Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 22. ΑΓΙΑ ΑΝΑΣΤΑΣΙΑ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΚΒ΄!!
ΑΝΑΣΤΑΣΙΑ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὡς περικαλλέστατα τὰ σά, Μάρτυς προτερήματα, ὡς εὐκλεεῖς οἱ ἀγῶνές σου! ὡς περιβόητος, ἡ ὁμολογία! ὡς πολλὰ τὰ θαύματα, καὶ ἄπειρα τὰ θεῖα τεράστια, δι’ ὧν δοξάζει σε, εἰς αἰῶνας ὃν ἐδόξασας, ἐναθλοῦσα τοῖς σεπτοῖς σου μέλεσι. (Δίς)

Στέργουσα τὴν εὔκλειαν σεμνή, τῶν ἀθλοῦντων ἔσπευσας, τούτων τὸν ζῆλον μιμήσασθαι· ὅθεν ὑπήνεγκας, πόνους σφοδροτάτους, καὶ νῦν θείᾳ χάριτι, κουφίζεις πάντα πόνον πανεύφημε, ἐκ τῶν ψυχῶν ἡμῶν, καὶ σωμάτων τῶν τιμώντων σου, τοὺς ἀγῶνας καὶ τὰ προτερήματα.

Ἤστραψας φαιδρότερον σαφῶς, τοῦ ἡλίου ἔνδοξε, τὸν σὸν ἀγῶνα τελέσασα, καὶ ταῖς ἀκτῖσί σου, τῶν πολλῶν θαυμάτων, πάντων τὰ νοήματα, φωτίζεις τῶν πιστῶς προσιόντων σου, τῇ θείᾳ λάρνακι, πηγάζουσῃ θεῖα νάματα, Ἀναστασία Μάρτυς μεγαλώνυμε.

Δόξα. Ἦχος β΄.
Τῆς Ἀναστάσεως εἴληφας τὸ δώρημα, Ἀναστασία πανεύφημε, ἀθληφοροῦσα ἐν τῷ σταδίῳ. Δαιμόνων γὰρ ἐξηφάνισας πληθύν, καὶ πόντῳ παρέδωκας Ἀθληφόρε, Μάρτυς ἀξιοθαύμαστε.

Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. β'. Βύζαντος
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκών σε, τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν; μεγάλων χαρισμάτων ἐπὶ σοί, φρικτῶν μυστηρίων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐπὶ γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τόν ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς Δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον. 






Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, Προεόρτια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρχεται ὁ Χριστός, τὸν πονηρὸν συντρίψαι, τοὺς ἐν σκότει φωτίσαι, καὶ λῦσαι τοὺς δεσμίους· αὐτῷ προϋπαντήσωμεν. 

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος
ᾌσατε Πατριαί, Ἐθνῶν αἶνον καὶ δόξαν, οἱ Μάγοι μετὰ δώρων, Ποιμένες ἀγραυλοῦντες, προθύμως ἐπισπεύσατε. 

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου. 
Ὄρη τε καὶ βουνοί, κοιλάδες καὶ πεδία, οἱ ποταμοὶ καὶ πᾶσα, ἡ κτίσις νῦν τὸν Κτίστην, τικτόμενον μεγάλυνε. 

Δόξα. Τῆς Ἁγίας. Ἦχος δ'. Τοῦ Στουδίτου
Τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ, ἐπώνυμος γενομένη σεμνή, πολιτεία τῇ κλήσει προσφόρως ἐξηκολούθησας, καὶ τὴν φύσιν νευρώσασα, ἀῤῥενωθεῖσά τε τῷ φρονήματι, ἁλουργίδα ἐξύφανας, τῇ πορφυρίδι τῶν αἱμάτων σου, καὶ βασιλικὸν ὥσπερ σκῆπτρον, τὸν Σταυρὸν κατέχουσα, τῷ Θεῷ καὶ Σωτῆρι συμβασιλεύεις, Ἀναστασία παμμακάριστε. Αὐτὸν ἱκέτευε, καὶ ἡμᾶς ἐλλαμφθῆναι, τῆς θείας δόξης αὐτοῦ. 

Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν. 













Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 
Δόξα. Τῆς Ἁγίας. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Τὴν μνήμην σου σήμερον Ἀναστασία σεμνή, πιστῶς ἑορτάζοντες ἀνευφημοῦμεν ἀεί, τοὺς ἄθλους καὶ τοὺς πόνους σου. Λύτρωσαι τῶν κινδύνων, τῶν ἡμᾶς πολεμούντων, παῦσον τὰς κακουχίας, τῶν πρὸς σὲ προστρεχόντων, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν δούλων σου.
Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

Ἀπόλυσις.





















ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι 
Ὁ ἄδυτος Ἥλιος, Παρθενικῶν ἐκ λαγόνων, ἀνίσχειν ἐπείγεται, τοῦ φωτίσαι ἅπασαν τὴν ὑφήλιον, καθαροῖς ὄμμασι, καὶ ἁγναῖς πράξεσιν, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καὶ ὑποδέξασθαι, νῦν ἑτοιμασθῶμεν ἐν πνεύματι, ἐρχόμενον εἰς ἴδια, ξένῳ τοκετῷ ὡς ηὐδόκησεν, ὅπως ξενωθέντας, ἡμᾶς τῆς ἐν Ἐδὲμ διαγωγῆς, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, Βηθλεὲμ τικτόμενος. 

Ὁ νώτοις ὀχούμενος, χερουβικοῖς Θεὸς Λόγος, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεὶς πανάμωμον μήτραν ᾤκησε, καὶ βροτὸς γέγονε, καὶ εἰς γῆν ἔρχεται, τοῦ Ἰούδα ἀποτίκτεσθαι, Σπήλαιον ἅγιον, τῷ Παμβασιλεῖ εὐτρεπίσθητι, ὡς μέγιστον παλάτιον· Φάτνη δὲ ὡς θρόνος πυρίμορφος, ἐν ᾗ ὥσπερ βρέφος, Παρθένος Μαριὰμ ἀνακλινεῖ, ἐπ' ἀνακλήσει τοῦ πλάσματος, αὐτὸν ὡς ηὐδόκησεν. 

Ἀλόγων ἐν φάτνῃ σε, ἀνακλινεῖ ἡ Παρθένος, Θεοῦ Λόγε ἄναρχε, ἀρχὴν εἰσδεξάμενον ὑπὲρ ἔννοιαν· τὴν ἐμὴν λῦσαι γάρ, ἀλογίαν ἔρχῃ, ἣν ὑπέστην φθόνῳ ὄφεως· σπαργανωθήσῃ δέ, ὅπως διαῤῥήξῃς τὰ σπάργανα, σειράς τε τῶν πταισμάτων μου, μόνε Ἀγαθὲ καὶ φιλάνθρωπε· ὅθεν σε δοξάζω, ὑμνῶ καὶ προσκυνῶ περιχαρῶς, τὴν ἐν σαρκὶ παρουσίαν σου, δι' ἧς ἠλευθέρωμαι. 

Ἕτερα. Τῆς Ἁγίας. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἱμάτιον, σεαυτῇ πανεύφημε ἐπιχρώσασα, καὶ λαμπρυνθεῖσα τῷ Πνεύματι, Κυρίῳ μεμνήστευσαι, ἀθανάτῳ Βασιλεῖ, συντηροῦντί σε ἄμωμον, ἀδιάφθορον, εἰς αἰῶνα αἰῶνος ἐν θαλάμοις, οὐρανίοις ὡς παρθένον, περικαλλῆ καὶ ἀκήρατον.

Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ φρουρᾶς τὴν κατάκλεισιν, καὶ βυθὸν ὑπέφερες τὸν θαλάττιον, καὶ τῶν πλευρῶν τὴν κατάφλεξιν, καὶ πᾶσαν πολύπλοκον, τῶν βασάνων ἀπειλήν, καὶ τὸν βίαιον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης ὦ παρθένε, οὐρανίοις ἐν θαλάμοις, Ἀναστασία πολύαθλε.

Παρθενίας κειμήλιον, κεκλεισμένος παράδεισος, ἱερὸν ἀνάθημα θεῖον τέμενος, καὶ ἔμψυχον ἄγαλμα, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων καλλώπισμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε.

Δόξα. Τῆς Ἁγίας. Ἦχος δ'. Τοῦ Στουδίτου
Τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ, ἐπώνυμος γενομένη σεμνή, πολιτεία τῇ κλήσει προσφόρως ἐξηκολούθησας, καὶ τὴν φύσιν νευρώσασα, ἀῤῥενωθεῖσά τε τῷ φρονήματι, ἁλουργίδα ἐξύφανας, τῇ πορφυρίδι τῶν αἱμάτων σου, καὶ βασιλικὸν ὥσπερ σκῆπτρον, τὸν Σταυρὸν κατέχουσα, τῷ Θεῷ καὶ Σωτῆρι συμβασιλεύεις, Ἀναστασία παμμακάριστε. Αὐτὸν ἱκέτευε, καὶ ἡμᾶς ἐλλαμφθῆναι, τῆς θείας δόξης αὐτοῦ. 

Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΛΑ΄, 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9 ).
Τάδε λέγει Κύριος˙ πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἂρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν, γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσετέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς λέγει Κύριος ὁ Θεός, ἔτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 ).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα˙ οἱ δέ εἰσιν ἐν εἰρήνῃ˙ καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται˙ ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ˙ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











Λιτή. Ἦχος α΄.
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ ἡ γῆ εὐφραινέσθω. Ἄγγελοι καὶ ἄνθρωποι πνευματικῶς πανηγυρίσατε. Σήμερον γάρ, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος ἐκ Κόρης ἁγνῆς παραγίνεται ἐν Βηθλεέμ, γεννηθῆναι δι’ ἡμᾶς τὸ καθ’ ἡμᾶς, εὐτρεπίζου σπήλαιον, καὶ φάτνη ὑποδέξασθαι αὐτόν. Ἀδὰμ καὶ Εὔα χόρευε, καὶ πᾶσα φύσις τῶν βροτῶν ἀγγελικῶς ἀνύμνησον. Δόξα ἐν Ὑψίστοις Θεῷ, ἦλθεν ἐπέφανεν ἡμῖν σῶσαι τὸ γένος ἡμῶν.

Ὁ αὐτός.
Τὸ ἀληθινὸν φῶς ἐπέλαμψέ σοι, καὶ κατοπτεύσασα ἀδήλως τὸν σὸν ἐραστήν, διὰ τοῦ μαρτυρίου αὐτῷ ἠκολούθησας. Καὶ κόσμον κατεπλούτισας τοῖς ἀπείροις θαύμασι. Καὶ νῦν ὑπὲρ ἡμῶν δυσωπεῖς τὸν Χριστόν, Ἀναστασία Μάρτυς πολύαθλε.

Ἦχος β΄.
Ἀθλητικὸν ἀγῶνα ἠγωνίσω Μάρτυς Ἀναστασία, καὶ νίκην ἀραμένη διὰ πυρὸς καὶ ὕδατος ἐπορεύθης πρὸς Χριστὸν τὸν Νυμφίον σου. Καὶ νῦν μετὰ Μαρτύρων αἰωνίως συναναπαύει, πρεσβεύουσα διηνεκῶς σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Δεῦτε ἀνυμνήσωμεν τὴν ὑπέρλαμπρον παρθένον, τῆς Ἀναστάσεως Κυρίου τὴν ἐπώνυμον Ἀναστασίαν. Χαίροις, Μάρτυς λέγοντες, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς σὺν Πατρί τε καὶ Πνεύματι ἐνώκησε. Μετὰ τῶν Μαρτύρων ὑμνοῦμέν σε, μετὰ τῶν παρθένων γεραίρομεν, κράζοντες· πανένδοξε, πρέσβευε τῷ δι’ ἡμᾶς σαρκωθέντι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν τοῦ Χριστοῦ παρθένον καὶ Μάρτυρα δοξάσωμεν. Τῆς σαρκὸς γὰρ ὑπεριδοῦσα τὴν εὐπάθειαν, καὶ τὸν φθαρτὸν μνηστῆρα μισήσασα, τῷ αἰωνίῳ Βασιλεῖ ἐνυμφεύθη, καὶ γέγονε τούτῳ θῦμα εὐπρόσδεκτον διὰ τοῦ μαρτυρίου. Καὶ νῦν σὺν Αὐτῷ βασιλεύουσα, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Προεόρτιον ὁ αὐτός
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην. 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἀθλητριῶν καλλονή, τοῦ παραδείσου ἄνθος ὄντως τὸ εὔοσμον, ὁ θεῖος καὶ γλυκὺς ἄρτος, ὁ ὠπτημένος Θεῷ, ἀμνὰς ἡ καλή τε καὶ ὑπέρλαμπρος, ἀμνοῦ τοῦ καθαίροντος, παντὸς κόσμου τὰ πταίσματα, τῆς Ἐκκλησίας, ἡ αὐγὴ ἡ πολύφωτος, τῶν ἰάσεων, ἡ πηγὴ ἡ γλυκύῤῥοος, κρήνη ἡ ἐκβλυστάνουσα, ὡς ῥεῖθρα τὰ θαύματα, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν παναγίαν σου ἄθλησιν. Χριστὸν καταπέμψαι, παναοίδιμε δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, περιστερὰ ἐκλεκτή, πτέρυγας ἔχουσα χρυσᾶς καθὼς γέγραπται, ὁ κῆπος ὁ κεκλεισμένος, τῶν ἀρετῶν θησαυρός, νοητῆς ἀμπέλου κλῆμα εὔφορον, ὁ πύργος ὁ ἄσειστος, εὐσεβείας τὸ ἔρεισμα, ἡ τοὺς ἰχῶρας, τῶν Ἁγίων ἐκμάττουσα, καὶ συγκάπτουσα, ἀσθενῶν ταῖς δεήσεσι, νύμφη ἡ πανακήρατος, Θεοῦ τοῦ παντάνακτος, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν παναγίαν σου ἄθλησιν, Χριστὸν καταπέμψαι, παναοίδιμε δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, ἡ τὴν λαμπάδα καλῶς, τῆς παρθενίας τηρήσασα ἄσβεστον, ἐλαίῳ τῆς εὐσπλαγχνίας, καὶ τῷ τῶν ἄθλων φωτί, δᾳδουχοῦσα ὑπὲρ ἥλιον, Θεοῦ ἀγλαόμορφον, ἱερὸν καλλιέργημα, ἡ ἐκλεκτή τε, εἰκὼν ὄντως καὶ ἔμψυχος, τὸ πανάγιον, τοῦ Θεοῦ θεῖον τέμενος, στήλη ἡ ἐπουράνιος, φωτὸς θείου ἔξαλμα, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν  παναγίαν σου ἄθλησιν, Χριστὸν καταπέμψαι, παναοίδιμε δυσώπει, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Πῶς ἐξείπω τὴν σὴν Μάρτυς ἄθλησιν; ὡς ἄϋλος γὰρ ἐνήθλησας, νευρώσασα τὸ χαῦνον τοῦ θήλεος. Καὶ μετὰ σώματος τὸν ἀσώματον ἐχθρὸν συνέτριψας, τὸ γυναικεῖον φρόνημα ἀῤῥενώσασα· ὅθεν καὶ τῶν τῆς δικαιοσύνης στεφάνων, παρὰ τοῦ Νυμφίου σου Χριστοῦ κατηξίωσαι, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Βηθλεὲμ εὐτρεπίζου, ὕμνησον Πόλις Σιών· ἀγάλλου ἡ ἔρημος, προμνηστευθεῖσα τὴν χαράν· ἀστὴρ γὰρ προέρχεται, ἐν Βηθλεὲμ μηνύων, μέλλοντα τίκτεσθαι Χριστόν· καὶ Σπήλαιον δέχεται, τὸν ἀχώρητον παντί· καὶ Φάτνη ἑτοιμάζεται, ὑποδέξασθαι ζωὴν τὴν αἰώνιον· αὐτῷ πάντες ᾄσωμεν καὶ βοήσωμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν, Ἰησοῦ ὁ Θεός, ὁ σαρκωθεὶς δι' ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 
Δόξα. Τῆς Ἁγίας. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Τὴν μνήμην σου σήμερον Ἀναστασία σεμνή, πιστῶς ἑορτάζοντες ἀνευφημοῦμεν ἀεί, τοὺς ἄθλους καὶ τοὺς πόνους σου. Λύτρωσαι τῶν κινδύνων, τῶν ἡμᾶς πολεμούντων, παῦσον τὰς κακουχίας, τῶν πρὸς σὲ προστρεχόντων, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν δούλων σου.
Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς νύμφην σε Χριστοῦ, εὐφημοῦμεν παρθένε, ὡς Θέκλαν τὴν σεμνήν, ἐπαξίως τιμῶμεν· διὸ καὶ ἐν τῇ μνήμῃ σου, ἀρυόμεθα νάματα, σὺ γὰρ εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ὡς φυλάξασα, τὰς ἐντολὰς τοῦ Κυρίου, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἀγάλλου ἡ Σιὼν· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος. 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκοσμήθης στεφάνοις παρθενικοῖς, ἐδοξάσθης ἐν πόνοις ἀθλητικοῖς, πολλοὺς προσενέγκασα, σωζομένους τῷ Κτίστῃ σου, τῷ γὰρ θείῳ πόθῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικοὺς ἀγῶνας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον εὗρες, ζωὴν βασιλεύουσα, σὺν Χριστῷ τῷ Νυμφίῳ σου, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Οὐρανός μοι ἐφάνης σήμερον γῆ, ἐπὶ γῆς γὰρ γεννᾶται ὁ Ποιητής. Καὶ φάτνη ἀνακλίνεται, ὁ τοῖς πᾶσιν ἀχώρητος, ἐν Ὑψίστοις δόξα, οἱ Ἄγγελοι μέλπουσι, εἰρήνη ἐν κόσμῳ, βροτοῖς ἀπολύτρωσις, εἶδον τὸν ἀστέρα, τῆς Περσίδος οἱ Μάγοι, καὶ δῶρα προσάξοντες, ἠπειγμένως ἐβάδιζον, χρυσὸν καὶ σμύρναν καὶ λίβανον, Χριστῷ τῷ τοῦ παντὸς Βασιλεῖ, τῷ ἐκ Παρθένου, γεννηθῆναι μέλλοντι, καὶ τῶν ἀνθρώπων τὴν φύσιν, θεῶσαι θελήσαντι.














Μετὰ τὸν Πολυέλεον, Ὅμοιον.
Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στεῤῥοτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα. 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῆς Χαναναίας.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐθαύμασαν οἱ Ἄγγελοι ἄνωθεν, καὶ ἔφριξαν οἱ ἄνθρωποι κάτωθεν, ὁρῶντές σε μετὰ σαρκὸς ἀσθενοῦς, τὸν ἄσαρκον ἐχθρὸν συμπατήσασαν, καὶ Χριστὸν τὸν Θεὸν ἀνδρειοφρόνως κηρύξασαν, Ἀναστασία πολύαθλε. Βαβαὶ τῆς καρτερίας! ὄντως ὑπερτέρα ἐδείχθης τῆς ἀῤῥενόφρονος Ἰουδήθη· οὐκ Ὀλοφέρνην γὰρ ἔκτεινας, ἀλλ’ αὐτὸν τὸν τὴν σὴν προμήτορα Εὔαν πτερνίσαντα. Καὶ νῦν τῶν στεφάνων τῆς νίκης, ἐν οὐρανοῖς ἀπολαύουσα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.










Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς: Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.
ᾨδὴ α'. Ἦχος πλ. β'. Τμηθείσῃ τμᾶται
Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός· ναὸν γὰρ σωματικὸν περιθέμενος, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Μυσταγωγοῦσα, Μάγους συγκαλεῖ, τὴν ἀπαρχὴν Θεοῦ Σοφία τῶν Ἐθνῶν, τοὺς ἀλόγους πρὶν τραφῆναι λογικῶς, ἀλόγων ἐπὶ φάτνης τραπέζης, κειμένης τῆς μυστικῆς, πρὸς ἣν σπεύδουσι, σὺν δώροις ὁδεύοντες, ἀστέρος προλάμποντος.
Ἀκουτισθῶμεν, νῦν Προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ἡ Παρθένος γὰρ λαβοῦσα ἐν γαστρί, ἐπείγεται τεκεῖν τὸν προόντα, ὃν Μάγοις μὲν οὐρανὸς καθυπέδειξε, Ποιμέσι δὲ Ἄγγελοι, ὡς βρέφος φαινόμενον. 

Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς, ἐλλιπὴς ὅμως τινῶν Τροπαρίων: Τοὺς εὐκλεεῖς σου, Μάρτυς, αἰνέσω πόνους ἐγώ. Ὁ Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος α' ᾨδὴν ἐπινίκιον
Τὴν μνήμην σου σήμερον, Ἀναστασία, πιστῶς ἑορτάζομεν, ἣν Χριστὸς ἐδόξασεν, ἀπείροις θαύμασιν, ὁ ἐν τῇ πόλει Βηθλεέμ, σαρκὶ τικτόμενος.
Ὁ κόσμος ἀγάλλεται, τὰς ἀριστείας, τὰς σὰς καὶ τὰ θαύματα, καὶ τὰ κατορθώματα, ἀνακηρύττων ἀεί, Ἀναστασία, ἀθλητῶν τὸ ἐγκαλλώπισμα.
Ὑμνοῦμεν τοὺς πόνους σου, Ἀναστασία, τὰ ἆθλα τὰ στίγματα τὰ φρικτὰ τεράστια, τὴν πρὸς τὸν Κύριον, θείαν ἀγάπην, καὶ πολλὴν ὄντως οἰκείωσιν.
Θεοτοκίον
Σαρκοῦται ὁ ἄσαρκος, δι' εὐσπλαγχνίαν, ἐκ Κόρης τικτόμενος, Μάγοι εὐτρεπίζονται, ἀνατολῶν Βασιλεῖς, τοῦτον θεάσασθαι πιστῶς, καὶ προσκυνῆσαι σαρκί. 

Ἕτερος Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ σε Μάρτυς Ἀναστασία πόθῳ. Ὁ Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. δ' ᾎσμα ἀναπέμψωμεν λαοί
Ὕμνον ἀναπέμψωμεν Θεῷ τῷ μέλλοντι τεχθήσεσθαι, σαρκὶ ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῇ πόλει, καὶ φάτνῃ τεθήσεσθαι, νήπιον ὥσπερ βρέφος, ἵνα σώσῃ, ἀνθρώπων τὸ γένος.
Μόνον τὸ ἐράσμιον Χριστοῦ, Ἀναστασία ἔνδοξε, κάλλος ζητήσασα, παρέδραμες τὰ κάλλη, τοῦ κόσμου στεῤῥότητι, γνώμης καὶ ἀθανάτου, κληρουχίας, Μάρτυς ἠξιώθης.
Νύκτα τοῦ τῆς πλάνης σκοτασμοῦ, τῷ φωτισμῷ τοῦ Πνεύματος, αὐγαζομένη Σεμνή, παρέδραμες ἐμφρόνως· καὶ νῦν κατεσκήνωσας, ἔνθα τὸ θεῖον φέγγος, τῆς ἀκτίστου Τριάδος ὑπάρχει.
Θεοτοκίον
Ὤφθη ὁ ἀόρατος Θεός, ὑπερφυῶς τικτόμενος, δι' εὐσπλαγχνίαν πολλήν, ἐκ σοῦ Παρθενομῆτορ, πτωχεύσας ὁ πλούσιος, ὅπως ἀθανασίαν, τῶν ἀνθρώπων τὸ γένος πλουτίσῃ. 

ᾨδὴ γ', ὁ Προεόρτιος Κύριος ὢν πάντων
Ῥύσιον κενῶσαι, ἐρχόμενον νῦν, ὑπὲρ κόσμου τὸ οἰκεῖον αἷμα, Χριστὸν θρασύνεται, ὁ Ἡρῴδης τοῦ κτεῖναι πρὸ καιροῦ, μανεὶς πρὸ τῆς μανίας Πιλάτου· ὅθεν φονικῇ ὠμότητι, τῶν Βρεφῶν στίφη κατέσφαξεν.
Ἄφρων ἀνήρ, ἔφη· οὐκ ἔστι Θεός· ὃς μανίας πληρωθεὶς ἐσχάτης, Χριστοκτονίαν νοσεῖ, τοῦ σκοποῦ δὲ τῆς τόλμης ἐκπεσών, πρὸς φόνον βρεφῶν ἀπειροκάκων, ὅλον ἑαυτὸν ἐξώπλισε, καὶ γῆν ἐμίανεν αἵμασιν. 

Τῆς Ἁγίας. Ἦχος α'. Λίθον ὃν ἀπεδοκίμασαν
Ἔνδον τοῦ Σπηλαίου τίκτεται, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς ἐκλάμψας, ὑπὲρ νοῦν καὶ λόγον, καὶ τοῦτον οὐρανόθεν, ἀστὴρ ὑποδείκνυσι, ἀστρολόγοις ἐμφανῶς, τοῦτον πιστοὶ ὑμνολογήσωμεν.
Ἴδε ἱερὰ πανήγυρις, ἡμῖν ἐτησίως ἔλαμψεν ἡ μνήμη, ἡ τῆς Ἀθληφόρου, ἐν ταύτῃ φωτισθέντες, Θεὸν ἀνυμνήσωμεν, τὸν μεγαλύναντα αὐτὴν θεοπρεπῶς, θαυματουργίαις πολλαῖς.
Στόμα θεολόγων ἤνοιξας, μέσον τοῦ σταδίου, καθομολογοῦσα, τοῦ Χριστοῦ τὸ πάθος, καὶ πάσχουσα προθύμως, ἐντεῦθεν γεγένησαι, πᾶσι τοῖς κάμνουσιν ἀεί, Μάρτυς σεμνή, καταφυγὴ καὶ λιμήν.
Θεοτοκίον
Οὗτος μόνος ὁ Θεὸς ἡμῶν, ἐκ σοῦ Παρθένε, σάρκα ὑπὲρ λόγον, ἀληθῶς φορέσας, τεχθῆναι ἐν Σπηλαίῳ, ἐπείγεται ὅπως με, οἶκον γενόμενον ληστῶν, δείξῃ ναὸν τοῦ θείου Πνεύματος. 

Ἕτερος τῆς Ἁγίας. Οὐρανίας ἁψῖδος
Σπαργανούμενον βρέφος, ὁ ἀναφὴς Κύριος, μέλλει καθορᾶσθαι, ἐν φάτνῃ ἀνακλινόμενος, ὄρη σκιρτήσατε, καὶ ἀγαλλίασιν θείαν, οἱ βουνοὶ ἐνδύσασθε, φωτὸς πληρούμενοι.
Εὐσεβεῖ παῤῥησίᾳ, τῶν διωκτῶν ἤμβλυνας, τὰ πεπυρωμένα, ῥημάτων βέλη σωτήριον, λόγον πλουτήσασα, Ἀναστασία καὶ θείῳ πόθῳ τὰ κινήματα, ψυχῆς ἰθύνασα.
Μόνον Μάρτυς ἐβόας, ἐπιζητῶ Κύριον, μόνῃ τῇ αὐτοῦ ἀγαπήσει, ψυχὴν προσέδησα· τούτου ἐλλάμπεσθαι, καθαρωτάταις πλουσίως, ἀστραπαῖς ἐπείγομαι, ἤθους ἁπλότητι.
Θεοτοκίον
Ἀπειρόγαμε Κόρη, τὸν τῇ χειρὶ φέροντα, ἅπασαν τὴν κτίσιν, ἐν μήτρᾳ φέρεις σαρκούμενον, ὃν καὶ τικτόμενον, ἀνακλινεὶς ἐν τῇ φάτνη, βρέφος καθορώμενον, τόν προαιώνιον.

Κάθισμα τῆς Ἁγίας. Ἦχος πλ. δ'. Τὴν Σοφίαν
Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε, καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στεῤῥοτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν ... Προεόρτιον. Ἦχος δ' Τὸ προσταχθὲν μυστικῶς
Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίζομεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς οἱ Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα. 





























ᾨδὴ δ', ὁ Προεόρτιος Προκατιδὼν ὁ Προφήτης
Ἐπὶ τὸν τόκον ὡς ὄμβρος, συγκαταβὰς καὶ ὡς σταγών, ἐπὶ τὴν γῆν τὴν σὲ τεκοῦσαν Κύριε, ἔρχῃ συμπαθῶς τεχθῆναι, καὶ βροτοῖς συναναστραφῆναι· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλε.
Μεταλαμβάνων βροτείας, Χριστὲ σαρκός, Ἀβραὰμ ἐκ σπέρματος, καὶ χάριν ἀντὶ χάριτος, ἔρχῃ παρασχεῖν, καὶ σῶσαι τὴν εἰκόνα καὶ ἀφθαρτίσαι· τὸν Μονογενῆ καὶ γὰρ σὲ ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλε.
Πόμα καινὸν ὅπερ πάλαι, πιεῖν Δαυῒδ διψῶν ἐπεθύμησεν, ἐν τῷ Σπηλαίῳ πρόεισι, βλύσαι Βηθλεέμ, καὶ παῦσαι προσγενόμενον ἅπαν δίψος, τὸ κατὰ ψυχὴν Ἀδάμ τε καὶ Δαυΐδ, ἐξ ὧν τὸ κατὰ σάρκα γεννᾶται Χριστός. 

Τῆς Ἁγίας. Ἦχος α'. Ἐν Πνεύματι προβλέπων
Ὑμνήσατε τὰ Ἔθνη, κροτήσατε Λαοί, ἐν Σπηλαίῳ τίκτεται, ὁ πάντων φωτισμός· οὗ ταῖς ἀκτῖσιν, Ἀναστασία ἡ Μάρτυς, καταυγασθεῖσα, σκότος ἔφυγεν ἀπάτης, λάμψασα ἡλίου φαιδρότερον.
Μαρτύρων τῆς εὐκλείας, ἐπέτυχες σεμνή, τοῦ Χριστοῦ Πανεύφημε, προθύμῳ λογισμῷ· καὶ τούτων Μάρτυς, ἰχῶρας χερσὶν οἰκείαις, πόθῳ καὶ πίστει, ἀπομάττουσαν σπουδαίως, πάντες σὺν αὐτοῖς εὐφημοῦμέν σε.
Ἀγῶνας πολυτρόπους, διήνυσας στεῤῥῶς, καὶ θαυμάτων εἴληφας, τὴν χάριν δαψιλῶς, Ἀναστασία ἐντεῦθεν ἅπας ὁ κόσμος, καταφυγὴν σε καὶ ἀντίληψιν βεβαίαν, κέκτηται προστρέχων τῇ σκέπῃ σου.
Ῥομφαίας ἀοράτων, συνέτριψας ἐχθρῶν, Μάρτυς μεγαλώνυμε, δυνάμει τοῦ Σταυροῦ· ὅθεν ἐδείχθης, πηγὴ ἀπείρων θαυμάτων, Ἀναστασία ἀποπλύνουσα παντοίων, Μάρτυς νοσημάτων τὸν βόρβορον. 

Ἕτερος τῆς Ἁγίας. Εἰσακήκοα Κύριε
Ῥήσεις ἤδη πεπλήρωνται, τῶν προφητευόντων ἐν θείῳ Πνεύματι· ἡ Παρθένος γὰρ ἐπείγεται, ἐν Σπηλαίῳ τίκτειν τὸν Παντέλειον.
Τῶν Μαρτύρων τὴν εὔκλειαν, πόθῳ ἐκζητήσασα ταύτης ἔτυχες, στεῤῥοτάτως ἐναθλήσασα, ἀδιστάκτῳ γνώμῃ καρτερόψυχε.
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος χιτῶνα ὄντως ἐνδέδυσαι, ἀπεκδύσει τῇ τοῦ σώματος, ἀθληφόρε Μάρτυς παναοίδιμε.
Θεοτοκίον
Σαρκοφόρος προέρχεται, ἐκ σῆς φωσφόρου νηδύος Ἄχραντε, Βασιλεὺς ὁ ἐπουράνιος, ὡς ἐν θρόνῳ φάτνῃ προσκλινόμενος. 





ᾨδὴ ε', ὁ Προεόρτιος Τῷ συνδέσμῳ τῆς ἀγάπης
Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, ὡς ὑετὸς ἐν πόκῳ καταβᾶσα, μήτραν Παρθένου ᾤκησε.
Μαθητὰς Μάντεως Μάγους, Βαλαὰμ καλεῖ πρὸς γνῶσιν ἀστέρι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων σπαργάνοις πλέκεται· καὶ φάτνῃ κεῖται, ὃν τρέμει τὰ Χερουβίμ· Σπηλαίῳ χωρεῖται δέ, ὁ πληρῶν τὰ πάντα. 

Τῆς Ἁγίας. Τὴν σὴν εἰρήνην
Ὑμνοῦμέν σου τὴν σάρκωσιν, φιλάνθρωπε Χριστέ, πίστει προσκυνοῦμεν τὰ σπάργανα, δι' ὧν ἐλύθη κατακρίσεως, τὸ τῶν βροτῶν γένος, δοξάζον σε Σωτήρ μου.
Στομώσασα τὸ φρόνημα, ἀγάπῃ θεϊκῇ, Μάρτυς ἀληθῶς μεγαλώνυμε, ξίφος ὡράθης, πάσας φάλαγγας, συγκόπτον τῶν δαιμόνων, ἐνθέῳ πεποιθήσει.
Ἀγῶσι λαμπρυνθεῖσά σου, ἀπείροις ἡ ψυχή, ἔλαμψεν ἡλίου φαιδρότερον, τῇ οἰκουμένῃ καὶ κατηύγασε, πηγὰς τῶν ἰαμάτων, σεμνὴ Ἀναστασία.
Θεοτοκίον
Νῦν ἦλθεν εἰς τὰ ἴδια, ἐν ξένῳ τοκετῷ, Λόγος τοῦ Πατρὸς σωματούμενος, ἐκ τῆς Παρθένου καὶ ὡς νήπιον, ὁρᾶται ἐν Σπηλαίῳ, δι' ἄκραν εὐσπλαγχνίαν. 

Ἕτερος τῆς Ἁγίας. Ὀρθρίζοντες βοῶμέν σοι
Ἀνέτειλε τὸ ἄστρον Ἰούδα, ἐκ γῆς Χαλδαίων, κινοῦν εἰς προσκύνησιν, τοὺς ἀστρολόγους ὡς γέγραπται.
Νομίμως ἠγωνίσω, ἀνόμους τροπωσαμένη, Μάρτυς παναοίδιμε, τῇ δυναστείᾳ τοῦ Πνεύματος.
Ἀνάστασιν Χριστοῦ εἰκονίζεις, ἐπωνυμίᾳ, ἐχθροὺς καταράσσουσα, τοὺς ἀοράτους Πανεύφημε.
Θεοτοκίον
Σπηλαίῳ ὑπογαίῳ τεχθῆναι, ἐκ τῆς Παρθένου, Χριστὸς κατεπείγεται, ἀγαλλιάσθω ἡ σύμπασα. 









ᾨδὴ ς', ὁ Προεόρτιος Ἄβυσσος ἐσχάτη
Κύριόν σε γνόντες, οἱ οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν δι' ἀστέρος Μάγους, νῦν μετὰ δώρων καλοῦντες πρὸς γνῶσίν σου, καὶ θείαν προσκύνησιν.
Ῥύπον τις προστρίψας ἀποῤῥυφθήτω, καὶ οὕτω Χριστῷ, καθαρὸς τῷ καθαρῷ ψαυέτω, βρέφος ἐν Φάτνῃ κειμένῳ, τὰ πάθη καρδιῶν ἐκκαθαίροντι. 

Τῆς Ἁγίας. Τὸν Προφήτην Ἰωνᾶν
Ἐπιλάμψας ὁ Χριστός, ἐκ λαγόνων μητρικῶν, ἐν τῇ πόλει Βηθλεέμ, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐδόξασε, τῆς Ἀθληφόρου τὴν μνήμην σήμερον.
Συντριβεῖσα ταῖς πολλαῖς, τῶν δεινῶν ἐπιφοραῖς, καθυπέταξας ἐχθρόν, τοῖς ὡραίοις σου ποσίν, ἀοίδιμε, Ἀναστασία θεομακάριστε.
Ὑποστᾶσα καρτερῶς, τῶν βασάνων τὰς δεινάς, προσβολὰς καὶ τοῦ πυρός, τὴν κατάφλεξιν σεμνή, δεδόξασαι, Ἀναστασία Μαρτύρων ἔρεισμα.
Θεοτοκίον
Πόλις ἔμψυχε Θεοῦ, ἐν τῇ πόλει Βηθλεέμ, ἀποτίκτεις τὸν Χριστόν, Θεοτόκε ὑπὲρ νοῦν, γενόμενον, δι' εὐσπλαγχνίαν τέλειον ἄνθρωπον. 

Ἕτερος τῆς Ἁγίας. Τὴν δέησιν ἐκχεῶ
Τὴν φύσιν τὴν ἐξ ἡμῶν ὁ Εὔσπλαγχνος, προσλαβόμενος ὁρᾶται ὡς βρέφος, ὁ βρεφουργῶν, ἐν κοιλίᾳ τὰ βρέφη, καὶ σπαργανοῦται καὶ φάτνῃ ἀνάκειται, καὶ λύει μου τὰς τῶν παθῶν, πολυπλόκους σειρὰς ἀγαθότητι.
Ἁγίων ἰχνηλατοῦσα Μαρτύρων, καρτερῶς διὰ Χριστὸν τοὺς ἀγῶνας, καὶ ταῖς αὐτῶν, χρείαις διακονοῦσα, καὶ τοὺς ἰχῶρας Ὁσία ἐκμάττουσα, ἐπλούτησας περιφανῶς, τὴν αὐτοῖς ἐπιλάμπουσαν εὔκλειαν.
Σταγόνας τῶν ἰαμάτων προχέεις, ἐπομβρίαις θεϊκῶν χαρισμάτων, καὶ τῶν παθῶν, ποταμοὺς ἀναστέλλεις, καὶ βοηθεῖς τοῖς δεινῶς κινδυνεύουσιν, ἀοίδιμε Μάρτυς Χριστοῦ, Ἀναστάσεως θείας ἐπώνυμε.
Θεοτοκίον
Ἰώμενος τῶν ἀνθρώπων τὴν φύσιν, τῇ ἀρχαίᾳ παραβάσει φθαρεῖσαν, δίχα φθορᾶς, νέον τίκτεται βρέφος, καὶ σοῦ ἐν κόλποις ὡς θρόνῳ καθέζεται. Ἀνύμφευτε τῆς Πατρικῆς, μὴ ἐκστὰς συνεδρίας Θεότητι.









Κοντάκιον τῆς Ἁγίας. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Οἱ ἐν πειρασμοῖς, καὶ θλίψεσιν ὑπάρχοντες, πρὸς τὸν σὸν ναόν, προστρέχοντες λαμβάνουσι, τὰ σεπτὰ ἰάματα, τῆς ἐν σοὶ οἰκούσης θείας χάριτος· Ἀναστασία σὺ γὰρ ἀεί, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα. 
Ὁ Οἶκος
Τῆς Ἀναστάσεως τοῦ Κυρίου συνεπώνυμος οὖσα, πεπτωκότα με νῦν ἀνάστησον ταῖς πρεσβείαις σου, ἐκ τῶν θαυμάτων τῶν σῶν, σταγόνα ἐπιστάξασα, Μάρτυς τῇ ψυχῇ μου, καὶ τὸν φλογμὸν τῆς δεινῆς ἁμαρτίας κατασβέσασα· τὸν κόσμον γὰρ διασῴζεις ἐκ παθῶν πολυτρόπων ἑκάστοτε, ὧν περ κἀγὼ πεπείραμαι· σὺ γὰρ πάντα τοῖς πᾶσι παρέχουσα, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα. 

Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας
Ἀναστασία φάρμακον πιστοῖς μέγα,
Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη.
Καύθη Ἀναστασία πυρὶ δευτέρᾳ εἰκάδι λαύρῳ.
Αὕτη ἡ Ἁγία ἦν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, ἐν τῇ Ῥωμαίων πόλει, Πρεπεξάστου τινὸς ἕλληνο οὖσα θυγάτηρ, μητρὸς δὲ Φαύστης. Ὑφ’ ἧς προσαχθεῖσα Χρυσογόνῳ, ἀνδρὶ θεοπνεύστῳ καὶ εὐσεβεῖ, τὰ ἱερὰ γράμματα ἐπαιδεύθη, τὴν δὲ εἰς Χριστὸν πίστιν παρὰ τῆς Μητρὸς ἔμαθε. Συζευχθεῖσα ὲ ἀνδρὶ ἕλληνι πρὸς κοινωνίαν γάμου, Πουπλίῳ ὀνόματι, διὰ τὴν ἀπιστίαν αὐτοῦ, ἀστόργως τὴν πρὸς αὐτὸν ὁμιλίαν ἔφερε, νοσεῖν ἀεὶ προφασιζομένη καὶ μὴ καταδεχομένη συνέρχεσθαι αὐτῷ εἰς συνάφειαν. Μετρίαν δὲ καὶ πενιχρὰν ἐνδυσαμένη στολήν, προσωμίλει ἀεὶ γυναιξῖ δεομέναις, καὶ λαθραίως τοὺς διὰ Χριστὸν ἐναθλοῦντας ἐθεράπευεν, ἐν ταῖς φυλακαῖς, ἐν αἷς ἦσαν, εἰσιοῦσα, καὶ τῶν δεσμῶν ἀπολύουσα, καὶ ἐλαίῳ ἐπαλείφουσα, καὶ τοὺς ἰχῶρας αὐτῶν ἀπομάττουσα, καὶ τροφὰς ἐπιτηδείας τούτοις παρέχουσα, μιᾶς μόνης θεραπαινίδος ἑπομένης αὐτῇ.
Ἐπὶ τούτοις πρῶτον μὲν ὑπὸ τοῦ ἀνδρὸς ἐφρουρήθη, ἐπιγνόντος τὰ κατ’ αὐτήν, ἐπεὶ δὲ ἐκεῖνος διαποντίῳ κλύδωνι γέγονεν ὑποβρύχιος, ἀδείας αὐτὴ λαβομένη, πάντα τὰ προσόντα αὐτῇ διένειμε τοῖς πτωχοῖς. Εἶτα ἀδεέστερον τοὺς ὑπὲρ Χριστοῦ ἀθλοῦντας ἐθεράπευε, καὶ τελειωθέντας συνεκόμιζε, καὶ παρεδίδου τῇ ὁσίᾳ ταφῇ. Καὶ πολλοὺς πρὸς τὸ μαρτύριον ἐπαλείψασα, καὶ διαφόροις ἡγεμόσιν ἐξετασθεῖσα, καὶ ἐν θαλάσσῃ μεθ’ ἑτέρων γυναικῶν ἀποῤῥιφεῖσα, τελευταῖον πάλοις προσδεθεῖσα, καὶ πυρὶ βληθεῖσα, τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου
Δίδωσι Χρυσόγονος αὐχένα ξίφει,
Ὁ πνεῦμα χρυσοῦς, χάλκεος δὲ τὸ σθένος.
Χρυσόγονος ὁ Μάρτυς ὑπῆρχεν ἐκ τῆς μεγαλοπόλεως Ῥώμης, ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, ἀνὴρ θεοσεβής, καὶ τὸν Θεὸν φοβούμενος, διδάσκαλος γενόμενος εἴς τε τὴν εἰς Χριστὸν πίστιν καὶ εἰς τὰ ἱερὰ γράμματα τῆς Ἁγίας Ἀναστασίας. Διωγμοῦ δὲ κινηθέντος, ἐκρατήθη καὶ εἰς πῦρ ἐνεβλήθη, ὅτε καὶ ἔγραψε πρὸς αὐτὸν ἡ Ἁγία Ἀναστασία, ἵνα εὔξηται ὑπὲρ αὐτῆς, καὶ εἰ μὲν γένηται ὁ ἀνὴρ αὐτῆς Χριστιανός, ἵνα σωθῇ, εἰ δὲ μή, ἐξολοθρευθῆναι αὐτόν, ἵνα μὴ τὸν πλοῦτον αὐτῆς δαπανήση μετὰ τῶν εἰδωλολατρῶν, ἀλλ’ αὐτὴ κατακενώση αὐτὸν εἰς τοὺς Ἁγίους καὶ εἰς τοὺς πτωχούς, ὅπερ καὶ ἐγένετο. Καὶ ἐνδυσαμένη πενιχρὰν στολήν, διήρχετο καὶ διηκόνει τοῖς Ἁγίοις ἐν ταῖς φυλακαῖς, ὅτε καὶ ὁ Διοκλητιανός, ἐν Νικαίᾳ διάγων, ἔγραψεν εἰς Ῥώμην, πάντας τοὺς Χριστιανοὺς ἀποθανεῖν, τὸν δὲ Χρυσόγονον εἰς Νικομήδειαν ἀχθῆναι δέσμιον. Καὶ ἀχθέντα ἀπογυμνωθῆναι αὐτόν, καὶ οὕτω τελειωθῆναι ξίφει, ὃ καὶ ἐγένετο. Καὶ τὴν κεφαλὴν ἀποτμηθείς, στεφανηφόρος εἰς οὐρανοὺς ἀνέδραμεν.

Ἡ Θεοδότη πῦρ φέρει σὺν φιλτάτοις,
Φίλτρῳ Θεοῦ ζέουσα, καὶ πυρὸς πλέον.
Θεοδότη ἡ Μάρτυς ἦν ἀπὸ τῆς χώρας Βιθυνίας. Ἀκούσασα δὲ τὰ περὶ τῆς Ἁγίας Ἀναστασίας, ἀπῆλθε πρὸς αὐτήν, καὶ διέτριβε μετ’ αὐτῆς ἅμα τοῖς τέκνοις αὐτῆς. Πρότερον δὲ ἡ Ἁγία αὕτη ἐπεζητεῖτο πρὸς γάμον ὑπὸ Λευκαδίου τινὸς ἄρχοντος, ἀλλ’ οὐκ ἐπείθετο, ὅμως θέλουσα αὐτὸν ἐκφυγεῖν, ἐμήνυσεν αὐτῷ μικρὸν ἀναμεῖναι αὐτήν, καὶ τότε τὸ κατὰ γνώμην αὖτου ποιῆσαι. Τοῦ δὲ ἄρχοντος ἀναμένοντος, αὕτη τὸν πλοῦτον αὐτῆς δοῦσα πτωχοῖς, ὑπηρέτει τοῖς ἐν φυλακαῖς Ἁγίοις. Ἀκούσας δὲ Διοκλητιανός, ὅτι πᾶσαι αἱ φυλακαὶ καὶ τὰ ἐργαστήρια πεπληρωμένα εἰσὶ τῶν Χριστιανῶν, ἐκέλευσε πάντας ἐν μιᾷ νυκτὶ φονευθῆναι, τοὺς μὲν διὰ πυρός, τοὺς δὲ δι’ ὕδατος, τοὺς δὲ διὰ ξίφους. Τότε ὁ Λευκάδιος παρέδωκε τὴν Ἁγίαν Θεοδότην, καὶ τὰ τέκνα αὐτῆς, Νικητίῳ τῷ ἄρχοντι Βιθυνίας, ἵνα ἐξετάση αὐτήν. Ὁ δὲ Νικήτιος, ἐλεγχθεὶς ὑπὸ Εὐόδου, τοῦ πρώτου υἱοῦ αὐτῆς, ὠργίσθη, καὶ ἀνάψας μεγάλην κάμινον, ἀκοντισθῆναι ἐν αὐτῇ ταύτην μετὰ τῶν παίδων αὐτῆς κελεύει. Καὶ οὕτω τελειωθέντες, στεφανηφόροι τῷ Δεσπότῃ Θεῷ παρέστησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωΐλου καὶ Εὐτυχιανοῦ
Ζωὴν ῥέουσαν ἐκλιπὼν ὁ Ζωΐλος
Ζωὴν μένουσαν εὗρεν ἐν ζώντων τόπῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀνάμνησις τῶν Θυρανοιξίων τῆς Μεγάλης Ἐκκλησίας
Αἴρουσιν ἄνδρες ἱεροὶ Χριστοῦ πύλας
Τοὺς Δαυῒδ ἡμῖν ἐκτυπούμενοι νόας.

Τρέχοντα φῶτα σήμερον Ναοῦ κύκλῳ,
Δηλοῦσι φωτὸς εἰς τὸ πᾶν θείου δρόμον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 












ᾨδὴ ζ', ὁ Προεόρτιος Οἱ Παῖδες ἐν Βαβυλῶνι
Νευστάζων κάραν Ἡρῴδης κακὰ προβλέπων ἐκίνησεν εὐκαιρίαν ζητῶν θανατῶσαι, τὸν ζωῆς καὶ θανάτου Χριστὸν τὴν ἐξουσίαν ἔχοντα, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.
Ὑμῶν Χριστοῦ ὅσοι φίλοι, συμφυγαδεύθητε φεύγοντι εἰς Αἴγυπτον τούτῳ καὶ καλῶς ἐκεῖ προσκυνήσατε θεοπρεπῶς καλέσαντες καὶ συμφώνως δοξάσατε.
Μεθ' ὅστις ἐμοῦ οὐκ ἔστι, κατ' ἐμοῦ πράττει Χριστὸς φησιν· ὁ δὲ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζοντι ἔοικε· διὸ τὴν τούτου φρίξωμεν, ἐν σαρκὶ συγκατάβασιν. 

Τῆς Ἁγίας. Τοὺς ἐν καμίνῳ Παῖδάς σου
Ὁ Βασιλεὺς τῶν ὅλων καὶ Θεός, προέρχεται πόλει γεννηθῆναι Βηθλεέμ, ὁ τὴν σεμνήν, Ἀναστασίαν μεγαλύνας, ἐν ἀπείροις θαύμασιν ὡς δι' αὐτόν, αἰκισμοὺς καθυπομείνασαν.
Νεκροῖς ξοάνοις σέβας πονηρὸν οὐκ ἔνειμας μόνον σεβομένη τὸν Χριστὸν οἷα Θεὸν ζῶντα ἀεί, Ἀναστασία, καὶ τοῖς ζωηροῖς αὐτοῦ πάθεσι πάθος τὸ σὸν καταλαμπρύνουσα.
Οἱ τῷ ναῷ σου πίστει δαψιλεῖ, προσφεύγοντες, νόσων ἐκλυτροῦνται χαλεπῶν καὶ ἀῤῥωστίας καὶ παθῶν καὶ ἀλγηδόνων, εὐρωστίαν πάντοτε παρὰ Χριστοῦ τοῦ Θεοῦ πλουσίως λαμβάνοντες.
Θεοτοκίον
Σεσαρκωμένος Λόγος ἐκ τῆς σῆς, προέρχεται Ἄχραντε νηδύος ὑπὲρ νοῦν καὶ ἄρχεται ὁ προαιώνιος καὶ φάτνῃ κεῖται σπαργανούμενος καὶ διαλύει σειρὰς τῶν ἐγκλημάτων. 

Ἕτερος τῆς Ἁγίας. Παῖδες Ἑβραίων ἐν καμίνῳ
Ἄνω χοροὶ δοξολογοῦσιν, Ἀσωμάτων, ἐπὶ γῆς δὲ προσκυνοῦμεν, καθορῶντες βροτοί, ἡμῖν ὁμοιωθέντα, καὶ ἐπὶ φάτνης κείμενον, σὲ Χριστὲ Θεὲ τῶν ὅλων.
Πῦρ ἀπετέφρωσας ἀπάτης· ὡς οἱ Παῖδες δέ, φλογὶ προσομιλοῦσα, παρεδήλους θερμόν, τὸν ἔρωτα Θεόφρον, ὃν πρὸς τὸν σὸν ἐκέκτησο, καὶ Δεσπότην καὶ Νυμφίον.
Ὄμβρους προχέεις ἰαμάτων, καταπαύουσα φλογμὸν ἀῤῥωστημάτων, καὶ λαοὺς μελῳδεῖν ἀεὶ παρασκευάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Θαῦμα διάνοιαν ἐκπλῆττον, τὸ τελούμενον ἐκ σοῦ Παρθενομῆτορ· τίκτειν μέλλεις Θεόν, καὶ φάτνῃ ἀνακλίνειν, τὸν Χερουβὶμ ἀπρόσιτον, καὶ ἀχώρητον τῇ φύσει. 



ᾨδὴ η', ὁ Προεόρτιος Νόμων πατρώων οἱ μακαριστοί
Οἱ δαιτυμόνες οἱ θεόφρονες, ἐν Βηθλεὲμ τῷ νοῒ προπορευόμενοι, σὺν Ἀγγέλοις κατοπτεύσωμεν, καὶ Ποιμέσι τὸ θαῦμα, τῷ ἐν ὑψίστοις, δόξαν ἀναμέλποντες Θεῷ, εὐδοκίαν βραβεύοντι, βροτοῖς καὶ τὴν εἰρήνην. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, βοῶντες εἰς αἰῶνας.
Νόμου φιλίας ἀντεχόμενοι, φιλαδελφίας γνώμην ἀναλαβώμεθα, ἐν ἀλλήλοις εἰρηνεύοντες, καὶ τὸ ἓν συμφρονοῦντες· ὁ γὰρ εἰρήνης πρύτανις, προέρχεται Χριστός, εἰρηνεῦσαι τὰ σύμπαντα, καὶ σῶσαι τους βοῶντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐδεξιοῦτο τὸν τικτόμενον, Χριστὸν δολίοις λόγοις Ἡρῴδης ἄνομος, καὶ τοῖς Μάγοις, προσεπέσκηπτεν, ὡς αὐτὸν προσκυνήσων, ἀλλ' οὐκ ἠδεῖτο διώκειν, λανθάνοντα Θεόν· οὐ τὰ βρέφη κατώκτειρε, καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Τῆς Ἁγίας. Ὃν φρίττουσιν Ἄγγελοι
Ἐν χρόνῳ ὁ ἄχρονος, γεννᾶται ὑπὲρ νοῦν, καὶ Μάγοι προσφέρουσιν αὐτῷ ὡς Βασιλεῖ, φανέντι τὰ δῶρα, καὶ τὴν δόξαν αὐτοῦ, οὐρανὸς κηρύττει, προβολῇ τοῦ ἀστέρος.
Γενναίως ἀνύειν σε, τοὺς δρόμους τοὺς μακρούς, ὁ θεῖος Χρυσόγονος, ὑπήλειψε Σεμνή, μεθ' οὗ σε τιμῶμεν, μελῳδίαις σεπταῖς, ὑπὲρ ἀληθείας, σεπτῶς ἠγωνισμένην.
Ὡς ὄμβρος σωτήριος, ὑπάρχει ὁ ναός, ὁ ἔχων τὸ λείψανον, Πανεύφημε τὸ σόν, ἐν ᾧ καταφεύγει, πᾶς πιστὸς καὶ δεινῆς, ζάλης ἐκλυτροῦται, καὶ παντοίων κινδύνων.
Θεοτοκίον
Νῦν ἦλθεν ὁ Κύριος, ὁ πανταχοῦ παρών, Παρθένου τικτόμενος, ἐν πόλει Βηθλεέμ, ἀγάλλου ἡ κτίσις, ὑπαντῶσα αὐτῷ, καὶ δοξολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας. 

Ἕτερος τῆς Ἁγίας. Οἱ θεοῤῥήμονες Παῖδες
ᾯ παρειστήκεισαν ἄνω χιλιάδες, καὶ μυριάδες Ἀγγέλων, Σπήλαιον φέρει τικτόμενον, ὃν ὑμνοῦμεν τὰ ἔργα, ἀπαύστως ὡς Κύριον.
Οἶκος Τριάδος ἐδείχθης θείοις τόποις, ἐν προσευχαῖς καὶ νηστείαις, Ἀναστασία σχολάζουσα· Εὐλογεῖτε βοῶσα, τὰ ἔργα τὸν Κύριον.
Ἰσχυροτάτοις λογίοις Χρυσογόνου, τοῦ Ἀθλοφόρου ῥωσθεῖσα, τὸ τῶν εἰδώλων ἀνίσχυρον, κατεπάτησας θράσος, γενναίως ἀθλήσασα.
Θεοτοκίον
Ὦ θεοχώρητε Κόρη, τέξῃ βρέφος τὸν Ποιητὴν τῶν αἰώνων, καὶ ἀναλλοίωτον Κύριον, Βηθλεὲμ ἐν τῇ πόλει, δι' ἄφατον ἔλεος.

                                              
ᾨδὴ θ', ὁ Προεόρτιος Ξενίας Δεσποτικῆς
Ἄπιτε τοῖς ἀρχηγοῖς, Ἡρῴδης ἔφη τῶν Μάγων, ζητήσατε τὸν παῖδα, ἐπὰν δὲ εὕρητε, τοῦτον τάχος μηνύσατέ μοι, τὸν δόλον ἐν καρδίᾳ τεκταίνων· ἀλλ' ἠλέγχθη ὁ πλάνος, διακενῆς ἀνομῶν.
Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννᾶται ἐκ Παρθένου, Σοφία πεφυκώς, Λόγος τοῦ Θεοῦ καὶ δύναμις· διπλοῦν ταῖς φύσεσιν εἰδότες, τὸν Θεάνθρωπον Κύριον μεγαλύνομεν.
Ὡς ἄνθρωπος ἐφάνης, οὐσίᾳ οὐ φαντασίᾳ, οὕτω Θεὸς τῷ τρόπῳ, τῆς ἀντιδόσεως, ἡ φύσις Σῶτερ ἥνπερ προσείληφας· διὸ τὴν ἐκ Παρθένου, σοῦ θείαν ἐνδημίαν, τιμῶντες σὲ μεγαλύνομεν. 

Τῆς Ἁγίας. Τὴν φωτοφόρον νεφέλην
Ἰδοὺ ἐγγίζει Παρθένος, ἀποτεκεῖν ἐν Σπηλαίῳ, τὸν Βασιλέα τοῦ παντός, σάρκα ἀνειληφότα, ὃν ὡμολόγησε στεῤῥῶς, ἀθλοῦσα ἡ ἔνδοξος, λαμπρότατα, Μάρτυς Ἀναστασία, καὶ νικῶσα τὸν ἀόρατον ἐχθρόν.
Ὡραιωθεῖσα τοῖς πόνοις, ὑπὲρ ἠλίου ἀκτῖνας, ἔλαμψας Μάρτυς τοῦ Χριστοῦ, καὶ φωτίζεις τὸν κόσμον, ἄθλων μεγάλων τῷ φωτί, θαυμάτων τε χάρισιν, ἐντεῦθέν σε, πίστει Ἀναστασία, εὐφημοῦμεν μελῳδίαις ἱεραῖς.
Σὲ τὴν ὡραίαν τρυγόνα, καὶ ἀηδόνα τιμίαν, καὶ παγκαλῆ περιστεράν, χρυσαυγιζούσας Μάρτυς, πτέρυγας ἔχουσαν πιστῶς, ἀεὶ μακαρίζομεν, τελοῦντές σου, τὴν πανέορτον μνήμην, ἐν ᾗ λύσιν πᾶσιν αἴτησαι δεινῶν.
Ἧς νῦν ἐπέτυχες δόξης, ἐπιτυχεῖν ἡμᾶς πάντας, ἀεὶ δυσώπει τὸν Χριστόν, Μάρτυς Ἀναστασία, τοὺς τὴν σεπτήν σου ἑορτήν, σεπτῶς ἑορτάζοντας, καὶ πίστει σου, προσκυνοῦντας τὴν θήκην, τῶν λειψάνων ὡς πηγὴν ἁγιασμοῦ.
Θεοτοκίον
Φέροντα φύσιν βροτείαν, Παρθενομῆτορ ἁγία, τίκτεις ἐν πόλει Βηθλεέμ, τὸν ὑπέρθεον Λόγον, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τρέφοντα ἅπαντας, ὡς δὲ πύρινος θρόνος τοῦτον φέρεις, Παναγία ἀνωτέρα Χερουβίμ. 

Ἕτερος τῆς Ἁγίας. Κυρίως Θεοτόκον
Σκιρτήσατε τὰ ὄρη, ἐν ἀγαλλιάσει, καὶ εὐφροσύνην βουνοὶ περιζώσασθε· νῦν ἡ Παρθένος ἐγγίζει τεκεῖν τὸν Κύριον.
Ἡμέραν εὐφροσύνης, ἄγει σου ἡ κτίσις, Ἀναστασία τὴν μνήμην δοξάζουσα, ὄνπερ ἐδόξασας Λόγον, οἰκείοις μέλεσιν.
Φωτὶ καθαρωτάτῳ, νῦν ἐλλαμπομένη, τοὺς ὑμνητάς σου φωτίζοις τὴν ἄνωθεν, πᾶσιν ἡμῖν προξενοῦσα, Μάρτυς εὐμένειαν.
Θεοτοκίον
Φαιδρῶς πᾶσα ἡ κτίσις, νῦν ἀγαλλιάσθω· ἡ Θεοτόκος τεκεῖν νῦν ἐπείγεται, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, βροτὸν γενόμενον.


Ἐξαποστειλάριον τῆς Ἁγίας. Ἦχος β'. Τοῖς μαθηταῖς συνέλθωμεν
Παρθενομάρτυς ἔνδοξε, ἀθλοφόρων τὸ κλέος, Ἀναστασία πάνσοφε, δυσωποῦσα μὴ παύσῃ, τὸν ἐκ Παρθένου νῦν Κόρης, τῆς ἁγνῆς Θεοτόκου, τεχθῆναι προερχόμενον, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἁμαρτιῶν, δοῦναι λύσιν πᾶσι τοῖς ἐκτελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ τιμῶσί σε πόθῳ. 
Ἐξαποστειλάριον Προεόρτιον
Τὴν ἐκ Παρθένου Γέννησιν, τοῦ Χριστοῦ προκηρύττει, ἡ φωτοφόρος μνήμη σου, Μάρτυς Ἀναστασία, ἐν Βηθλεὲμ συγκαλοῦσα, Μάγους μὲν ἐκ Περσίδος, σὺν δώροις, τούς Ποιμένας δέ, μετ' Ἀγγέλων πρὸς ὕμνον· σὺ γὰρ σαυτήν, ὡς χρυσὸν καὶ λίβανον καὶ ὡς σμύρναν, προσῆξας τῷ Δεσπότῃ σου, ἐναθλοῦσα Θεόφρον. 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.
Νῦν αἱ παλαιαὶ διαλύονται ἐμφάσεις, ἔσχεν ἐν γαστρί· ἡ Παρθένος γὰρ καὶ λίθος, ἐξ ὄρους ἀπετμήθη, καὶ ἡ ῥάβδος ἐβλάστησεν, ἡ τοῦ Ἰεσσαί, καὶ δρόσος ἄρτι, ἡ τοῦ Γεδεὼν ἐν γῇ ἐῤῥύη, λαοὶ κράξωμεν· Ὁ βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Ξένου τοκετοῦ, ξένα πράγματα ὁρᾶται! πῶς ὁ τῷ Πατρί, ἐν ὑψίστοις συνεδρεύων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται; πῶς ὁ ἀναφὴς ἐν τοῖς σπαργάνοις; πῶς ὁ πανταχοῦ ἐν τῷ Σπηλαίῳ; λαοὶ κράξωμεν, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Ὁ τερατουργῶν, καὶ τὴν Αἴγυπτον μαστίζων, ὕων τε λαῶ, τῷ ἀγνώμονι τὸ Μάννα, σαρκοῦται καὶ θηλάζει, καὶ παιδίον ὁρώμενος, φεύγει τὸν Ἡρῴδην, ὡς ἐπὶ νεφέλης τῇ Παρθένῳ, Μητρὶ ὀχούμενος, ὡς Ἡσαΐας προορᾷ, ὁ θεοπτικώτατος. 

Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, τίκτεται ἑκών, καὶ υἱὸς ἡμῖν ἐδόθη· Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν. 

Δόξα.
Ῥάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, Ἔθνη καὶ κατάσχεσιν γῆς πάσης· σὲ δὲ ἀπωθεῖται μιαιφόνε, βοᾶν οὐ πείθῃ γάρ· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 



Καὶ νῦν. Θεοτοκίον
Σκίρτησον Δαυΐδ· ἐξ ὀσφύος σου Χριστὸς γάρ· χαίροις Ἰεσσαί· ἐξανθεῖ γάρ σου ἡ ῥίζα, ἐκ μηροῦ σου Ἰούδα, προελεύσεται Κύριος, κατὰ Βαλαὰμ ἔδεται Ἔθνη· κατὰ τὸν μέγαν Ἡσαΐαν, ἰδοὺ τέξεται, παιδίον τὸν Ἐμμανουήλ, Παρθένος ἡ πάνσεπτος. 

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

Μεγαλυνάρια
Φάρμακα προχέουσα μυστικά, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, ὦ Ἀναστασία, τῇ θείᾳ ἐνεργείᾳ· διὸ τὰς χάριτάς σου, πάντες κηρύττομεν.
Μάρτυς Ἀθληφόρε ταῖς πρὸς Θεόν, ἱεραῖς εὐχαῖς σου, διατήρει τοὺς εὐλαβῶς, τῇ σῇ θείᾳ σκέπῃ, προσφεύγοντας ἐκ πάντων, παθῶν τε καὶ κινδύνων, ψυχῆς καὶ σώματος.
Τὴν ἀμνάδα πάντες τὴν τοῦ Χριστοῦ, καὶ τῆς παρθενίας, τὸν ἀσύλητον θησαυρόν, τὴν νύμφην Κυρίου, ὅλην κεχρυσωμένην, Ἀναστασίαν τὴν Ἀθληφόρον, ὕμνοις τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου