸ παιδίον ὑγιές, καὶ τῇ τοῦ Ἁγίου λάρνακι παρακαθήμενον. Ὅπερ διερωτήσαντες, ἔμαθον παρὰ τοῦ κειμένου ἐκεῖσε Ἁγίου διατρέφεσθαί τε, καὶ ἐκ τῆς τῶν ἁγίων αὐτοῦ πρεσβειῶν χάριτος, τῶν ἐναλίων τῆς βλάβης περιφυλάττεσθαι. Καὶ τοῦτο ἀναλαβόμενοι, καὶ τῷ Ἁγίῳ τὰ εἰκότα εὐχαριστήσαντες, οἴκαδε ἀνεχώρησαν, δοξάζοντες τὸν Θεόν.
                                                      
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,
ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.
Οὗτος ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, διδάσκαλος τῆ εὐσεβείας καὶ τῶν ὀρθῶν δογμάτων ὑφηγητής. Ὃς ἐν τῷ μέλλειν τὴν κεφαλὴν τέμνεσθαι, διὰ τὸ προστάξαι τοῦτο τὸν βασιλέα, μαθόντα τὰ κατ’ αὐτόν, προσκειμένου τοῦ Ἀρείου, καὶ τὴν συγχώρησιν ἐξαιτοῦντος καὶ τοῦ λαοῦ παντὸς δυσωποῦντος, ἄκαμπτος ὤν, οὐκ ἔνειμεν αὐτῷ συγγνώμην, ἀλλ’ ἀπεπέμψατο, ἐπαρασάμενος αὐτόν, εἶναι κεχωρισμένον καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι τῆς δόξης τοῦ Χριστοῦ. Ἔφη γὰρ τὸν Κύριον ὄναρ ἰδεῖν ἐν σχήματι παιδίου νεογνοῦ, ὑπὲρ τὸν ἥλιον ἀστράπτοντα, περικείμενο  χιτῶνα διεῤῤηγμένον ἀπὸ κεφαλῆς ἄχρι ποδῶν· παρ’ οὗ μαθεῖν, ὅτι Ἄρειος ἦν ὁ διαῤῥήξας αὐτόν· ἐν συμβόλῳ δηλοῦντος τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ κατὰ τὸ ὁμοούσιον διαίρεσιν, καὶ τὰ λοιπὰ τοῦ ἀσεβοῦς δόγματα, καὶ βλάσφημα ῥήματα. Οὗτος οὖν ὁ ἐν Ἁγίοις ἐτελειώθη κατὰ τὴν τοῦ βασιλέως πρόσταξιν, τὴν κάραν ἀποτμηθείς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἑρμογένους ἐπισκόπου Ἀκραγαντίνων
Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους,
κατῄσχυνας φρύαγμα δαιμόνων γένους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάλχου
Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,
ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Καρίωνος
Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,
ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Φιλούμενος καὶ Χριστόφορος, ξίφει τελειοῦνται.
Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον,
αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐγένιος, ἐν ὀπῇ τείχους βληθείς, τῆς εἰσόδου πηλῷ ἐμφραγείσης, τελειοῦται.
Μάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις·
Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Προκόπιος καὶ Χριστόφορος, ξίφει τελειοῦνται ἐν ἔτει 274 μ.Χ.
Ὁ Προκόπιος «Ὡς ἐγὼ Χριστοφόρε,
θοῦ καὶ σύ, φησίν, εἰς τομὴν τὸν αὐχένα».

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος, ἐν Κορίνθῳ,ἐν ἔτει 360 τελειοῦται.
Ἤθλησεν Ἀλέξανδρος εὐσεβοφρόνως,
σαφῶς παριστῶν, πῶς φιλεῖν Xριστὸν πρέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδριανοῦ καὶ Μαγιστριανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ ἐν Χρυσῇ Πέτρᾳ.
Ἐξ Ἀσίας φὺς Γρηγόριε πατρίδος,
ταῖς ἀρεταῖς ἔλαμψας ἡλίου δίκην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσόγονου.
Ὁ Xρυσόγονος ἐμφανῶς χρυσοῦς γόνος,
Θεοῦ Πατρὸς πέφηνε τμηθεὶς ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ Τριγλινοῦ
Προσχὼν ὁ Mάρκος ἀκλινῶς Θεῷ Λόγῳ,
τρανῶς μεταστὰς καὶ συνὼν αὐτὸν βλέπει.





Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος, ὁ ἐν Ἀντιοχείᾳ, ξίφει τελειοῦται.
Δῶρον Θεοῦ τέμνουσι Μάκαρ σε ξίφει,
δῶρον Θεῷ φέροντα αἷμα τραχήλου
Οὗτος, κρατηθεὶς ἐπὶ Ἰουλιανοῦ τοῦ ἀποστάτου, παρὰ Σαλλουστίου τοῦ ἐπάρχου, ἡρπάγη ἀπὸ τῆς ἀγορᾶς, διὰ τὸ ἀκοῦσαι τὸν Ἰουλιανὸν ὅτι, καθ’ ὃν καιρὸν ἡ μετάθεσις τῶν ἐν τῇ Δάφνῃ ἀποκειμένων λειψάνων τῶν Ἁγίων Μαρτύρων Βαβύλα τε καὶ τῶν σὺν αὐτῷ, κατὰ πρόσταξιν τοῦ ἀσεβοῦς τούτου Ἰουλιανοῦ ἐγεγόνει, ᾀδομένων δαυϊτικῶν ὕμνων παρὰ τῶν ἐκφορούντων Χριστιανῶν τὰ τίμια λείψανα, ἐπιφθεγγομένων καθ’ ἕνα στίχον τό· Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, εἷς ἦν ἐξ αὐτῶν καὶ ὁ Μάρτυς Θεόδωρος. Διὸ καὶ ἐπὶ ξύλου κρεμασθείς, βουνεύροις τὰ νῶτα κατεξάνθη, καὶ ὄνυξι τὰς πλευρὰς διωρύχθη, καὶ σιδηροῖς δεσμοῖς ἐναποληφθείς, τῇ εἱρκτῇ παρεδόθη. Τῇ ἕωθεν δὲ ὁ Ἰουλιανὸς ἀναδιδαχθεὶς παρὰ τοῦ ἐπάρχου τὴν τοῦ νέου καρτερίαν, καὶ ὅτι τῶν πασχόντων Χριστιανῶν διὰ τὸν Χριστὸν μέχρι τέλους, εἰς ἧτταν μὲν τῶν διωκτῶν λογίζεσθαι, εἰς εὔκλειαν δὲ καὶ χαρὰν τοῖς διωκομένοις, πεισθεὶς ὁ θεομισής, ἐκέλευσε τὸν Ἅγιον τῆς εἱρκτῆς ἀφεθῆναι. Οὗτος, ἐρομένων τινῶν εἴπερ ᾔσθετο ὀδύνας, τὰς πικρὰς ἐκείνας ὑπομείνας βασάνους. Τὴν μὲν ἀρχήν, ἔφη, ὀλίγης ἀλγηδόνος αἰσθάνεσθαι· εἶτα ἐπιφανῆναι αὐτῷ τινα, ὀθόνη ἁπαλῇ τε καὶ ψυχρᾷ τοῦ προσώπου ἐκματτόμενον τὸν ἱδρῶτα, καὶ παρεγγυώμενον θαῤεῖν. Διάτοι τοῦτο καὶ τῶν δημίων παυσαμένων, οὐχ ἠσθῆναι, ἀλλὰ λυπηθῆναι, ἔφη· συναποστῆναι γὰρ ἔλεγε καὶ τὸν τὴν ψυχαγωγίαν αὐτῷ ἐμποιοῦντα. Τοιαῦτα δεδρακὼς ὁ παράνομος Ἰουλιανός, αὐτὸς μὲν πικρῷ καὶ ἐπονειδίστῳ θανάτῳ τὸν βίον ὑπεξῆλθεν, ἐν τῇ χώρᾳ τῶν Περσῶν. Ὁ δὲ Ἅγιος Θεόδωρος ἐν Κυρίῳ ἀγάλλεται ἀναπαυσάμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ ἐν Σμολένσκῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ νηστευτοῦ τῆς Λαύρας τῶν Σπηλαίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

















ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Πορευόμενος ὁδοὺς τὰς τοῦ Κυρίου σου ἐν κρυφιότητι, γυναίοις ἁμαρτωλοῖς, ὡς ἄλλος ἁγνότατος καὶ καθαρὸς Ἰωσήφ, σῖτον ἄφθαρτον, καὶ ἀληθῆ διένειμες, Ἰησοῦν τὸν ζωοδότην.
Φιλάνθρωπος ἀριστερά σου Ὅσιε οὐκ ἐπεγίνωσκε, τῆς δεξιᾶς ἀρετῆς, ποθοῦντος ἐργάζεσθαι τὰς τοῦ Θεοῦ, Ὃς ἠξίωσε, μαρτυρικῆς Νικόδημε, τελειώσεώς σε ξίφει.
Συμπεπόρευσαι ἐργάταις ταπεινώσεως κριτὴς ἀμείλικτος, κατὰ σαὐτοῦ γεγονώς· διὸ καὶ ἀπήτησας, ταφῆναι Ὅσιε, ὥσπερ ἔκτρωμα, μακρὰν τῆς μετανοίας σου, ὁ δοξάσας εἶτα ταύτην.
Θεοτοκίον.
Ξένον ἄκουσμα Παρθένε παμμακάριστε ὅσοι πελάζουσι, Θεῷ διὰ τῆς κρυπτῆς, ἀσκήσεως ἔχουσιν, ἐν ταῖς καρδίαις αὐτῶν, μακρὰν ἵστασθαι, Αὐτοῦ καὶ πόνους τίθενται, πρὸς τοὺς πρώτους αὐτῶν πόνους.

Ἕτερος. Εὐλογητὸς εἶ ὁ Θεός.
Ἐπιστομίζεις αὐχοῦντος τὸ θράσος, καὶ συνετίζεις αὐτοῦ ἀλογίαν, ὦ κραταιότατε, Πάτερ Νικόδημε.
Λευχειμονῶν παρθενίας χιτῶνι, ὡς ἐν παστάδι νυμφικῶς ἐπαγάλλῃ, Ὁσίων κλέος, Πάτερ Νικόδημε.
Ἡ Φιλοθέου γραφὴ ἀπεκάλυψε, νῦν θησαυρὸν τοῦ σοῦ βίου παλαίσματα, θεοφιλίας ὑποτύπωσιν, Πάτερ Νικόδημε.
Θεοτοκίον.
Ἀγαλλομένῳ ποδὶ Θεονύμφευτε, χορεύω χαίρων καὶ εὐφραινόμενος, ὡς δοῦλος Σός, ἔχων πρεσβείαν Σου ἄμαχον.


















ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἔτυχες τῆς ἄνω κληρουχίας, Νικόδημε ξίφει ὡς ὁ δίκαιος, Ἄβελ καὶ ὡς ἄτιμος, ἔξω ἐναπέῤῥιψαι, τῆς σῆς Μονῆς τρισόλβιε, φθόνῳ τοῦ ὄφεως, ὁ Κύριος, ἐτίμησεν ὅμως, εὐωδίᾳ θείᾳ, καὶ μύρων σε ἐκπνεύσει.
Νίκη κατὰ φύσεως ἐφάνης, καὶ νόμων φθορᾶς εἰς πεῖσμα δαίμονος, μείνας Πάτερ ἔνσωμος, σῷος καὶ μυρίπνοος, πηγάζων ῥεῖθρα ἄφθονα, θαυμάτων ἅπασι, τοῖς πίστει τε, καὶ πόθῳ τιμῶσι, τὸ σεπτόν σου σκῆνος, εἰς δόξαν Θεοῦ ζῶντος.
Ὅσα τῇ κοιμήσει ἑκουσίως, οὐκ εἴληφας Πάτερ ἀκενόδοξε, νῦν Χριστὸς παρέσχε σοι, θεῖον ὡς ἀντίδωρον, κελεύσει ἀρχιποίμενος, Θεσσαλονίκης κλεινῆς, χερσίν, ἀγαλλομέναις σὸν σκῆνος, ἐνεγκόντος ἔνθα, ἐνέπαιξας τὸν ὄφιν.
Θεοτοκίον.
Νέος οὗτος Κόρη μυροβλύτης, Παρθένε Νικόδημος δεδώρηται, θεία τις βεβαίωσις, ὅτι ὅσοι ἄφθορον, ναὸν αὐτῶν τοῦ σώματος, ἐξαγιάζουσι, μεθέξουσι, τοῦ Μύρου τοῦ θείου, τοῦ Χριστοῦ Κυρία, εἰς πάντας τοὺς αἰῶνας.

Ἔτερος. Σοὶ τῷ παντουργῷ.
Ὑπομείνας σύ, σκώμματα καὶ ὀνείδη, καὶ λοιδορίας καὶ γέγονας, ἀληθῶς ἔσοπτρον καθαρὸν κατὰ Παῦλον· ὅθεν ἐν σοὶ χαίρει, ἡ Ἐκκλησία πᾶσα.
Χαῖρε εὐωδέστατε καὶ εὐανθέστατε κῆπε, παντοίας ἀρετῆς σύγκρασις, Ὁσίων καύχημα, πλήρωμα γὰρ πάσης ἀγάπης, πρὸς τὸν πέλας, Πνεύματός τε θείου, Νικόδημε δοχεῖον.
Ὡς περιστερά, καθαρωτάτη Πάτερ, ἀκέραιος ἔμεινας οὐ μὴν καὶ φρόνιμος, ἀλλ’ ὁ πονηρὸς μὴ φέρων σου τὸ κάλλος, πονηρᾷ σφαγῇ σε, ἐπτέρνισε προσκαίρως.
Θεοτοκίον.
Νεῦσον πρὸς ἡμᾶς, Παρθενομῆτορ Κόρη, παθῶν τὴν σκοτόμαιναν, αὐγαῖς Σου λύουσα, ἵνα βοῶμεν ἀκαταπαύστοις ὕμνοις, καὶ ὑπερυψοῦμεν, τὸν ἄχραντόν Σου Τόκον.











ᾨδὴ θ’. Ἅπας γηγενής.
Θρόνον ἐπὶ γῆς, Νικόδημε ἔσχηκας, πάνυ λαμπρὸν ὁ πτωχός, Βασιλεὺς ἀοίδιμος, πολλῷ χρυσίῳ ναὸν ἐδείματο, καὶ ἐν αὐτῷ κατέθετο, τὸ θεῖον σκῆνός σου, ἔνθα Πάτερ, πηγή τις ἀκένωτος καὶ θαυμάτων κρουνὸς ἀναδέδεικται.
Ὕοις ὀχετούς, χαρίτων Νικόδημε, ταῖς ἱκεσίαις σου, ὥσπερ τὸν παράλυτον, ἐγείρας Πάτερ, οὕτω με στήριξον, καὶ τὸν ἐκμυκτηρίσαντα σὴν ἁγιότητα, συγχωρήσας καὶ τὴν ἱερόσυλον, συγχωρήσαις κἀμὲ τῇ πρεσβείᾳ σου.
Μένω ἐλλιπής! ὡς ψάμμος θαλάσσιος τὰ κατορθώματα, καὶ τῶν θαυμασίων σου, δυσεξαρίθμητα τὰ τεράστια, ὡς γὰρ ψηφῖδας εἴληφα, τινὰ τοῦ βίου σου, καὶ τολμήσας, τοῦτό σοι προσέῤῥαψα, ἀκαλλώπιστον Πάτερ ὑμνώδημα.
Θεοτοκίον.
Ἄνασσα ἁγνή, συμπρέσβεις παράλαβε τὸν Σὸν Νικόδημον, καὶ τὴν ἀπειράριθμον, πληθὺν Ἁγίων τε καὶ Δυνάμεων, ἀγγελικῶν τὰ τάγματα καὶ μίαν στήσαντες, ἱκεσίαν ἐκτενῶς πρεσβεύσατε, ἵνα λάβωμεν ἄμετρον ἔλεος.

Ἕτερος. Ἡσαΐα χόρευε.
Πάτερ πανσεβάσμιε, τὴν σὴν μνήμην ἄγει ἐν χαρᾷ, ὁ δῆμος ὁ ἐκλεκτὸς καὶ πανευσεβής, τῆς σῆς ἀξιάγαστε, γεννησάσης καὶ συνεκβοᾷ· νίκησον Ὅσιε, πονηρῶν τὰ μηχανεύματα.
Ῥηγματα κατέκρυψαν, τὸ σὸν σῶμα τὸ ἀθλητικόν, Μονῆς σου μακαριστὲ οἱ συμφοιτηταί, σάλος γὰρ νενόμισαι, καὶ ὡς πόρνος καὶ πανασελγής, ἀλλὰ ὁ Κύριος, σὲ Νικόδημε ἐδόξασε.
Φόρον πολυχρόνιον, ἀποτίει νῦν ἡ σὴ πατρίς, Νικόδημε θαυμαστέ, καὶ σὴν ἑορτήν, ἐν ὕμνοις γεραίρουσα, θεοφρόνως σοὶ ἀναβοᾷ· λύτρωσαι θλίψεων, τοὺς τιμῶντάς σε πανόσιε.
Θεοτοκίον.
Σὲ νῦν λιτανεύοντες, Θεομῆτορ Κόρη Μαριάμ, κραυγάζομεν ἐκ ψυχῆς, δέχου παρ’ ἡμῶν, ἐφύμνιον ἄμουσον, τῆς καρδίας φαῖνον τὰς οὐλάς, ἃς Σὺ ἐπούλωσον, καὶ καταύγασον τῷ τόκῳ Σου.










Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Νικόδημε τρισόλβιε, ἀρετῆς θεῖος οἶκος, καὶ οὐρανὸς πολύαστρος, ὤφθης ἀγάπης ἄχρι, ἠλόγησας τῶν προσκαίρων, καὶ Χριστὸν μόνον ἤρας, ἔμφρων μωρὸς γενόμενος, ἵνα πάγας τοῦ πλάνου διαφυγών, φθάσῃς εἰς κατάπαυσιν Βασιλείας· δι’ ἣν σοφῶς ἐνήθλησας, συνειδήσει καὶ ξίφει.
Ἕτερον. Ἦχος γ’. Ὁ ουῤανὸν τοῖς ἄστροις.
Ἐπὶ τῇ μνήμῃ σου Πάτερ, ἡ Βέῤῥοια ἐγκαυχᾶται, καὶ μυριπνόοις σου ῥείθροις, ἀρδευομένη βοᾶ σοι· Θεσαλλονίκη μὴ παύσῃ, ὑπὲρ σῶν δούλων πρεσβεύειν.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἡ δάμαλις ἡ ἄμωμος, ἡ πανάγαθος Κόρη, ἐν τῷ ναῷ εἰσάγεται, σήμερον παραδόξως, καὶ ταύτης προπορεύονται, Ἀσωμάτων τάγματα, καὶ τῶν Ἀγγέλων οἱ δῆμοι, μετὰ πλήθους παρθένων, ἣν ὁ θεῖος Ἱερεύς, ἐνηγκαλίσατο χαίρων.  

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Πόθῳ Χριστοῦ κοσμικούς, λογισμοὺς σβέσας Ὅσιε, Βέῤῥοιαν κατέλιπες, καὶ σαρκὸς ἅπαν φρόνημα, ἐν γνώσει πάσῃ, σταυρὸν ἐπ’ ὤμων σου, ἄρας προθύμως ὡς Παῦλος ἔλεγες· κόσμῳ ἐσταύρωμαι, καὶ Χριστῷ συντάσσομαι διὰ πλαστῆς, ἀγωγῆς τὸν δόλιον, ἐχθρὸν συντρῖψαι ποθῶν.

Ὢ τοῦ παραδόξου θαύματος! Τῇ ταπεινώσει Χριστοῦ, ὁ θεόφρων Νικόδημος, πάντας ὑπερήλασεν, ὑπὸ κάτω γενόμενος, κτίσεως πάσης, διὰ σαλότητος, σκυλμοῖς καὶ ὕβρει καταπλυνόμενος, καύσει καρδίας τε, πλήθη πρὸς μετάνοιαν ἁμαρτωλῶν, ἥγαγεν ὁ ἔνδοξος, εἰς πεῖσμα δαίμονος.

Ὢ τοῦ παραδόξου θαύματος! ἵνα ὀφθῇς πληρωτής, τῆς φωνῆς τοῦ Κυρίου σου, ὅτι πάντες γνώσονται, μαθητῶν γνησιότητα, ἐὰν ἀγάπην πλουσίαν ἔξωσιν, ὑπὲρ ἧς σάρκα, κἀγὼ προσείληφα, πλαστὴν σαλότητα, ἐπελέξω ἔνδοξε ὡς ὁπλον σόν, δι’ ἧς τὸν ἀντίδικον, κατεξωλόθρευσας.

Ὢ τοῦ παραδόξου θαύματος! Σὺ μὲν Θεῷ αἷμα δούς, ἀντιδώρως ἀκέρδησας, ἀφθαρσίαν σκήνους σου, εὐωδίας τε χεύματα, προσέτι χάριν ποιεῖν θαυμάσια, παρέχειν Μύρου τοῦ ὄντως εὕρεσιν, ὅπερ τρισόλβιε, ἐνοικεῖν ἱκέτευε διαπαντός, τοῖς τιμῶσι μνήμην σου, θεῖε Νικόδημε.





Δόξα. Ἦχος πλ. δ΄.
Τῷ νοητῷ ὄρει τῆς ἀπαθείας προσπελάσας πάνυ θαυμαστῶς, ὦ θεοφόρε Νικόδημε, ὅπως τηρήσῃς τὸν πλοῦτον τῶν ἀρετῶν σου ἄσυλον, τὴν ταπείνωσιν περιεζώσω. Καὶ μόνῳ εὐαρεστεῖν τῷ τὰ πάντα ἑτάζοντι, ψυχὰς μεμελανωμένας ἐξήγαγες τῆς νοητῆς Αἰγύπτου ὡς ἄλλος Μωϋσῆς. πληρώσας δὲ πάντα τὸν Νόμον ἐν τῷ ἀγαπῆσαι τὸν πλησίον σου ὡς σεαυτόν, ξιφοτμηθεὶς ἔφθασας. ᾯπερ ἐρῶν ἐπόθεις καὶ ὑπὲρ Οὗ ἐμπόνως ἐπόνεις. Αὐτῷ νῦν παριστάμενος, μυροχεῦμον Ὅσιε, μέμνησο τῶν τιμώντων τὴν μνήμην καὶ τὰ μεγαλεῖά σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβὼν σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπερ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τῆς Βεῤῥοίας ἄνθος θεοειδές, καὶ τῆς Φιλοκάλλους, ἐγκαλλώπισμα τὸ τερπνόν, Νικόδημον μέγαν, φιλανθρωπίας οἶκον, τιμήσωμεν ἐν ὕμνοις, πάντες φιλέορτοι.
Τὸν τῆς σωφροσύνης μέγαν πυρσόν, θείας τε ἀγάπης, ἀκριβέστατον πληρωτήν, καὶ φιλανθρωπίας, ἐργάτην θεοφόρον, Νικόδημον ἐκ πόθου, ἐγκωμιάσωμεν.














ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Νικοδήμου τὴν εἰκόνα προθύμως, περικυκλοῦντες Βεῤῥοιέων ὁ δῆμος, κατασπαζόμεθα αὐτὴν καὶ προσαιτούμεθα· Πάτερ θεοδόξαστε, ὡς Μυροβλύτης παράσχου, μύρα τῶν ἰάσεων καὶ παθῶν τρικυμίας, τοὺς προσιόντας πόθῳ νῦν σοφέ, Πάτερ θεόφρον, ἀπάλλαξον τάχιον.
Δόξα.
Ἀναλαβὼν Πάτερ σοφὲ διὰ βίου, σαλοῦ ἀγῶνα νουνεχῶς ἐναθλήσας, στέφος τριπλοῦν παρέλαβες, παρὰ Χριστοῦ, ὥσπερ Μάρτυς καὶ Ὁσίων καύχημα, καὶ Μυροβλύτης ἐδείχθης· διὸ καὶ χάριν ἔχεις πρὸς Χριστόν, τοῦ ἰατρεύειν νοσήματα δούλων σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πλέκω Νικοδήμῳ ᾠδὰς ἱκεσίας θεοσδέκτου. Π.ρ.φ.ς.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μου αἰτοῦμαι ἀπαλλαγήν, προσπίπτων δεόνως, τῇ εἰκόνι σου τῇ σεπτῇ, Νικόδημε Πάτερ Μυροβλῦτα, Ὁσιομάρτυς Θεόδωρε.
Λῦσον τῶν πταισμάτων μου τὰς σειράς, ἃς μακροχρονίως, πλέκω μάκαρ ἀναισθητῶν, τῇ ζάλῃ τοῦ βίου προσπαλαίων, Ὁσιομάρτυς θεόφρον Νικόδημε.
Ἔλεος καὶ χάριν ὡς δωρεάν, κατάπεμψον Πάτερ, τοῖς τιμῶσι σὴν ἑορτήν, παράσχου δὲ ἄφθονον τοῖς πᾶσι, τὴν ἰατρείαν παθῶν θεοδόξαστε.
Θεοτοκίον.
Κυρία Παρθένε υἱοπρεπῶς, Σοὶ κράζω ἐκ βάθους, τῆς καρδίας μου τὰς οὐλάς, ἰάτρευσον Κόρη τὸν Σωτῆρα, ἀποτεκοῦσα τοῦ κόσμου τὴν λύτρωσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὦ τρισόλβιε Πάτερ, τῶν μελῶν μου τὴν πάρεσιν σύσφιγξον, καὶ τὰς ψυχικάς μου, μοτώσεις Πάτερ εὐρύθμισμον, ἵνα δοξάζω σε, ὡς ἄμισθόν μου προστάτην, ἰατρὸν θεόσδοτον, καὶ χαριτόβρυτον.
Νεαρᾷ ἡλικίᾳ ἀναλαβὼν Ὅσιε, τὸν γλυκὺν ἐπ’ ὤμων Κυρίου σταυρὸν τρισόλβιε, παῦσον τὸν τάραχον, τῶν λογισμῶν μου, καὶ ζάλην ἁμαρτίας πάνσοφε, Πάτερ εἰρήνευσον.
Ἰδοὺ Πάτερ προσπίπτω γονυκλιτῶς κράζω σοι· πρόφθασον θερμῇ σου δεήσει, πρὸς τὸν Φιλάνθρωπον, καὶ ἀνακούφισον, τὴν τεθλιμμένην καρδίαν, τοῦ σοῦ δούλου Ὅσιε, ἵνα δοξάζω σε.
Θεοτοκίον.
Κυριώνυμε Κόρη, καταφυγὴ ἄμισθος, κόπασον τὸν τάραχον Μῆτερ, τῶν ἀοράτων ἐχθρῶν, καὶ ἐλευθέρωσον, ἐξ ἐπηρείας δαιμόνων, τοὺς Σοὶ καταφεύγοντας, μόνη Κυρία μου.
Διάσωσον, ἀπὸ βασάνων τοὺς δούλους σου θεοφόρε, ὅτι ἔχεις πρὸς τὸν Χριστὸν παῤῥησίαν ὡς γνήσιος, φίλος Αὐτοῦ καὶ θερμὸς ἡμῶν προστάτης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν καὶ τεῖχος τὰς δεήσεις σου, κατέχοντες νῦν, Νικόδημε θεόσοφε, ἐκτενῶς προσπίπτομεν, θεοφόρε τάχυνον, καὶ ἐκ παντοίων λύτρωσαι ἡμᾶς, παθῶν καὶ σωμάτων, ἰατρείαν Πάτερ δώρησαι.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὅπως πάλαι συνέσφιγξας, μέλη Γεωργίου Νικόδημε, οὕτω ῥύθμισον τρισόλβιε, Πάτερ τῆς σαρκός μου τὰ κινήματα.
Δῆμον ὤλεσας ἄριστε, πονηρῶν δαιμόνων διὰ τοῦ πάθους σου, τὴν ψυχήν μου δὲ ἀπάλλαξον, πονηρῶν κινήσεων Νικόδημε.
Ἡμῖν δώρησαι πάντιμε, τοῖς σὲ λιτανεύουσι τὰ αἰτήματα, τῇ Τριάδι παριστάμενος, καὶ πρεσβεύων ἀξιάγαστε.
Θεοτοκίον.
Μηχανὰς πολεμήτορος, πάναγνε διάλυσον σπεύδουσα, καὶ κινδύνων ἐλευθέρωσον, ἐκτελοῦντας μνήμην τοῦ Ὁσίου σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὢ πῶς γυναικός, τὴν κλοπὴν ὀδόντος ἐκδικῆσαι, καὶ τοῦ πάθους αὐτὴν πῶς ἰατρεύεις, ἐπιστραφεῖσαν τῷ σῷ σκήνει θεοφόρε.
Ὢ τῶν ὑπὲρ νοῦν, θαυμασίων σου Νικόδημε, ἀπιστοῦντα πῶς διήλεγξας, τοῦ μαρτυρῆσαι τὴν χάριν σου θεόφρον.
Δέξαι παρ’ ἡμῶν, ἱκεσίας τῶν τιμώντων σε, καὶ τὴν εἰκόνα προσκυνούντων τὴν σήν, καὶ τὰς αἰτήσεις παράσχου τοῖς σοῖς δούλοις.
Θεοτοκίον.
Αὔγασον Ἁγνή, φωτισμῷ Σου τὴν καρδίαν μου, ὡς τεκοῦσα τὸ φῶς τὸ ἀνέσπερον, καὶ τὴν ψυχήν μου ἱλαρύνον Παρθένε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήριον, τὸ σὸν πάθος Ὅσιε, ἀνεδείχθη γυναιξὶ πλανωμέναις, ἅσπερ σοφῶς, νουθετῶν θεοφόρε, ἐν μετανοίᾳ αὐτὰς καθωδήγησας, πρὸς τρίβον θείων ἐντολῶν, καὶ λιμένα γαλήνης τρισόλβιε.
Ἱκέτευε, τὸν Σωτῆρα Ὅσιε, παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένος, ὅτι καλῶς, τὸν ἀγῶνα τελέσας, καὶ παρ’ Αὐτοῦ τιμηθεὶς ἀξιόθεε, νῦν κέκτησαι τὴν πρὸς Αὐτόν, παῤῥησίαν καὶ θάῤῥος φιλόκαλον.
Κατεύνασον, τῶν παθῶν τὸν τάραχον, καὶ εἰρήνην τοῖς σοῖς δούλοις παράσχου· ὅτι καιροῖς, χαλεποῖς νῦν βιοῦμεν, καὶ οὐκ ἔστιν ἐλπὶς σωτηρίας· ἀλλὰ σὺ δύνασαι σαφῶς, εἰρηνεῦσαι ψυχὰς ἀγαπώντων σε.
Θεοτοκίον.
Εὐθέτησον, τὰς ὁδούς μου πάναγνε, καὶ κατεύθυνον εἰς ὁδὸν σωτηρίας, ὅπως θαῤῥῶν, εἰς τὴν Σὴν προστασίαν, περαιωθῶ εἰς λιμένα ἀκύμαντον, προβάλλων Σὲ ὡς ὁδηγόν, καὶ μεσίτριαν θείαν πρὸς Κύριον.
Διάσωσον, ἀπὸ βασάνων τοὺς δούλους σου θεοφόρε, ὅτι ἔχεις πρὸς τὸν Χριστὸν παῤῥησίαν ὡς γνήσιος, φίλος Αὐτοῦ καὶ θερμὸς ἡμῶν προστάτης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία κρατιαὰ τῆς γεννησάσης σε, μεσιτεία πρὸς Χριστὸν διὰ τοὺς φίλους σου, τοὺς ἐκτελοῦντας τὴν σὴν μνήμην εὐκλεέστατε· ὅθεν πάρεχε ὡς ἀγαθός, τὴν σὴν βοήθειαν σοφέ, τοῖς πιστῶς νῦν κραυγάζουσι· σπεῦσον ὦ θεοφόρε, καὶ τάχυνον σὴν πρεσβείαν, ὑπὲρ ἡμῶν τῶν ἱκετῶν, καὶ τῆς πατρίδος σου Νικόδημε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τρίπλεκον πανόσιε, ἔχων ὑπέρκαλλον στέφος, σπεῦσον καὶ διάλυσον, τὰς πολυπλόκους βασάνους, τῶν πιστῶς Ἅγιε, νῦν προσπεφευγότων, καὶ κυκλούντων τὴν εἰκόνα σου· καὶ τούτοις δώρησαι, τῶν πλημμελημάτων τὴν ἄφεσιν, προστάτης αὐτῶν ἄμισθος, νῦν ἀναφανεὶς θεοδόξαστε. Καὶ θείαις πρεσβείαις, ἱλέωσαι τὸν Κτίστην καὶ Θεόν, ἵνα ἡμᾶς αἰωνίας κρίσεως ἐλεηθῆναι.










ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίως ἐν βίῳ ὥσπερ σὺ θεοφόρε Πάτερ ἠθέλησας, ἠλόγησας τοῖς πᾶσι, καὶ πατρίδα χαίρων κατέλιπες, γονεῖς καὶ φίλους καὶ γνωστούς, τῷ Κυρίῳ σαφῶς προσκολλώμενος.
Ἱκεσίαν προσάγει ἡ πατρίς σου θεόφρον ἥνπερ κατέλιπες, δι’ ἔρωτα Κυρίου, ἵνα πάντες αὐτὸν ἀγαπήσωμεν, καὶ ἔρωτα θεουργικόν, πρὸς αὐτὸν ἀκλινῶς ἐπιδείξωμεν.
Ἀσκητῶν αἱ χορεῖαι ἀγαλλώμενοι Πάτερ ἐπὶ τῷ βίῳ σου, σὲ νῦν περιστοιχοῦντες, καὶ ἐν χώρᾳ τῶν ζώντων χορεύοντες, συμφώνως δὲ πρὸς τὸν Θεόν, τὸν τρισάγιον ὕμνον κραυγάζετε.
Θεοτοκίον.
Σὲ Κόρη Θεοτόκε διὰ βίου μητέρα προβάλλομαι, κατέλιπον γὰρ κόσμον, καὶ πρὸς Σὲ ὡς ἱκέτης κατέφυγον, διάσωσόν με ἀγαθή, ὡς Κυρία τὸν δοῦλόν Σου δέομαι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογνωσίας, διανύσας τὴν τρίβον, ἐν ὑψίστοις νῦν Πάτερ κατοικήσας, δέχου τὰς δεήσεις, τῶν σὲ λιτανευόντων.
Εὐρυχωρίαν, τῶν οὐρανῶν νῦν πολεύων, καὶ ἡμᾶς ἐκεῖθεν ἐποπτεύων, πάρεχε παμμάκαρ, τῶν νόσων τὰς ἰάεις.
Ὀφειλομένην, σοὶ τιμὴν θεοφόρε, ἡ πατρίς σου γηθοσύνως προσάγει, ὅτι ὑπὲρ τέκνων, αὐτῆς σὺ ἱκετεύεις.
Θεοτοκίον.
Σωτηριώδης, ὑπὲρ τοῦ κόσμου Παρθένε, ἀνεδείχθη ἡ Σὴ λοχεία ὄντως, ὅτι ἐκ Σοῦ Κόρη, ἡμῖν Σωτὴρ ἐτέχθη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δεινῶς ταραττομένην, παμμάκαρ τὴν ψυχήν μου, παθῶν ἰδέαις καὶ σάλῳ τῶν λογισμῶν, εἰρηνικῶς θεοφόρε, ταύτην κυβέρνησον.
Ἐκχέεις εὐωδίας, μύρων σου θεόφρον, καὶ πλημμυροῖς τοὺς πιστῶς σοὶ προστρέχοντας, καὶ θεραπεύεις συμφώνως αὐτῶν τὰ τραύματα.
Κυκλοῦμεν τὴν εἰκόνα, τῆς σῆς μορφῆς καὶ πόθῳ, κατασπαζόμεθα πάντες καὶ δάκρυσι, σὲ ἱκετεύομεν Πάτερ Νικόδημε.
Τριαδικόν.
Τριὰς Ὑπεραγία, τὴν μνήμην τοῦ σοῦ φίλου, ὥσπερ ἐσχάτως λαμπρῶς κατεφαίδρυνας, οὕτω τοὺς δούλους Σου πάντες σοφῶς κυβέρνησον.
Θεοτοκίον.
Ὁμοίως Θεοτόκε, σῶσον σαῖς πρεσβείαις, τὴν κληρουχίαν Σου ταύτης τῆς πόλεως, οὓς συνεκάλεσεν πόθῳ Νικόδημος.



Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ὕψωσον θεόφρον, πρὸς τὸν Χριστόν, τὰς ὁσίας σου χεῖρας, καὶ ἐκ σάλου τῶν πειρασμῶν, ὡς σαλὸς καὶ σώφρων, ἀπάλλαξον σωφρόνως, τοὺς πίστει ἐκτελοῦντας, τὴν σὴν πανήγυριν.
Σπεύδωμεν προθύμως πρὸς τὸν ναόν, καὶ τὸν χαρακτῆρα, τῆς μοφῆς σου ὑιοπρεπῶς, Πάτερ προσκυνοῦμεν, λαμβάνοντες ἰάσεις, παθῶν καὶ ἰατρείας, νόσων τρισόλβιε.
Πάτερ θεοφόρε ὑπογραμμός, τῶν σὲ διωκόντων, ἀνεδείχθης θεοπρεπῶς· ὅθεν ἔχεις χάριν, πρὸς δρόμον ἐπιστρέφειν, θεοφιλίας Πάτερ, τοὺς ἁμαρτάνοντας.
Ῥήματα παμμάκαρ ὑπερφυῆ, προσφέρων ταῖς πόρναις, ταύτας ἔστρεψας εἰς ὁδούς, θείας μετανοίας, καὶ ἀναρματησίας· ὅθεν καὶ ἀνεδείχθης, νέος Βιτάλιος.
Φώτισον τρισόλβιε τὰς ὁδούς, τῆς σῆς νεολαίας, ἵνα οὗτος θεοφιλῶς, φεύγουσι τὰ πάθη, τιμῶντες τὴν ἁγνείαν, μιμούμενοί σου μάκαρ, τὴν καθαρότητα.
Σῶσον ἡμᾶς πάντας θαυματουργέ, σὺν τῷ Ἀντωνίῳ, καὶ τοῖς ἄλλοις συμπρεσβευταῖς, ὅσοι ἐκ τῆς ποίμνης, ταύτης τοῦ Ἀποστόλου, Παύλου νῦν κατοικείτε, εἰς τὸν Παράδεισον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, μετὰ πόθου καὶ χαρᾶς, πάντες τὸν σεπτὸν χαρακτῆρα, τοῦ Μυροβλύτου πιστοί, εὐλαβῶς προσκυνήσωμεν, τὴν χάριν πλουτοῦντες, ἣν ὡς φίλος γνήσιος τοῦ Ἰησοῦ προσλαβών, διανέμει τοῖς χρήζουσι· ἰᾶται τὰς νόσους, ἐκ τῶν πασχόντων δεινῶς, καὶ ἐν μετανοίᾳ κελεύει, ἅπαντα τὸν βίον σωφρόνως, ἵνα οἱ φιλόσιοι διέλθωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου