Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 20. ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΘΕΟΦΟΡΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ




ΔΕΚΕΜΒΡΙΟΣ Κ΄!!

ΙΓΝΑΤΙΟΣ ΘΕΟΦΟΡΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ὡς παιδίον ὁ Χριστός, Πάτερ ταῖς οἰκείαις ἀγκάλαις, σὲ περιέφερε, τότε προετύπωσε τὴν ἐσομένην σοι, εὐσεβείας λαμπρότητα, καὶ τὴν ὑπὲρ λόγον, θείαν σου ἀνάβασιν, ἐπὶ τὰ κρείττονα· ὅθεν, θεοφόρος ἐκλήθης, καὶ Θεοῦ θεράπων ἐδείχθης, ἔνδοξε Ἰγνάτιε τῷ βίῳ σου.

 

Ὅτε, Ἀποστόλων κοινωνός, οἷα μαθητὴς τούτων ὤφθης, καὶ μιμητὴς ἀληθής, τότε ἐνθεώτατος, καὶ πλήρης χάριτος, ἀνεδείχθης Ἰγνάτιε, καὶ Ἀντιοχέων, πρόεδρος περίδοξος, καὶ ποιμενάρχης σοφός· ὅθεν, ἀληθείας ἐν πόᾳ, ἄγων τὴν σὴν ποίμνην θεόφρον, ὑπὲρ τοῦ Χριστοῦ νομίμως ἤθλησας.

 

Ὅτε, ἐξ Ἑώας ὡς ἀστήρ, ἔσπευδε πρὸς Δύσιν ἀθλῆσαι, ὑπὲρ τῆς δόξης Χριστοῦ, τότε διερχόμενος, τὰς πόλεις δέσμιος, τὰς σεπτὰς ἐπεστήριζες, Θεοῦ Ἐκκλησίας, ὡς ὁ Παῦλος Ἅγιε, πλουσίῳ λόγῳ σου· ὅθεν, τῶν σοφῶν διδαχῶν σου, τὰς ἐπιστολὰς κεκτημένοι, χάριτος πληρούμεθα τοῦ Πνεύματος.

 

Ὅτε, τοῖς θηρίοις πρὸς βοράν, δέδοσαι προθύμῳ καρδίᾳ, τῇ τοῦ τυράννου βουλῇ, τότε χαίρων ἔκραζες· σῖτος ὑπάρχω Θεοῦ, διὰ τοῦτο ἀλήθομαι, θηρῶν τοῖς ὁδοῦσιν, ὡς ἂν ἄρτος ἥδιστος, Κυρίῳ γίνωμαι, ὢ τῆς σῆς ἀνδρείας θεόφρον! Δι’ ἧς θαυμαστῶς ἐδοξάσθης, παρὰ τοῦ Χριστοῦ Πάτερ Ἰγνάτιε.

 

Δόξα. Ἦχος β΄.

Ἐνδεδυμένος τὸν Χριστὸν Ἰγνάτιε, ἐν αὐτῷ ἔζης ἐν κόσμῳ, νεκρωθεὶς τοῖς παροῦσι. Καὶ Ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῆς εὐσεβείας ὄργανον πέφηνας, λαλοῦν καὶ ἐνεργοῦν, ἐν Ἁγίῳ Πνεύματι. Φωτὶ γὰρ θείῳ λαμπόμενος, παγκοσμίως ἔλαμψας. Καὶ λαμπρῶς ἀγωνισάμενος, ἀξίως ἐστεφανώθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

 

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν. 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὅλος ἀπὸ παιδός, ἐδείχθης θεοφόρος, Ἰγνάτιε παμμάκαρ, καὶ μύστης τῶν ἀῤῥήτων, ὡς Ἀποστόλων σύσκηνος.

 

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Μύστης θεοειδής, τοῦ θείου Ἰωάννου, Ἰγνάτιε ἐγένου, καὶ τὴν θεολογίαν, τὴν ὑπὲρ νοῦν μεμύησαι.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Τάφος αἱ τῶν θηρῶν, σοὶ ὤφθησαν γαστέρες, ἀλλ’ ἐν τῇ οὐρανίῳ, Σιὼν χαίρων μετέστης, περιφανῶς Ἰγνάτιε.

 

Δόξα. Τριαδικόν.

Σύνθρονε παντουργέ, ὁμόδοξε Θεότης, ἐλέησον τὸν κόσμον, πρεσβείαις Ἰγνατίου, τοῦ θείου Σου θεράποντος.

 

Καὶ νῦν. Προεόρτιον.

Ἔρχεται ἡ ἁγνή, ἐν Βηθλεὲμ τῇ πόλει, γεννῆσαι τὸν Σωτῆρα, ἀῤῥήτῳ εὐσπλαγχνίᾳ, λαοὶ προεορτάσατε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

Δόξα. Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ’. Θείας πίστεως.

Θείῳ ἔρωτι, ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου.

Ὁ Θεοφόρος καλούμενος ἀξίως, ὅτε ὁ Δεσπότης σε, μάκαρ, Ἰγνάτιε, ὡς συμπαθὴς ἠγκαλίσατο, φιλοσοφίας, τῆς ἀνωτάτω φαίνων τὰ δόγματα, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, καθάπερ σπόγγος τὰ νάματα ἐκ τῆς ἀβύσσου, τῶν φωτισμάτων ἀνιμησάμενος· ὅθεν κατ' ἴχνος ἠκολούθησας, τῷ καλοῦντι Χριστῷ τῷ Θεῷ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. 

Ὁ τετρωμένος ἀγάπῃ τῇ τελείᾳ, ὅτε ὁ πρηστήριος, ἔρως ἀνέφλεγε, σοῦ τὴν ψυχὴν ἱερώτατε, πρὸς τὸν Δεσπότην, σὲ κατεπείγων Πάτερ πορεύεσθαι, τότε τὸν ἀοίδιμον λόγον ἐβόησας· Σῖτος ὑπάρχω τοῦ Κτίσαντος, καὶ δι' ὀδόντων, δεῖ με θηρίων πάντως ἀλήθεσθαι, ἵνα τῷ Λόγῳ καθαρώτατος, ἄρτος φανῶ τῷ Θεῷ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. 

Συνεσταυρώθης Χριστῷ Ἱεροφάντορ, ὅτε τὸν θεόπνευστον λόγον ἀνέκραξας· Ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ κοινωνῆσαι, τούτῳ τοῦ πάθους λίαν ἐπείγομαι· ἐντεῦθεν Ἰγνάτιε, καθάπερ ἥλιος, ἀνατολῆς ἐξορμώμενος, ἐπὶ τὴν δύσιν, καταφωτίζων μάκαρ διέδραμες, καὶ βασιλείας διαδήματι, ἐκοσμήθης Χριστῷ προσαγόμενος· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. 

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς συνήθης καὶ σύσκηνος, Ἀποστόλων γενόμενος, παρ’ αὐτῶν μεμύησαι τὰ οὐράνια, καὶ Παρακλήτου τὴν ἔλλαμψιν, ἐπλούτησας Ἅγιε, τῇ ἀμέμπτῳ σου ψυχῇ, τετρωμένος τῷ ἔρωτι, τοῦ παντάνακτος, οὗ τοῖς ἴχνεσι βαίνων Ἱεράρχης, θεοφόρος ἀνεδείχθης, καὶ Ἀθλητὴς ἐνθεώτατος.

 

Ὡς πολύφωτος ἥλιος, ἐξ Ἑώας ἀνέλαμψας, καὶ τὴν κτίσιν ἅπασαν κατελάμπρυνας, μαρμαρυγαῖς τῶν ἀγώνων σου, πρὸς Δύσιν ἀγόμενος, περικείμενα δεσμά, δι’ ἀγάπην τοῦ Κτίστου σου, καὶ γενόμενος, ἐν τῇ Ῥώμῃ τὸν μέγιστον ἀγῶνα, ἐκτελεῖς καὶ διανύεις, καρτεροψύχως Ἰγνάτιε.

 

Κατὰ πόλιν Ἰγνάτιε, ὡς ὁ Παῦλος ὁ ἔνθεος, Πάτε διερχόμενος δρόμῳ κρείττονι, τὰς Ἐκκλησίας ἐστήριζες, σοφοῖς σου διδάγμασιν, ὡς Χριστοῦ μυσταγωγός, καὶ ποιμὴν ἀληθέστατος, καὶ στεῤῥότατα, σπαραχθεὶς τῶν λεόντων τοῖς ὁδοῦσι, θαυμαστῶς ἐμεγαλύνθης, Ἱερομάρτυς πανεύφημε.

 

 

Δόξα. Ἦχος πλ. δ'. Ἀνατολίου

Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι' αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου γεωργοῦ, δι ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδὺς αὐτῷ ἀνεδείχθης, πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε. 

Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. δ'. Ἀνατολίου

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην. 

 

Εἴσοδος. Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι,' 7. γ,' 13)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

 

 

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 31)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ', 7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Τὸ πῦρ τὸ οὐράνιον δεξάμενος Ἰγνάτιε, στόμα θεῖον ἔσχηκας, ὡς Ἀποστόλων ὁμότροπος· ὅθεν τῆς εὐσεβείας τὸ μυστήριον, γλώσσῃ σοφῇ κηρύξας, τοῦ Εὐαγγελίου τῆς χάριτος, ὑποφήτης ὤφθης θεόσοφος. Καὶ μαρτυρικῶς ἀγωνιζόμενος, τοῖς πᾶσιν ἐβόας· οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν καὶ ἁλλοῦν, εἰς ζωὴν αἰώνιον, ἧς ἐπιτυχὼν καλῶς ἀθλήσας, ταύτης καὶ ἡμᾶς τυχεῖν ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Ἱερομάρτυς ἀξιάγαστε.

 

 

 

Ἦχος β΄.

Ἁγιασθεὶς τῇ τοῦ Σωτῆρος προσψαύσει, ἡγιασμένος ὅλος καὶ ἔνθεος, καὶ θεοφόρος ἐκ παιδός, ἐδείχθης Ἰγνάτις. Καὶ ἀποστολικαῖς ἀναστροφαῖς μυσταγωγούμενος, τῶν μυστηρίων τῆς χάριτος, οἰκονόμος ὤφθης ἱερός, καὶ Ἱεράρχης θεόληπτος. Θείῳ γὰρ λόγῳ ἡγίασας, τοὺς ἐναγεῖς τὸ πρότερον, καὶ τέκνα φωτὸς ἔδειξας, τοὺς πρὶν τῇ πλάνῃ δουλεύοντας, Εὐαγγελίου τοῖς δόγμασι, καὶ τῶν Παθῶν τοῦ Σωτῆρος, Μάρτυς γενόμενος, τῆς ἐν Αὐτῷ λαμπρότητος ἐκοινώνησας, Ἱερομάρτυς ἀξιάγαστε.

 

Ἦχος γ΄.

Τοῖς ὑπὲρ Χριστοῦ δεσμοῖς κοσμούμενος, ὡς ὁ μέγας Παῦλος, ἀγαλλομένῳ ποδὶ ἔσπευδες, ἐπὶ τὸν μέγαν ἄθλον, θεοφόρε Ἰγνάτιε· ὢ τοῦ θερμοῦ σου ἔρωτος, πρὸς Χριστὸν τὸν Σωτῆρα! ὢ τῆς πολλῆς ἀνδρείας σου, καὶ τῶν ἁγίων δρόμων πολυΰμνητε! Χριστὸν γὰρ μόνον ποθῶν, καὶ Αὐτὸν ἐκζητῶν, οὐδόλως ἐνάρκησας ἐν ταῖς θλίψεσιν, οὐδαμῶς ἔφριξας, τὴν λεόντων ἀγριότητα, ἀλλ’ ὑπ’ αὐτῶν ἀλεσθεὶς οἷα σῖτος Θεοῦ, ἄρτος ἡδὺς Αὐτῷ ἐγένου, καὶ θυσία καθαρὰ προσήχθης τῷ σὲ δοξάσαντι, Ἱερομάρτυς ἀξιάγαστε. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος δ΄.

Ὡς Ἀποστόλων φοιτητής, καὶ τοῦ Σωτῆρος μαθητὴς ἐνθεώτατος, τοῖς ἴχνεσιν αὐτῶν ἠκολούθησας, θεοφόρε Ἰγνάτιε. Λόγῳ γὰρ καὶ ἔργῳ διέπρεψας, καὶ τῆς ἀπάτης τὴν πλάνην διήλεγξας, εὐσεβεῖ παῤῥησίᾳ. Καὶ σαὐτὸν ὑπόδειγμα ἀθλήσεως προθέμενος, συνεσταυρώθης τῷ Χριστῷ, ὡς ἐπόθεις τῷ σῷ ἔρωτι. Καὶ νῦν τῆς κεκρυμμένης ἐν αὐτῷ, ἀπολαύων δόξης, ἀνακεκαλυμμένῳ προσώπῳ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Ἡσαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν. 

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἱερομάρτυς Χριστοῦ, τῶν Ἀποστόλων κοινωνὸς καὶ ὁμόζηλος. Αὐτοῖς γὰρ ἀκολουθήσας, καὶ μαθητεύσας πιστῶς, ἐμυήθης πᾶσαν γνῶσιν ἔνθεον· ἐντεῦθεν ἐκήρυξας, θεηγόρῳ σου στόματι, τὴν τοῦ Σωτῆρος, ὑπὲρ νοῦν ἐναθρώπησιν, δι’ ἧς εὕρομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, ὄργανον τὸ θεόπνευστον, ὁ νοῦς ὁ οὐράνιος, ὁ πλήρης θείας σοφίας, καὶ ἀποῤῥήτου ἐλλάμψεως. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Ὅλος, ἁγιασθεὶς ἐκ παιδός, θείᾳ προσψαύσει τοῦ Σωτῆρος Ἰγνάτιε, ἀνήχθης εἰς μέτρον θεῖον, ταῖς ἀρεταῖς ἐκτραφείς, οἷα θεοφόρος ἐνθεώτατος· ἐντεῦθεν τοῦ Πνεύματος, ἐνδιαίτημα πέφηνας, θείας ἀγάπης, Πάτερ ἄνθραξ διάπυρος, φλέγων ἅπασαν, ματαιότητος ἄκανθαν· στῦλος ὁ ἀπερίτρεπτος, καὶ στήριγμα ἄσειστον, τῶν κατὰ πόλεις ἁγίων, Ἐκκλησιῶν τοῦ Θεοῦ ἡμῶν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, Ἀντιοχείας ποιμήν, Ἐκκλησιῶν περιφανὲς ἐγκαλλώπισμα, ὁ σύμπνους τῶν Ἀποστόλων, Ἱεραρχῶν καλλονή, Ἱερομαρτύρων ἀκροθίνιον, Ἰγνάτιε ἔνδοξε, τοῦ Χριστοῦ φίλε γνήσιε, ὁ τὸν ἀγῶνα, διανύσας στεῤῥότατα, καὶ τοὺς ἅπαντας, καταπλήξας τῷ τρόπῳ σου· ὅθεν λαμπρῶς δεδόξασαι, ὡς Μάρτυς ἀήττητος, καὶ ἱερεὺς θεοφόρος, παρὰ Χριστοῦ τοῦ παντάνακτος. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος α'. Τοῦ Στουδίτου

Ὢ τῆς στεῤῥᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν, ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα· ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν· ὃν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν. Προεόρτιον. Ἦχος β'. Κυπριανοῦ.

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

Δόξα. Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ’. Θείας πίστεως.

Θείῳ ἔρωτι, ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς θεῖος μαθητής, τῶν σοφῶν Ἀποστόλων, ὁμότροπος αὐτῶν, ἐν τῷ βίῳ ἐδείχθης, παμμάκαρ Ἰγνάτιε, καὶ τὸν λόγον τῆς χάριτος, ἀνεκήρυξας, ὡς εὐκλεὴς Ἱεράρχης, καὶ τὸν δρόμον σου, μαρτυρικῶς ἐκτελέσας, ἀξίως δεδόξασαι.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Ὁ κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκί, Βηθλεὲμ ἐν Σπηλαίῳ, τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ μήτρᾳ τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.

Μετὰ τὴν β’ Στιχολογίαν. Ὅμοιον.

Φρονήματι στεῤῥῷ, τὴν ὁρμὴν τῶν λεόντων, οὐκ ἔπτηξας σοφέ, ἀλλ’ ἀνδρείως ὑπέστης, τὸν θάνατον Ἰγνάτιε, καὶ ὡς θῦμα εὐπρόσδεκτον, προσενήνεξαι, τῷ Ἀθλοθέτῃ Κυρίῳ· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν θεοφόρε, τῶν πίστει τιμῶντων σε.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Ἀγάλλου ἡ Σιὼν· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀκτῖσι τῶν λόγων σου οἷα φωστὴρ φαεινός, πυρσεύεις Ἰγνάτιε τὰς Ἐκκλησίας Χριστοῦ, καὶ νέμεις τὰ κρείττονα. Σπεύδων γὰρ πρὸς τὴν Ῥώμην, τοῦ θανεῖν θείῳ πόθῳ, ἔδειξας τῆς ἀγάπης, τῆς ἁγίας τὸν πλοῦτον, ἐν ᾗ τοὺς σὲ γεραίροντας, συντήρει πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Ἡ πάναγνος ἔρχεται ἀποτεκεῖν ἐν σαρκί, Σπηλαίῳ τὸν Κύριον δι’ εὐσπλαγχνίαν πολλήν, γενόμενον ἄνθρωπον· χόρευε πᾶσα κτίσις, δεχομένη τὴν χάριν· ᾄδε προεορτίους, τῷ Σωτῆρι αἰνέσεις, τῷ ἤκοντι ἐν κόσμῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, Ἱεραρχικόν.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Θεοφόρε Ἰγνάτιε, ἀπὸ παιδὸς ἀνακείμενος Χριστῷ, ἀνενδότως ἐβάδισας, τοῖς ἴχνεσιν αὐτοῦ· καὶ Ἱεράρχης ὅσιος γενόμενος, ἀποστολικοῖς ἐμπρέπων χαρίσμασι, μαρτυρικῶς ἠνδραγάθησας, ὐπὸ θηρίων ἀγρίων ἀναλωθείς. Καὶ νῦν τῶν ἐφετῶν τῷ ἀκροτάτῳ παριστάμενος, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ἁγίου.

Ὁ α’ Κανών.

ᾨδὴ γ΄. Ἦχος γ΄. ᾌσωμεν τῷ Κυρίῳ τῷ ποιήσαντι.

Τὸν ἱερὸν ὁπλίτην τῆς ἀληθείας πάντες, εὐσεβῶς ὑμνήσωμεν, σήμερον συνελθόντες, τὸν θεῖον Ἰγνάτιον, ὡς τῶν Ἀποστόλων, διάδοχον γενόμενον, καὶ κήρυκα τῆς χάριτος, καὶ δοχεῖον τοῦ Πνεύματος.

Τὴν ἱερὰν στολήν σου κατεκόσμησας, ἀληθῶς Ἰγνάτιε, τῇ ἀρετῇ τῶν θείων, λογίων σου πάνσοφε, καὶ τῷ μαρτυρίῳ, ἐδείχθης τοῦ Θεοῦ ἐραστής, νικήσας τὸν ἀντίπαλον, ἱεράρχα μακάριε.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε Παρθένε Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἦς Θεὸς ἐτέχθη· Σὺ γὰρ μόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς οἱ ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

 

 

 

 

 

Ὁ β’ Κανών.

ᾨδὴ α'. Ἦχος α'. ᾨδὴν ἐπινίκιον.

Φαιδρῶς ἑορτάζοντες, εὐωχηθῶμεν, ὁ Μάρτυς Ἰγνάτιος, ἱερῶς προτρέπεται, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐπὶ τὴν ἄθλησιν αὐτοῦ, τὴν πολυΰμνητον.

Τὴν ἔνδοξον μνήμην σου, πάντες τιμῶμεν, παμμάκαρ Ἰγνάτιε, καὶ ψαλμοῖς γεραίρομεν, τὸν στεφανώσαντα, τὴν πάνσεπτόν σου κορυφήν, θεομακάριστε.

Φωστὴρ διαυγέστατος, τῆς Ἐκκλησίας, ὑπάρχων Ἰγνάτιε, καταλάμπεις ἅπαντα, τῆς γῆς τὰ πέρατα, καὶ τὴν Ἑσπέραν δᾳδουχεῖς, ἐκ τῆς Ἑῴας ἐλθών.

Τοῦ Παύλου μιμούμενος, τοὺς κατὰ τόπον, κινδύνους Ἰγνάτιε, καὶ ὑπάρχων δέσμιος, οὐ κατενάρκησας, στηρίζων γράμμασι πυκνοῖς, τὰς Ἐκκλησίας Χριστοῦ.

Δόξα...

Τριὰς Ὑπερούσιε, μία Θεότης, Μονὰς Τρισυπόστατε, τοὺς πιστῶς βοῶντάς σοι Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Δημιουργέ, σῶσον ἐλέησον.

Καὶ νῦν... Θεοτοκίον

Ἐδὲμ εὐτρεπίσθητι· ἡ Ἐφραθᾶ γάρ, τῷ Κτίστῃ ἡτοίμασται, γεννηθῆναι μέλλοντι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν. 

 

ᾨδὴ γ΄. Στηριγμὸν καὶ ἱλασμόν.

Ἀξιόθεε σαφῶς, τὴν Ἐκκλησίαν ἐθεμελίωσας, ὡς λίθους ἐν αὐτῇ, τοὺς λόγους σου θέμενος.

Δι’ ὀδόντων θηρίων, ἐτελειώθης μὴ τρωθεὶς ὑπ’ αὐτῶν· Χριστὸς γὰρ ἀληθῶς, ἔλαβε τὸ πνεῦμά σου.

Θεοτοκίον.

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν προστρεχόντων Σοι, δυσώπησον Χριστόν, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερος. Λίθον ὃν ἀπεδοκίμασαν.

Τύπος Ἱερᾶς ἀθλήσεως, ἀνεδείχθης Μάκαρ, στήλη καρτερίας, καὶ κανὼν ἀνδρείας, καὶ στῦλος Ἐκκλησίας, καὶ Πίστεως ἔρεισμα, καὶ ἀρετῆς ὑπογραμμός, ἄθλοις σεπτοῖς, στεφανωθεὶς ἐν Χριστῷ.

Ὄντως φερωνύμως κέκλησαι, Θεοφόρος Πάτερ· νήπιος γὰρ ἔτι, κομιδῇ ὑπάρχων, εἰς χεῖρας τοῦ Κυρίου, φερόμενος ἵστασο, ἀναφωνοῦντος πρὸς ἡμᾶς· Γίνεσθέ μοι ὡς τὸ παιδίον τοῦτο.

Ποῖος τόπος οὐχ ἡγίασται, τοῖς παθήμασί σου; ποία παροικία, οὐκ ἐγνώσθης Μάρτυς; ἢ ποία φυλακὴ σε, σχεδὸν οὐκ ἐδέξατο, δέσμιον Μάρτυρα Χριστοῦ; ζῆλος γάρ σε θεῖος ἠρέθιζε.

Σῖτος καθαρὸς Θεῷ ἡμῶν, ἀνεβόας πέλων, σπεύδω ἀλεσθῆναι, ὑπὸ θηρῶν ἀγρίων, θλασθήτω τὰ ὀστᾶ μου, βρωθήτω τὰ μέλη μου, καὶ βρῶμα γένωμαι θηρῶν, ἵνα Χριστῷ, καθαρὸς ἄρτος ὀφθῶ.

Ξένον Μαρτυρίου στάδιον, ἱερῶς ἀνύσας, ξένην παρὰ πάντας, τοὺς προηθληκότας, ἀνδρείαν ἐπεδείξω, τῷ πόθῳ πυρούμενος, τοῦ ἀνενδότου ἐραστοῦ, ὃς τις ὡς πῦρ, τὴν σὴν ἀνῆπτε ψυχήν.

Ζέων εἰς ἀεὶ τῷ πνεύματι, ὁ Ἱερομάρτυς, ἔκραζε σὺν πόθῳ, ἐν μέσῳ τῶν κινδύνων· Χριστὸν διώκω χαίρων, Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι μὲν ἐγώ, ζῇ δὲ φησίν, ἐν ἐμοὶ μόνος Χριστός.

Δόξα...

Μίαν προσκυνῶ Θεότητα, ὡς ἀρχὴν καὶ τέλος, πάντων τε τῶν ὄντων, καὶ τῶν γενησομένων, Πατέρα ἀγέννητον, Υἱὸν ἀχρόνως γεννητόν, Πνεῦμα εὐθές, ἐκπορευτὸν ἐκ Πατρός.

Καὶ νῦν... Θεοτοκίον

Δεῦρο Ἡσαΐα βόησον· Ἰδοὺ ἡ Παρθένος, ἔχει ἐν κοιλίᾳ, τὸν Λυτρωτὴν τοῦ Κόσμου, καὶ τίκτει ἐν Σπηλαίῳ, καὶ ἔσται τὸ ὄνομα, τοῦ τικτομένου Ἰησοῦ, Θεὸς μεθ ἡμῶν, Ἐμμανουὴλ Σαβαώθ. 

Κάθισμα τοῦ Ἁγίου. Ἦχος γ' Τὴν ὡραιότητα.

Χειροθετούμενος, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, ἐγκατελάμπρυνας, τὴν ἱεράν σου στολήν, καὶ μαρτυρίου ἀληθῶς, ἐπέτυχες Θεοφόρε· θῆρας γὰρ ἠρέθισας, ἐκ τοῦ κόσμου χωρίσαι σε, Παῦλον ἐκμιμούμενος, τὸν θεσπέσιον ἔνδοξε· διὸ καὶ ἐν τῇ Ῥώμῃ ἐπλήρωσας, Πάτερ ἀξίως τὸ Μαρτύριον.

Δόξα. Καὶ νῦν... Προεόρτιον, ὅμοιον

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος, Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον. 

 

ᾨδὴ δ'. Τὴν ἐξ ὄρους κατασκίου δασέος σου ἕλευσιν.

Τὸν ποιμένα τῶν ποιμένων καὶ θείων διδάσκαλον, τοῦ θείου κήρυκος, συνελθόντες ἐπαξίως, εὐφημήσωμεν ψαλμικῶς Ἰγνάτιον, ὡς θεράποντα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Πρὸς τοὺς τυράννους ἐν τοῖς ἄθλοις ἐκραύγαζες Ὅσιε· οὐ πῦρ οὐδὲ μάστιγες, τῆς ἀγάπης με χωρίσει, τοῦ Κυρίου μου, τοῖς Αὐτοῦ παθήμασιν, ἐγκαυχώμενος Ἰγνάτιε παμμακάριστε.

Θεοτοκίον.

Ὄρος Σε πάλαι Ἀββακοὺμ προεώρα κατάσκιον, Δαβὶδ πῖον ὄρος Σε, προεκάλει Θεοτόκε, ὄρος δὲ πάλιν Δανιὴλ ἐξ  οὗ ὁ Χριστός, ἀπετμήθη ὃ προεῖδεν ἀλατόμητον.

 

 

Ἕτερος. Ἐν Πνεύματι προβλέπων

Ἐφαίδρυνας τῇ αἴγλῃ, τῶν ἄθλων σου τὴν γῆν, Ἱερὲ Ἰγνάτιε, δεσμώτης ἀπαχθείς· διαδραμὼν γὰρ ὡς ἥλιος ταῖς ἀκτῖσι, τοῦ μαρτυρίου τὴν Ἑσπέραν ἐξ Ἑῴας, πᾶσαν δᾳδουχῶν κατεφώτισας.

Ὡς Παῦλος δεδεμένος, θηρίοις λογικοῖς, ἐπὶ Ῥώμην ἔτρεχες, Ἰγνάτιε σοφέ· ἀλλ' οὐκ ἐπαύσω καὶ δέσμιος ὢν στηρίζων, τὰς Ἐκκλησίας ἐπιστέλλων κατὰ πόλιν, πᾶσι τοῖς Χριστοῦ Ἱεράρχαις θαῤῥεῖν.

Θηρίων μοι γενέσθω, τὰ στόματα σφαγή, καὶ γαστέρες μνήματα, ἐβόας Ἀθλητά· μηδεὶς ὀχλείτω, μηδείς μου θρύψει τὸν τόνον· ἐγὼ γὰρ σπεύδω ἀλεσθῆναι ὥσπερ σῖτος, καὶ ἄρτος εὑρεθῆναι Θεοῦ καθαρός.

Χριστοῦ σπεύδω γενέσθαι, Χριστοῦ μόνου ἐρῶ· ὅλος γὰρ Χριστοῦ εἰμι, ἐβόας Ἀθλητά, αὐτὸν διώκω, αὐτὸν ἐπείγομαι φθάσαι· καὶ διὰ τοῦτο πῦρ καὶ ξίφος καὶ θηρία, πάντα καρτερῶ, ἵνα τύχω αὐτοῦ.

Διήνυσας τὸ σκάμμα, ζεούσῃ τῇ ψυχῇ Μάρτυς καρτερόψυχε, τῷ ἔρωτι τρωθείς, τοῦ ἐραστοῦ σου· Χριστὸς γὰρ ἦν σοι ὁ ἔρως· ὃν ἀναπνέων καὶ διώκων ἐκαρτέρεις, πάντων τῶν δεινῶν τὰ ἐπίπονα.

Δόξα...

Τριάδα ἐν Μονάδι, δοξάσωμεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν· Ἡ ἐν Μονάδι Τριὰς Ἁγία προσκυνουμένη, καὶ ἐν Τριάδι ὑμνουμένη ἀσυγχύτως, δόξα σοι Τριὰς ὁμοούσιος.

Καὶ νῦν... Θεοτοκίον

Σπηλαίῳ ὑπογαίῳ, τεχθῆναι δι' ἡμᾶς, Θεὸς ὢν ἠξίωσας, πτωχεύσας Ἀγαθέ, τὴν ἡμετέραν πτωχείαν δι' εὐσπλαγχνίαν, καὶ ἐκ Παρθένου προελθὼν σεσαρκωμένος, μείνας εἷς Υἱὸς ἐκ Πατρὸς καὶ Μητρός. 

 

ᾨδὴ ε'. Ὀρθρίζοντες ἀνυμνοῦμέν Σε Λόγε.

Μαρτυρικῶς ἐν σταδίῳ ἐβόας· σῖτος ὑπάρχω τοῦ Θεοῦ, καὶ ἀλήθομαι ἑκών, δι’ ὀδόντων θηρίων, ἵνα γένωμαι, καθαρὸς ἄρτος θανών.

Κατέπληξας καρτερῶς ὑποφέρων, τοὺς τῶν ἀνόμων αἰκισμούς, τοὺς ἀθέους Ἀθλητά, ἱεράρχα τοῦ Χριστοῦ, καὶ νίκης στέφανον, ἐκ Θεοῦ ἐκομίσω.

Θεοτοκίον.

Θεός ἐστιν ὁ τεχθεὶς ἐκ Παρθένου, εἰς ἀναγέννησιν ἡμῶν, καὶ ἐφώτισεν ἡμᾶς, εἰς ἐπίγνωσιν Αὐτοῦ, καὶ δοξάζομεν, τὴν Αὐτοῦ εὐσπλαγχνίαν.

Ἕτερος. Τὴν σὴν εἰρήνην

Τοιοῦτος ἡμῖν ἔπρεπε, σοφὸς Ἀρχιερεύς, ὅσιος, πιστός, ἀμίαντος, ἄκακος, βοῶν ὁ Παῦλος προϋπέγραψε, την ἱερὰν εἰκόνα, τῶν ἱερῶν σου τρόπων.

Κανόνα ἀπαράτρωτον, καὶ τύπον εὐσεβῆ, ἔχοντες τὴν σὴν τοῦ βίου ἀκρόπολιν, πρὸς ταύτην Πάτερ ἀναγόμεθα, οἱ τῆς ἀρχαίας δόξης, τυχεῖν ἐπιποθοῦντες.

Τὰ Παύλου κατορθώματα, ζηλώσας εὐσεβῶς, ὅλους τοὺς αὐτοῦ, κινδύνους ὑπέμεινας, Ἱερομάρτυς ἀξιάγαστε, τὸ τῆς Ἑῴας φέγγος καὶ τῆς Ἑσπέρας ἄστρον.

Δεσμώτης ἀπαγόμενος, παθεῖν Ἀρχιερεῦ, δέσμιος Χριστοῦ, Ἰγνάτιε ἔγραφες, ταῖς Ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἐπιστηρίζων πάντας, ἐν τῇ ὁμολογίᾳ.

Ὡς στῦλος καὶ ἑδραίωμα, καὶ πρόβολος ἡμῶν, Μάρτυς καὶ Ποιμήν, ἀσάλευτον φύλαττε, τῆς Ἐκκλησίας τὴν ὁμόνοιαν, ἐν τῇ ὁμολογίᾳ, τῆς Χριστοῦ ἀληθείας.

Δόξα...

Τριάδος τὸ ὁμότιμον, ὑμνῶ καὶ προσκυνῶ, μίαν προσφυῶς, δοξάζων Θεότητα, τρισὶ Προσώποις ἀδιαίρετον, καὶ ἐν μιᾷ οὐσίᾳ, ἀεὶ γνωριζομένην.

Καὶ νῦν... Θεοτοκίον

Θεὸς ἀνθρώποις ὅμοιος, γενόμενος ἐκ σοῦ, βρέφος δι' ἡμᾶς, γεννᾶται Θεόνυμφε, καὶ μένει ὅλως ἀναλλοίωτος, καὶ ἐν σαρκὶ ὁρᾶται, Θεὸς ἐνανθρωπήσας. 

 

ᾨδὴ ς'. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.

Ἐξ ἑώας ἀνατείλας, ὥσπερ ἔφης μετετέθης σοφέ, ἀπὸ τῆς γῆς εἰς οὐρανούς, ἀπὸ κόσμου πρὸς Θεὸν ἀληθῶς, εἰσδύσας· διὸ Πάτερ, Χριστῷ τῷ Θεῷ πρεσβεύειν, ὑπὲρ ἡμῶν μὴ παρίδῃς.

Διαδραμὼν νήσους καὶ πόλεις, τὸ μαρτύριον ἐπλήρωσας, καθάπερ Παῦλος Ἀθλητά, ἐν τῇ Ῥώμῃ στεφανούμενος, καὶ κράζων εὐχαρίστως· σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

Τὸν εἰς τὸ πλήρωμα τοῦ χρόνου, γεννηθέντα ἐκ Παρθένου Μητρός, καὶ ἐκ δουλείας καὶ φθορᾶς, λυτρωσάμενον τὸ γένος ἡμῶν, ὑμνοῦμεν καὶ βοῶμεν· σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν

Ὡς τὸν ὄντως ἐραστήν, ἀγαπήσας ἀκλινῶς, καὶ τὸ πῦρ τὸ πρὸς αὐτόν, ἀναφλέξας νοερῶς, Ἰγνάτιε, τὸ ὕδωρ ἔσχες, ἐν σοὶ τὸ ζῶν καὶ λαλοῦν.

Εἰ καὶ ἔπιες Χριστοῦ, τὸ ποτήριον καινόν, ἀλλ' ἐνέμεινας διψῶν, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν, καὶ ἔκραζες· Οὐδὲν μοι ταῦτα, πρὸς τὸ τυχεῖν με τοῦ ζῆν.

Τὸ μαρτύριον τῆς σῆς, συνειδήσεως πληρῶν, οὐκ ἐνάρκησας ὁρῶν, τῶν θηρίων τὰς ὁρμὰς, οὐκ ἔπτηξας, ὡς σῖτος μέλλων, μύλαις ἀλήθεσθαι.

Ὑπερζέων Ἀθλητά, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, πρὸς τὸ πῦρ τῶν πειρασμῶν, ὡς εἰς δρόσον πρωϊνήν, ἀνέτρεχες, ἐκεῖνο φθάσαι, τὸ ὄντως, Ὂν ἐραστόν.

Τοὺς μακρούς σου πειρασμούς, καὶ τὰ ἄλυτα δεσμά, τοὺς ἐν Ῥώμῃ σπαραγμούς, καὶ τὸ πῦρ τῶν διωκτῶν, οὐδὲν ἡγοῦ, Ἱερομάρτυς, διὰ τὸν σὸν ἐραστήν.

Δόξα...

Ὑπερούσιε Τριάς, ὑπεράγαθε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐλέησον, τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.

Καὶ νῦν... Θεοτοκίον

Εὐτρεπίζου Βηθλεέμ, ἑτοιμάζου Ἐφραθᾶ, ὁ Ἀμήτωρ ἐκ Πατρός, καὶ Ἀπάτωρ ἐκ Μητρός, βαστάζεται, κυοφορεῖται, τίκτεται σῴζων ἡμᾶς. 

Κοντάκιον τοῦ Ἁγίου. Ἦχος γ'. Ἡ Παρθένος σήμερον

Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα· τούτου γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι· διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης Ἰγνάτιε ἔνδοξε. 

Ὁ Οἶκος

Ἀβραὰμ μὲν ποτε τὸν υἱὸν ἐθυσίαζε, τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος, καὶ νῦν ἐν Σπηλαίῳ σπεύδοντος τεχθῆναι, σὺ δὲ θεόφρον, ὅλον προσήγαγες σαυτόν ὥσπερ σφάγιον, καὶ τῶν θηρίων βρῶμα γενόμενος, σῖτος καθαρὸς ὤφθης τῷ Κτίστῃ σου, ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς, καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν· δι' ὃν πάντα τὸν κόσμον καταλείψας παμμάκαρ, Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε. 

 

Συναξάριον.

Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, ἐπισκόπου Ἀντιοχείας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Τρεῖς Παῖδες ἐν καμίνῳ

Χριστὸν ἐν τῇ ψυχῇ σου, μυστικῶς ἐνστερνισάμενος, καὶ τοῖς στίγμασιν Αὐτοῦ καλλωπιζόμενος, μαρτυρικῶς ἀνεβόας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐν πίστει καὶ ἐλπίδι, καὶ ἀγάπῃ πυρούμενος, τὰς στρεβλώσεις τῶν δεινῶν εὐσεβῶς καρτερῶν, μαρτυρικῶς ἀνεβόας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἐτέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας Κύριε, καὶ ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· διὰ τοῦτο βοῶμεν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

 

 

 

 

 

Ἕτερος. Τῶν ἐν καμίνῳ Παίδων

Οὐκ ἔσχες πῦρ φιλόϋλον ἐν σοί, Ἰγνάτιε, ὕδωρ δὲ ζῶν μᾶλλον καὶ λαλοῦν, ὕδωρ καλοῦν· Δεῦρο ταχὺ πρὸς τὸν Πατέρα, ὕδωρ τὸ ἁλλόμενον, τὸ ἐκ ζωῆς εἰς ζωὴν μετοχετεῦον ἡμᾶς.

Οἱ τῶν θηρῶν ὀδόντες μοι φησί, γενέσθωσαν, ξίφη καὶ ῥομφαῖαι καὶ σφαγαί· τάφος δὲ μοι τὰ τῶν λεόντων σπλάγχνα ἔστω, καὶ τὸ πῦρ νεμέσθω μου, πρὸ τῆς φθορᾶς, τῆς δορᾶς τὸ ἐγκατάλειμμα.

Τὸ ζῆν ἐμοὶ οὐκ ἔστιν ἐραστόν, ἐν σώματι· πνεύματι γὰρ ζῆν ἐπιποθῶ· ἐμοὶ τὸ ζῆν Χριστὸς ὁ θεῖος ἔρως, πρὸς αὐτὸν ἐπείγομαι, αὐτὸν φησὶν ἀγαπῶ, αὐτοῦ τυχεῖν προσδοκῶ.

Ἐμοὶ γλυκὺς ὁ θάνατος φησίν, ἡδέα μοι, πάντα τὰ τῶν πόνων ἀλγεινά, θῆρες τερπνοί, δρόσος τὸ πῦρ ἐστὶ μοι τοῦτο· οὐ τοῦ ζῆν ἀνθέξομαι· διὸ καὶ σπεύδω θανεῖν, ἵνα συζήσω Χριστῷ.

Δόξα...

Τριαδικὴν προσάξωμεν ᾠδὴν δοξάζοντες, ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος, κράζοντες· ὁ τῶν Πατέρων Θεός.

Καὶ νῦν... Θεοτοκίον

Ὁ τοῖς Προφήταις πάλαι προῤῥηθείς, ἐγγίζει μοι, βρέφος ἐκ Παρθένου κυηθείς. Χαίρει Ἀδάμ, καὶ ἡ Προμήτωρ Εὔα, τῶν ὠδίνων λέλυται· καὶ συγχορεύει Δαυΐδ, ὁ τῆς Παρθένου πατήρ. 

 

ᾨδὴ η'. Τὸν ἐν φλογὶ τοῖς παισὶ τῶν Ἑβραίων.

Τὸν θυρεὸν ἐνδυσάμενος Πάτερ, τῆς ἀληθείας πιστῶς ὡς Χριστοῦ στρατιώτης, τὴν πλάνην επόρθησας, ἐκβοῶν· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῆς ἀσεβείας τὴν φλόγα τῇ δρόσῳ, τῆς σῆς σοφίας σαφῶς κατασβέσας θεόφρον, ἐῤῥύσω τὴν ποίμνην σου, ἐξ εἰδώλων μανίας· ἐκβοῶν· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Χαῖρε σεμνὴ δυσανάβατον ὕψος, τοῖς τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων, βάθος δυσθεώρητον· χαῖρε Μήτηρ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.

 

Ἕτερος. Ὃν φρίττουσιν Ἄγγελοι

Ὑμνείσθω Ἰγνάτιος, ὁ μέγας Ἱερεύς, διττῶς στεφανούμενος, ὡς Μάρτυς καὶ Ποιμήν· ἀθλήσας γὰρ οὗτος, δι ἀγάπην Θεοῦ, ἐρῶν τοῦ ἐρᾶσθαι, παθεῖν οὐ παρῃτεῖτο.

Διψῶν τὸ ποτήριον τοῦ πάθους τοῦ Χριστοῦ, δεσμώτης ἀνέτρεχες, Ἰγνάτιε σοφέ, καὶ φθάσας τὸ σκάμμα, οὐκ ἐπαύσω βοῶν· Διψῶ τοῦ διψᾶσθαι, Χριστῷ εἰς τοὺς αἰῶνας.

Τοῖς δρόμοις τῆς Πίστεως, ὡς ἥλιος τὴν γῆν, γενναίως διέδραμες, ἀπ' ἄκρων οὐρανοῦ, καὶ δύνας ἀδύτως, ἀπὸ γῆς εἰς Χριστόν, τὸ φῶς συναστράπτεις, αὐτῷ τῆς ἀφθαρσίας.

Δεσμοῖς κατεχόμενος, διώδευσας τὴν γῆν, μυρίσας τοῖς ἄθλοις σου, ἡμᾶς τοὺς ἐν αὐτῇ, καὶ νῦν μετὰ τέλος, ὥσπερ κρίνον ἀγροῦ, καὶ κρίνον πεδίου, ἡμᾶς εὐωδιάζεις.

Δόξα...

Μονὰς οὐσιότητι, ὑμνείσθω ἡ Τριάς, τριὰς ὑποστάσεσι, τιμάσθω ἡ Μονάς, ὡς μία τῇ φύσει, τοῖς προσώποις δὲ τρεῖς, οὐ διαιρουμένη, οὐ συναλειφομένη.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἄστρον ἀνέτειλε, Χριστὸς ἐν, Ἰακώβ, καὶ Μάγοι συντρέχουσιν, ἐν πόλει Βηθλεέμ, ὑμνῆσαι, τιμῆσαι, προσκυνῆσαι αὐτῷ, τεχθέντι ἐκ μήτρας, Ἁγνῆς τῆς Θεοτόκου. 

 

ᾨδὴ θ'. Τὴν Μητέρα τοῦ φωτός.

Ἀναβλαστήσας λογικῶς, θεογνωσίας τὰ ἄνθη, τὰς τῶν αἱρέσεων τῇ μαχαίρᾳ τοῦ λόγου, ψυχοφθόρους ἀκάνθας, ἐξέτεμες Ὅσιε.

Τὸν ἱεράρχην τοῦ Χριστοῦ, ὡς εἰληφότα τὴν χάριν, ἐκ τοῦ Θεοῦ ἡμῶν ἰατρεύειν τὰ πάθη, τῶν ἐν πίστει αἰτούντων, ὕμνοις μεγαλύνωμεν.

Θεοτοκίον.

Μητροπάρθενε ἁγνή, Θεοκυῆτορ Μαρία, ταῖς ἱκεσίαις Σου ῥῦσαι πάσης ἀνάγκης, καὶ ὀργῆς θεηλάτου, πάντας τοὺς ὑμνοῦντάς Σε.

Ἕτερος.  Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον

Ὁ Θεοφόρος ἡμᾶς εἱστιάσατο, τοὺς ἱεροὺς αὐτοῦ ἄθλους προθεὶς ἡμῖν. Δεῦτε φιλομάρτυρες, ἱερῶς δρεψάμενοι, τὰ μυστικὰ τῶν τερπνῶν ᾀσμάτων ἄνθη, τὰς κορυφάς ἑαυτῶν στεφανώσωμεν.

Τὴν ἱεράν σου στολὴν ἱερώτατε, ἱερωτέραν εἰργάσω τοῖς ἄθλοις σου· διὸ καὶ τὸν στέφανον, διττῶς κομισάμενος, μετὰ Μαρτύρων ὑμνεῖς καὶ τῶν Ποιμένων, Ἱερομάρτυς Χριστὸν τὸν Θεὸν ἡμῶν.

Σῖτος Θεοῦ καθαρὸς εἰμι ἔλεγες, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι, ἵνα ἄρτος γένωμαι, ἱεροτελούμενος τῷ ἐραστῇ καὶ Θεῷ κεκαθαρμένος, ὃν καὶ ποθῶν, οὐ πτοοῦμαι τὸν θάνατον.

Ὡς ὑπερόπτης τῶν κάτω Ἰγνάτιε, καὶ ὑπηρέτης τῶν ἄνω μυήσεων, ὡς λατρείαν ἄμωμον, τελῶν καὶ τελούμενος, ἱερουργεῖς σεαυτὸν τῷ μαρτυρίῳ, πρός τε θηρία καὶ πῦρ ἑτοιμαζόμενος.

Σπλάγχνα θηρίων σοι τάφος γεγόνασιν· ἔχεις δὲ νῦν τὴν Σιὼν ἐνδιαίτημα, καὶ ζῇς ἐν καινότητι, ζωηφόρου Πνεύματος, ἐν οὐρανοῖς τῷ Χριστῷ συμβασιλεύων, καὶ ἐντρυφῶν τῇ αὐτοῦ ὡραιότητι.

Τῷ ἀπροσίτῳ φωτὶ ἐλλαμπόμενος, καὶ ἐν ταῖς ἄνω μοναῖς αὐλιζόμενος, ἱερὲ Ἰγνάτιε, τῷ Θεῷ καὶ Κτίστῃ σου, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἐντυγχάνων, ἀδιαλείπτως μὴ παύσῃ δεόμενος.

Δόξα...

Τὸ ὑπεράρχιον φῶς ἡ ζωὴ ἡμῶν, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρισὶν ὑποστάσεσι, καὶ μιᾷ, θεότητι, ὑπερουσίως ἀεὶ θεολογείσθω, Τριὰς ἁπλὴ, συμφυὴς καὶ ὁμότιμος.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε Ἁγνὴ τοῦ Θεοῦ Πόλις ἔμψυχε, ἐν ᾗ Θεοῦ χωρηθῆναι εὐδόκησε· μὴ λιπὼν τὰ ἄνω γάρ, πρὸς σὲ καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ γῆς Θεογεννῆτορ, καὶ ἐν τῇ πόλει Βηθλεὲμ βρέφος τίκτεται. 

Ἐξαποστειλάριον προεόρτιον. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς

Σῖτος ὑπάρχω ἔλεγες, τοῦ Θεοῦ καὶ Σωτῆρος, καὶ δεῖ με νῦν ἀλήθεσθαι, δι' ὀδόντων θηρίων, Ἰγνάτιε Θεοφόρε, ὅπως ἄρτος ἡδύς τε, καὶ καθαρὸς ὀφθήσομαι, τῇ Ἁγίᾳ Τριάδι· ᾗ παρεστώς, μνημονεύοις πάνσοφε τῶν τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἱεράρχα καὶ Μάρτυς. 

Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Ὡς τετρωμένος ἔρωτι, ἀγάπης τοῦ Κυρίου σου. Ὁ ἐμὸς ἔρως ἐβόας, Χριστὸς ἐσταύρωται θέλων· διὸ διψῶ τοῦ διψᾶσθαι, καὶ ζῶν ἐρῶ τοῦ ἐρᾶσθαι· οὗ κοινωνὸς γενηθῆναι, ἐπιποθῶ καὶ τοῦ πάθους, καὶ τῆς αὐτοῦ βασιλείας. 

Ἕτερον Ἐξαποστειλάριον προεόρτιον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Πιστοὶ τὰ προεόρτια, τῶν Γενεθλίων ᾄσματα, νῦν προηχήσωμεν πίστει· ἔρχεται ἥκει γὰρ Χριστός, ἐν Βηθλεὲμ τοῦ τεχθῆναι, ὡς βροτὸς ἐκ Παρθένου, καὶ ὁραθῆναι νήπιος, σπαργάνοις ἐνειλημένος, ὁ πρὸ αἰώνων ὑπάρχων. 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια, κατὰ ἀλφάβητον, Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ἦχος πλ. β'. Αὐτόμελον

Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι. 

Ἀνίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται. 

Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ ἐκ Κτίστῃ, ἥκοντι εἰς γῆν, Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀπαστράψωμεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι. 

Δόξα. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί

Ἐγγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται. 

Καὶ νῦν. Θεοτοκίον, Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί

Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν. 

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον προεόρτιον.

Σώματα ἁγνίσωμεν καὶ ψυχάς, καὶ μετὰ λαμπάδων, ὑπαντήσωμεν φαεινῶν, τῶ ἐν τῷ Σπηλαίῳ, τεχθῆναι ἐρχομένῳ, αὐτῷ ἀναβοῶντες· Κύριε δόξα Σοι.

Μεγαλυνάρια τοῦ Ἱερομάρτυρος.

Χαίροις θεοφόρε Μάρτυς Χριστοῦ, καὶ μὴ παύσῃ Τούτῳ, ἱκετεύων ὑπὲρ ἡμῶν, ὅπως κατακαύση, παθῶν αἰσχρῶν ἀκάνθας, καὶ βίον μεταλλάξη, πρὸς τὸ θειότερον.

Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν, Ἰγνάτιε Πάτερ, θησαυρίσας ἐν τῇ ψυχῇ, ἔσπευσας τεθνάναι, ὑπὸ θηρῶν ἀγρίων· διὸ τὴν μακαρίαν, ζωὴν ἐτρύγησας.

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Γεωργίου Γαλανόπουλου)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ θεοφόρῳ τοῦ Χριστοῦ Ἰγνατίῳ, δήμῳ ποιμάναντι τῶν Ἀντιοχέων, τοῦ Ἰωάννου ἴχνεσιν Εὐαγγελιστοῦ, ἕσποντι πιστοὶ τιμήσωμεν, δόντες τούτῳ τερπνοὺς ψαλμούς, ὅτι ἐν θερμαῖς εὐχαῖς, ὑπὲρ πάντων πρεσβεύει, ὡς παῤῥησίαν Μάρτυρος λαβών, λύσιν πταισμάτων, βραβεῦσαι ὁ εὔσπλαγχνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεῖε Ἰγνάτιε, πρόσδεξαι ᾆσμα Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θερμαῖς σου δεήσεσιν Ἰησοῦν, ὑπὲρ τῶν τιμώντων, τὴν σὴν μνήμην ᾀσματικῶς, ἱκέτευε λύσιν δοῦναι Πάτερ, καὶ φωτισμῷ νῷ πρὸς βίου διόρθωσιν.

χθροῦ ἐπιθέσεων ἐξελοῦ, τοὺς σὲ ἀνυμνοῦντας, ὦ Ἰγνάτιε ἱερέ, ποιμὴν τοῦ λαοῦ Ἀντιοχείας, τῶν δ’ εὐσεβῶν ὁδηγὲ καὶ ὀχύρωμα.

σχὺν σὺ μεγάλην παρὰ Θεοῦ, ἀπείληφας μάκαρ, γεωργίᾳ τῶν ἀρετῶν, τοῖς πόνοις ἀγώνων τε καὶ ἄθλων, ἣν τοῖς τελοῦσι τὴν μνήμην σου δώρησαι.

Θεοτοκίον.

λθὲ εἰς βοήθειαν τῶν πιστῶν, ἁγνὴ Θεομῆτορ, ἡ κυήσασα Λυτρωτήν, Ὃν σπεύδεις τεκεῖν ἐν τῷ σπηλαίῳ, ὅπως ἀρᾶς γηγενεῖς ἐκλυτρώσηται.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

γνατίου τοὺς ἄθλους δεῦε πιστοὶ μέλψωμεν, ὅτι ὑπὲρ πάντων ἀπαύστως, Κυρίῳ εὔχεται, δοῦναι ἀγάπην ἰσχύν, ἁγιασμὸν σωτηρίαν, μετανοίας δάκρυα, καὶ τὰ εὐφρόσυνα.

Γεωργὲ ἀμπελῶνος νυμφαγωγὲ ἄριστε, Πάτερ ἱερὲ ταῖς εὐχαῖς σου, ἀποσκοράκισον, ἐχθρὸν δουλοῦσθαι ἡμᾶς, καὶ εἰς ἐρένους τὰ βάθη, ἀπειλοῦντας ῥίψασθαι πρὸς ἐξαφάνισιν.

Νικηφόρως διῆλθες τοῦ πονηροῦ Ἅγιε, τὰς ἀπατηλὰς κολακείας, ὁμολογίᾳ σῇ, εἰς ἀρωγὴν δ’ εὐσεβῶν, ἐλθὲ ἡμῶν κατὰ τούτου, καὶ ταχὺ ἐκλύτρωσαι, τοὺς ἀνυμνοῦντάς σε.

Θεοτοκίον.

σφαλὲς τεῖχος Κόρη Χριστιανοὶ ἔχομεν, Σὲ τὴν τοῦ Θεοῦ Λόγον, φάτνῃ ἀφράστως τέξασαν· Τοῦτον δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ ὑμνοῦντας, θεοφόρε Πατὴρ ἡμῶν Ἰγνάτιε ἔνδοξε, καὶ δὸς τοῖς πᾶσι λιταῖς σου τὰ κρείττω

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ὡς τεῖχον στεῤῥὸν Ἰγνάτιε σὲ ἔχομεν, ἐφ’ ᾧ ἡ ὀφρὺς τῶν δαιμόνων συντέτριπται, σαῖς εὐχαῖς πρὸς Κύριον, θεοφόρε Πάτερ καὶ θαύμασιν, ὅτι ἀγῶσιν ἔλλαμψας ἐν γῇ, ὡς θεῖος ποιμὴν ἀνύσας τὸν βίον σου.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τοὺς νοσοῦντας θεράπευσον, ἐξ ἀσθενειῶν ψυχῆς τε καὶ σώματος, ὦ Ἰγνάτιε μακάριε, καὶ Χριστὸν δυσώπει σῶσαι ἅπαντας.

σχυρὸν περιτείχισμα, πάντες ἀριστεῦ κατ’ ἐχθρῶν σὲ ἔχομεν· διὸ πρόσθες σὴν βοήθειαν, ἵνα βέλη τούτων ἀποφεύγωμεν.

λευθέρωσον Ἅγιε, ἐκ δεινῶν κινδύνων τοὺς σὲ γεραίροντας, ἡμῶν λύπην δὲ μετάστρεψον, ὡς καὶ μετὰ μόρον σου πεποίηκας.

Θεοτοκίον.

Πᾶσι δὸς θείαν χάριν Σου, καὶ περιφρουρεῖν Σῇ ἰσχύϊ Σώτειρα, μὴ ἐλλείπῃς τοὺς ἐν ᾄσμαις, δούλους Σου πιστοὺς Σὲ μεγαλύνοντας.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ώμης Ἀθλητά, θεοφόρε πρὸς μετάνοιαν, ὁ μὴ στέρξας δολεροῦ Τραϊανοῦ, τὰς κολακείς ἡμᾶς ἴθυνον σῇ χάριτι.

Οἴκοις ἱεροῖς, προσπελάζοντες ὑμνοῦμέν σε, ἐν ᾠδαῖς Ἱερομάρτυς ἀριστεῦ· διὸ Χριστόν σύ, εὐχαῖς σου παράσχου ἵλεων.

Σὺ χάριν Θεοῦ, ἣν ἀπείληφας τοῖς ἄθλοις σου, δὸς ἡμῖν τοῖς σὲ τιμῶσι ψαλμικῶς, καὶ νέμε κρείττω θερμαῖς λιταῖς σου παντάπασιν.

Θεοτοκίον.

Δέσποινα ἡμῖν, τὴν Χριστοῦ εἰρήνην βράβευσον, καὶ χαρὰν ἣν εἴληφας μονογενοῦς, ἰδοῦσα πρώτη, τὴν ἐκ τάφου Τούτου ἔγερσιν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

λέησον, Ἰησοῦ τοὺς δούλους σου, Ἰγνατίου ταῖς ἐνθέρμοις πρεσβείαις· ὅτι πρὸς Σέ, παῤῥησίαν μεγάλην, ὥσπερ ποιμὴν ἱερόαθλος κέκτηται, καὶ μνήσθητι ὥρᾳ φρικτῇ, ἡμῶν Σῶτερ, αὐτοῦ ταῖς δεήσεσι.

Ξοάνων, βδελυρὰν πλάνην σκόρπισον, καὶ πρὸς Φῶς θεολαμπὲς ἡμᾶς πάντας ἄγαγε νῦν, καὶ στεῤῥόν σου, δὸς Πάτερ ἵν’ ὡς Ἰώβ, χαλεπὰ ὑπενέγκωμεν, ἐκφύγωμεν βέλη δ’ ἐχθροῦ τὰ πυρφόρα, οἱ σὲ μακαρίζοντες.

μίσθως, τὰ ἀλγεινὰ νοσήματα, θεοφόρε σὺ ἰᾶσαι ἐν τάχει· τὰς θλιβερὰς καταστάσεις μακρύνεις, καὶ πειρασμοὺς ἀπελαύνεις Ἰγνάτιε, μακρὰν ἀπὸ τῶν ψαλμικῶς, ἀνυμνούντων τὴν ἔνδοξον μνήμην σου.

Θεοτοκίον.

κέτευε, Σὸν Υἱὸν Μητρόθεε, ἡ ὁδεύουσα τεκεῖν ἐν σπηλαίῳ· Σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ὑπάρχεις πάντων ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ ὑμνοῦντας, θεοφόρε Πατὴρ ἡμῶν Ἰγνάτιε ἔνδοξε, καὶ δὸς τοῖς πᾶσι λιταῖς σου τὰ κρείττω

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς φρουρόν σε καὶ ἀντιλήπτορα ἐπέγνωμεν, Ἀθλητὰ Χριστοῦ καὶ εἰκόνα ἀσπαζόμεθα τὴν σήν, βοῶντες μετὰ δακρύων καὶ προσευχῶν· Ἅγιε ποιμήν, πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, ἐκ δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ γεέννης, τοὺς σὲ τιμῶντας ἐν ψαλμοῖς, ἱερόαθλε Ἰγνάτιε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὦ Ἰγνάτιε Ἅγιε, σῶσόν με πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου κατασπάσασθαι, ἴασιν ἄμφω δὸς τάχιτα, καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω τὴν μνήμην, ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ τοῖς ἄθλοις σου· χαίροις σοι φθεγγόμενος.

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

εισέβαστον μνήμην σὴν τελοῦντες ἐν πίστει ἀρχιεράρχα σοφέ, αἰτούμεθα λιταῖς σου, κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὸς Ἱεράρχης Λόγε Πατὴρ Ἀντιοχέων θείῳ σου πόθῳ τρωθείς, ἐξέχεε τὸ αἷμα, δοξάσας Σε ἐν ἄθλοις, καὶ ἀρδεύει νῦν χάρισι, τοὺς εὐφημοῦντας αὐτόν, καὶ Σὲ δοξολογοῦντας.

Μεθύσκεις θείου γλεύκους ὡς εἰληφὼς τὴν χάριν κατὰ παθῶν ἐκ Χριστοῦ, τοὺς σοὶ σεπτὲ ἰόντας, καὶ κράζοντας ἐμφόβως· πειρασμῶν ἐλευθέρωσον, ὀδυνηρῶν συμφορῶν, καὶ νόσων ἀνιάτων.

Θεοτοκίον.

γνὴ τὴν τοῦ τεκόντος ἐκ Σοῦ ἰσχὺν παράσχου τοῖς Σὲ ὑμνοῦσι πιστῶς· ἐλθὲ Φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρίαν, τάχει νῦν καταυγᾶσαί μου, φρενῶν καρδίας ψυχῆς τὸ ἐρεβῶδες σκότος.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς τοῦ Ἰγνατίου.

λέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμέν σε, τὸν τοῦ Δεσπότου πιστὸν ἀρχιερέα.

φθης πολλάκις, μάκαρ πιστοὺς περισκέπων, καὶ παραμυθῶν ὡς θεοφόρος· ὅθεν σκέπε πάντας, ἐκ τόξων τοῦ Βελίαρ.

Θεοτοκίον.

ῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον παράσχου, βίον θεοφόρε, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐκελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.

κέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς καὶ παθῶν, τοὺς θείαν μνήμην σου Πάτερ, ψαλμοῖς γεραίροντας

θαύματα παρέχων, πρὸς Θεὸν δεήσει, πλεῖστα σοφὲ τῶν τιμώντων σε θείαις ᾠδαῖς, δὸς ἀενάως μιμεῖσθαι, τὸ σὸν ἐνάρετον.

Θεοτοκίον.

ψίστου χρυσοῦς θρόνος, Μαριὰμ ὑπάρχεις· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς Σε.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ἄστρον τηλαυγοῦς σὺ Ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαμψας τοῖς πιστοῖς· ὅθεν ταῖς ἀκτῖσι, σοφὲ τῆς χάριτός σου, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς εὐφημοῦσί σε.

Βάλσασμον οἱ λόγοι σου τοῖς λαοῖς, ἐν Μικρᾷ Ἀσίᾳ, ἐγεγόνησαν καὶ γραφαί, ἃς ἔπεμψας Πάτερ, πιστοῖς θεῖα διδᾶξαι, ὁδεύων πρὸς τὴν Ῥώμην, σιδηροδέσμιος.

Ὁ παρ’ Ἀποστόλων ἐκδιδαχθείς, πᾶσαν θείαν γνῶσιν ὡς θεόσοφοε Μαθητής, καὶ πληθὺν φωτίσας, δυσώπει τὸν Σωτῆρα, ἵν’ εἰς Ζωῆς τὰς βίβλους, ἐγγράψῃ ἅπαντας.

Σὲ ἑπταετῆ ὄντα ὁ Σωτήρ, ἔφερεν ἀγκάλαις, καὶ ἐδίδαξε τῷ λαῷ, ὡς παιδίον τοῦτο, βιοῦν ὅπως εὐξλείας, Θεοῦ ἀξιωθῶσιν, οἱ ταπεινόφρονες.

Σὺ ἐχειροτόνησας ἱερεῖς, ἐν Ἀντιοχείᾳ, πρὸ τοῦ τέλους ἵνα λαοῦ, ποιμάνωσι πλῆθος, ἁπάσῃ δ’ Ἐκκλησίᾳ, ἀπέστειλας γραφήν σου ψυχοφελέστατον.

Δέκα στρατιῶται Πάτερ σεπτέ, οἱ λεοπαρδάλεις, ἐκτελέσαντες προσταγήν, σιδηροδεσμίως, σὲ ἤγαγον εἰς Ῥώμην, καὶ ἐν τῷ Κολοσσαίῳ, λέοντες ἔφαγον.

Ὅτε μετὰ τέλος φρικτὸν τὴν σήν, ἔσχισαν καρδίαν, γεγραμμένον εὗρον πιστῶς, γράμμασι χρυσέοις, Χριστοῦ τοὔνομα ἔνδον, ὃ εἶχες καὶ ζῶν Πάτερ, ὡς θεῖον ἔρωτα.

Λείψανά σου μάκαρ τὰ ἱερά, ἔκρυψαν εἰς τάφον, ἐν τῇ Ῥώμῃ Χριστιανοί, ἀνακομισθέντες, μετήγαγον εἰς πόλιν, λαμπρᾶς Ἀντιοχείας, τῆς βλαστησάσης σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

 

 

 

 

 

 

 

 

 

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ σοφὲ Ἰγνάτιε, ὁ δοὺς σαὐτὸν τῷ Χριστῷ, ἐκ παιδὸς ἄχρι τέλους σου, πιστῶν ὁ προστάτης, Ἀθλητῶν ἀγλάϊσμα, Ἱεραρχῶν ἡ τρυφή· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου