Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 26. ΟΣΙΟΣ ΑΚΑΚΙΟΣ ΕΝ ΚΛΙΜΑΚΙ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΚΣΤ!!
ΑΚΑΚΙΟΣ ΟΣΙΟΣ ΚΛΙΜΑΚΙ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐν τῷ Λάτρῳ ἀθλήσαντα ὑπὲρ ἄνθρωπον, Ἀκάκιον τιμῶμεν, ταπεινώσεως τύπον, στῦλον μοναζόντων καὶ βιαστῶν, βασιλείας τὸ πρότυπον, ὑπακοῆς ἀκροθίνιον θαυμαστόν, καὶ μαρτύρων ἐγκαλλώπισμα.

Τῶν μοναχῶν αἱ χορείαι σεπτῶς εὐφραίνονται, Ἀκάκιον ὁρῶσαι, μετὰ δήμων Ἀγγέλων, ᾄδοντα σὺν τούτοις, θεοπρεπῶς, τῷ Ἀρνίῳ καὶ λέγοντα· τοὺς ὑπακούοντας σῶσον Υἱὲ Θεοῦ, ὡς κἀμὲ Λόγε Φιλάνθρωπε.

Ὑπακοῆς τὸ ὑπόδειγμα ἐπαινέσωμεν, Ἀκάκιον τὸν θεῖον, μοναχῶν μέγα κλέος, κόσμον ἀσκουμένων καὶ ἀθλητῶν, ταπεινώσεως πρότυπον, τῆς ἀκακίας ὑπόδειγμα ἀκριβές, καὶ συγγνώμης θεῖον ἄγαλμα.

Τῆς ἡσυχίας τὸ ἄνθος ἀνευφημήσωμεν, Ἀκάκιον ἐν ὕμνοις, ἀρετῆς προβολέα, στήριγμα μαρτύρων καὶ μοναχῶν, καὶ σωτῆρα τοῦ Γέροντος, καθυπομείναντα τούτου τοὺς αἰκισμούς, μέχρι βίου τελειώσεως.

Δόξα. Ἦχος β’.
Δεῦτε τῶν μοναστῶν τὰ στίφη, τὸ τῆς ἀδιακρίτου καὶ τυφλῆς ὑπακοῆς πανθαύμαστον ὑπόδειγμα, Ἀκάκιον τὸν τρισόλβιον, ὕμνοις ἐγκωμίων ἀνυμνήσωμεν. Οὗτος γὰρ εὐρύχωρον τοῦ Ἁγίου Πνεύματος δοχεῖον γενόμενος, καὶ τήν του Γέροντος αὐτοῦ βιαιότητα μέχρις αἵματος καθυπομείνας, τῆς οὐρανίου βασιλείας κατηξιώθη. Αὐτοῦ ταῖς πρεσβείαις, διὰ τῆς τῶν θείων προσταγμάτων ἀποδοχῆς, καὶ πιστῆς αὐτῶν τηρήσεως, καὶ ἡμεῖς τοῦ αἰωνίου σαββατισμοῦ ἀξιωθείημεν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.



Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε περιχαρῶς, τιμήσωμεν ἐν ὕμνοις, Ἀκάκιον τὸν θεῖον, ὑπακοῆς τελείας, ὑπόδειγμα πανθαύμαστον.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τέκνον ὑπακοῆς, Ἀκάκιον τιμῶμεν, τυφλῆς καὶ ὑπὲρ λόγον, δι’ αἵματος λαβόντα, τὸ Πνεῦμα τὸ Πανάγιον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ἄριστον ὁδηγόν, τῶν μοναχῶν καὶ τύπον, Ἀκάκιον ἐν λόγοις, τιμήσωμεν ἐνθέως, ὡς ὅσιον καὶ μάρτυρα.

Δόξα. Τριαδικόν. Ὅμοιον.
Λόγον σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ, τιμήσωμεν ἐν πίστει, μονάδα κατ’ οὐσίαν, Θεὸν τὸν Παντοκράτορα.

Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, σαρκώσασα τὸν Λόγον, λιταῖς τοῦ Ἀκακίου, περίσκεπε ὡς Μήτηρ, τῶν μοναχῶν τὰ τάγματα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἑῴας ἐξήστραψας ὥσπερ ἀστὴρ φαεινός, καὶ πάντας ἐφαίδρυνας τῶν μονοτρόπων χορούς, Ἀκάκιε ὅσιε, αἴγλῃ τῶν ἀρετῶν σου, καὶ διήγειρας τούτους, ἄνθεσιν ἐγκωμίων, καταστέφειν σὺν πόθῳ, τὴν σὴν φαιδρὰν καὶ σεπτήν, καὶ πάντιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἀπενέκρωσας, καὶ ψυχὴν ἐζώωσας δι’ ἀσκήσεως, καὶ ἀρετῶν τελειότητος, ἐντεῦθεν καὶ ὤφθης, ὡς ζῶν, μετὰ τέλος ἀληθῶς, ὡς γὰρ ὕπνος λελόγισται, σοὶ ὁ θάνατος, πρὸς Θεὸν μεταστάντι καὶ εἰς χεῖρας, τὴν ψυχὴν παραθεμένῳ, αὐτοῦ Ἀκάκιε ἔνδοξε. (δίς)

Τῶν παθῶν κατεκοίμησας, τάς ὀρέξεις Ἀκάκιε, ἀγρυπνίαν πάννυχον ὡς κτησάμενος, ὑπακοὴν καὶ ταπείνωσιν, μελέτην τε θείων Γραφῶν, καὶ καρδίαν καθαράν, καὶ νοῦν ἀνεπιθόλωτον· ὅθεν γέγονας, καὶ δοχεῖον τοῦ Πνεύματος Ἁγίου, τάς ἀκτῖνας τῶν θαυμάτων, ἐναπαστράπτων τοῖς πέρασι.

Τὴν τοῦ κόσμου προσπάθειαν, παντελῶς βδελυξάμενος, ἀπαθείας ὄργανον ἐχρημάτισας, φιλοσοφίας δὲ ἔνδοξε, ἐμπράκτῳ ὀχήματι, ἀνυψώθης πρὸς αὐτό, ἐφετὸν τὸ ἀκρότατον, καὶ κατώπτευσας, μυστικῇ θεωρίᾳ ἀθεάτων, τὰ ἀμήχανα καὶ θεῖα, κάλλη Ἀκάκιε πάνσοφε.

Ἀκακίας ἐπώνυμος, πεφυκὼς διὰ πράξεως, ἀληθῶς Ἀκάκιε ἐχρημάτισας, ἔργῳ τε λόγον πιστούμενος, ὡς κλῆσιν κατάλληλον, φερωνύμως ἀληθῶς, ἐκ προνοίας τῆς ἄνωθεν· τῇ γὰρ κλίμακι, ἀρετῶν τῶν ἐνθέων κεχρημένος, ὕψος ἔφθασας τῆς ἄνω, ὑπερκοσμίου λαμπρότητος.

Μοναχῶν τὸ ὑπόδειγμα, ἀθλητῶν τὸ ἀγλάϊσμα, ἐν ᾠδαῖς τιμήσωμεν, τὸν Ἀκάκιον, ὑπακοῆς θεῖον πρότυπον, ἀγάπης τὸ ἄγαλμα, ταπεινώσεως Χριστοῦ, ἐγκαλλώπισμα ἔνθεον, ὁδηγήσαντα, τὸν αὐτὸν θανατώσαντα εἰς νῆψιν, τὸν φωνήσαντα ἐκ τάφου, τὸν ἐν τῇ Κλίμακι ἔνδοξον.

Δόξα. Ἦχος πλ. β’.
Τὸν Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀκακίας, τῶν μοναστῶν οἱ χοροὶ συνελθόντες ἀνευφημήσωμεν. Οὗτος γὰρ τῶν ἐν Εὐαγγελίῳ τοῦ Κυρίου ῥημάτων ἀκούσας, φρονήσει τε καὶ ἀκεραιότητι ὑπερέλαμψε, προπηλακισμοὺς καὶ αἰκίας, γενναιοφρόνως ὑπενεγκών, καὶ ὑπακοὴν μέχρι τέλους ἀκριβῶς ἐνδειξάμενος· ὅθεν καὶ ἐπαξίως αὐτὸν ἠμείψατο πλουσίαις δωρεαῖς, αὐτὸς ὁ Χριστός, καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Εἴσοδος. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 κ 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α’.
Δεῦτε πιστοὶ ἐπὶ τῇ μνήμῃ τοῦ ἀνεξικάκου Ἀκακίου, τοῦ κλείσαντος τὸν τῆς ἀδιακρίτου καὶ τυφλῆς ὑπακοῆς ὅρον, πνευματικῶς εὐφρανθῶμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις τῶν μοναζόντων ἀκριβέστατος κανών, καὶ τῶν ἀθλουμένων θεοδώρητον πρότυπον. Χαίροις τῆς ὑπακοῆς τὸ τέλειον ὑπόδειγμα, καὶ τῆς θυσίας ὁ ἀπλανὴς ὁδηγός. Χαίροις ὁ ἐκ τάφου κηρύξας μετάνοιαν, καὶ τῶν ἐν πνευματικῇ νεκρώσει ἀφορμὴ λυτρώσεως γεγονώς. Λιταῖς Κύριε τοῦ Ἁγίου σοῦ Ἀκακίου, λύτρωσαι πάντας ἡμᾶς ἐκ τῶν παθῶν ἡμῶν.

Ἦχος β’.
Εἰ καὶ ἐν τάφῳ νεκρὸς ὑπάρχων, κατὰ νόμον θανόντων κατέκεισο, ἀλλὰ τῷ πυθομένῳ παραδόξως ἐφθέγξω τό, ὡς οὐ τέθνηκας Ὅσιε. Οὐ θνήσκουσι μέν, Θεῶ δὲ ζῶσιν οἱ θείως ζήσαντες.

Ἦχος δ’.
Ἡ του Ἀκακίου ἐπέλαμψεν ἑορτή· δεῦτε σήμερον αὐτὸν φαιδρῶς πανηγυρίσωμεν, τῶν μοναστῶν τὰ συστήματα· πᾶσαν γὰρ συλλαβὼν εἶχεν ἐν ἑαυτῷ ἀρετὴν ὁ ἀοίδιμος· διὸ καὶ ἀκηράτοις στεφάνοις τὴν ἱερὰν αὐτοῦ κορυφὴν ὁ στεφοδότης Χριστὸς ἐστεφάνωσεν, ᾧ καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Δόξα. Ἦχος πλ. α’.
Τοὺς δερματίνους χιτῶνας, οὓς ἐνέδυσε πρῴην τὴν φύσιν ἡμῶν ἡ τοῦ Πρωτοπλάστου παράβασις, ὑπακοῇ διαῤῥήξας, καὶ τῇ του Πνεύματος τεκτονίᾳ ἀνακαινίσας σαυτόν, τὴν θεοΰφαντον ἐνεδύσω στολὴν πάτερ Ἀκάκιε· μεθ’ ἧς ἐν οὐρανοῖς αὐλιζόμενος, καὶ περιχορεύων Χριστῷ τῷ Δεσπότῃ σου, μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει τελούντων σοῦ τὰ μνημόσυνα.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ποίμνην τὴν τιμῶσάν σε, καὶ μετὰ πόθου γεραίρουσαν, περιέπεις ἑκάστοτε, τὴν πανσεβάσμιον, ἑορτὴν παμμάκαρ, ἐκ βλάβης παντοίας, καὶ ἐπηρείας ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν πρεσβείαις σου, πατὴρ ἡμῶν Ἀκάκιε, καὶ διὰ τοῦτο δοξάζει σε, καρτερόψυχε ὅσιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στίχ: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἄπνους κατακείμενος, νόμῳ θανόντων ἐν μνήματι, σὺ ἐφθέγξω μακάριε, ὡς ζῶν τῷ λαλήσαντι, λίαν παραδόξως, οὐ τέθνηκα λέγων, ζῶ δὲ ἀεὶ ἐν τῷ Χριστῷ, συμβασιλεύων αὐτῷ αἰώνιος· διὸ καὶ ἐορτάζοντες, τὴν πανσεβάσμιον μνήμην σου, μετὰ πόθου δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.

Στίχ: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔφερες στεῤῥότατα, τάς ἀτιμίας ἑκάστοτε, θεοφόρε Ἀκάκιε, πληγάς τε τοῦ σώματος, εὐχαρίστως μάκαρ, μνήμην τοῦ θανάτου, διηνεκῶς ἐμμελετῶν, καὶ καθ’ ἑκάστην ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετὸν τὸ ἀκρότατον· ὅθεν πάτερ καὶ ἔφθασας ἐπ’ αὐτὴν τὴν ἀκρώρειαν.









Δόξα. Ἦχος πλ. δ’.
Εἰς πᾶσαν διέδραμε τὴν ὑπ’ οὐρανόν, ὁ τῶν κατορθωμάτων σου φθόγγος, ὡς ἀπὸ κέντρου κυκλικοῦ, τῆς ἐν Ἀσίᾳ Μονῆς, τῆς τῶν Κελλιβάρων, ἐν ᾗ τὸ ἀοίδιμον καὶ καρτερικόν σου σῶμα, περιὸν ἔτι τῷ βίῳ ἠγώνισται, πατὴρ ἡμῶν Ἀκάκιε· διὸ καὶ σήμερον ἅπας ὁ τῶν μοναζόντων χορός, μετὰ πίστεως ἀθροισθέντες, ὁ μὲν σοῦ τὸ ἐχέφρον, ὁ δὲ τὸ τῆς γνώμης ἀκέραιον, ἄλλος δ’ αὖ πάλιν τὸ τῆς ψυχῆς καρτερικόν, τὸ τῆς ὑπακοῆς ἀπαράμιλλον ἕτερος, οἱ πάντες ἅπαντα τὰ σὰ σεπτὰ προτερήματα ὑπεράγαν ἐκθειάζοντες, τὸν τῶν ἀγαθῶν δοτῆρα δοξάζουσι Χριστὸν τὸν Θεόν, τὸν τοσαύταις χαρίτων ἀγλαΐαις τὴν ἱεράν σου ψυχὴν καταλαμπρύναντα.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἑῴας ἐξήστραψας ὥσπερ ἀστὴρ φαεινός, καὶ πάντας ἐφαίδρυνας τῶν μονοτρόπων χορούς, Ἀκάκιε ὅσιε, αἴγλῃ τῶν ἀρετῶν σου, καὶ διήγειρας τούτους, ἄνθεσιν ἐγκωμίων, καταστέφειν σὺν πόθῳ, τὴν σὴν φαιδρὰν καὶ σεπτήν, καὶ πάντιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.










ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α’ στιχολογίαν. Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄλλος Ἰακώβ, ἀνεδείχθης τρισμάκαρ, Ἀκάκιε στεῤῥέ, τῷ τῆς γνώμης ἀκάκῳ, διὸ καὶ δεδόξασαι, πρὸς Χριστοῦ τοῦ Δεσπότου σου, καὶ αὐλίζεις νῦν, ἐν οὐρανοῖς γηθοσύνως, σὺν Ἀγγέλοις τε, καὶ τῶν ὁσίων τοῖς δήμοις, δικαίοις καὶ μάρτυσι.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ στιχολογίαν. Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐξῆλθες τοῦ μνήματος, καὶ μετὰ πότμον εὐθύς, ὑπήκοος ἄριστος, ὑπερφυῶς ὥσπερ ζῶν, Ἀκάκιε ὅσιε, γέγονας τῇ κελεύσει, τοῦ συνάθλου σου ὅθεν, Κύριος ὁ Θεός σου, σὲ μετέστησε πάτερ, ὅπου οἱ τῶν Δικαίων δῆμοι ἀναπαύονται.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ταχὺ δέξαι Δέσποινα, τάς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῶ, Κυρία Πανάχραντε, λῦσον τάς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων Παρθένε κατὰ τῶν δούλων σου.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὴν ψυχήν σου Ὅσιε, καταφαιδρύνας, ἀρετῶν λαμπρότησι, τανῦν παρίστασαι Χριστῷ, ἐν παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, προκινδυνεύοντα ῥῦσαί με· σὺ γὰρ ὑπάρχεις ἡ πάντων βοήθεια.








Οἱ Ἀναβαθμοί. Τὸ πρῶτον Ἀντίφωνον τοῦ δ’ ἤχου.
Τὸ Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ…
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’.
Δόξα: Ταῖς του σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β’. Στίχ: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.  
Βρώσει διὰ τῆς παρακοῆς ὁ προπάτωρ, παραδείσου γέγονεν ἄποικος, νηστείᾳ δὲ διὰ τῆς ὑπακοῆς παράδεισον ᾤκησεν, ὁ μέγας ὡς ἀληθῶς πύκτης Ἀκάκιος· ἔνθα νῦν αὐλιζόμενος, καὶ τὰ κάλλη ἐκείνου κατατρυφῶν, πρεσβεύει ἀπαύστως Κυρίῳ εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, ὁ Κανὼν τῆς Θεοτόκου εἰς ς’ καὶ τοῦ Ὁσίου εἰς η’, οὗ ἡ ἀκροστιχίς: Ἀκάκιον τὸν ἄριστον ὑπήκοον ᾄσμασιν ᾄδω. Θεοφάνους.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον.
Ἀκάκῳ γνώμῃ θεόφρον χρώμενος, τὴν ἀγαθότυπον, τῶν ἀρετῶν ἐκτήσω καλλονήν, τοῦ Χριστοῦ τὴν ἑκούσιον, ὑπακοὴν μιμούμενος, μέχρι θανάτου παμμακάριστε.
Κακίας τὸν εὑρέτην κατῄσχυνας τῇ ἀκακίᾳ σου, ὑπομονῇ τε Πάτερ πειρασμῶν, τὴν αὐτοῦ ὑπερήφανον, καὶ ἐπηρμένην ἄνοιαν, πρὸς γῆν παμμάκαρ ἐταπείνωσας.
Ἀσκήσει καρτερωτάτῃ Ὅσιε, προγυμναζόμενος, καὶ τῶν παθῶν ἐκτέμνων τὰς ὁρμάς, ἀπαθείας ἐνδύματι, κατεκοσμήθης ὕστερον, χάριτι θείᾳ σκεπαζόμενος.
Κρατύνας τὴν τῆς ψυχῆς κατάστασιν, ὑπομονῇ καρτερᾷ, καὶ σταθερῷ παμμάκαρ λογισμῷ καθ’ ἡμέραν ὑπέμεινας, μαρτυρικὸν ἀγώνισμα, καὶ στεφανίτης ἀναδέδειξαι.
Θεοτοκίον.
Ἰσχύς μου ποιητικὴ καὶ ὕμνησις, Θεὸς καὶ Κύριος, ὁ δι’ ἡμᾶς ἐκ Σοῦ σωματωθείς, καὶ τεχθεὶς τῆς προφήτιδος, ὡς Ἠσαΐας Πάναγνε, προφητικῶς εὐηγγελίσατο.





ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Ὁλόκληρον σεαυτόν, τῷ Ποιητῇ σου καὶ Θεῷ Ὅσιε, ἀνατεθεὶς ἔφερες, τιμωρητικὴν ἐξουδένωσιν.
Νομίμως ἀθλητικήν, τὴν καρτερίαν ἀσκητὰ ἔδειξας, ἐπὶ τῆς γῆς ὅθεν σοι, ἡ ἐν οὐρανοῖς τέρψις δέδοται.
Ταπείνωσιν ἀληθῆ, μακροθυμίαν ἀκριβῆ ἤσκησας, ὑπομονὴν ἐγκράτειαν, δι’ ὑπακοῆς παμμακάριστε.
Θεοτοκίον.
Ὁ πάντων Δημιουργός, δημιουργεῖται δι΄ ἡμᾶς Πάναγνε, σάρκα λαβὼν ἔμψυχον, ἐκ σοῦ Παναγία θεόνυμφε.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λαμπρότητι πίστεως, καὶ τῷ τῶν ἔργων φωτί, ἐδείχθης ἰσάγγελος, ἐπὶ τῆς γῆς ἀληθῶς, Ἀκάκιε πάνσοφε, ἔδειξας ἐν ἀνδρείᾳ, τὸ στεῤῥὸν τοῦ νοός σου, ἔτρεψας παρατάξεις, τῶν παθῶν ἐν ἀσκήσει, διὸ καὶ μετὰ τέλος ὡς ζῶν ὤφθης ἀήττητε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Πολλοῖς πλημμελήμασιν, ἐγὼ ὁ ἄσωτος, τὸν νοῦν σκοτιζόμενος, ἐπιβοῶμαι τὴν σήν, βεβαίαν ἀντίληψιν, φώτισον Θεοτόκε, τῆς ψυχῆς μου τὰς κόρας, λάμψον μοι μετανοίας, τὸ λαμπρότατον φέγγος, καὶ ἔνδυσόν με ὅπλα τοῦ φωτὸς Πανάμωμε.

ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.
Νεκρώσας πάτερ τὸ φρόνημα τῆς σαρκός σου, τὴν σὴν ψυχὴν ἐζώωσας, καὶ δικαιοσύνης στέφανον ἀπείληφας, κραυγάζων Ἀκάκιε· δόξα τῇ δυνάμει σου Κύριε.
Ἀγῶνας μακρεῖς ἀνύων τοὺς καθ’ ἡμέραν καρτερικὴν ἐδείκνυες, τὴν ἔνστασιν Πάτερ· ὅθεν μετὰ θάνατον, ὡς ζῶν ἀνεβόησας· δόξα τῇ δυνάμει σου Κύριε.
Ῥωμαλέῳ τῷ φρονήματι τὰς βασάνους, διὰ Χριστὸν ὑπέμεινας Ἀκάκιε μάκαρ, τοῦτον φανταζόμενος, σταυρῷ προσηλούμενον, διὰ σωτηρίαν τοῦ γένους ἡμῶν.
Θεοτοκίον.
Ἱερωτέρα ὑπάρχεις τῶν οὐρανίων, καὶ νοερῶν δυνάμεων, ὡς τούτων τὸν Κτίστην πάναγνε κυήσασα· διό σοι κραυγάζομεν· χαῖρε Θεοτόκε πανύμνητε.




ᾨδή ε’. Σὺ Κύριέ μου φῶς.
Σὺ Ὅσιε πληγαῖς, ἀνδρικῶς αἰκιζόμενος, καὶ μάστιγας καθ’ ἡμέραν, ὑποφέρων εὐτόνως, ὁσίως ἀναπέπαυσαι.
Τὸν δρόμον τὸν καλόν, ἐκτελέσας Ἀκάκιε, τὴν ἄκακον καὶ καμάτων, ἐλευθερίαν καὶ πόνων, ἀπέλαβες ἀνάπαυσιν.
Ὁ νοῦς σου καθαρῷ λογισμῷ κυβερνώμενος, Ἀκάκιε θεοφόρε, πρὸς τὸν αἴτιον πάντων, εὐστόχως ἐγκαθώρμισται.
Θεοτοκίον.
Νοῦς καὶ ἀγγελικός, οὐκ ἰσχύει Πανάμωμε, τὸν τόκον σου ἑρμηνεῦσαι, ὑπερβαίνει γὰρ πᾶσαν, κατάληψιν καὶ ἔννοιαν.

ᾨδὴ ς’ . Θύσω σοι μετὰ φωνῇς.
Ὑπνωσις, τὸν μακάριον ὕπνον Ἀκάκιε, καὶ μετὰ θάνατον ὤφθης, ὑπακούων πάτερ τοῖς ἐρωτῶσιν, ὡς οὐ θνῄσκει ὁ τῆς ὑπακοῆς ἀντεχόμενος.
Πληρώσας, τοὺς καλλίστους ἀγῶνας φερώνυμε, τῆς ἀκηράτου θέοφρον, ἠξιώθης ὄντως ἀθανασίας, ἔνθα χαίρων, τοὺς στεφάνους τῆς νίκης ἀπέλαβες.
Ἡ θεία, καὶ καλὴ καὶ θεάρεστος ἄσκησις, τῆς πολιτείας σου μάκαρ, τοὺς πολλοὺς στηρίζει τῷ θείῳ φόβῳ, καὶ τῷ πόθῳ, ἀγαθῶν τῶν μελλόντων Ἀκάκιε.
Θεοτοκίον.
Κυρίως, Θεοτόκον σὲ πίστει δοξάζομεν, ὡς τὸν Θεὸν συλλαβοῦσαν, καὶ τεκοῦσαν τοῦτον ἀπειρογάμως, ἑνωθέντα, τῷ ἐκ σοῦ προσληφθέντι ἁγίῳ ναῷ.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὤφθης στήλη ἔμψυχος, τῆς καρτερίας, καὶ πυρσὸς ἀείφωτος, ὑπακοῆς ὡς ἀληθῶς, τοῖς μονοτρόποις πανόλβιε· διὸ ὑμνοῦμεν, τὴν πάνσεμνον μνήμην σου.
Ὁ Οἶκος.
Τὸν ἀκακίας ἐπώνυμον δεῦρο δῆμοι, τῶν μοναστῶν ἡ πληθύς, συνελθόντες μετὰ πόθου τιμήσωμεν· οὐ μόνον γὰρ τὸ ἀκέραιον τῆς γνώμης διαφερόντως ἐπλούτει ὁ μακάριος, ἀλλά γε καὶ τὸ καρτερικὸν τῆς ψυχῆς· διὸ καὶ προπηλακισμούς, καὶ αἰκίας ἔφερε καθ’ ἑκάστην στεῤῥότατα, καὶ ὑπακοὴν ἄκραν περιών τε, καὶ μετὰ πότμον ἐνεδείξατο, τῷ πυθομένῳ φθεγξάμενος· ἀδύνατον εἲναι τεθνάναι τοὺς ὑπακοῆς ἐργάτας· καὶ τῇ τοῦ μοναστοῦ εἴξας κελεύσει, καὶ κενὸν τοῦ ἰδίου σώματος τὸ μνῆμα καταλιπών, θεόθεν ὑπερφυῶς μεταστάς, καὶ τῷ θρόνῳ παρεστὼς Χριστοῦ τοῦ Θεοῦ, ᾧ καὶ παῤῥησίᾳ τυγχάνει, δεόμενος ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τελούντων τὴν πάνσεπτον μνήμην αὐτοῦ.
Συναξάριον.
Τῇ ΚΣΤ´ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.
καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.
Ἑβδομάτῃ Ἀκάκιος οἰζυρὸν οὖτον ἄλυξε.
Οὗτος ἦν ἔν τινι τῆς Ἀσίας Μονῇ· καὶ νέαν ἔτι τὴν ἡλικίαν ἄγων, τὸν ἀσκητικὸν βίον μετήρχετο. Εἶχε δὲ ἐπιστατοῦντα αὐτῷ γέροντα ἀκόλαστον πάνυ καὶ ἠμελημένον. Καὶ τοιαῦτα δεινὰ παρ᾿ αὐτοῦ ὑπέμενεν, οἷα τοῖς πολλοῖς ἴσως καὶ ἄπιστα εἶναι δοκοῦσι. Ποτὲ μὲν γὰρ εἶχε τὸν ὀφθαλμὸν μεμελανωμένον, ποτὲ δὲ τὸν τράχηλον, ποτὲ δὲ τὴν κεφαλὴν πεπληγμένην. Ἐπεὶ δέ, διαβιώσας μετὰ τοῦ ἀνηλεοῦς ἐκείνου γέροντος χρόνους ἐννέα, ἐπορεύθη πρὸς Κύριον, καὶ ἐτάφη μετὰ τῶν Πατέρων ἐν τῷ κοιμητηρίῳ, ἀφίκετο ὁ τούτου ἐπιστάτης πρός τινα γέροντα μέγαν τῶν αὐτόθι, καὶ λέγει αὐτῷ· Ὁ ἀδελφὸς Ἀκάκιος ἐτελεύτησε. Τοῦ δὲ μὴ πεισθέντος, λέγει πρὸς αὐτὸν ἐκ δευτέρου· Ἔρχου καὶ ἴδε. Ἦλθον οὖν ἀμφότεροι εἰς τὸ κοιμητήριον, καὶ ὥσπερ ζῶντι ὁ τίμιος γέρων ἐφώνησε πρὸς τὸν τελευτήσαντα, καί φησιν· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν ἐπεδείκνυτο, καί φησι πρὸς τὸν μέγαν· Πῶς, Πάτερ ὅσιε, ἄνθρωπον ὑπακοῆς ἐργάτην ἀποθανεῖν δυνατόν; Τότε ὁ γέρων, ὁ πρὶν αὐτοῦ ἐπιστάτης, ἔμφοβος γενόμενος ἐπὶ τῷ θαύματι, ἐπὶ πρόσωπον σὺν δάκρυσιν ἔπεσε, καὶ πλησίον τοῦ μνήματος ἐκείνου κελλίον ποιήσας, ἐκεῖσε σωφρόνως τὸ λοιπὸν τοῦ βίου διήνυσε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι φόνον πεποίηκα.
Ὁ μὲν οὖν θεῖος Ἀκάκιος, ἐν τοιούτοις ἀγωνίσμασι τὴν μακαρίαν διανύσας ζωήν, οὕτω μακαρίως τοῦ βίου μεθίσταται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῆς φυσικῆς ἀνώτερον διαλύσεως θείᾳ δυνάμει τηρούμενον, εἰς πολλὰς ἐτῶν περιόδους σῶον καὶ ὁλόκληρον ἐφυλάττετο. Καί ποτε τῶν τὴν Μονὴν ταύτην οἰκούντων Μοναχῶν, ἐξελθόντων εἰς τὸ ἀμήσασθαι, ἅτε τῆς ὥρας πρὸς τοῦτο καλούσης, καὶ δύο καταλειφθέντων ἐν τῇ Μονῇ, τοῦ μὲν ἀσθενοῦς, τοῦ δὲ πρὸς φυλακὴν τῆς Μονῆς, συνέβη ἀποθανεῖν τὸν ἀσθενῆ. Ὁ δὲ ἕτερος, μόνος ὤν, καὶ μὴ ἱκανῶν πρὸς τὴν τοῦ ἀδελφοῦ κηδείαν, τὸ τοῦ θαυμαστοῦ Ἀκακίου μνῆμα ἀνοίξας, ἔθηκε τὸν τελευτήσαντα ἀδελφὸν μετὰ τοῦ Ἁγίου. Καὶ τῇ ἐπαύριον παραγενόμενος, εὑρίσκει ὃν ἔθηκε μετὰ τοῦ Ἁγίου, ἔξω ἐῤῥιμμένον, εἶτα τίθησι πάλιν αὐτὸν ἐν τῷ μνήματι. Ὡς δὲ καὶ αὖθις τὸν αὐτὸν τρόπον εὗρεν αὐτὸν ἔξωθεν ἐῤῥιμμένον, ἐδικαιολογεῖτο μετὰ τοῦ Ἁγίου, λέγων πρὸς αὐτόν· Ἤκουσταί μοι, ἅγιε Ἀκάκιε, ὅτι σοί, ὡς οὐδενὶ ἑτέρῳ, ἡ ὑπακοὴ ἐσπουδάσθη, ἀλλὰ νῦν, ὡς ὁρᾶν ἔχω, ἀνήκοος ἐγένου καὶ ὑπερήφανος, ὡς καὶ τὸν ἀδελφὸν μὴ παραδέχεσθαι, ἀλλ᾿ ἀποῤῥίπτειν αὐτόν· ἢ τοίνυν ἔασον αὐτὸν κεῖσθαι μετὰ σοῦ, ἤ, ἐὰν ἔτι τοῦτο ποιήσῃς, οὐκ ἀνέξομαί σου, ἀλλ᾿ ἐκβαλῶ σε ἐκ τοῦ μνημείου. Θεὶς οὖν αὐτὸν πάλιν ἐν τῷ τάφῳ τοῦ Ἁγίου, ἀπῆλθε. Καὶ τῇ ἐπαύριον ἐλθών, τὸν μὲν παρ᾿ αὐτοῦ τεθέντα ἀδελφόν, εὗρε κείμενον ἐν τῷ τάφῳ, τὸν δὲ Ἅγιον οὐχ εὗρε. Καὶ νῦν ἐστιν ἰδεῖν τὸν τάφον κενόν, τὴν ἐπωνυμίαν σώζοντα τοῦ Ἁγίου.
 Οὗτος ὁ μακάριος Ἰάκωβος, καταλαβὼν τὸ ὄρος, τὸ ὂν ἀπὸ τριάκοντα σταδίων τοῦ ἄστεως (τῆς πόλεως Κύρου) ἐνεκαρτέρει, οὐκ ἄντρον ἔχων, οὐ σκηνήν, οὐ καλύβην, ὡς διὰ τῶν τοιούτων τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούσασθαι. Καὶ ταῦτα λέγω, οὐ παρ᾿ ἄλλου μαθών, ἀλλ᾿ αὐτόπτης γενόμενος· κοιλιακὸν γὰρ νόσημα ἐπελθὸν αὐτῷ ποτε, μόλις ἔπεισεν ἀφιέναι τοὺς προσιόντας οἴκαδε πάλιν νοστῆσαι· διδάσκων γὰρ ἦν αὐτοὺς τὸν περὶ εὐσεβείας λόγον. Ἀλλὰ καὶ ὑποχωρησάντων, ἕως ἑσπέρα κατέλαβεν, ἑαυτὸν ἐβασάνιζε, καίτοι τῆς φύσεως κατεπειγούσης. Οὗτος, ὡς ἔφημεν, τὸν οὐρανὸν ἔχων ὄροφον, πρὸς ἅπαντα καρτερῶν ἦν, ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι. Τὸ δὲ σῶμα σιδήροις κατησφαλίσατο ἔνδοθεν, φέρουσι περὶ τὸν τράχηλον δύο κύκλους, καὶ δύο σχήματα τοῦ γράμματος Χ ποιοῦσιν ἔμπροσθέν τε καὶ ὄπισθεν· εἰς δὲ τοὺς βραχίονας ἀνὰ ἕνα. Τροφὴ δὲ αὐτῷ πρὸς ἑσπέραν, φακὸς διάβροχος.
Ἐκ τούτων δὴ τῶν πόνων, τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα. Ὅτι παιδίον ἀπονεκρωθέν, τοῦ πατρὸς ἀποδυρομένου, καὶ λέγοντος πρὸς τὸν Ἅγιον, «Οἶδα, δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι, μόνον μὴ κατοκνήσῃς προσεύξασθαι», ἰδὼν ὁ Ἅγιος, καὶ τοῖς δάκρυσι τοῦ Πατρὸς ἐπικαμφθείς, τὸ γόνυ κλίνας καὶ τὸν Θεὸν ἐπικαλεσάμενος, τὸν παῖδα ἀνέστησε καὶ παρέδωκε τῷ πατρὶ αὐτοῦ ὑγιῆ. Πολλὰ μὲν οὖν τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος τὰ πολλὰ παραλείψαντες, ἑνὸς ἐπιμνησθῶμεν.
Οὗτος, πολλὰ πειρασθεὶς ὑπὸ τῶν δαιμόνων, εὐχῇ καὶ μόνῃ τούτους ἀπεκρούσατο. Ἀπεκόμιζε δέ τις τὸ ὕδωρ αὐτῷ μήκοθεν δὶς τῆς ἑβδομάδος· καὶ σχηματίσας ὁ διάβολος ἑαυτὸν εἰς τὸ τοῦ Ἁγίου ὁμοίωμα, ὑπήντα κατὰ τὸ μέσον τῆς ὁδοῦ τὸν διακονητήν, καὶ λαμβάνων τὸ ὕδωρ, ἀπέστελλεν αὐτὸν οἴκαδε. Τοῦτο ποιῶν, ἔσπευδεν ἐξ ἀνυδρίας ἀπάγξαι τὸν Ἅγιον. Ποτὲ δὲ καὶ παρὰ καιρὸν ἐλθὼν ὁ διακονητής, διέλαθε τὸν κακὸν συμμεριστήν· καὶ λέγει ὁ Γέρων, ἰδὼν τὸν τὸ ὕδωρ διακομιζόμενον ἄνθρωπον· Τί τοῦτο τέκνον; πολὺς καιρὸς διῆλθεν, ἐξ ὅτου ὕδωρ οὐ διεκόμισας, καὶ εἰς ἀγανάκτησιν οὐ μικρὰν ἤλθομεν ἐξ ἀνυδρίας. Ὁ δέ, Ἀείποτε Πάτερ, φησί, κατὰ τὴν ὡρισμένην ὥραν καὶ ἡμέραν ἀποκομίζω τὸ ὕδωρ, ἀλλὰ συναντῶν μοί ποτε μὲν εἰς τόν δε τὸν τόπον, ποτὲ δὲ εἰς τόν δε, οὐ συνεχώρεις μοι ἐλθεῖν ὧδε. Ὁ δὲ Ἅγιος πρὸς αὐτόν· Ἀπὸ τοῦ νῦν, κἂν μυριάκις με ἴδῃς συναντῶντά σοι, καὶ κωλύοντά σε, ἢ ἐπιτιμῶντά σοι, τέκνον, μή μοι δὸς τὸ σκεῦος, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον. Οὕτω καλῶς ἠγωνίσατο, καὶ μέγας θαυματουργὸς γενόμενος, ἀπῆλθε πρὸς Κύριον εὐφραινόμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε.
Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.
σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.
 Οὗτος ἐκ τῆς τῶν Ἀρμενίων ὥρμητο χώρας, Μεγιστάνου τινὸς υἱὸς ὑπάρχων. Τῆς θείας οὖν φωνῆς ἀκούσας τῆς λεγούσης· Πᾶς ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, καὶ τὰ ἑξῆς· καταλιπὼν πάντα, παραγίνεται ἔν τινι μοναστηρίῳ, ἐν ᾧ πᾶσαν καὶ παντοίαν ἄσκησιν ἐπεδείξατο, καὶ πάντας τοὺς πρὸ αὐτοῦ τῇ ἄκρᾳ σκληραγωγίᾳ ὑπερέβη. Ἐπεὶ δὲ εἰς γνῶσιν ἦλθε τῷ ἑαυτοῦ πατρί, ἀνηρευνῶντο παρ᾿ αὐτοῦ τὰ τῶν μοναστῶν καταγώγια. Αὐτὸς δὲ ἐξελθὼν ἐκεῖθεν, περιήρχετο πᾶσαν Ἑῴαν, τό, Μετανοεῖτε, βοῶν. Ἐντεῦθεν καὶ τὴν ἐπίκλησιν ἔσχε τοῦ Μετανοεῖτε. Περιελθὼν δὲ καὶ τὴν τῶν Κρητῶν νῆσον, καὶ τὴν τοῦ Πέλοπος, καὶ πάσας πόλεις καὶ χώρας περινοστησάμενος, ὕστερον παρεγένετο ἐν πόλει Λακώνων. Ἐν ᾗ παντοῖα θαύματα ἐνδειξάμενος, ναὸν ἀνεστήλωσε Χριστῷ τῷ Σωτῆρι ἡμῶν. Ἐν ᾧ μονάσας μέχρι τέλους, ἀπῆλθε πρὸς ὃν ἐπόθει, τὸν στέφανον τῆς ἀσκήσεως εἰληφὼς παρ᾿ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ Κιονίτου.
Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
 Οὗτος ἦν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως, ἐξ Ἀδριανουπόλεως τῆς Παφλαγόνων χώρας, καὶ πρὸ τῶν ὠδίνων τῇ μητρί, διά τινων δεξιῶν συμβόλων, ὁποῖος ἀποβῆναι ἔμελλε, προγνωσθείς, καὶ μετὰ τὴν γέννησιν τοὺς τότε καὶ νῦν θεάματι καὶ ἀκοῇ καὶ καρτερίᾳ καταπλήξας. Καὶ γὰρ ἔδοξεν ἡ μήτηρ, τοῦτον ἐγκυμονοῦσα, ἀμνὸν ὡραῖον, ἐν τοῖς κέρασιν ἀνημμένας ἔχοντα λαμπάδας, ἀποφέρεσθαι· ὅπερ σύμβολον τῆς ἐσύστερον λαμπρότητος καὶ ἀρετῆς τοῦ ἀνδρός. Οὗτος οὖν διὰ παντοίας ἀσκήσεως ἠγωνίσατο καὶ θαύματα κατειργάσατο, καὶ τῇ καρτερίᾳ πάντας ὑπερέβαλεν. Ἐπὶ γὰρ κίονος αἴθριος ἔστη ἐπὶ χρόνοις τρισὶ καὶ πεντήκοντα. Ἐπεὶ δὲ καὶ τραύματι αὐτὸν ὁ πονηρός, κατὰ τὸν Ἰώβ, ἔτρωσεν, ἐν αὐτῷ τῷ κίονι ἐφ᾿ ἑνὸς κατακλιθεὶς πλευροῦ, διήρκεσεν ἔτη δεκατρία, μὴ μετακλιθεὶς πρὸς θάτερον μέρος, ἕως οὗ τὴν τιμίαν αὑτοῦ ψυχὴν παρέθετο τῷ Θεῷ. Ὁ δὲ πᾶς τῆς ζωῆς αὐτοῦ χρόνος γέγονεν ἔτη ἑκατόν.





Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Στυλιανοῦ τοῦ Παφλαγόνος.
Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.
 Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Στυλιανός, ἐγεννήθη ἐν Παφλαγονίᾳ, ἠγιασμένος, ὡς ἄλλος Σαμουὴλ ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ ηὔξανε καὶ ἐκραταιοῦτο ἐν τῇ χάριτι τοῦ Χριστοῦ, κατοικητήριον γενόμενος τοῦ Ἁγίου Πνεύματος. Σάρκα φορῶν καὶ αὐτὸς ὁ μακάριος καὶ τὸν κόσμον οἰκῶν, οὔτε ὑπὸ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς εἱλκύσθη, οὔτε ὑπὸ τῆς ματαιότητος τοῦ κόσμου. Κατανοήσας τὸ φθαρτὸν τῆς σαρκὸς καὶ τοῦ κόσμου τὸ ἐφήμερον, δὲν ἠθέλησε να δουλεύσῃ αὐτοῖς ἵνα θερίσῃ φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ συνετάχθη μετὰ τοῦ κρείττονος, ἤτοι τῆς ἀθανάτου ψυχῆς, καὶ ταύτης ἀπεφάσισε να ἐπιμεληθῇ ἐν τῷ βίῳ, ἵνα κληρονομήσῃ ζωὴν αἰώνιον. Ὅθεν εὐθὺς ἐξ ἀρχῆς ἐσκόρπισεν κατὰ τὸ γεγραμμένον, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἅπαντα τὸν πλοῦτον αὐτοῦ, ὂν ἐκληρονόμησε παρὰ τῶν γονέων, διεμοίρασεν εἰς τοὺς πτωχούς, θεωρῶν ἔγκλημα να πένονται μὲν ἄλλοι, αὐτὸς δὲ να πλουτῇ. Οὕτω δὲ ἐκ τῆς γῆς ἀνεβίβασε τοὺς θησαυροὺς αὐτοῦ εἰς τὸν οὐρανὸν πρὸς αἰωνίαν περιθαλψιν, Δεσποτικὸν ἐκπληρῶν πρόσταγμα ὅπερ λέγει: ··Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σής, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσι οὐδὲ κλέπτουσι. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. Καὶ ὄντως, εὐθὺς ὡς διεμοίρασεν ὁ μακάριος τὸν πλοῦτον αὐτοῦ, καὶ μετεβίβασεν αὐτὸν διὰ τῆς μεθόδου ταύτης εἰς τὸν οὐρανόν, ἀπεσπάσθη τῶν γηΐνων καὶ πάντων τῶν ματαίων, καὶ ἐξ ὅλης καρδίας αὐτοῦ ἀφοσιώθη εἰς τὴν λατρείαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅθεν καὶ περιεβάλετο τὸ μοναχικὸν σχῆμα ἵνα εὐσχημόνως πάντοτε ὑπηρετῇ τῷ Κυρίῳ, οὐδὲν ἄλλον φροντίζων καὶ ζητῶν, ἤ, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν, Τὶ εὐάρεστον τῷ Κυρίῳ, ἵνα ποιῇ αὐτὸ καὶ οὐδέποτε ἐξετάζων τὶ ἀρέσκει ἑαυτῷ. Διὰ τοῦτο καὶ ὑπέρτερος ἀνεδείχθη πάντων τῶν μοναχῶν, τοὺς πάντας ὑπερβὰς ἐν ταῖς δι΄ ἐπιμόνων ἀσκήσεων ἀρεταῖς, αἵτινές εἰσιν ὁ ἀληθὴς τοῦ ἀνθρώπου κόσμος ὁ ἑλκύων τὴν ἀγάπην τοῦ Θεοῦ. Προαγόμενος δὲ ἐπὶ μᾶλλον ἐν τῷ θείῳ ἔρωτι, ἤθελεν τρόπον τινά, ἀποφεύγων πᾶν πρόσκομμα, τῷ Θεῷ μόνῳ να συνομιλῇ. Ἀναχωρεῖ λοιπὸν πρὸς τὴν ἔρημον καὶ εἰσέρχεται εἰς σπήλαιόν τι, καὶ κατακλείεται ἐν αὐτῷ. Ἀλλ ὦ Πανάγαθε Κύριε, ὁποίας χάριτος ἐπιδαψιλεύεις εἰς τοὺς ἐξ ὅλης ψυχῆς ζητοῦντάς σε! Ἀφοσιώθη ἐν τῷ σπηλαίῳ ὁ Ἅγιος! Ἀπέσπασε τὴν διάνοιαν αὐτοῦ ἀπὸ παντὸς ματαίου λογισμοῦ, καὶ οὐδὲν ἄλλο ἐμελέτα ἢ τὴν Τρισυπόστατον Θεότητα, καὶ τὴν διὰ Χριστοῦ σωτηρίαν. Οὕτω δὲ ἠγάπησε τῷ Θεῷ, ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, κατὰ τὴν θείαν ἐντολήν. Ἀπέσπασε προσέτι καὶ τὴν καρδίαν αὐτοῦ ἀπὸ παντὸς σαρκικοῦ καὶ κοσμικοῦ, θεωρῶν τὸ ὑπέρκαλον κάλλος τῆς Τρισηλίου Θεότητος καὶ τοῦ παγκάλου Λόγου καὶ Σωτῆρος ἡμῶν ἐρωμένος. Οὕτω δὲ ἠγάπησεν τὸν Θεὸν ἐξ ὅλης καρδίας, συμφώνως πρὸς τὴν αὐτὴν ἐντολήν. Ἀλλὰ καὶ ἐξ ὅλης τῆς δυνάμεως ἠγάπησεν Αὐτόν, οὐδὲν ἄλλο πράττων ἢ τά του Θεοῦ ἔργα, τοὐτέστιν ἔργα εὐσεβείας καὶ ἀρετῆς. Οὕτω δὲ ἀπεξεδόθη τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐντελῶς ἀντηγαπήθη ὑπὸ τῆς Παναγίας Τριάδος, ἥτις καὶ μόνην ἐποιήσατο παρ΄ αὐτῷ. Ἐπειδὴ δὲ καὶ τὸν πλησίον ὁ Ἅγιος ἠγάπα, διὰ τοῦτο, ἵνα πολλοῖς ὠφέλιμος φανῇ, διετήρει ὁ Κύριος αὐτὸν ἐν τῇ ζωῇ τρέφων δι΄ Ἀγγέλου. Καθὼς δὲ ὁ Σωτὴρ ἡμῶν εἶπε: «οὐδεὶς ἀνάπτει λύχνον καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλὰ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ».
Ὡς λαμπὰς λοιπὸν καὶ ὁ μακάριος ἑτοιμασθεὶς τῷ Θεῷ ἔδει να διαχύσει τὸ ἱλαρὸν αὐτοῦ φῶς εἰς δόξαν Θεοῦ, ἵνα ἴδωσιν οἱ ἄνθρωποι πῶς ὁ Θεὸς δοξάζει τοὺς δοξάζοντας. Ὅθεν, ἡ φήμη τῆς ἁγιοσύνης τοῦ Ὁσίου Στυλιανοῦ διεδόθη πανταχοῦ, καὶ πάντες πάντοθεν συνέρρεον μετ΄εὐλαβείας πρὸς τὸν Ἅγιον, καὶ ἀπεκόμιζον ψυχικά τε καὶ σωματικὰ ἀγαθά, ἐπιστρέφοντες καὶ κρατυνόμενοι ἐν τῇ εὐσεβείᾳ καὶ ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ πολλὰς ἰάσεις σωματικὰς λαμβάνοντες παθῶν ἀνιάτων. Οὕτω δὲ βιώσας ἐπὶ τῆς γῆς ὡς ἐπίγειος Ἄγγελος, ἐπιστάσης τῆς ὥρας, ἵνα τύχῃ τοῦ διακαῶς ποθουμένου ἵνα ἐκδημήσῃ τοῦ σώματος καὶ ἐνδημήσῃ Κυρίῳ, ἵνα ἀναλύσῃ, κατὰ Παῦλον, καὶ σὺν Χριστῷ ᾗ ἔλαβεν εἴδησιν ὅτι τὸ τέλος τοῦ βίου ἤγγικεν. Ὅθεν, δοξολογήσας ἀπῆλθεν πρὸς Κύριον, λάμψαντος τοῦ προσώπου αὐτοῦ ὡς Ἡλίου· πάραυτα δὲ χορὸς ἁγίων Ἀγγέλων παρέλαβε τὴν παναγίαν αὐτοῦ ψυχήν. Οὐδὲν μετὰ τὸν θάνατον δι΄ αὐτοῦ ἐπαύσατο παρέχων τάς ἰάσεις ἀφθόνως. Διότι, ὅταν θανατηφόρος ἐπήρχετο εἰς τὰ παιδία ἀσθένεια καὶ οἱ γονεῖς ἔμενον ἄτεκνοι, ὅσοι ἐν τῇ ἀσθενείᾳ τῷ τέκνων τῶν μετὰ πίστεως ἐπεκαλοῦντο τὸν Ἅγιον Στυλιανὸν καὶ μετ΄ εὐλαβείας ἐζωγράφιζον τὴν πανσέβαστον καὶ ἁγίαν αὐτοῦ εἰκόνα, καὶ τὴν ἴασιν τῶν τέκνων παρευθὺς ἐλάμβανον, καὶ ἄλλα ἐγένων ἐν χάριτι Θεοῦ διὰ μεσιτείας τοῦ Ἁγίου. Καὶ σήμερον τοῖς μετὰ πίστεως ἐπικαλουμένοις ὁμοίως βοηθεῖ. Τοιοῦτος ὁ Ἅγιος Στυλιανός, ὅστις ἔστω παράδειγμα μιμήσεως ἡμῖν, διότι καὶ αὐτὸς ἦν ἄνθρωπος καθὼς καὶ ἡμεῖς, ἀλλ΄ ἀποφασίσας ἔτυχε τῆς χάριτος τοῦ Θεοῦ, ἐτελειώθη ἐν Χριστῷ, καὶ ἐγένετο μακάριος. Ἵνα δὲ καὶ ἡμεῖς τῶν αὐτῶν τύχωμεν ἀγαθῶν, μιμηθῶμεν τὴν πίστιν καὶ τὴν ἀφοσίωσιν τοῦ Ἁγίου, ἐργασθῶμεν ἔργα εὐσεβείας καὶ σωφροσύνης, δικαιοσύνης τε καὶ ἐλεημοσύνης ἐν τῷ κύκλῳ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σίλου, Ἐπισκόπου τῆς Περσίδος.
Τῆς γῆς ἀποστὰς γηΐνων θ᾿ ὁμοῦ, Πάτερ,
νῦν ἐγκατοικεῖς οὐρανῷ, μάκαρ Σίλε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πέτρου, ἐπισκόπου Ἱεροσολύμων

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Χαιρέμωνος

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ Πέρσου
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐκ Χίου καὶ ἐν Κυδωνιαίς ἀθλήσας ἐν ἔτει 1807, ξίφει τελειοῦται.
Γεωργίῳ μαχαίρα πρόξενον τέλους,
αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰννοκεντίου πρώτου Ἐπισκόπου Ἰρκούτας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ Πατρὸς Σοφιανοῦ, Ἐπισκόπου Δρυϊνουπόλεως, τοῦ σημειοφόρου.
                          ποίμανας, ἐδίδαξας καὶ ἤσκησας·    
διὸ καὶ εἴληφας, Σοφιανέ, χάριν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.
Ὅλῳ τῷ πόθῳ, πρὸς τὸν Δεσπότην ἐπειγόμενος, ὕβρεις ἀτιμίας Ὅσιε καὶ πληγάς, ὑπομένων ἀνεκραύγαζες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξῃς σου Κύριε.
Ὁ λογισμός σου, τὰ τοῦ Δεσπότου λογιζόμενος, πάθη καὶ σταυρὸν καὶ θάνατον μελετῶν, αἰκιζόμενος ὑπέψαλλες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Νεκρὸς ἐν τάφῳ νόμῳ θανόντων κατακείμενος, ἄπνους τῷ λαλοῦντι φθέγγει ὑπερφυῶς, ὡς οὐ τέθνηκας κραυγάζεις· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον.
Ἀποθανόντας, ἐν ᾧ Παρθένε κατειχόμεθα, νόμῳ τὴν ζωὴν τεκοῦσα τὴν ἀληθῆ, ἐξανέστησας κραυγάζοντας· εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.
Συντόνῳ ἀσκήσει τῷ Θεῷ, σοὶ ἐξεγένετο κραθῆναι Ὅσιε, δεσμὸν τοῦ σώματος λύσαντι, καὶ τὴν σάρκα δαπανήσαντι, καὶ θεωρίᾳ πρακτικῇ, πάτερ κραυγάζοντι· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Μετὰ τῶν μαρτύρων τοῦ Χριστοῦ, συναριθμούμενος καὶ συνταττόμενος, μὴ διαλίπῃς νῦν Ὅσιε, ἱκετεύων τὸν φιλάνθρωπον, καὶ δυσωπῶν ὑπὲρ ἡμῶν, τῶν εὐφημούντων σε καὶ βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἀθλήσας ἐννόμως ἐπὶ γῆς, τὴν ἐπουράνιον εὗρες ἀνάπαυσιν, συναγαλλόμενος Ὅσιε, τοῖς Ἁγίοις καὶ συμμέτοχος, τῆς εὐφροσύνης καὶ χαρᾶς, τούτων γενόμενος καὶ κραυγάζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σαρκοῦται ὁ ἄσαρκος τὸ πρίν, ὁ Κτίστης κτίζεται, ἐκ σοῦ πανάμωμε· τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, περιγραφῆς σωματικῆς θέλων ἠνέσχετο· ὅθεν σε πάντες εὐλογοῦμεν Μαρία θεόνυμφε.










ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Ἵλεως ἐχώρησας Πάτερ, πρὸς τὸν τῶν ὅλων εὐεργέτην, τῇ τῆς ἀκακίας καλλονῇ, κεκοσμημένος καὶ ὡραιότητι, τῶν ἀρετῶν λαμπόμενος, διό σε πάντες μακαρίζομεν.
Νόμῳ πειραρχῶν τοῦ Δεσπότου, τὸν σὸν ὑπέκκλινας αὐχένα, τῇ τῶν μοναζόντων παλαίστρᾳ, καὶ νικηφόρος Πάτερ γενόμενος, πρὸς ἀκακίαν ἤλασας, τελειωτάτην παμμακάριστε.
ᾎσμα τῷ Θεῷ ἀναπέμπειν, σὺν ἀσωμάτοις ἠξιώθης, ὡς διατηρήσας ἐκείνων, τὴν πολιτείαν καὶ καθαρότητα, ὑπομονῇ τῶν ἔργων δέ, τὸ τῶν μαρτύρων κλέος εἴληφας.
Δέχου παρ’ ἡμῶν Θεοφόρε, τὸν προσφερόμενόν σοι ὕμνον, ἐκ καθαρωτάτης καρδίας, καὶ ἀντιδίδου ταῖς ἱκεσίαις σου, τὴν τῶν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν πανσεβάσμιε.
Θεοτοκίον.
Ὡς ῥίζαν ὑπάρχουσαν ὄντως, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον ἀθανασίαν ἡμῖν ἔτεκες.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Ὡς ἀπαράμμιλον ἔχων, τὴν ἀκακίαν παμμάκαρ, ἐγένου ἔμπλεως θείων, τοῦ Πνεύματος χαρισμάτων, ὧν καὶ ἡμῖν ἐντρυφῆσαι, δὸς σαῖς πρεσβείαις, ἐκδυσωποῦμεν ἀπαύστως.
Θεοτοκίον.
Δεῖξον ὑπήκοα σπλάγχνα, πανύμνητε Θεοτόκε, καὶ σῷζε τοὺς προσκυνοῦντας, τὴν ἄχραντόν σου εἰκόνα, ὅτι εἰς σὲ τὰς ἐλπίδας, ἔχομεν πάντες, ὡς ἀσφαλῆ προστασίαν.














Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μοναστῶν αἱ χορείαι πᾶσαι συνέλθωμεν, σὺν πόθῳ εὐφημῆσαι, τὴν πανσέβαστον μνήμην, τοῦ θείου Ἀκακίου, τοῦ ἐν μονῇ Κελλιβάρων ἀθλήσαντος, καὶ δεξαμένου τὸ στέφος παρὰ Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. (δίς).

Εἰ καὶ νεκρὸς ἐν τῷ τάφῳ, ἄπνους κατέκεισο, ἂλλ’ ὥσπερ ζῶν ἐφθέγξω, τῷ λαλοῦντί σε μάκαρ, ὑπακοῆς τοὺς ἐργάτας οὐκ ἐφικτόν, τελευτῆσαι μηδέποτε· ὅθεν κἀγὼ ζῶν ὑπάρχω ἐν τῷ Χριστῷ, καὶ αὐτῷ συμβουλεύω ἀεί.

Ἐν ἀμελείᾳ βιώσας λίαν παρώργισα, τὸν ποιητὴν ὁ τάλας, καὶ Θεόν μου καὶ πλάστην, ὂν ἐξιλέωσας Πάτερ, ὥσπερ πλουτῶν, πρὸς αὐτὸν παῤῥησίαν πολλήν, κατοικτειρῆσαι καὶ δοῦναί μοι δυσωπῶ, τῶν πταισμάτων μου τὴν ἄφεσιν.

Δόξα. Ἦχος β’.
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ, ἐκεῖ κατῴκησεν ὁ θεόφρων· ἀκριβῶς γὰρ τετηρηκὼς τὴν εὐαγγελικὴν πολιτείαν, φημὶ δι’ ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν, καὶ ὑπακοὴν ἄκραν, ζῶν τε καὶ μετὰ θάνατον. Ἀγγέλων ἐγένετο συνόμιλος, καὶ δικαίων ὁμόσκηνος καὶ Ὁσίων, πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων αὐτόν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δοξολογία Μεγάλη.

Μεγαλυνάριον.
Δεῦτε ἀνυμνήσωμεν εὐλαβῶς, Ἀκάκιον ὕμνοις, οἱ μιγάδες καὶ μονασταί, ἀγάπης τὸ τέκνον, τῆς ἀκακίας φίλον, ὑπακοῆς τελείας, τὸ μέγα πρότυπον.
Ἀκάκιον στῦλον ὑποταγῆς, θυσίας τὸν πλοῦτον, ἀνοχῆς τὸν ὑπογραμμόν, ὑπόδειγμα θεῖον, τῆς ταπεινοφροσύνης, καὶ τῶν θαυμάτων κρήνην, ἀνευφημήσωμεν.





ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀκακίας εὐωδέστατον ἄνθος, καὶ καρτερίας πολυτίμητος λίθος, καὶ τοῦ Χριστοῦ θεράπων ἐνθεώτατος, Ὅσιε Ἀκάκιε, τῆς δυσώδους κακίας, πάντας ἡμᾶς λύτρωσαι, καὶ ἐν πάσῃ ἀνάγκῃ, ἐγκαρτερεῖν ἐνίσχυσον ἡμᾶς, ταῖς πρὸς τὸν Κτίστην, πρεσβείαις σου Ἅγιε.
  Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.



Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἠ ἀκροστιχίς: Ἀκάκιε ῥῦσαί με παθῶν κακίας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἁπάσης κακίας τοῦ δυσμενοῦς, Ἀκάκιε Πάτερ, παῤῥησίᾳ σου πρὸς Χριστόν, ἐλεύθερον φύλαττε τὸν νοῦν μου, φόβῳ τῷ θείῳ στηρίζων με πάντοτε.
Κατάβαλε Πάτερ τὴν ἐν ἐμοί, ζῶσαν ἁμαρτίαν, ἀντιλήψει σου ζωτικῇ, καὶ πρὸς μετανοίας τὰς εἰσόδους, τὴν τῆς ψυχῆς μου ῥοπὴν καθοδήγησον.
Ἀμέμπτως ἀνύσας σου τὴν ζωήν, ἀμέμπτους συντήρει, τῆς τοῦ πλάνου ἐπιβουλῆς, ἡμῶν τὰς ψυχὰς καὶ τὰς ἐννοίας, τῶν προσιόντων σοι Πάτερ Ἀκάκιε.
Θεοτοκίον.
Κυρίου Μητέρα Σε ἀληθῆ, Χριστοῦ τοῦ Σωτῆρος, ἐπιστάμενος ἐκ ψυχῆς, τῇ Σοὶ προστασίᾳ Κόρη σπεύδω, ὡς ἂν ῥυσθείην δεινῶν περιστάσεων.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἱλασμὸς τῶν πταισμάτων καὶ τῶν παθῶν λύτρωσιν, ζῆλον πρὸς τὰ κρείττονα θεῖον, αἴτει ἑκάστοτε, ἡμῖν δωρήσασθαι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Ὅσιε Ἀκάκιε, τοῖς σὲ γεραίρουσι.
Ἐν πολλῇ καρτερίᾳ τὴν σὴν ζωὴν ἤνυσας, καὶ ὑπακοῇ ἀνενδότῳ Πάτερ Ἀκάκιε, διὸ ἐνίσχυσον, ἡμᾶς θερμῶς ὑπακούειν, τοῖς Χριστοῦ ἐντάλμασιν, ὡς συμπαθέστατος.
Ῥῶσιν σώματος δίδου καὶ τὴν ψυχὴν πρόθυμον, τοῦ εὐαρεστεῖν τῷ Κυρίῳ, ἁγίαις πράξεσι, ποίει ἑκάστοτε, τῶν ἀφορώντων ἐκ πόθου, πρὸς τὴν σὴν ἀντίληψιν, Πάτερ Ἀκάκιε.
Θεοτοκίον.
Ὑπερήφανον ὄφιν τὸν καθ’ ἡμῶν πάντοτε, δόλους καὶ παγῖδας καὶ λόχους, πικρῶς τεκταίνοντα, σύντριψον Δέσποινα, τῇ κραταιᾷ Σου πρεσβείᾳ, σκέπουσα καὶ σώζουσα, τοὺς σὲ δοξάζοντας.

Διάσωσον, ἐκ τῶν παθῶν τῆς κακίας τῇ σῇ πρεσβείᾳ, καὶ ἐκ πάσης τοῦ δυσμενοῦς ἐπιθέσεως, τοὺς σὲ τιμῶντας Ἀκάκιε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίας ἐχθροῦ ἀπάλλαξον Ἀκάκιε, τοὺς πίστει θερμῇ προστρέχοντας τῇ σκέπῃ σου, καὶ φωτισμὸν οὐράνιον, ταῖς ψυχαῖς ἡμῶν αἴτει δεόμεθα, ὡς ἂν φωτὸς τὴν ὁδὸν νουνεχῶς ὁδεύσωμεν, οἱ σὲ μακαρίζοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα Ἀκάκιε, ἀκακίας δὲ τὰς χάριτας, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Ἀπροσκόπτως ὡς ἤνυσας, τῆς ὑπακοῆς τὴν τρίβον Ἀκάκιε, ταπεινώσει με ἐνίσχυσον, καὶ ἀπλάστοις τρόποις πολιτεύεσθαι.
Ἴδε Πάτερ Ἀκάκιε, οἷα συμπαθὴς καὶ πλήρης χρηστότητος, τοὺς πιστῶς σοι καταφεύγοντας, καὶ παράσχου τούτοις τὰ αἰτήματα.
Θεοτοκίον.
Μήτηρ ὤφθης πανάφθορος, τοῦ Δημιουργοῦ τῶν ὅλων πανάμωμε, ὅθεν μώμου ἁμαρτίας με, καὶ φθοροποιῶν παθῶν ἐκκάθαρον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἐν ὑποταγῇ, διαλάμψας ὥσπερ ἥλιος, καταυγάζεις τὴν διάνοιαν ἡμῶν, ὑποτάσσεσθαι γνησίως νόμῳ κρείττονι.
Πάθη χαλεπά, τυραννοῦντα τὴν καρδίαν μου, ἀπονέκρωσον Ἀκάκιε σοφέ, καὶ ζωῆς με τῆς ἁγίας φωτὶ λάμπρυνον.
Ἄκακος ὀφθείς, φερωνύμως ἐν τοῖς τρόποις σου, ἐν ἁπλότητι καὶ ἤθεσι χρηστοῖς, διαῤῥύθμισον τὸν βίον μου Ἀκάκιε.
Θεοτοκίον.
Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης ὑψηλότατος, τοῦτον φέρουσα ἁγνὴ ἐν ταῖς χερσίν, ὅθεν ῥῦσαί με χειρῶν τοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς πρᾶος, καὶ μιμητὴς τοῦ Δεσπότου, ἀκριβοῦς ὑπακοῆς ὤφθης τύπος, ὅθεν ἡμᾶς, ἀκλινῶς ὑπακούειν, τοῖς ἐν Χριστῷ προεστῶσιν ἐνίσχυσον, ὡς ἂν Ἀκάκιε σοφέ, τῆς ἀλήκτου ζωῆς ἀπολαύσωμεν.
Νεκρώσας, ἅλαν τὸ θέλημα Πάτερ, ὡς ὑπήκοος ἐν λόγοις καὶ ἔργοις, μέχρι θανάτου τῷ σῷ προεστῶτι, ἡμῶν σαρκὸς τὰ θελήματα νέκρωσον, καὶ καθυπόταξον τὸν νοῦν, τοῦ Κυρίου τῷ θείῳ θελήματι.
Καθεῖλες, τῇ ταπεινώσει σου Πάτερ, τὴν ὀφρὺν τὴν ἐπηρμένην τοῦ πλάνου, ὅθεν ἡμᾶς, ἀληθὴς ταπεινώσει, καὶ προθυμίᾳ κοσμεῖσθαι ἐνίσχυσον, καὶ ἀῤῥαγῇ ὑπομονήν, ἐπιδείκνυσθαι πᾶσαις ταῖς θλίψεσι.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, τὸν αὐτοὺς δημιουργήσαντα Λόγον, ὑπὲρ αἰτίαν καὶ λόγον τεκοῦσαν, Ὑπεραγία Παρθένε πανάμωμε, διὸ ἁγίασον ἡμῶν, καὶ ψυχὴν καὶ καρδίαν καὶ αἴσθησιν.
Διάσωσον, ἐκ τῶν παθῶν τῆς κακίας τῇ σῇ πρεσβείᾳ, καὶ ἐκ πάσης τοῦ δυσμενοῦς ἐπιθέσεως, τοὺς σὲ τιμῶντας Ἀκάκιε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀκακίας ἐπώνυμος Ὅσιε, ἐκ τῶν βελῶν τῆς κακίας με λύτρωσαι, καὶ φόβῳ τῷ θείῳ με λάμπρυνον, τοῦ ὑπακούειν Χριστοῦ τοῖς προστάγμασιν, Ἀκάκιε Πάτερ μακάριε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην σου τὴν ἔφεσιν, καθυποτάξας Κυρίῳ, ἄριστος ὕπήκοος, Ὅσιε Ἀκάκιε ἐχρημάτισας, καὶ νῦν ὡς μέτοχος, τῆς ἐπουρανίου, εὐφροσύνης καὶ λαμπρότητος, σκότους ἀπάλλαξον, τοῦ τῆς ἁμαρτίας μακάριε, καὶ πικροτάτων θλίψεων, καὶ ὀδυνηρῶν περιστάσεων, ταῖς σαῖς ἱκεσίαις, τοὺς μέλποντας τὸν βίον σου σοφέ, χαρὰν ἡμῖν παρεχόμενος, τὴν μὴ διαπίπτουσαν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κοσμικῶν νοημάτων καὶ ποικίλων σκανδάλων τοῦ πολεμήτορος, Ἀκάκιε θεόφρον, ἀπάλλαξον λιταῖς σου, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχυρότατον τεῖχος κατὰ πάσης κακίας τοῦ πολεμήτορος, Ἀκάκιε θεόφρον, ἡ σὴ θερμὴ πρεσβεία τοῖς κραυγάζουσι γένοιτο· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀκακίας τὰ ἤθη καὶ ζωῆς ἐναρέτου πᾶσαν ἐπίδοσιν, Ἀκάκιε θεόφρον, δυνάμωσον εὐχαῖς σου, γεωργεῖν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σαρκωθεὶς ἐκ γαστρός Σου ὁ τὸ εἶναι τοῖς πᾶσι παρέχων Κύριος, κυρίαν Σε ἁπάντων, καὶ Δέσποινα δεικνύει, Θεοτόκε πανάχραντε, Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν Σὲ ὑμνούντων.







ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέγονας τύπος, ὑπακοῆς μακαρίας, διὰ τοῦτό σοι Ἀκάκιε βοῶμεν· δίδου ἡμῖν πνεῦμα, ἀεὶ συντετριμμένον.
Ἔλλαμψον Πάτερ, ὑποταγῆς τῆς ἁγίας, ταῖς ψυχαῖς ἡμῶν τὸ κάλλος καὶ τὴν χάριν, ἵνα λυτρωθῶμεν, παρακοῆς κακίστης.
Ῥῦσαι λιταῖς σου, σοφιστειῶν τοῦ βελίαρ, τὸ ἐπάναψον τὸ πῦρ τὸ θεῖον Πάτερ, ἔνδον ἐν καρδίᾳ, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Ἄχραντε Κόρη, τὴν μολυνθεῖσαν ψυχήν μου, τῇ τοῦ χείρονος κακίστῃ συνηθείᾳ, πλῦνον ταῖς ῥανίσι, τῶν θείων οἰκτιρμῶν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, πέλων θεοφόρε, τὸν πανοικτίρμονα Λόγον ἱκέτευε, ἀεὶ σὺν τούτοις σωθῆναι, τοὺς σὲ γεραίροντας.
Ἰσχὺν ἡμῖν παράσχου, κατὰ τοῦ βελίαρ, καὶ ἐκκοπὴν ὀλεθρίου θελήματος, καὶ πρὸς ζωῆς ἐναρέτου θερμὴν οὐράνιον.
Μετὰ τὸ θεῖον τέλος, οἷα ζῶν ὡράθης, ἐν τῷ σῷ τάφῳ Ἀκάκιε Ὅσιε, δι’ ὃ κἀμὲ ζωηφόρου χάριτος πλήρωσον.

Ὁδὸν συντομωτάτην, Πάτερ διανύσας, ἐξ ἀνοδίας παθῶν με ἀνθέλκυσον, καὶ ἀσφαλῶς με πρὸς τρίβον, τὴν θείαν ἴθυνον.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, Κεχαριτωμένη, καὶ ἐκ βαθέων ψυχῆς ἐκβοῶμέν Σοι· Σὺ εἶ ἡ ἐλπὶς ἡμῶν Κόρη, καὶ ἡ βοήθεια.
















Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ἀκακίας ἄνθος τερπνόν, χαίροις καρτερίας ὁ ἀδάμας ὁ διαυγής, χαίροις τῆς τελείας, ὑπακοῆς ὁ λύχνος, Ἀκάκιε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὅλον σαὐτὸν δέδωκας ἐν Χριστῷ, τῷ σῷ προεστῶτι ἐν τελείᾳ ὑπακοῇ, ὅθεν ἐλαμπρύνθης, Χριστοῦ τῇ ἐκτιμήσει, Ἀκάκιε ὡς πρᾶος καὶ πλήρης πίστεως.
Ἔφερες κακώσεις καὶ χλευασμούς, πολλῇ ταπεινώσει, ὥσπερ ἄθλους μαρτυρικούς, ὅθεν ἐδοξάσθης, Ἀκάκιε πλουσίως, καὶ μοναχῶν παιδεύεις, σοφῶς τὸ φρόνημα.
Σεαυτὸν ἠρνήσω ὁλοσχερῶς, καὶ τῷ θείῳ νόμῳ ὑπετάγης ἀπὸ ψυχῆς, ὅθεν ὑπηκόων, ὑπογραμμὸς ἐδείχθης, Ἀκάκιε θεόφρον, τῇ πολιτείᾳ σου.
Ἤνυσας ὁσίως σου τὴν ζωήν, ἀπλάστοις ἐν τρόποις, καὶ γνησίᾳ ὑπακοῇ, ὅθεν ἡμᾶς ῥῦσαι, κακίστων βουλευμάτων, Ἀκάκιε τρισμάκαρ, τοῦ κοσμοκράτορος.
Χαίροις τὴν οὐράνιον νῦν χαράν, ἐν φωτὶ Κυρίου καὶ νυμφῶνι τῷ τῆς ζωῆς, ὅθεν ἡμᾶς ῥῦσαι, πικρίας τῆς τοῦ βίου, Ἀκάκιε παμμάκαρ, ἐπιστασίας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ τῶν τῆς σαρκὸς θελημάτων, τῶν θανατούντων ἡμᾶς, Ὅσιε Ἀκάκιε, τῶν ὑπηκόων εἰκών, ταῖς πρεσβείαις σου λύτρωσαι, καὶ πρὸς ἀκακίας, τρίβον καθοδήγησον, τὰς διανοίας ἡμῶν, ἄφεσιν πταισμάτων καὶ λύσιν, πάσης χαλεπῆς ἐπηρείας, παρὰ τοῦ Χριστοῦ ἡμῖν αἰτούμενος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου