ΔΕΚΕΜΒΡΙΟΣ
ΚΑ΄!!
ΘΕΜΙΣΤΟΚΛΗΣ
ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΥΠΟ
ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ
ΕΝ Τῼ
ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ', καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Προεορτίους αἰνέσεις Χριστῷ
προσᾴδοντες, τῷ ἥκοντι τεχθῆναι, ἐν σπηλαίῳ ἀφράστως, τὴν τοῦ Θεμιστοκλέους τοῦ
Ἀθλητοῦ, ἑορτάσωμεν ἄθλησιν, ὅτι Θεὸν σαρκωθέντα ὑπὲρ ἡμῶν, τὸν Χριστὸν λαμπρῶς
ἐκήρυξε.
Ὥσπερ, ἀστὴρ ἑωσφόρος
προλάμπει σήμερον, τῇ τοῦ Χριστοῦ γεννήσει, ἡ ἁγία σου μνήμη, θεόφρον
Θεμιστόκλεις καὶ δᾳδουχεῖ, πρὸς τὸν ἄδυτον Ἥλιον, τῶν εὐσεβῶν τὰς καρδίας τὸν
ἐξ Ἁγνῆς, ἐν σπηλαίῳ ἀνατείλαντα.
Τρίϋλον δῶρον οἱ Μάγοι
προευτρεπίζονται, προσάξαι τῷ Σωτῆρι, γεννηθέντι ἀτρέπτως· σὺ δὲ Θεμιστόκλεις
ὑπὲρ χρυσόν, σμύρναν ἅμα καὶ λίβανον, τούτῳ προσήγαγες Μάρτυς ἀθλητικῶς, τῶν
αἱμάτων σου τὴν πρόσχυσιν.
Προσόμοια ἕτερα. Ἦχος δ'.
Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀνδρείως διήνυσας,
μαρτυρίου τὰ σκάμματα, τὸν Χριστὸν ἐδόξασας τῇ ἐνστάσει σου, ὦ Θεμιστόκλεις
μακάριε· ὡς ἄλλου γὰρ πάσχοντος, ἐκαρτέρησας στεῤῥῶς, τὰς ποινὰς τῶν κολάσεων,
καὶ τὸν θάνατον· διὰ τοῦτο ζωῆς τῆς ἀθανάτου, εὐκλεῶς κατηξιώθης, θαυμαστωθεὶς
θείῳ Πνεύματι.
Ἐν τῷ ὄρει ὡς εὗρόν σε,
ποίμνην ἄλογον νέμοντα, ὡς ὁ Ἄβελ πρότερον Μάρτυς ἔνδοξε, τῆς πρὸς Χριστὸν
εὐσεβείας σε, χωρίσαι ἠθέλησαν, οἱ διώκοντες ἐχθροί· καὶ προθύμως εἰς θάνατον,
σαυτὸν δέδωκας, τῇ τελείᾳ πτερούμενος ἀγάπῃ, ἀντὶ τοῦ Διοσκορίδους, ὦ
Θεμιστόκλεις πολύαθλε.
Ἀνενδότῳ φρονήματι, ἐναθλῶν
Μάρτυς ἔνδοξε, τῆς γαστρὸς ὑπέμεινας τὰ ῥαβδίσματα, καὶ τὴν ἐν ξύλῳ ἀνάρτησιν,
Θεμιστόκλεις Ἅγιε, καὶ τριβόλων σιδηρῶν, τὴν ἀνύποιστον κάκωσιν· ὅθεν ἤμβλυνας,
τοῦ Βελίαρ τὰ κέντρα καὶ τὰς στρέβλας, καὶ ἀνῆλθες νικηφόρος, πρὸς οὐρανῶν τὰ
σκηνώματα.
Δόξα. Ἦχος πλ. β’.
Ἐν εὐσεβείᾳ νέμων τῇ ψυχῇ
τὰ πρόσφορα, δοῦλος Χριστοῦ ἀνεδείχθης, ὡς ὁ Ἄβελ ὁ κλεινός, Θεμιστόκλεις
θεόφρον· φερωνύμως γὰρ τῶν θείων θεσμῶν, φυλάττων τὴν ἀκρίβειαν, μαρτυρικοῦ
κλέους κατετρύφησας, νομίμως ἀγωνισάμενος, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· τοῖς μὴ
ζητοῦσί σε γὰρ Μάρτυς, σαυτὸν δεδωκώς, λόγῳ καὶ ἔργῳ ὑπέδειξας, τῆς θείας
ἀγάπης τὸν πλοῦτον. Ἀλλ΄ ὡς ἔχων παῤῥησίαν, τῷ Δεσπότῃ τῶν ὅλων, ἀπαύστως
ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ
Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ
λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες,
μαρτυρεῖτε θαῦμα τὸ φρικτὸν καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ
σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ
κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς·
Πῶς ἐνεσπάρης μοι ; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός ;
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (Κεφ. ΜΓ' 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ;
Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. γ', 1-3)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'
αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'.
Ὡς καλῶς ἀγωνισάμενος,
Θεμιστόκλεις θεόφρον, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπαξίως ἐδέξω· τὸν γὰρ λόγον
τοῦ Σωτῆρος πληρώσας, εὐθαρσῶς τὸ ὄνομα αὐτοῦ ὡμολόγησας ἐπὶ ἀπίστων ἐχθρῶν·
καὶ ποικίλως δοκιμασθείς, ἐν τῇ καλῇ ὁμολογίᾳ, ἀθλητὴς περίδοξος, τῆς εὐσεβείας
ὤφθης· Ἐν αὐτῇ καὶ ἡμᾶς συντήρησον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.
Ἦχος β’.
Ἀγάπῃ θείᾳ καλλωπιζόμενος,
ἐν ἀπλάστῳ ψυχῇ, ὑπὲρ Χριστοῦ ἀθλῆσαι προείλου, Θεμιστόκλεις τρισμάκαρ·
Μακάριος εἶ, ὅτι καιροῦ εὐθέτου λαβόμενος, τὰ πάντα ἡγήσω σκύβαλα, ἵνα Χριστὸν
κερδήσης· ἀντὶ τοῦ θείου γὰρ Διοσκορίδους, σαυτὸν προθύμως δέδωκας, τοῖς
ἀνόμοις διώκταις· καὶ θεοφρόνως ἀθλήσας, τῆς σῆς ἐφέσεως ἔστης, ἀπολαβὼν ὃν
ἐπόθεις. Αὐτοῦ τυχεῖν ἀξίωσον καὶ ἡμᾶς, μαρτυρικῇ πρεσβείᾳ σου.
Ἦχος γ'.
Ὡς ἀδάμας στεῤῥός, ἐν
ἀκαταπλήκτῳ ψυχῇ, τῶν αἰκισμῶν τὸ ἄλγος ἤνεγκας, Θεμιστόκλεις ἀήττητε· τὴν γὰρ
θείαν ἐνδεδυμένος δύναμιν, κατὰ γαστρὸς σκληρῶς τυπτόμενος, τῶν ἀοράτων ἐχθρῶν
τὰς ὄψεις, τῇ σῇ καρτερίᾳ ἐῤῥάπισας· καὶ τῶν ὀξέων ἥλων ταῖς τρώσεσι, τῶν
ἀντικειμένων τὴν πλάνην κατέτρωσας. Ἀλλ' ὡς ἐν πᾶσι δοξάσας Χριστόν, καὶ διὰ
πάντων θαυμαστωθείς, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ'.
Θρεμματικοῖς ποιμνίοις
ἐνδιαπρέψας, ἀθλητικοῖς ἀγῶσι διέλαμψας, Θεμιστόκλεις Ἀθλητὰ μακάριε· τὴν
καθαράν σου γὰρ ζωήν, Χριστὸς ὁ Θεὸς ἀμειβόμενος, πρὸς ὑπερτέραν δόξαν σε
κέκληκε, καὶ τοῦ οἰκείου πάθους τὸ ποτήριον, πιεῖν σε ἠξίωσεν· ἁγίων γὰρ ἄθλων
στάδιον ἤνυσας, καὶ ἐν αἵματι Μαρτύρων, πρὸς αὐτὸν ἐξεδήμησας, πρεσβεύων τοῦ
σωθῆναι, τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Ὁ αὐτός.
Προεόρτιον.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ
ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ
καταφλέγεσθαι, τῇ αΐγλῃ τῆς Θεότητος· Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ,
καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ
ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ
Προσόμοια. Ἦχος δ'. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τὸν Σωτῆρα λαμπρῶς
ὁμολογήσας, ὅτε ἐναπέκρυψας, γνώμῃ θεόφρονι, Διοσκορίδην τὸν Μάρτυρα, ἐκ τῶν
θελόντων, τοῦ συλλαβέσθαι τοῦτον μακάριε, τότε προθυμότατα σαυτὸν παρέδωκας,
πρὸς ἐθελούσιον θάνατον, ὑπὲρ τῆς πάντων, ζωῆς θεόφρον καὶ ἀναστάσεως, καὶ
ἐναθλήσας ὥσπερ ἄσαρκος, Θεμιστόκλεις ἀξίως δεδόξασαι, ἱκετεύων ἀπαύστως, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει...
Νομεὺς ὑπάρχων θρεμμάτων
Θεμιστόκλεις, πανσόφως ἐποίμανας, τοὺς λογισμοὺς τῆς ψυχῆς, ἐπὶ τὸν φόβον τὸν
ἔνθεον, καὶ ἐπὶ πόαν, τῶν προσταγμάτων τοῦ Παντοκράτορος, τοῦ Ἄβελ μιμούμενος
τὴν καθαρότητα, καὶ ὡς θυσίαν προσήγαγες, τελειοτάτην, σαυτὸν ἀγῶσι θείας
ἀθλήσεως, τῷ πάντων Κτίστῃ καὶ Θεῷ ἡμῶν, τῷ ἰσχὺν παρασχόντι σοι ἄνωθεν. Ὃν
ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Στίχ. Πεφυτευμένος ἐν
οἴκῳ Κυρίου...
Γνώμῃ τελείᾳ καὶ σθένει
οὐρανίῳ, ἀνδρείως ὑπέμεινας ὡς ἄλλου πάσχοντος, τῶν ῥαβδισμῶν τὸ ἐπίπονον, καὶ
τὴν ἐν ξύλῳ, δεινὴν ἀνάρτησιν ἀξιάγαστε· ἐν ἥλοις ὀξέσι δὲ σκληρῶς συρόμενος,
εἰς γῆν καθήλωσας Ἅγιε, τῇ σῇ ἀνδρείᾳ, τὸν παλαμναῖον ἐχθρὸν καὶ δόλιον, καὶ
νικηφόρος ἀνελήλυθας, Θεμιστόκλεις πρὸς δόξαν τὴν ἄῤῥητον, ἱκετεύων σωθῆναι,
τοὺς τιμῶντάς σου τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ'.
Ἀγάπῃ θείᾳ πυρσευόμενος,
μαρτυρικὴν ἐπεδείξω ἀνδρείαν, Θεμιστόκλεις Μάρτυς ἀήττητε· καὶ ἐν ἀθλήσει
ἀριστεύσας, καὶ ἐν πᾶσι δόκιμος φανείς, ὑπὲρ τὰ δῶρα τῶν Μάγων, τὸ σὸν αἷμα
προσήγαγες, τῷ ἐν σπηλαίῳ γεννηθέντι, Χριστῷ τῷ Θεῷ, εἰς ἀνάπλασιν κόσμου, καὶ σωτηρίαν
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Προεόρτιον.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ
Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν
οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον
προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν παντουργέτην.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσας ἀπτοήτῳ
καρδίᾳ, κατηγωνίσω τὸν ἀρχέκακον ὄφιν, καὶ τὸν Χριστὸν ἐδόξασας τοῖς ἄθλοις
σου· ὅθεν συνηρίθμησαι, τῶν Μαρτύρων τοῖς δήμοις, Θεμιστόκλεις ἔνδοξε, Ἀθλητὰ
γενναιόφρον· μεθ' ὧν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι τοὺς σὲ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἑτοιμάζου Βηθλεέμ· ἤνοικται
πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν
ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ
θεῖον φυτόν· ἐξ οὗ φαγόντες ζήσωμεν, οὐχὶ δὲ ὡς Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς
γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Προλάμπει μυστικῶς, τοῦ
Χριστοῦ τῇ γεννήσει, ἡ μνήμη σου στεῤῥέ, Ἀθλητὰ Θεμιστόκλεις, ἣν πόθῳ
ἑορτάζοντες, τοὺς ἀγῶνάς σου μέλπομεν, δι’ ὧν μέτοχος, τῆς οὐρανῶν βασιλείας,
ἀναδέδειξαι, ἧς καὶ ἡμᾶς κληρονόμους, λιταῖς σου ἀπέργασαι.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Ἀτρέπτως δι' ἡμᾶς, νηπιάσας
ὁ Λόγος, προέρχεται σαρκί, ἐν σπηλαίῳ τεχθῆναι, ἐκ Κόρης Θεόπαιδος, εἰς βροτῶν
ἀναγέννησιν, δεῦτε ἅπαντες, ἐν καθαρᾷ τῇ καρδίᾳ, ὑπαντήσωμεν, τῷ δι' ἡμᾶς
ἐρχομένῳ, τεχθῆναι ὡς νήπιον.
Μετὰ τὴν β' Στιχολογίαν,
Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἑκουσίως σεαυτόν, τοῖς
συλλαβοῦσί σε σοφέ, παραδέδωκας ἀντί, Διοσκορίδους τοῦ κλεινοῦ, ὁμολογήσας τὴν
κλῆσιν Χριστοῦ τὴν θείαν· ὅθεν χαλεπῶς, μαστιζόμενος, ᾔσχυνας ἐχθρόν, τῇ
εὐτολμίᾳ σου, καὶ τῶν τριβόλων ἐνέγκας τὴν ἄλγησιν, πρὸς λῆξιν ἄπονον ἔδραμες,
καλῶς τελέσας, τὸ θεῖον σκάμμα, Θεμιστόκλεις θεόληπτε.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Ἐν σπηλαίῳ Βηθλεέμ,
ἀποτεχθῆναι ἐν σαρκί, ὁ προάναρχος Θεός, ἥκει ἐκ Κόρης τῆς ἁγνῆς, ἵνα τὸν
ἄνθρωπον σώσῃ ἐκ τῆς κατάρας· γῆ καὶ οὐρανός, καταπλήττονται, τὴν ἄκραν καὶ
φρικτήν, αὐτοῦ ταπείνωσιν· ὅτι Θεὸς ὢν ἑκὼν σωσωμάτωται, δι' ἀγαθότητα ἄμετρον.
Ἀλλ' ὦ Οἰκτίρμον, δόξα τῇ θείᾳ, καὶ ἀποῤῥήτῳ κενώσει σου.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἄβελ τὸν δίκαιον, καλῶς
μιμούμενος, νομεὺς γεγένησαι, προβάτων Ἅγιε, καὶ σεαυτὸν θῦμα δεκτόν,
προσήγαγες τῷ Κυρίῳ, ἄνθραξιν ἀθλήσεως, θεολήπτῳ φρονήματι· ὅθεν καὶ ἀπέλαβες,
ἐπαξίως τῶν πόνων σου, τὰ θεῖα Θεμιστόκλεις βραβεῖα, ὡς Μάρτυς Χριστοῦ τῶν
παθημάτων.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Ἡ κτίσις ἅπασα,
προευτρεπίζεται, καθυποδέξασθαι, οἷά περ νήπιον, τὸν ἐν σπηλαίῳ Βηθλεέμ,
ἐρχόμενον γεννηθῆναι, Βασιλέα Κύριον, καὶ Θεὸν πάσης κτίσεως, κόσμον
ἀναπλάττοντα, ἐκ φθορᾶς ὡς ηὐδόκησε, καὶ τούτῳ προεόρτιον αἶνον, φέρει ὡς
προσφορὰν ἁγίαν.
Τὸ α'
ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν
οἴκῳ Κυρίου...
Εὐαγγέλιον
Μαρτυρικόν.
Ὁ Ν'.
Δόξα. Ταῖς τοῦ
Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος β'. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Ἀθλητικὴν ἀνύσας πορείαν,
εἰδωλικὴν ἀπάτην ἐξεφαύλισας, τοῖς στεῤῥοῖς ἀγῶσί σου, Θεμιστόκλεις θεόφρον·
ὅθεν Χριστὸς ὁ ἀθλοθέτης, ζωαρχικῇ χειρί σε ἐδόξασε, τῇ ἀθανάτῳ δόξῃ· ᾧ
πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα οἱ
Κανόνες, ὁ Προεόρτιος ἐκ τοῦ Μηναίου, καὶ τοῦ Ἁγίου ὁ ἑξῆς, ἔχων τήν δε
Ἀκροστιχίδα· Χάριν μοι δίδου ὦ Θεμιστόκλεις. Γερασίμου.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης
τὸ Ἐρυθραῖον.
Χορεύων, περὶ τὸν πάντων
ἄνακτα, ὡς Μάρτυς ἔνθεος, σὺν Ἀσωμάτων τάξεσι σοφέ, Θεμιστόκλεις
θεόληπτε, λόγον μοι δίδου μέλποντι, τῆς σῆς ἀθλήσεως τὰ σκάμματα.
Ἀγάπῃ, τῇ θεϊκῇ
πτερούμενος, σαυτὸν παρέδωκας, τοῖς τοῦ Χριστοῦ διώκταις ἀνδρικῶς, καὶ νομίμως
ἠγώνισαι, καταβαλὼν τὸν τύραννον, τῇ ἀνενδότῳ καρτερίᾳ σου.
Ῥημάτων, τῶν δυσσεβῶν
ἠλόγησας, τοῦ ματαιόφρονος, ἐκπειρωμένου σε ἀπὸ Χριστοῦ, ἀποστῆσαι μακάριε, καὶ
πίστιν τὴν σωτήριον, στόματι θείῳ ὡμολόγησας.
Θεοτοκίον.
Ἱλέῳ, καὶ εὐμενεῖ σου ὄμματι,
ἐπὶ τὴν κάκωσιν, τὴν τῆς ψυχῆς μου βλέψον Ἀγαθή, καὶ παθῶν με ἀπάλλαξον, τῶν
χαλεπῶς θλιβόντων με, καὶ συνωθούντων πρὸς ἀπώλειαν.
ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Νομεὺς προβάτων, ὡς ὁ Ἄβελ
ὁ δίκαιος πέφηνας, καὶ Μαρτύρων εὐκλεῶν, τὴν εὐκληρίαν ἐπλούτησας, ἀθλήσας
στεῤῥότατα, ὑπὲρ τοῦ Κτίστου σου.
Μετ’ εὐφροσύνης, σεαυτὸν
παραδέδωκας Ἅγιε, τοῖς ζητοῦσιν ἐμμανῶς, Διοσκορίδην τὸν Μάρτυρα, καὶ χαίρων
ἠγώνισαι, ὑπὲρ τοῦ Κτίστου σου.
Ὅλον τὸν πόθον, πρὸς
Χριστὸν Θεμιστόκλεις ἀνέτεινας· ὅθεν ἔφερες
στεῤῥῶς, τῶν αἰκισμῶν τὸ ἐπώδυνον, πρὸς δόξαν τὴν ἄπονον, ἀποσκοπούμενος.
Θεοτοκίον.
Ἰδοὺ ὡς ἔφη, Ἡσαΐας
Παρθένος προέρχεται, ἐν σπηλαίῳ τοῦ τεκεῖν, τὸν Ποιητὴν πάσης κτίσεως, σάρκα
προσλαβόμενον, δι' ἀγαθότητα.
Κάθισμα. Ἦχος δ', Ταχὺ
προκατάλαβε.
Ἀνδρείως ὑπέμεινας, τοὺς
σπαραγμοὺς τῆς σαρκός, καὶ πάσας ἐσπάραξας, τοῦ δυσμενοῦς τὰς βουλάς, ὡς Μάρτυς
ἀήττητος· πίστει γὰρ ἡνωμένος, τῇ ἀΰλῳ ἐλλάμψει, ἤθλησας θεοφρόνως, Θεμιστόκλεις τρισμάκαρ· ἐντεῦθεν τῶν οὐρανίων,
στεφάνων ἠξίωσαι.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
ᾨδὴν προεόρτιον, τῷ
ἐρχομένῳ σαρκί, τεχθῆναι ὡς νήπιον, δι’ εὐσπλαγχνίαν πολλήν, πιστῶς
ἀναμέλψωμεν· ἥκει γὰρ ὁ Δεσπότης, τὸν Ἀδὰμ ἀνασῶσαι· ὅθεν τούτου τὸν τόκον,
ἀστὴρ Μάγοις μηνύει, καὶ πάντες ὑπαντήσωμεν αὐτῷ, ἐν ἔργοις κρείττοσι.
ᾨδὴ δ'. Ἐπαρθέντα σε
ἰδοῦσα.
Διδαχαῖς ταῖς ζωηφόροις
λελαμπρυσμένος, ἐν θεαρέστοις πράξεσι, καὶ ἀμέμπτῳ βίῳ, ὤφθης σεμνυνόμενος, καὶ
χαίρων ἐχώρησας, πρὸς τὰ τῆς ἀθλήσεως σκάμματα.
Ἱερεῖον ὡς ἀμώμητον
προσηνέχθης, Θεμιστόκλεις Ἅγιε, καὶ τέλειον
θῦμα, Χριστῷ τῷ παντάνακτι, ἀθλήσας ὡς ἄσαρκος, καὶ καταβαλὼν τὸν πολέμιον.
Διαγγέλλων τὴν Χριστώνυμον
Μάρτυς κλῆσιν, τοῖς συλλαβέσθαι σπεύδουσι, τὸν Διοσκορίδην, ἀντὶ τούτου
ἔσπευσας, θανεῖν προθυμότατα, θάνατον ζωῆς θείας πρόξενον.
Ὁμολογήσας ἐνώπιον τοῦ
τυράννου, Χριστὸν τὸν πάντων Κύριον, Μάρτυς Θεμιστόκλεις,
ἐτύφθης σκληρότατα, καὶ πόνους ὑπέμεινας, φίλτρῳ θεϊκῷ κουφιζόμενος.
Θεοτοκίον.
Ὑπερύμνητε Παρθένε
δεδοξασμένη, πῶς τέξῃ ὡς νήπιον, τὸν Θεὸν τῶν ὅλων; πῶς γάλα θηλάσεις δέ, τὸν
πάντα ἐκτρέφοντα; δόξα τῇ ἀῤῥήτῳ κυήσει σου.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Ὡς ἔχων τὸν Χριστόν, ἐν
καρδίᾳ σου Ἅγιε, ὑπέμεινας τῆς γαστρός σου, ῥαβδισμοὺς ἀνυποίστους, αἰσχύνων
τὸν ἀντίπαλον.
Θεὸν τὸν ἐν σαρκί, ἡμῖν
ἐπιδημήσαντα, τοῖς ἀσεβέσι κηρύξας, σαρκός σου τὰς αἰκίας, ὑπέστης καρτερώτατα.
Ἐσύρθης ἀπηνῶς, ἐν
τριβόλοις μακάριε, καὶ τοὺς τριβόλους τῆς πλάνης, ἀνέσπασας Θεμιστόκλεις, τῇ καρτερᾷ ἐνστάσει σου.
Θεοτοκίον.
Μὴ φλέξας σὴν νηδύν, πῦρ
ὑπάρχων ὁ Κύριος, προέρχεται γεννηθῆναι, ἐξ ἁγνῶν σου αἱμάτων, σωματικῶς
Πανάχραντε
ᾨδὴ στ'. Θύσω σοι.
Ἴσχυσας, ἐν ἀσθενείᾳ σαρκὸς
ὡς ἀσώματος, ὑπενεγκεῖν Θεμιστόκλεις, τῶν
πικρῶν βασάνων τὰς ἀλγηδόνας, οὐρανόθεν, δυναμούμενος σθένει τοῦ Πνεύματος
Σοφίᾳ, ἣν Χριστὸς ἀοράτως
σοὶ δέδωκεν, ἐπὶ κριτῶν παρανόμων, τούτου ὡμολόγησας Θεμιστόκλεις,
τὴν ἁγίαν, καὶ φρικτὴν ἐνανθρώπησιν Ἅγιε.
Τὸν νοῦν σου, πρὸς Χριστὸν
ὁλικῶς ἔχων Ἅγιε, τιμωριῶν τὰς ὀδύνας, οὐκ ᾐσθάνου Μάρτυς ἀλλ’ εὐφροσύνως, τὸ
σὸν πνεῦμα, ἐναπέθου χερσὶ τοῦ Κυρίου σου.
Θεοτοκίον.
Ὁ Λόγος, ὁ του Θεοῦ ἐκ σοῦ
σὰρξ γενόμενος, Θεογεννῆτορ Παρθένε, ὃ οὐκ ἦν προσέλαβεν ὃ ἦν μείνας, ὃν
προέρχῃ, ἐν σπηλαίῳ γεννῆσαι ὡς ἄνθρωπον.
Κοντάκιον. Ἦχος γ'. Ἡ
Παρθένος σήμερον.
Τοῦ Χριστοῦ τὸ ὄνομα,
ὁμολογήσας ἀνδρείως, Θεμιστόκλεις Ἅγιε,
μαρτυρικῶς ἠγωνίσω· πάσας γάρ, σαρκὸς ἐνέγκας τὰς ἀλγηδόνας, εἴληφας, τῶν σῶν
ἀγώνων τὸ θεῖον γέρας, ἐκ χειρὸς τῆς τοῦ Κυρίου· ὃν ἐκδυσώπει, σωθῆναι πάντας
ἡμᾶς.
Ὁ Οἶκος.
Θεμιστοκλέους τοῦ στεῤῥοῦ, ἡ φωτοφόρος μνήμη, προκαταγγέλλει
μυστικῶς, ἀνατολὴν τὴν νοητήν, τοῦ τῆς δικαιοσύνης Ἡλίου, τοῦ δι’ εὐσπλαγχνίαν
γεννηθῆναι σωματικῶς, ἐκ τῆς Ἀχράντου Παρθένου ἐρχομένου. Αὐτοῦ τὴν ἐν σαρκὶ
παρουσίαν, κηρύξας οὗτος ἐναντίον ἀσεβούντων, στρατιώτης ἄριστος, καὶ ἀθλητὴς
ἀήττητος, τῆς δόξης αὐτοῦ ἀνεδείχθη· παρ' οὗ τὰ γέρα τῶν καμάτων εἰληφώς,
πρεσβεύει σωθῆναι πάντας ἡμᾶς.
Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεμιστοκλέους.
Τὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις
Ὥς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.
Θεμιστοκλέους ἦτορ εἰκάδι πρώτῃ Θεῷ
ἔστη.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Δεκίου, ἐκ Μύρων τῆς Λυκίας, ποιμὴν προβάτων ὑπάρχων. Τοῦ οὖν ἄρχοντος διωγμὸν
κατὰ τῶν Χριστιανῶν κινήσαντος, καὶ τοῦ ἁγίου Διοσκορίδους ἐπιζητουμένου, ἐπεὶ
πρὸς τὸ ὄρος κατέφυγεν, οἱ ζητοῦντες αὐτὸν εὗρον νέμοντα τὸν Θεμιστοκλέα, καὶ
ἀνηρώτων περὶ τοῦ Διοσκορίδους. Ὁ δέ, ἐκεῖνον μὲν ἀπέκρυψε, μὴ εἰδέναι λέγων
ἔνθα ἐστίν, ἑαυτὸν δὲ παρέδωκεν, ὁμολογήσας εἶναι Χριστιανόν. Καὶ τὸν Χριστὸν
κηρύξας ἐνώπιον τοῦ ἄρχοντος Ἀσκληπιοῦ, καὶ παῤῥησιασάμενος, ἐτύφθη κατὰ
γαστρὸς ἕως ἐῤῥάγη· καὶ ἐπὶ ξύλου ἐκρεμάσθη. Εἶτα σύρεται ἐπὶ τριβόλων σιδηρῶν,
ὑφ' ὧν ὅλον τὸ σῶμα περονούμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Μάρτυρος Ἰουλιανῆς.
Ἰουλιανῆς ἀγλάϊσμα τὸ ξίφος,
Ὡς προξενῆσαν ἀγλαὸν ταύτῃ στέφος.
Αὗτη ἦν ἐπὶ Μαξιμιανοῦ τοῦ
βασιλέως, πλουσίων γεννητόρων παῖς ὑπάρχουσα καὶ μνηστεύεται παρ’ αὐτῶν Ἐλευσίῳ
τινὶ συγκλητικῷ. Οὗ
βουλομένου τὸν γάμον ποιῆσαι, οὐ κατεδέξατο ἡ Ἁγία εἰποῦσα: Ἐὰν μὴ πρότερον τῆς τῆς πόλεως ἀρχὴν σχῇς, οὐ συνέρχομαί σοι εἰς γάμον. Εἰς δὲ τὴν τοῦ ἐπάρχου τιμὴν καταστάντος αὐτοῦ, πάλιν πρὸς αὐτὸν λέγει: Ἐὰν μὴ ἀπὸ τῆς τῶν εἰδώλων θρησκείας ἐπὶ τὴν τῶν Χριστιανῶν πίστιν μεταστραφῇς, τὴν διὰ γάμου πρὸς σὲ κοινωνίαν οὐ καταδέχομαι. Ὁ δέ, τῷ πατρὶ τῆς παρθένου ἐξεῖπε πάντα. Μὴ δυνηθέντος δὲ τοῦ πατρὸς ἀπὸ τῆς εἰς Χριστὸν Πίστεως αὐτὴν μεταβαλεῖν, αὐτῷ τῷ μνηστῆρι καὶ ἐπάρχῳ εἰς τὴν κατὰ τοὺς κρατοῦντας νόμους ἐξέτασιν παρεδόθη. Ὁ δέ, τοῦ χιτῶνος γυμνώσας αὐτήν, καὶ βουνεύροις ὠμοῖς ὑπὸ ἑκκαίδεκα στρατιωτῶν καταξάνας, καὶ τῶν τριχῶν ἐκκρεμάσας, ὡς ἐκσπασθῆναι τὸ δέρμας τῆς κεφαλῆς αὐτῆς, καὶ σιδήροις πεπυρωμένοις τὰς πλευρὰς αὐτῆς καταφλέξας, καὶ ἕτερόν τι σιδήριον πεπυρακτωμένον ἀπὸ τοῦ μέσου τῶν μηρῶν αὐτῆς διελάσας, καὶ ταῖς πλευραῖς τὰς χεῖρας αὐτῆς περιδήσας, τῇ εἱρκτῇ ταύτην ἀπαχθῆναι.
Ταύτῃ οὖν τῇ νυκτί, ἐν ᾗ
ἀπεῤῥίφη, προσευχομένης αὐτῆς, πρόσεισιν αὐτῇ ὁ ἀφανὴς πάντων ἐχθρός, καὶ
πολέμιος, ἐν σχήματι ἀγγέλου, προτρεπόμενος αὐτὴν θῦσαι καὶ ἀπολυθῆναι. Ἡ δὲ
Ἁγία, τοῦτον ἀπωσαμένη, τὰ κατ’ αὐτὸν πάντα, καὶ μὴ βουλόμενον, ὁμολογῆσαι
ἐποίησε. Ἀχθεῖσα δὲ πρὸς τὸν ἔπαρχον, καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀμετάθετος μένουσα,
καμίνῳ λίαν ἐξαφθείσῃ ἐμβάλλεται. Καὶ ταύτης παραδόξως σβεσθείσης, πεντακόσιοι
ἄνδρες ἐπίστευσαν τῷ Χριστῷ, καὶ αὐτίκα ξίφει ἐτελειώθησαν, μετὰ γυναικῶν
ἑκατὸν τριάκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς Ἁγίας
Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.
Πεντακοσίους εἶδεν ἐκτετμημένους,
Ἡ Νικομήδους Μάρτυρας νικηφόρους.
Τῇ αὐτῇ ἡμέρᾳ, Αἱ Ἅγιαι ἑκατὸν τριάκοντα
Γυναῖκες Μάρτυρες, αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.
Σὺν πενταπλῇ προὔτεινεν εἰκάδι ξίφει,
Τριπλῇ γυναικῶν μαρτύρων δεκὰς κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Πέτρου
Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.
Καταπαλαίσας, τῇ σῇ ἀνδρείᾳ
τὸν ἀλάστορα, Μάρτυς Θεμιστόκλεις, εἴληφας
ἐκ Χριστοῦ, τὸ βραβεῖον τῶν καμάτων σου. Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων
καὶ Κύριος.
Λελαμπρυσμένος, μαρτυρικῶν
ἀγώνων στίγμασι, Μάρτυς Θεμιστόκλεις,
ἔδραμες ἐν χαρᾷ, πρὸς νυμφῶνα τὸν οὐράνιον. Εὐλογημένος εἶ, ὁ Θεός μου
κραυγάζων καὶ Κύριος.
Ἐπὶ τοῦ ξύλου, ἀναρτηθεὶς
Μάρτυς ἀήττητε, πάθος ἐμιμήσω, τοῦ ἐν τῷ Σταυρῷ, κρεμασθέντος ἀγαθότητι, ζωῆς
τῷ ξύλῳ δέ, μετὰ τέλος παρέστης γηθόμενος.
Ἰδὼν ὁ ἄρχων, τῆς καρτερίας
σου τὸ εὔτονον, μάστιξι προστάττει, ξαίνεσθαι ἀπηνῶς, Θεμιστόκλεις
τὴν κοιλίαν σου. Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντος καὶ Κύριος.
Θεοτοκίον.
Σαρκὶ τεχθῆναι, ἐκ τῆς
γαστρός σου ὁ Ὑπέρθεος, ἥκει δι’ εὐσπλαγχνίαν, Παρθένε· ὃν ὡς βροτόν,
διαθρέψεις τῷ σῷ γάλακτι· ὢ μεγαλείων σου ! τίς οὖν Κόρη ὑμνήσει τὴν δόξαν σου;
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας.
Γνώμῃ ἀηττήτῳ καὶ σπουδῇ,
ἐνθέως ἔδραμες, πρὸς τὰ παλαίσματα, τὰ τῆς ἀθλήσεως Ἅγιε, τὴν ἰσχὺν ἔχων τὴν
ἄνωθεν, ἐνδυναμοῦσάν σε στεῤῥῶς, καὶ ψάλλειν πείθουσαν· Εὐλογεῖτε, πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Ἐνώπιον ἄρχοντος δεινοῦ,
στεῤῥῷ φρονήματι, καθωμολόγησας, Χριστοῦ τὸ ἅγιον ὄνομα, Θεμιστόκλεις παναοίδιμε, καὶ μαστιζόμενος σκληρῶς,
χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥάβδοις τὴν γαστέρα σου
ξανθείς, πᾶσιν ὑπέδειξας, τὴν πρὸς τὸν Κύριον, ἐν σοὶ τελείαν ἀγάπησιν, Θεμιστόκλεις καὶ ἀνάνευσιν, πρὸς ὃν θεόφρον
ἀφορῶν, ψάλλων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες Χριστόν,
τὸν πάντων Κύριον, δι' ἀγαθότητα, Θεοχαρίτωτε Δέσποινα, ὃν καὶ τέξῃ οἷα νήπιον,
ἐν τῷ σπηλαίῳ Βηθλεέμ, τὸν ἀπερίληπτον· ὅθεν πάντες, ὑμνολογοῦμεν Παρθένε τὴν
δόξαν σου.
ᾨδὴ θ'. Λίθος
ἀχειρότμητος.
Σύρεις ἀπηνῶς Θεμιστόκλεις, ἐπὶ ὀξέων Μάρτυς ἥλων, κρίσει
δικαστῶν παρανόμων, τὸν σὸν ἀγῶνα χαίρων ἐτέλεσας, καὶ πρὸς τὸ φῶς τὸ ἄφραστον,
τῆς αἰωνίου δόξης ἔδραμες.
Ἰσχὺν ἐνδυσάμενος θείαν,
τὸν ἰσχυρὸν ἐν τῇ κακίᾳ, δράκοντα κατέβαλες Μάρτυς, ἀθλητικοῖς σου
ἀνδραγαθήμασι, καὶ νίκης τὸ διάδημα, παρὰ Χριστοῦ ἀξίως ἔλαβες.
Μύρων σε ἡ πόλις Κυρίῳ, τῷ
ἐν σπηλαίῳ τικτομένῳ, οἷά περ πανεύοσμον μύρον, ἐν εὐφροσύνῃ Μάρτυς προσήγαγε,
καὶ προσφορὰν εὐπρόδεκτον, τῷ Ζωοδότῃ καὶ Οἰκτίρμονι.
Οἱ ἀθλητικοί σου ἀγῶνες, ὡς
δῶρα θεῖα Θεμιστόκλεις, τῷ ἐν τῷ σπηλαίῳ
τεχθέντι, ἐκ τῆς Ἄχράντου Κόρης προσήχθησαν· ὅθεν ὡς δῶρον πρόσδεξαι, κἀμοῦ τὴν
αἴνεσιν καὶ σῶσόν με.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον θεῖον,
πῶς μικρὸν σπήλαιον ὑπάρχῃ, Κεχαριτωμένη Παρθένε; Πῶς ἐν αὐτῷ δὲ τέξῃ τὸν
Κύριον, τὸν μηδαμοῦ χωρούμενον, καὶ χωρητὸν ἐν σοὶ γενόμενον;
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν
τοῖς ἄστροις.
Μαρτυρικοὺς ἀγῶνας, ἀνύσας
Μάρτυς ἀνδρικῶς, κατῄσχυνας τὸν Βελίαρ, τῇ σῇ λαμπρᾷ ὑπομονῇ, ὦ Θεμιστόκλεις θεόφρον· διό σε ὑμνολογοῦμεν.
Προεόρτιον, ὅμοιον.
Ἡ Θεοτόκος Κόρη, ἐν τῷ
σπηλαίῳ Βηθλεέμ, προέρχεται Χριστὸν τέξαι, σωματωθέντα δι' ἡμᾶς, προϋπαντήσωμεν
ταύτῃ, ἐν καθαρᾷ συνειδήσει.
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου Μάρτυρος. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.
Τῶν ἀθλητικῶν, παλαισμάτων
σου ἡ μνήμη, οἷά περ ἀστήρ, προανέτειλε τῷ κόσμῳ, τήν τοῦ Χριστοῦ ἁγίαν,
προκηρύττουσα γέννησιν, Μάρτυς Θεμιστόκλεις Ἀθλοφόρε· ἣν ἐπιτελοῦντες ἐκβοῶμεν,
πιστῶς ἅπαντες· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.
Ἔδωκας σαυτόν, ἑκουσίως
Θεμιστόκλεις, ἀντὶ τοῦ κλεινοῦ, Ἀθλητοῦ Διοσκορίδους, Χριστοῦ τῇ ἀγαπήσει, πρὸς
ἀγῶνας καὶ σκάμματα, οὓς καὶ θεοφρόνως διαθλήσας, τὰς ὑπὲρ λόγον ἀντιδόσεις, λαμπρῶς
εἴληφας, ὡς στρατιώτης ἀληθής, Χριστοῦ τοῦ Παντάνακτος.
Ἤχθης ἀπηνῶς, ἐκ τοῦ ὄρους
Θεμιστόκλεις, καὶ τῷ δικαστῇ, τῷ τῆς πλάνης ἀπτοήτως, παρέστης Ἀθλοφόρε, καὶ
Χριστὸν ὡμολόγησας, Κύριον ἁπάντων καὶ Δεσπότην, σάρκα δι’ ἡμᾶς ἀνειληφότα, καὶ
ἐξ Ἁγνῆς σπεύδοντα, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, τεχθῆναι δι' ἔλεος.
Ἤνεγκας σκληράς,
μαστιγώσεις ἀνενδότως, γνώμῃ δὲ στεῤῥᾷ, ἐπὶ ξύλου ἀνηρτήθης, ἐπὶ ὀξέων ἥλων, ὡς
ἐσύρθης δὲ Ἅγιε, ταῖς χερσὶ παρέθου τοῦ Κυρίου, τὴν σὴν ψυχὴν ἠγλαϊσμένην,
λαμπροῖς στίγμασι, τῶν πολυτρόπων αἰκισμῶν, δι’ ὧν τεθαυμάστωσαι.
Δόξα. Ἦχος β'.
Τὴν παντευχίαν ἀναλαβὼν τῆς
πίστεως, τῷ ἐχθρῷ συνεπλάκης στεῤῥῶς, καὶ τοῦτον κατὰ κράτος ὤλεσας,
Θεμιστόκλεις τρισμάκαρ· διὰ μαρτυρικῶν γὰρ καμάτων, ἠκολούθησας Χριστῷ, καὶ
στρατιώτης αὐτοῦ δόκιμος, ἀνεδείχθης Ἀθλητά. Ὅθεν Μαρτύρων συνὼν τοῖς δήμοις,
σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Προεόρτιον.
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ
σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ Θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ
τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.
Δοξολογία Μεγάλη καὶ
Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἤθλησας νομίμως ὑπὲρ
Χριστοῦ, Μάρτυς Θεμιστόκλεις, καὶ κατέβαλες τὸν ἐχθρόν· ὅθεν ἡμᾶς ῥῦσαι, τῆς
τούτου ἐπηρείας, καὶ πάσης ἄλλης βλάβης, τῇ ἀντιλήψει σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
ἐκζητοῦντας τὴν θερμήν σου πρεσβείαν, μεγαλομάρτυς τοῦ Χριστοῦ Θεμιστόκλεις,
ἀπὸ κινδύνων λύτρωσαι δεινῶν συμφορῶν, θλίψεων κακώσεων, δυσθυμίας καὶ βλάβης,
τοῦ δολίου ὄφεως, ἵνα πόθῳ τιμῶμεν, σὲ ὡς βοσκὸν λιπόντα τοὺς ἀμνούς, ὑπὲρ
ἀγάπης, Χριστοῦ Ἀρχιποίμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Θεμιστόκλεις, ἴσθι ἡμῶν ταχὺς ἀρωγός. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θεσπέσιε Μάρτυς Χριστοῦ
εὐχάς, σεπτὲ Θεμιστόκλεις, δέξαι πάντων τῶν εὐσεβῶν, καὶ ταύτας προσάγαγε
Κυρίῳ, ὥσπερ εὐῶδες θυμίαμα Ἅγιε.
Ἐν χρόνοις νεότητος Ἀθλητά,
ὡς ἄκμων βασάνους, ὑπομείνας καρτερικῶς, λαμπρὲ Θεμιστόκλεις νεολαίας, τῆς
χριστωνύμου ἐγένου ἀρχέτυπον.
Μαρτύρων ἀκρότης ποιμὴν
καλός, ἀλόγων προβάτων, Θεμιστόκλεις τῶν λογικῶν, ἀμνῶν τῆς ἀγέλης τοῦ Κυρίου,
προστάτης ὤφθης καὶ ῥύστης ἐκ θλίψεων.
Θεοτοκίον.
Ἰδεῖν τὸν Υἱόν Σου ἐν
οὐρανοῖς, καὶ κόσμου Σωτῆρα, καταξίωσον Μαριάμ, ἁγνὴ Θεοτόκε εἰς αἰῶνας,
ἀτελευτήτους τοὺς Σὲ μακαρίζοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στέφος
Μύρων Λυκίας καὶ τοῦ Χριστοῦ τίμιον, γέρας Ἐκκλησίας ὑψόθεν, τὴν εὐλογίαν σου,
πέμψον ἡμῖν Ἀθλητά, πανευσθενὲς Θεμιστόκλεις, εὐλαβῶς δοξάζουσι, τὴν θείαν
μνήμην σου.
Τοῦ
Χριστοῦ τῇ δυνάμει τῇ παναλκεῖ ᾔσχυνας, Μάρτυς Θεμιστόκλεις τρισμάκαρ, τοὺς
εἰδωλόφρονας· ὅθεν συντρίβειν ἐχθροῦ, κὰμὲν δυνάμωσον βέλη, νοητοῦ τὸν
μέλποντα, σοῦ τὴν ἐνάθλησιν.
Οἱ
τὸν Διοσκορίδην τὸν Ἀθλητὴν θέλοντες, ἀνευρεῖν εἰς ὄρος κρυβέντα, σὲ εὗρον
βόσκοντα, τοὺς ἄρνας καὶ τοῦ Χριστοῦ, ὁμολογοῦντα τὴν χάριν, ὑπὲρ ἧς ὑπέμεινας,
ἔνδοξον θάνατον.
Θεοτοκίον.
Καταφύγιον
κόσμου Μῆτερ Θεοῦ δέξαι με, ἐν τῇ ἀσφαλεῖ Σου ἀγκάλῃ, ὡς ὄρνις δέχεται, νοσσία
τὰ ἑαυτῆς, ὑπὸ πτερύγων τῇ σκέπῃ, τῆς αὐτῆς καὶ σῶσόν με, πόθῳ κραυγάζω Σοι.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις πολύαθλε Θεμιστόκλεις, ἀπὸ βλάβης τοῦ πονηροῦ κινδύνων καὶ
θλίψεων, τοὺς σπεύδοντας πόθῳ τῇ σῇ ἀντιλήψει.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς ἔχων πολλὴν τὴν
παῤῥησίαν ἔνδοξε, Χριστῷ τῷ Θεῷ ἀδιαλείπτως πρέσβευε, λυτροῦσθαι στενώσεως, καὶ
παντοίων κινδύνων ἑκάστοτε, τοὺς ἐκζητοῦντας πίστει σὰς εὐχάς, σεπτὲ
Θεμιστόκλεις γενναιότατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λυπηρῶν ἀποδίωξον, ζοφερὰν
ὁμίχλην ταῖς σαῖς ἐντεύξεσι, Θεμιστόκλεις πρὸς τὸν Κύριον, ὑπὲρ Οὗ τὸ αἷμά σου
ἐξέχεας.
Ἐν τῇ θείᾳ σου χάριτι,
εὐσεβῶν σεμνύνεται ἡ ὁμήγυρις, Θεμιστόκλεις γενναιότατε, Μύρων τῆς Λυκίας ἄνθος
εὔοσμον.
Ἰησοῦν τὸν γλυκύτατον,
ἐκτενῶς δυσώπει ὑπὲρ προσφύγων σου, Θεμιστόκλεις αἰτουμένων σου, ἀρωγὴν καὶ
ἄγρυπνον συμπάθειαν.
Θεοτοκίον.
Σωματώσασα Κύριον, ὑπὲρ
νοῦν Παρθένε Θεογεννήτρια, τὸν λυτρώσαντα τοὺς μέροπας, ἐκ φθορᾶς παθῶν με
ἀπολύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ψυχῆς, Θεμιστόκλεις
ἀλγηδόνας μου, καὶ θεράπευσον τὰς νόσους τῆς σαρκός, ὁ τοὺς πόνους ὑπομείνας
τῆς ἀθλήσεως.
Σύντριψον ἐχθροῦ, τὰς
δυνάμεις καρτερώτατε, Θεμιστόκλεις κινουμένας καθ’ ἡμῶν, ἀηττήτοις ὅπλοις θείων
σου δεήσεων.
Θλίψεων ἡμῶν, ἀποδίωξον τὴν
ζόφωσιν, καὶ ἀνάτειλον ἡμέραν χαρμονῆς, Θεμιστόκλεις τοῖς τρανῶς σε
μακαρίζουσι.
Θεοτοκίον.
Ἵλεως ἡμῖν, Σὸν σεπτὸν Υἱὸν
ἀπέργασαι, καταφεύγουσιν ἐν πίστει ἀκλινεῖ, τῇ ἐνθέρμῳ προστασίᾳ Σου Μητρόθεε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἤρίστευσας, ἐν ταῖς μάχαις
Ἅγιε, Θεμιστόκλεις κατ’ ἀνόμου Δεκίου, καὶ ὥσπερ ἄκμων στεῤῥὸς ὑπομείνας, ὀξέων
ἥλων τὰς ξέσεις ἠξίωσαι, τῆς Βασιλείας Οὐρανῶν, ἧς ἡμᾶς κληρονόμους ἀνάδειξον.
Μαρτύριον, Θεμιστόκλεις
πάνδεινον, ὑπομείνας ἐπὶ ξύλου ἐτάθης, καὶ σιδηροῖς ἥλοις μάκαρ ἐξέσθης,
Χριστοῦ προσφέρων τὸ πάντιμον ὄνομα· διὸ καὶ χάριν εἰληφώς, πρεσβευτὴς ἡμῶν
γέγονας ἔνθερμος.
Ὡς ἄσειστον, βάθρον θείας πίστεως,
καὶ Μαρτύρων σὲ τιμῶντες κρηπῖδα, ταῖς σαῖς λιταῖς Θεμιστόκλεις ἀνδρεῖε, ἐν
συμφοραῖς καὶ δεινοῖς καταφεύγομεν, καὶ ἐκβοῶμεν μυστικῶς· Χαῖρε Μάρτυς Κυρίου
μεγάλαθλε.
Θεοτοκίον.
Νῦν κράζομεν, εὐλαβῶς
ἱλέωσαι, Θεοτόκε τὸν ἐκ Σοῦ γεννηθέντα, ἡμῖν τοῖς πταίσασι Τούτῳ πολλάκις, ἴνα
πταισμάτων συγχώρησιν λάβομεν, οἱ ἀφορῶντες πρὸς τὴν Σήν, ἀρωγήν καὶ ταχείαν
βοήθειαν.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις πολύαθλε Θεμιστόκλεις, ἀπὸ βλάβης τοῦ πονηροῦ κινδύνων καὶ
θλίψεων, τοὺς σπεύδοντας πόθῳ τῇ σῇ ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Βοσκὲ προβάτων ἀλόγων
πανάμωμε, Λυκίας Μύρων βλαστὲ ἐνθεώτατε, καὶ Μάρτυς Χριστοῦ ἀξιΰμνητε, ἡμῶν λιτὰς
Θεμιστόκλεις προσάγαγε, πρὸς τὸν Ἀρχιποίμενα Κύριον.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ
ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου
ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ
ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ
λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ
ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον
τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι
τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ
πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου
μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ
εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα
πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ
ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ
παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ
μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ
σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ
ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἀνδρικῷ φρονήματι, τοῦ
μαρτυρίου τὸν δρόμον, ἀκλινῶς διήνυσας, Θεμιστόκλεις ἔνδοξε γενναιότατε, καὶ
πολλῆς χάριτος, μέτοχος ἐδείχθης, διὰ τοῦτό σου δεόμεθα· Μάρτυς μεγάλαθλε,
φύλαττε ἀτρώτους σοὺς πρόσφυγας, στενώσεως κακώσεων, καὶ ἐπιβουλῆς τοῦ
ἀλάστορος, σαῖς θερμαῖς πρεσβείαις, πρὸς Κύριον τοὺς ὕμνους μελιχροῖς,
ἀνευφημοῦντας σὴν ἄθλησιν, τὴν στεῤῥὰν καὶ πάντιμον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῦ Δεκίου τὴν πλάνην
στιγματίσας σοῖς λόγοις βοσκὲ στεῤῥόψυχε, ἐκ σιδηρῶν ὀξέων, ἐδέξω ἥλων ξέσεις·
ὅθεν πόθῳ τιμῶντές σε, τὰς πρὸς Θεόν σου λιτάς, θερμῶς ἐπιζητοῦεν.
Ἀκατάβλητε Μάρτυς
Θεμιστόκλεις Δεκίου ὀφρῦν ἐνστάσει σου, ὁ καθελὼν ἀνδρείᾳ, τυράννου ἀοράτου,
τὴν κακίαν ταπείνωσον, δι’ ἧς περᾶται ἡμᾶς, ἀπὸ Θεοῦ μακρύνειν.
Χάριν πᾶσιν ἐξαίτει καὶ
βοήθειαν θείαν τοῖς σοὶ προσφεύγουσιν, ἐκ πόθου Θεμιστόκλεις, Μαρτύρων
ἀλκιφρόνων, ἱερὸν ἐγκαλλώπισμα, σὲ γὰρ προστάτην θερμόν, κατέχομεν πρὸς
Κτίστην.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ Θεοτόκε
Παρθένε ἡ σωματώσασα, ὑπερφυῶς τὸν Λόγον, Θεοῦ καὶ τῶν ἀνθρώπων, Λυτρωτὴν πᾶσιν
βράβευσον, ἡμῖν τοῖς δούλοις τοῖς Σοῖς, ὑγείαν κατ’ ἄμφω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στέφος ἔχει, ἡ τοῦ Χριστοῦ
Ἐκκλησία, καὶ τὰ Μύρα Λυκίας σε γέρας, θεῖον Θεμιστόκλεις, Μαρτύρων κοσμιότης.
Ἄνθος εὐῶδες, τῶν
μεγαλάθλων Μαρτύρων, ὁ σοῖς ἄθλοις μυρίσας τὴν κτίσιν, δεῖξον Θεμιστόκλεις,
ἡμᾶς ἀγάπης ἄνθη.
Ῥῦσαι κινδύνων, καὶ
πειρασμῶν ψυχοκτόκων, Θεμιστόκλεις τοῖς σοὶ προσιόντας, καὶ ὑμνοῦντας ἄθλους,
τοὺς σοὺς μεγαλομάρτυς.
Θεοτοκίον.
Ὡς Θεοτόκον, τοὺς
μεγαλύνοντας πίστει, Σὲ ἀεὶ ἀπειρόγαμε Κόρη, ῥῦσαι χαμαιζήλων, παθῶν καὶ
νοσημάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γενναῖε Θεμιστόκλεις,
λάμπων ἀγλαΐᾳ, μαρτυρικῇ σκοτασμοῦ με ἐκλύτρωσαι, καὶ πρὸς τὸ φῶς ἀπαθείας με
καθοδήγησον.
Ὁμόσκηνε Μαρτύρων, θείων
Θεμιστόκλεις, Χριστῷ σὺν τούτοις ἀείποτε πρέσβευε, πάσης στενώσεως ῥύεσθαι τοὺς
τιμῶντάς σε.
Συντήρει σοὺς ἱκέτας,
ἀσινεῖς μανίας, τοῦ πονηροῦ Θεμιστόκλεις ἀλάστορος, ὀλέτα πλάνης εἰδώλων
θεοειδέστατε.
Θεοτοκίον.
Χαρίτων οὐρανίων, ἄσυλον
ταμεῖον, Θεοκυῆτορ Παρθένε χαρίτωσον, τοὺς εἰς αἰῶνας αἰώνων Σὲ μεγαλύνοντας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Θεμιστόκλεις
πανευσθενές, Μύρων τῆς Λυκίας, γόνε τίμιε καὶ σεπτέ· χαίροις Ἀθλοφόρων,
προσθήκη στεῤῥοψύχων, καὶ πίστεως Κυρίου, εὖχος πολύτιμον.
Βόσκων τοὺς σοὺς ἄρνας ἐν
τοῖς δρυμοῖς, Μύρων τῆς Λυκίας, ὡμολόγησας εὐθαρσῶς, τοῦ Χριστοῦ τὴν πίστιν,
τρισμάκαρ Θεμιστόκλεις, καὶ ἐξ ὀξέων ἥλων, ξέσεις ὑπέμεινας.
Ἤνεγκας ἀσμένως τῆς σῆς
σαρκός, ξέσεις ἐξ ὀξέων, ἥλων Μάρτυς πανευσθενές· ὅθεν Θεμιστόκλεις, καὶ στέφος
ἐξ ἀχράντων, χειρῶν τοῦ Ζωοδότου, εἴληφας ἄφθαρτον.
Νόσων ἀνιάτων καὶ ζοφερῶν,
ἀνωτέρους τήρει, τοὺς ἱκέτας σου Ἀθλητά, μάκαρ Θεμιστόκλεις, καὶ πειρασμῶν
παντοίων, ἀπάλλαττε τοὺς πόθῳ, ὑμνολογοῦντάς σε.
Σὺν σεπταῖς χορείαις τῶν
Ἀθλητῶν, παρεστὼς Κυρίῳ, καθικέτευε ἐκτενῶς, δοῦναι Θεμιστόκλεις, τοῖς σὲ
ἀνευφημοῦσι, ὑγείαν κατ’ ἄμφω, ῥώμην καὶ δύναμιν.
Πάντας τοὺς τιμῶντάς σου
εὐλαβῶς, μνήμην τὴν ἁγίαν, καὶ γεραίροντας σοὺς σεπτούς, πόνους μαρτυρίου,
συντήρει Θεμιστόκλεις, ἀτρώτους τῆς μανίας, τοῦ παναλάστορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Θεμιστόκλεις τοῦ
Χριστοῦ, Μύρων τῆς Λυκίας κοσμῆτορ, καὶ γόνε περικλεές, ἐκτενῶς ἱκέτευε, τὸν
πάντων Κύριον, καὶ Δεσπότην τῆς κτίσεως, ὑπὲρ τῶν ἐν πίστει, ἐκτελούντων μνήμην
σου, τὴν ἀεισέβαστον, πέλεις γὰρ ἡμῶν παραστάτης, ἐν ταῖς τρικυμίαις τοῦ βίου,
καὶ θερμὸς ἀκέστωρ ἀθλοφόρητε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου