Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 22. ΟΣΙΟΣ ΓΕΡΜΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ





ΝΟΕΜΒΡΙΟΣ ΚΒ΄!!

ΓΕΡΜΑΝΟΣ ΟΣΙΟΣ

ΚΤΗΤΩΡ ΜΟΝΗΣ ΕΙΚΟΣΙΦΟΙΝΙΣΣΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀπὸ νεότητος Πάτερ κατηκολούθησας, Χριστῷ τῷ Ζωοδότῃ, ἀνενδότῳ καρδίᾳ, καὶ Τόπους τοὺς Ἁγίους καταλαβών, Γερμανὲ παμμακάριστε, καθηγιάσθης ἁγίαις ἐν ἀρεταῖς, οὐρανίου πολιτεύματος.

 

Χρηματισθεὶς οὐρανόθεν ὡς σκεῦος εὔχρηστον, τῆς θείας ἐπιπνοίας, Γερμανὲ θεοφόρε, τῆς γῆς τῶν Μακεδόνων μετὰ σπουδῆς, ἐπιβέβηκας Ὅσιε, καὶ ἐν Παγγαίῳ τῷ Ὄρει Μονὴν σεπτήν, τῇ Παρθένῳ ᾠκοδόμησας.

 

Ἐπιφανεῖσά σοι Πάτερ ὥσπερ ηὐδόκησεν, ἡ τὸν Χριστὸν τεκοῦσα, ἀειπάρθενος Κόρη, Εἰκόνα ἀχειρότευκτον θαυμαστῶς, τῆς μορφῆς Αὐτῆς Ἅγιε, φωτὶ ἀΰλῳ ἐκλάμπουσαν Γερμανέ, παραδόξως Σοι δεδώρηται.

 

Ἣν κόποις Πάτερ ἀτρύτοις καὶ μόχθοις ἤγειρας, Μονὴν ἐν τῷ Παγγαίῳ, τῇ ἁγνῇ Θεοτόκῳ, σκέπε ἀπὸ πάσης ἐπιβουῆς, καὶ ἐχθρῶν ἐπιθέσεως, ταῖς πρὸς Θεόν Σου πρεσβείαις διὰ παντός, Γερμανὲ Ἀγγέλων σύσκηνε.

 

Δόξα. Ἦχος δ΄.

Ἀσκητικὴν ὑπελθὼν πολιτείαν, ἀγγελικῆς ἠξιώθης χάριτος, ὡς καθάρας τὸν νοῦν, Γερμανὲ μακάριε. Καὶ θείαις ἐμφάσεσι, ἀπ’ οὐρανοῦ προσμιλήσας, θεράπων γνήσιος τῆς Θεοτόκου ὤφθης, καὶ τῇ εὐδοκίᾳ αὐτῆς, πιστῶς διεκόνησας· ᾗ καὶ νῦν πρέσβευε, Ὅσιε Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν· τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν ναῷ προσενεχθεῖσαν· τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκε. Κύριε, πρεσβείαις Αὐτῆς, τὴν εἰρήνην Σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἤσκησας ἐν τῇ γῇ, τῆς Παλαιστίνης πρώην, καὶ ἐν Μακεδονίᾳ, ταῖς ἀρεταῖς ἐκλάμπεις, ὦ Γερμανὲ μακάριε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ἄγγελος σοὶ ὀφθείς, ἐν ὄψει θείᾳ Πάτερ, τὴν τῶν πρακτέων γνῶσιν, σαφῶς σοι ἐκκαλύπτει, ὡς τοῦ Θεοῦ θεράποντι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εἶδες περιφανῶς, τὴν Θεοτόκον Κόρην, δεικνύουσάν σοι Πάτερ, αὐτῆς τὴν φωτοφόρον, μορφὴν ἀχειροποίητον.

 

Δόξα. Τριαδικόν.

Ὅλος καταυγασθείς, φωτὶ τῷ Τρισηλίῳ, δι’ ἐναρέτου βίου, ὡς ἥλιος ἐκλάμπεις, ἐν τῷ Παγγαίῳ Ὅσιε.

 

Καὶ νῦν. Θεοτοκίον.

Νεύσει διακονῶν, ὦ Γερμανὲ θεόφρον, τῆς μόνης Θεοτόκου, Μονὴν αὐτῇ ἐγείρεις, ψυχῶν λιμένα ἄκλυστον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον διανύων Πατὴρ ἡμῶν, τῇ Ἁγνῇ Θεοτόκῳ Μονὴν θείαν ἀνήγειρας, ἐν Ὄρει τῷ Παγγαίῳ Γερμανέ, θεόθεν πρὸς αὐτὸ ὁδηγηθείς, διὰ τοῦτο ὡς θεράποντα τοῦ Θεοῦ, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν ἡμῖν καὶ ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄῤῥητον, ἐν συμβόλοις σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται, πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ φωτοδότου Χριστοῦ. 

Ὄντως ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης, ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ. 

Δεῦτε μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς. 

 

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄρας, τοῦ Σωτῆρος τὸν Σταυρόν, κόσμου ἀπηρνήσω τὴν σχέσιν, ἐνθέῳ ἔρωτι, καὶ χαίρων κατέλαβες, τὴν Παλαιστίνης τὴν γῆν, ἔνθα σχῆμα τὸ ἅγιον, ἐν τῇ τοῦ Προδρόμου, Μάνδρᾳ ὡς ἐνδέδυσαι, γνώμῃ θεόφρονι, ὤφθης, μοναστὴς θεοφόρος, ἔργοις ἐναρέτοις ἐκλάμπων, Γερμανὲ Κυρίῳ ἀναγόμενος.

 

Ἄνωθεν χρησμὸν θεῖον λαβών, θείου ἐμφανείᾳ Ἀγγέλου, ὡς καθαρὸς τὴν ψυχήν, πίστει καθυπούργησας, τῇ τοῦ Κυρίου βουλῇ, καὶ Μονὴν περιβόητον, ἐν Ὄρει Παγγαίῳ, Πάτερ ᾠκοδόμησας, τῇ Θεομήτορι, ἧσπερ, ὡς δομήτορα πρῶτον, ὄντως καὶ θεμέλιον θεῖον, Γερμανὲ θεόφρον εὐφημοῦμέν σε.

 

Ὅτε, ἐμφανείᾳ μυστικῇ, Πάτερ σοι ὡράθη Κυρίου, Μήτηρ ἡ ἄχραντος, τότε σοι ὑπόδειξε, Γερμανὲ Ὅσιε, τὴν αὐτῆς ἀχειρότευκτον, ἁγίαν Εἰκόνα, ὑπὲρ νοῦν ἐκλάμπουσαν, πυροειδεῖ ἐν φωτί, ἣν Εἰκοσιφοίνισσαν πίστει, πάντες φερωνύμως καλοῦμεν, χάριν ἰαμάτων πᾶσι βλύζουσαν.

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς ἐγκρατείας τῷ πυρί, τῶν παθῶν ἀναλώσας τὴν ἄκανθαν, τῆς ἀπαθείας ἐξήνεγκας τὰ ἄνθη, Γερμανὲ Πάτερ Ὅσιε· ἀνατεθεὶς γὰρ τῷ Θεῷ, γεηρῶν φροντίδων ὤφθης ὑπέρτερος, καὶ θείων ἀποκαλύψεων ἠξίωσαι, ὡς τὸ ὄμμα καθαγνίσας τῆς ψυχῆς, καὶ τῷ θείῳ ὁμιλήσας φωτί. Καὶ τῇ Θεοτόκῳ ἀμέμπτως λειτουργήσας, ὡς εὐαρεστήσας Χριστῷ, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν. 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Ὡς πτερωθεὶς τῇ θείᾳ ἀγάπῃ, τῶν ἐν κόσμῳ ἀπανέστης φροντίδων, καὶ τῷ ζυγῷ τοῦ Κυρίου, σεαυτὸν ὑπέταξας, ἐκ νεότητος Πάτερ. Καὶ τὴν στενὴν καὶ τεθλιμμένην, βαδίσας ὁδόν, τοῦ ἐχθροῦ τὰς πορείας ἐστένωσας, καὶ πρὸς πλάτος θείας δόξης ἐσκήνωσας, καλῶς τελέσας τὸν ἀγῶνα. Ἀλλ’ ὦ Γερμανὲ θεοφόρε, Ἀγγέλων συνόμιλε, καὶ τῶν ὑπὲρ λόγων κοινωνέ, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος β΄.

Ὑπεριδὼν νεότητος ὥραν, καὶ πᾶσι χαίρειν εἰπών, ὡς ἔλαφος διψῶσα ἔδραμες εἰς Γῆν τὴν Ἁγίαν, Γερμανὲ μακάριε. Καὶ τῷ Χριστῷ ὁλοσχερῶς ὑποταγείς, τοῦ παρ’ αὐτοῦ ἐξέπιες νάματος, καὶ ηὐφράνθης τῷ πνεύματι, ἀσκητικοῖς ἱδρῶσι, παθῶν τὴν φλόγα σβέσας. Διὸ ἐπανεπαύσατο, ἡ χάρις τοῦ Πνεύματος, τῇ καθαρᾷ σου καρδίᾳ, καὶ διὰ σοῦ ξένα εἰργάσατο, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Ἐν τῷ ὄρει τῆς ἀπαθείας ἀναδραμών, ἅπαν ἄχθος γεηρὸν ἀποῤῥίψας, προσωμίλησας Θεῷ, ἐν μυστηρίῳ ἀλαλήτῳ, Γερμανὲ μακάριε· ἔνθεν ἐν τῷ Ὄρει Παγγαίῳ, ὡς λύχνος φαεινὸς ἀνέλαμψας, ἐγκρατείας ἀγῶσι, καὶ ἀσκητικοῖς πολιτείας ἐπιτηδεύμασι, πανταχοῦ διαχέων, Εὐαγγελικῶν ἀρετῶν τὴν λαμπρότητα. Καὶ τῆς Τριάδος οἶκος γεγονώς, οἶκον ἀνέθου εὐαγῆ, τῇ Θεοτόκῳ Μαρίᾳ, Χριστὸν ἱλεούμενος, τοῖς σὲ γεραίρουσι.

 

Δόξα. Ἦχος δ΄.

Τῶν ἀρετῶν τῷ ἀρότρῳ, τὴν ψυχικὴν γεωργήσας ἄρουσαν, ἑκατοστεύοντα καρπὸν προσήγαγες, τῷ Γεωργῷ τῶν ὅλων, Γερμανὲ Ὅσιε· ὡς γὰρ ξύλον κατάκαρπον, ἐν διεξόδοις ὑδάτων τῆς θείας ἀσκήσεως, κατὰ Δαβὶδ ἤνθησας, καὶ εὐσεβῶν πληρώματα εὐφραίνεις, τοῖς ἐν σοὶ χαρίσμασι· διό σου τὴν ἁγίαν ἑορτάζοντες μνήμην, δοξάζομεν Χριστὸν τὸν σὲ θαυμαστώσαντα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε. 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τοῦ Παγγαίου πυρσός, ὁ καταυγάζων εὐσεβῶν τὰ πληρώματα, καὶ πᾶσαν Μακεδονίαν, καταλαμπρύνων ἀεί, ἀρετῶν ἁγίων ἐπιλάμψεσιν. Ἀγγέλων ἐφάμιλλος, μοναζόντων ὑπόδειγμα, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, ταπεινώσεως, ἱερὸν ἐνδιαίτημα. Μύστης τῆς ὑπὲρ ἔννοιαν, Κυρίου χρηστότητος, ὁ ἱλεούμενος πᾶσιν, ἡμῖν τὸν μόνον εὐΐλατον· ᾯ πρέσβευε Πάτερ, Γερμανὲ τῶν ἐν πίστει, ἀνευφημούντων σε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἱερὸς Γερμανός, ὁ καταλείψας τὴν τοῦ κόσμου τερπνότητα, καὶ βίον ἐν Παλαιστίνῃ, ἀγγελικὸν μετελθών, ἐγκρατείας πόνοις θείῳ ἔρωτι· ἐντεῦθεν δεξάμενος, ὀμφὴν θείαν ἐν Πνεύματι, Μονὴν ἁγίαν, τῇ ἁγνῇ Θεομήτορι, ὡς περίβλεπτον, ἀνεγείρεις ἁγίασμα· ὅθεν τῶν Μακεδόνων σε, χοροὶ μακαρίζουσιν, ἁγιαζόμενοι Πάτερ, ταῖς σαῖς ἁγίαις δεήσεσιν· ἀλλὰ μὴ ἐλλίπῃς, ὑπὲρ πάντων ἱκετεύων, τῶν εὐφημούντων σε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ κατιδὼν ἐμφανῶς, ὑπὲρ ἡλίου τὰς αὐγὰς ἐξαστράπτουσαν, τὴν ἄχραντον Θεοτόκον, ὦ Γερμανὲ θαυμαστέ, ἱλαρῶς θεόφρον φθεγγομένην σοι, καὶ ταύτης δεικνύουσα, τυπωθεῖσα ἐν θαύματι, ἀχειροπλάστως, τὴν μορφὴν τὴν ὑπέρτιμον, φῶς ἐκλάμπουσαν, φοινικοῦν ὑπὲρ ἔννοιαν, ἣν ὡς ἀχειροποίητον, ἀεὶ μεγαλύνοντες, Εἰκοσιφοίνισσα ταύτην, προσφόρως ἐπονομάζομεν, τῆς σῆς πολιτείας, ἀνυμνοῦντες θεοφόρε τὰ κατορθώματα.

Δόξα. Ἦχος πλ. β΄.

Τὴν ἐν ἀσκήσει ζωήν, ἀπὸ νεότητος ποθήσας, τὴν σάρκα τῷ πνεύματι ὑπέταξας, καὶ τὴν καρδίαν οἶκον ἅγιον, τῆς Παναγίας Τριάδος, εἰργάσω Πάτερ Ὅσιε. Τῆς θεϊκῆς γὰρ ἐνεργείας ὄργανον ὤφθης, καὶ παρ’ αὐτῆς ὁδηγούμενος, θεοπρεπῶς ὑπούργησας, τῇ βουλῇ τοῦ κρείττονος, πόνων καὶ καμάτων ὑπεριδών· ἀλλ’ ὦ Γερμανὲ μακάριε, ὡς τῆς ἀλήκτου ζωῆς κοινωνός, καὶ τῆς χαρᾶς τοῦ Κυρίου ἀπολαύων, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον διανύων Πατὴρ ἡμῶν, τῇ Ἁγνῇ Θεοτόκῳ Μονὴν θείαν ἀνήγειρας, ἐν Ὄρει τῷ Παγγαίῳ Γερμανέ, θεόθεν πρὸς αὐτὸ ὁδηγηθείς, διὰ τοῦτο ὡς θεράποντα τοῦ Θεοῦ, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν ἡμῖν καὶ ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

 

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἔλιπες σοφέ, προσηκόντων τὴν σχέσιν, κατέλαβες σπουδῇ, τοῦ Προδρόμου τὴν Μάνδραν, ἐν Γῇ Ἁγίᾳ Ἅγιε, καὶ ἁγίως βεβίωκας· ὅθεν γέγονας, τοῦ Παρακλήτου ταμεῖον, δι’ ἀσκήσεως, καὶ καθαρᾶς πολιτείας, Γερμανὲ μακάριε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

 

Μετὰ τὴν β, Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Φανεὶς ἐπαλλήλως σοι Ἄγγελος θεῖος Θεοῦ, σαφῶς σοι ὑπέδειξεν ἐν τῷ Παγγαίῳ ἐλθεῖν, ἐκ Γῆς θείας Ὅσιε· ὅθεν τῇ θείᾳ νεύσει, σεαυτὸν ὑποτάξας, πρῶτος κτίτωρ ἐγένου, τοῦ σηκοῦ τῆς Παρθένου· διό σε θεοφόρε, Γερμανὲ γεραίρομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκκαθάρας τὸ σῶμα καὶ τὴν ψυχήν, τῶν παθῶν τῆς ἀχλύος δι’ ἀρετῆς, δοχεῖον ὑπέρτιμον, Παρακλήτου τῆς χάριτος, ὡς ἀληθῶς ἐδείχθης, καὶ θείας ἠξίωσαι, Ἀγγέλου ἐμφανείας, τὰ θεῖα μυοῦντός σε· ὅθεν καὶ συντόνῳ, κεχρημένος πορείᾳ, ὡς ἥλιος ἔλαμψας, ἐν Παγγαίῳ τοῖς τρόποις σου, Γερμανὲ παμμακάριστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τῷ ναῷ νῦν προσήχθη τῷ νομικῷ, ὁ ναὸς ὁ τῆς δόξης τῆς τοῦ Θεοῦ, ἡ πάναγνος Δέσποινα, τριετὴς ἐν τῷ σώματι, καὶ Ζαχαρίας ταύτην, γηθόμενος δέχεται, καὶ ἔνδον τῶν Ἁγίων, εἰσάγει εἰς Ἅγια, εἴσελθε κραυγάζων, Παναγία Παρθένε, εἰς χῶρον τὸν ἄδυτον, τοῦ Θεοῦ τὴν τερπνότητα, θεωροῦσα πανύμνητε· ἀλλ’ ὦ Θεογεννῆτορ ἁγνή, τοὺς τὴν θείαν ἐν ναῷ σου πρόοδον, ἑορτάζοντας πόθῳ, ἀεὶ σκέπε καὶ φύλαττε.

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἐν ἐγκρατείᾳ πολλῇ, τῶν παθῶν νεκρώσας τὰς ὁρμάς, τῆς ἀπαθείας τὴν στολὴν ἠμφιάσω, Γερμανὲ Πατὴρ ἡμῶν· καὶ τοῦ ἐχθροῦ τὴν κακίαν γυμνώσας, ὁσίως τῷ Χριστῷ εὐηρέστησας, ὡς οἰκέτης πιστότατος. Καὶ νῦν τῆς δόξης Αὐτοῦ κατατρυφῶν, αἴτει ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ζωὴν τὴν αἰώνιον.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Γέρας Παγγαίου, Γερμανέ, ὤφθης. Γερασίμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Γέρας ζωῆς τῆς αἰωνίου Ὅσιε, παρὰ Θεοῦ εἰληφώς, καὶ φωτὶ ἀΰλῳ, καταλαμπρυνόμενος, τὸν νοῦν μου φωταγώγησον, Γερμανὲ θεοφόρε, ταῖς φωτοφόροις πρεσβείαις σου, ὅπως ἀνυμνήσω τὴν μνήμην σου.

κ νεαρᾶς σου ἡλικίας Ὅσιε, ὅλην τὴν ἔφεσιν, πρὸς Θεὸν ἰθύνας, ἐφετῶν τὸ ἔσχατον, πατρίδα καταλέλοιπας, καὶ τὴν γῆν τὴν ἁγίαν, καταλαβὼν Πάτερ ἔκρινας, βίον ὑπελθεῖν τὸν ἰσάγγελον.

ώμῃ τῇ θείᾳ Γερμανὲ ῥωννύμενος τῇ τοῦ Προδρόμου Μονῇ, ἐν τῷ Ἰορδάνῃ, ποταμῷ προσέδραμες, καὶ μοναστὴς θεόληπτος, ἀληθῶς ἀνεδείχθης, τοῦ Βαπτιστοῦ ἐκμιμούμενος, Πάτερ τὴν ζωὴν τὴν οὐράνιον.

Θεοτοκίον.

χειροποίητον Εἰκόνα δέδωκας, Θεογεννῆτορ ἁγνή, τῆς Σῆς εὐμενείας, φωτοφόρον γνώρισμα, τῷ θείῳ Σου θεράποντι, Γερμανῷ τῷ Ὁσίῳ, ἣν προσκυνοῦντες λαμβάνομεν, ἐξ αὐτῆς θαυμάτων τὰς χάριτας.

 

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.

Συντόνῳ δρόμῳ καὶ σπουδῇ, τῇ Παλαιστίνῃ ἐπέστης, ὥσπερ ἔλαφος διψῶσα παμμάκαρ, καὶ τὸ νᾶμα τῆς ζωῆς, ἐν τῇ ψυχῇ δεξάμενος, ἀσκητικοῖς ἐκλάμπεις, Ὅσιε Πάτερ παλαίσμασι.

Πεπυρσευμένος τῷ φωτί, Ἀγγέλου τῆς ἐμφανείας, τῶν πρακτέων εἰσεδέξω τὴν γνῶσιν, Γερμανὲ πίστει θερμῇ, καὶ ὑπετάγης Ὅσιε, τῇ θείᾳ εὐδοκίᾳ, οἷάπερ δοῦλος πειθήνιος.

γγελικῆς διαγωγῆς, ἐν τῇ Μονῇ τοῦ Προδρόμου, τὴν λαμπρὰν καρποφορίαν εἰσφέρεις, Γερμανὲ ὡς σεαυτόν, ἐμφρόνως ἀρνησάμενος, καὶ τύπος μοναζόντων, καὶ ποθεινὸς πᾶσι πέφηνας.

Θεοτοκίον.

Γνώμῃ ἐνθέῳ καὶ ψυχῇ, πυρπολουμένῃ τῷ πόθῳ, τῶν κρειττόνων Γερμανὸς ὁ θεόφρων, εὐσεβῶς διακονεῖ, τῇ χάριτί Σου Δέσποινα. Οὗ ταῖς πρεσβείαις δίδου, ἡμῖν πλουσίαν τὴν σκέπην Σου.

 

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐν Παγγαίῳ προσελθών, ὑπὸ Θεοῦ ὁδηγηθείς, ἐκ Παλαιστίνης θαυμαστῶς, Μονὴν ἐγείρεις ἱεράν, τῇ Θεομήτορι πόνοις Πάτερ ἀτρύτοις, ἐν ᾗ καὶ τὴν ζωήν, τὴν σὴν διήνυσας, ὡς ἄγγελος Θεοῦ, θείοις παλαίσμασι, καὶ μεταστὰς πρὸς τὰ ἄνω Βασίλεια, τῶν ἀγώνων τὰ ἔπαθλα, ἀεὶ κομίζῃ, Χριστῷ πρεσβεύων, ὑπὲρ ἡμῶν Γερμανὲ Ὅσιε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.

 

ᾨδὴ δ’. Σύ μου ἰσχύς.

Γένους τοῦ σοῦ, ὑπεριδὼν τὴν συνάφειαν, ὁλοτρόπως, τὸν Χριστὸν ἠγάπησας, καὶ ἠκολούθησας τοῖς Αὐτοῦ, ἴχνεσιν ὁσίως, ἀσκητικοῖς ἀγωνίσμασιν· ἐντεῦθεν οὐρανίων, Γερμανὲ ἠξιώθης, χαρισμάτων βιώσας ὡς ἄγγελος.

γγελικῆς, συνομιλίας καὶ ὄψεως, ὡς καθάρας, τὸν νοῦν δι’ ἀσκήσεως, κατηξιώθης καὶ παρ’ αὐτοῦ, Γερμανὲ ἐδέξω, τῶν ἐσομένων τὴν ἔκβασιν· ἐντεῦθεν ἐν Παγγαίῳ, γεγονὼς ἀνεβόας· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

σχὺν λαβών, ἐκ τοῦ Ἀγγέλου διήνυσας, μακρὰν τρίβον, Γερμανὲ τρισόλβιε, καταλιπὼν τὴν Ἁγίαν Γῆν, καὶ Μακεδονίας, Πάτερ τὴν χθόνα ὡς ἔφθασας, τοῦ ἔργου ἐπελάβου, ὦ θεόθεν ἐτάχθης, ἀνυμνῶν τὴν Ἁγνὴν Θεομήτορα.

λολαμπής, ἐν τῷ Παγγαίῳ ἐφέστηκας, πολιτείᾳ, θείᾳ σεμνυνόμενος, καὶ ἀνορύξας Πάτερ τὴν γῆν, Σταυροὺς τρεῖς εὗρες, προσβεβαιοῦντάς σε Ὅσιε, καὶ χάριν ἰαμάτων, ἀναβλύζοντας πᾶσι, Γερμανὲ τοῖς πιστῶς καταφεύγουσι.

Θεοτοκίον.

πὸ τῆς Σῆς, ὁδηγηθεὶς ἀγαθότητος, ὁ θεόφρων, Γερμανὸς ἀνεύρατο, τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, ἣν ἀχειροπλάστως, ἐν τῇ σανίδι ἐμόρφωσας, φωτὶ λαμπρυνομένην, φοινικόεντι Κόρη, καὶ τὰ Σὰ μεγαλεῖα ἐδόξασε.

 

 

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Γεγηθὼς θεοφόρε, τῷ Ἁγίῳ Πνεύματι ἐνδυναμούμενος, τῇ ἁγνῇ Παρθένῳ, περιβόητον Μάνδραν ἀνήγειρας, τῶν χειμαζομένων, ψυχῶν ἀχείμαστον λιμένα, καὶ ζωῆς ἐναρέτου γυμνάσιον.

πιστᾶσά σοι Πάτερ, ἡ τὸν Θεὸν Λόγον ἀφράστως κυήσασα, ταύτης τὴν Εἰκόνα, ἐν φωτὶ οὐρανίῳ ἐκλάμπουσαν, ἔδειξεν ὡς οἶδεν, ἀχειροποίητον ἁγίαν, ἁγιάζουσαν ταύτῃ τοὺς σπεύδοντας.

είθροις θείων ἱδρώτων, τῆς ψυχῆς τὴν αὔλακα Πάτερ κατήρδευσας, καὶ τῆς ἀπαθείας, τοὺς καρποὺς Γερμανὲ ἐγεώργησας· δι’ ὧν διατρέφεις, τῶν φοιτητῶν σου τὰς καρδίας, μιμουμένων τὸν βίον σου Ὅσιε.

Θεοτοκίον.

Μήτηρ ἄφθορος ὤφθης, ὑπὲρ νοῦν κυήσασα ἐν ὕλῃ σώματος, τὸν ἐκ τοῦ μὴ ὄντος, Θεοτόκε τὸ πᾶν ὑποστήσαντα· ὅθεν κἀμὲ ῥῦσαι, φθοροποιῶν παθῶν Παρθένε, ἵνα πίστει γεραίρω τὸν Τόκον Σου.

 

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.

γγέλων ὡς μιμητής, Ἄγγελον ἔσχες μυοῦντά σε, τὴν εὐδοκίαν Θεοῦ, Γερμανὲ μακάριε, ἣν εἰς ἔργον ἤγαγες, ὡς τοῦ Παρακλήτου, ἐνδιαίτημα πολύτιμον.

Ναμάτων ὡς πληρωθείς, ἐκ τῶν ὑδάτων τῆς χάριτος, τὸν θεϊκὸν γλυκασμόν, βλυστάνεις ἑκάστοτε, Γερμανὲ μακάριε, τοῖς ἀνευφημοῦσι, τὰ σεπτά σου προτερήματα.

κ Γῆς Ἁγίας ἐλθών, ὡς πλήρης ὢν ἁγιότητος, ἐν τῷ Παγγαίῳ σοφέ, ὡς ἁγιαστήριον, θεῖον ᾠκοδόμησας, Γερμανὲ παμμάκαρ, Μονὴν θείαν καὶ περίβλεπτον.

Θεοτοκίον.

ς εἶδέ Σου τὴν μορφήν, ἄνευ χειρὸς ἄνευ χρώματος, ἐν τῇ σανίδι ἁγνή, Γερμανὸς ὁ Ὅσιος, τυπωθεῖσαν ἄχραντε, ὑμνεῖ Σου τὴν δόξαν, προσκυνῶν τὰ μεγαλεῖά Σου.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῆς ἐγκρατείας λύχνος ὤφθης παμφαέστατος, καὶ πρῶτος κτίτωρ τῆς Μονῆς ταύτης καὶ στήριγμα, Γερμανὲ τοῦ Παρακλήτου τῇ ἐνεργείᾳ· ἀλλὰ πρέσβευε πρὸς Κύριον δεόμεθα· ἐκλυτροῦσθαι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄνθρωπος θεοφόρος, καὶ φωτὸς θείου πλήρης, ἐδείχθης Γερμανὲ τῇ ἀσκήσει· διὸ τὴν ἁγίαν σου ζωήν, δι’ ἧς Θεῷ εὐηρέστησας Ὅσιε, ᾀσματικῶς γεραίρομεν, βοῶντές σοι Πάτερ τοιαῦτα·

Χαῖρε, ζωῆς ἐναρέτου λύχνος·

χαῖρε, ἠθῶν οὐρανίων τύπος.

Χαῖρε, τῆς Τριάδος θεράπων θερμότατος·

χαῖρε, τῆς πανάγνου Παρθένου διάκονος.

Χαῖρε, ὅτι ὧδε γέγονας, ὥσπερ Ἄγγελος Θεοῦ·

χαῖρε, ὅτι Μονὴν ἵδρυσας, τῇ Μητρὶ τοῦ Ἰησοῦ.

Χαῖρε, Μακεδονίας οὐρανόφωτον σέλας·

χαῖρε, τῶν ἐν Παγγαίῳ μοναζόντων τὸ γέρας.

Χαῖρε, κανὼν ἀσκήσεως ἔμπρακτος·

χαῖρε, εἰκὼν πραότητος ἔμψυχος.

Χαῖρε, δι’ οὗ τὸ Παγγαῖον χορεύει·

χαῖρε, πρὸς ὃν εὐλαβῶς ἀνακράζει·

Χαίροις, Πάτερ τρισόλβιε.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ, ἱδρυτοῦ τῆς Ἱερᾶς Μονῆς Εἰκοσιφοινίσσης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.

Φῶς φοινικοῦν ὡς ἐθεάσω, ἀπαστράπτουσαν ἀῤῥήτῳ ἐνεργείᾳ, τὴν Εἰκόνα σοφέ, ἣν ἀχειροποιήτως, ἡ πάναγνος σοι δέδωκε, τὴν αὐτῆς ἀνύμνεις δόξαν.

Θέμεθλον Πάτερ καὶ προστάτην, σὲ κατέχουσα μετὰ τὴν Θεοτόκον, ἡ παροῦσα Μονή, βοᾷ σοι ἐκ καρδίας· ἐκ πάσης με ἀπάλλαττε, Γερμανὲ θεόφρον βλάβης.

ρθης πρὸς ὕψος ἀπαθείας, δι’ ἀσκήσεως στεῤῥᾶς καὶ ἐγκρατείας, καὶ Θεῷ ἑνωθείς, συνόμιλος Ἀγγέλων, ἐδείχθης Πάτερ Ὅσιε, μεγαλύνων τὴν Τριάδα.

Σάρκα νεκρώσας θεοφόρε, ἀνεζώωσας ψυχῆς σου τὰς δυνάμεις, Γερμανὲ θαυμαστέ, καὶ τῆς ζωῆς τοῦ ξύλου, μετὰ τὸ τέλος ἔτυχες, θεωθεὶς μεθέξει θείᾳ.

Θεοτοκίον.

Γνώσει λαμπόμενος τῇ θείᾳ, τύπος γέγονεν ἐν Ὄρει τῷ Παγγαίῳ, Γερμανὸς ὁ σοφός, τοῖς μονασταῖς Παρθένε, ὑμνῶν τὰ μεγαλεῖά Σου, ἰσαγγέλῳ πολιτείᾳ.

 

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.

ν προσευχαῖς θεόληπτος, ἐν ἀσκήσει στεῤῥότατος, καὶ ἐν πᾶσι πόνοις πέλων καρτερώτατος, τὸν νοῦν σου ἀνύψωσας, πρὸς ἐφετῶν τὸ ἔσχατον, καὶ καταυγασθείς, ταῖς ἐξ αὐτῶν προϊούσαις, ἀκτῖσιν ὑπὲρ λόγον, Γερμανὲ ἀνεβόας· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

είθροις τῆς θείας χάριτος, ἀρδευόμενος Ὅσιε, λόγον σωτηρίας τοῖς προσερχομένοις σου, ὡς νᾶμα ζωήῤῥυτον, ἀπὸ χειλέων ἔβλυζες, Πάτερ Γερμανέ, πάντας προτρέπων κραυγάζειν· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

γαλλιᾶται σήμερον, Γερμανὲ παμμακάριστε, ἡ πανευκλεής σου Μάνδρα καὶ θεόλεκτος, ἣν πόνοις συνέστησας, καὶ μόχθοις συνεκρότησας, καὶ τὴν ἱεράν σου, ἑορτάζουσα μνήμην, βοᾷ ἀπὸ καρδίας· μὴ παύσῃ θεοφόρε, φρουρεῖν καὶ προστατεύειν, τῶν σῶν τεκνίων Πάτερ.

Θεοτοκίον.

Σοῦ τὴν ἀχειροποίητον, Θεοτόκον κατέχοντες, καὶ σεπτὴν Εἰκόνα ὡς θεῖον θησαύρισμα, ἐκ ταύτης λαμβάνομεν, ψυχῆς ὁμοῦ καὶ σώματος, πάντοτε ἰάσεις, καὶ κινδύνων τὴν λύσιν, πιστῶς Σοι ἐκβοῶντες· χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ

σχύϊ τῇ δοθείσῃ σοι ἐκ Θεοῦ, τὸν ἀγῶνα τὸν μέγαν τετέλεκας, καὶ τοῦ ἐχθροῦ, πάσας καταβέβληκας τὰς βουλάς, ὦ Γερμανὲ μακάριε· ὅθεν οὐρανίων σε ἀμοιβῶν, ἠξίωσεν ὁ Κτίστης, καὶ θείας Βασιλείας, σὲ κληρονόμον ἀπειργάσατο.

Μετέστης πρὸς τὴν ἄνω Πάτερ ζωήν, ὡς ἀξίως αὐτῆς βιωσάμενος, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ Ἀσωμάτων τάξεσι, σύσκηνος ἐγένου καὶ κοινωνός, μεθ’ ὧν Χριστὸν δυσώπει, ὑπὲρ τῶν γεραιρόντων, ὦ Γερμανὲ τὴν θείαν μνήμην σου.

Οἱ λύχνοι οἱ φωσφόροι τῶν ἀρετῶν, Γερμανὲ θεοφόρε Πατὴρ ἡμῶν, καὶ ὁ κλεινός, Βυζαντίου πρόεδρος καὶ ποιμήν, θεόφρον Διονύσιε, κτίτορες τῆς θείας ταύτης Μονῆς, ἀπήμαντον τηρεῖτε, ἐξ ἐχθρικῆς μανίας, ταύτην τὴν ποίμνην ὑμῶν πάντοτε.

Θεοτοκίον.

ψόθεν ἐπὶ ταύτην Σου τὴν Μονήν, εὐμενῶς Θεοτόκε ἐπίβλεπε, καὶ ἐξ αὐτῆς, πάντα ἀποδίωκε πειρασμόν, τῇ κραταιᾷ πρεσβείᾳ Σου· ὅτι τῇ θερμῇ Σου ἐπισκοπῇ, προστρέχει καθ’ ἑκάστην, καὶ πέποιθε καὶ χαίρει, τῇ ἀντιλήψει Σου πανάχραντε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Νεκρώσας ἅπαν φρόνημα, γεῶδες τῇ ἀσκήσει σου, ζωοποιοῦσαν ἐδέξω, ἐνέργειαν οὐρανόθεν, καὶ ἄνθρακι τῶν πόνων σου, ἐχθροῦ τὰ μηχανήματα, ὦ Γερμανὲ κατέφλεξας· διό σε ἀνευφημοῦμεν, ὡς ἀσκητὴν θεοφόρον.

Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ. 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, Γερμανὲ μακάριε, τὴν μακαρίαν ζωήν, ὁλικῶς ἐπεπόθησας, καὶ κόσμου τερπνότητα, ἐκ νεότητος ἔλιπες, καὶ τοὺς Ἁγίους Τόπους κατέλαβες, ἁγιαζόμενος, θείαις πράξεσιν· ὅθεν τοῦ Πνεύματος, τοῦ Ἁγίου σκήνωμα, περιφανές, καὶ δοχεῖον ἔμψυχον, πέφηνας Ὅσιε.

 

Πάτερ, Γερμανὲ μακάριε, θεόθεν θείαν ὀμφήν, δι’ Ἀγγέλου δεξάμενος, ὡς τὸν νοῦν θεόληπτος, τὴν Σιὼν καταλέλοιπας, καὶ Μακεδόνων τὴν γῆν κατέλαβες, καὶ ἐν Παγγαίῳ, Ὄρει ἀνέλαμψας· ὢ τῶν ἀγώνων σου! Δι’ ὧν πᾶσιν τὴν ἐκ Θεοῦ, θείαν ἐν σοὶ ἔλλαμψιν, καὶ χάριν ἄφθονον.

 

Πάτερ, Γερμανὲ θεόληπτε, καθυπουργῶν τῇ βουλῇ, τῆς ἁγνῆς Θεομήτορος, αὐτοψεὶ ἑώρακας, τὴν μορφὴν ταύτης λάμπουσαν, καὶ τὴν Εἰκόνα αὐτῆς τὴν πάντιμον, χαίρων ἐδέξω, ὡς δῶρον ἔνθεον, ἀχειροποίητον, φοινικοῦν ἀστράπτουσαν φῶς θαυμαστῶς, καὶ καθαγιάζουσαν, πιστῶν τὸ πλήρωμα.

 

Πάτερ, Γερμανὲ πανόλβιε, πόνοις καὶ μόχθοις πολλοῖς, τὴν Μονὴν ἣν ἐδόμησας, ἐν Παγγαίῳ φύλαττε, ἀσινῆ ταύτην Ἅγιε, οἵα δομήτωρ καὶ κτίτωρ πρώτιστος, ταύτης ὑπάρχων καὶ φύλαξ ἄγρυπνος, πόθῳ γεραίρουσαν, τὴν ἁγίαν μνήμην σου καὶ τῇ σεπτῇ, σκέπῃ σου προστρέχουσαν, πίστει ἑκάστοτε.

 

Δόξα. Ἦχος β΄.

Ἐνδεδυμένος τοῦ Πνεύματος τὴν πανοπλίαν Ὅσιε, ἐν τῷ ἀγῶνι τῆς ἀσκήσεως ἠρίστευσας, ὑπεραρθεὶς τῶν φθαρτῶν· καὶ πρὸς ἀφθαρσίαν ἐπειγόμενος, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, καὶ τῶν ὑπὲρ φύσιν μετέσχες. Καὶ νῦν ἀνακεκαλυμμένως ἀπολαύων, ὧν ἐν τύποις τὰς ἐμφάσεις ἐδέχου, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, Γερμανὲ Πατὴρ ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη 

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χάριν εἰσδεξάμενος ἐκ Θεοῦ, Γερμανὲ παμμάκαρ, Μονὴν ἤγειρας ἱεράν, ἐν Παγγαίῳ Ὄρει, ἣν φύλαττε λιταῖς σου, ἐκ πάσης ἐπηρείας, καὶ περιστάσεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου