Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 21. ΑΓΙΑ ΜΑΡΤΥΣ ΙΟΥΛΙΑΝΗ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ 21!!
ΙΟΥΛΙΑΝΗ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἁγίας. Ἦχος δ' . Ὡς γενναῖον ἐν Μάρτυσιν
Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἱμάτιον, σεαυτῇ πανεύφημε ἐπιχρώσασα, καὶ λαμπρυνθεῖσα τῷ πνεύματι, Κυρίῳ μεμνήστευσαι, ἀθανάτῳ Βασιλεῖ, συντηροῦντί σε ἄμωμον, ἀδιάφθορον, εἰς αἰῶνα αἰῶνος ἐν θαλάμοις, οὐρανίοις ὡς Παρθένον, περικαλῆ καὶ ἀκήρατον.

Αἰκισμοῖς ὁμιλήσασα, καὶ πυρὶ προσπελάσασα, καὶ σαρκὸς σπαράγματα καρτερήσασα, καὶ τῶν λεβήτων τὰ βράσματα, γενναίως ἐνέγκασα, οὐχ ἡττήθης λογισμῷ, οὐ ξοάνοις ἐπέθυσας, ἀλλὰ κλίνασα, τῷ Θεῷ τὸν αὐχένα τῇ τοῦ ξίφους, τιμωρίᾳ στεφηφόρος, πρὸς οὐρανοὺς ἀνελήλυθας.

 Ὥσπερ προῖκα πολύτιμον, τῷ Νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ τροχοῦ καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένῃ τῷ τὴν νίκην, οὐρανόθεν σοι Παρθένε, θεουργικῶς χορηγήσαντι.

Ἕτερα. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἰουλιανῆς τὴν ἱερὰν μνήμην ἑορτάσωμεν, φιλομαρτύρων συστήματα, ἀγαλλιώμενοι, πρὸς αὐτὴν βοῶντες· Μάρτυς καλλιπάρθενε, Χριστὸν τὸν σὸν Νυμφίον ἱκέτευε, διδόναι ἄφεσιν, τοῖς ἐν πίστει μακαρίζουσι, καὶ τιμῶσι τοὺς στεῤῥοὺς ἀγῶνάς σου.

Ἰουλιανῆς τοὺς θαυμαστοὺς ἄθλους καὶ τὰ σκάμματα, καὶ τὰ γενναῖα παλαίσματα, πάντες ἠγάσθησαν, ὅτι ὑπὲρ φύσιν, ἁπαλῷ ἐν σώματι, καθεῖλε τὸν πολέμιον δράκοντα, καὶ νίκης στέφανον, ἐπαξίως ἐκομίσατο, ἐκ τοῦ πάντων Θεοῦ καὶ δεσπόζοντος.

Ἰουλιανὴ Μάρτυς Χριστού, κάλλος τῆς νεότητος, καὶ τὸν μνηστῆρα, τὸν πρόσκαιρον, προθύμως ἔλιπες, δι’ ἀγάπην θείαν, καὶ ὑπῆλθες χαίρουσα, Μαρτύρων τὰ ἀνδρεία παλαίσματα, δι’ ὧν ἐξέλαμψας, ὥσπερ ἄστρον φαεινότατον, καὶ λαμπρύνεις πιστῶν τὰ φρονήματα.

Δόξα... Ἦχος πλ. β'
Τῶν γεηρῶν ἀγαθῶν, θεολήπτῳ γνώμῃ ἀρθεῖσα, τοῦ Σωτῆρος ἐτρώθης τῷ πόθῳ, Ἰουλιανὴ καλλιπάρθενε. Τοῦ γὰρ φθαρτοῦ μνηστῆρος τὰς ἀπειλάς, μηδόλως πτοηθεῖσα, πικρῶν βασάνων πεῖραν ἔλαβες, ὥσπερ ἄλλου πάσχοντος πάνσεμνε. Καὶ πυρὸς ἀνωτέρα φανεῖσα, δι’ ἐνεργείας κρείττονος, τῷ πυρὶ τῶν ἄθλων ἔφλεξας, τῆς δυσσεβείας τὴν ὕλην. Καὶ νῦν τῷ σῷ Νυμφίῳ Χριστῷ, μαρτυρικοῖς πεποικιλμένη στίγμασι παρεστῶσα, πρέσβευε δεόμεθα ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...
Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, Πόλις Χριστοῦ τοῦ Θεοῦ, ὑπόδεξαι τὸν Κτίστην, ἐν Σπηλαίῳ καὶ Φάτνῃ χωρούμενον· ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν κτίσιν, ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ· Ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα' 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ, αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Αναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Λιτή. Ἦχος α΄.
Εὐφράνθης ἐν Κυρίῳ, τὴν ἀληθῆ εὐφροσύνην, Χριστὸν ὁμολογήσασα, Ἰουλιανὴ καλλιπάρθενε, ὁ γὰρ θεῖος ἔρως, ὅλην σε ἀνέφλεξε, καὶ τῶν χαμαὶ συρομένων, ὁλικῶς ἐμάκρυνεν, ὅθεν μαρτυρικὴν ἐπιδειξαμένη ἀνδρείαν, τὸ ἀσθενὲς τῆς φύσεως ὑπερεῖδες, καὶ πάντας ἐξέπληξας, τοῖς ὑπερφυέσιν ἄθλοις σου. Καὶ νῦν τῷ σῷ Νυμφίῳ Χριστῷ, συναγαλλομένη εἰς αἰῶνας, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Πλοῦτον πρόσκαιρον λιποῦσα, καὶ μνηστῆρα φθαρτόν, τῷ ἀθανάτῳ Νυμφίῳ μεμνήστευσαι, Ἰουλιανὴ μακαρία. Καὶ οὐρανίου πλούτου ἀξιωθεῖσα, παρ’ Αὐτοῦ δαψιλῶς, Ἀγγέλων συνόμιλος γέγονας, καὶ τοῦ ἀφθάρτου νυμφῶνος κληρονόμος. Νομίμως γὰρ ἤνυσας, τὸ σκᾶμμα τῆς ἀθλήσεως, καὶ τῶν ἀντικειμένων τὴν ἰσχὺν ἐθριάμβευσας, ἀπαύστως πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Τὸ ἀσθενὲς τῆς φύσεως, θείᾳ ῥοπῇ ἐπιῤῥώσασα, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπάτησας, Ἰουλιανὴ Παρθενομάρτυς ἔνδοξε, ἐν εἱρκτῇ γὰρ ἐπελθών σοι ὑπούλως, αἰσχύνης πέπλησται, ἡττηθεὶς τῇ ψυχικῇ σου λαμπρότητι πάνσεμνε. Καὶ ἐν Χριστῷ ἀριστεύσασα, τῆς ἀθανάτου δόξης ἔτυχες, αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου.

Δόξα. Ἦχος δ΄.
Ἀθλητικοῖς διαλάμψασα πόνοις, τῆς πρὸς Χριστὸν ἀγάπης τὴν δύναμιν ὑπὲρ ἥλιον λάμπουσαν, πᾶσιν ἔδειξας Ἰουλιανὴ πανθαύμαστε, ἐν βασάνοις γὰρ στομοθεῖσα, καὶ ἐν πυρὶ δοκιμασθεῖσα, τῶν ἀντικειμένων διήλεγξας τὸ κράτος. Καὶ ἀξίως δοξασθεῖσα, αἴτει ἡμῖν πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Προεόρτιον.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι. Προφήτευσον τῇ Κόρῃ Μαριάμ. Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ, καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κάλλος, καὶ τὴν δόξαν τὴν φθαρτήν, Ἰουλιανὴ μακαρία, ἐμφρόνως ἔλιπες, καὶ Χριστῷ μεμνήστευσαι, ἐνθέῳ ἔρωτι, ὅθεν χαίρουσα ἤνεγκας, πόνους ἀνυποίστους, καὶ πυρὸς κατάφλεξιν, ἀπεριτρέπτῳ ψυχῇ, νῦν δὲ οὐρανίων στεφάνων, καταξιωθεῖσα δυσώπει, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ πρόσεσχές μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅτε, ἐκ τριχῶν τῆς κεφαλῆς, Μάρτυς ἀπηνῶς αἰωρήθης, τῇ τοῦ τυράννου  βουλῇ, τότε πᾶσιν ἔδειξας, τὴν σὴν στεῤῥότητα, καὶ εἰς κάμινον ἄφλεκτος, ῥιφεῖσα ἐδείχθης, καὶ Χριστῷ προσήγαγες, τοῖς θαυμασίοις σου, δῆμον καλλινίκων Μαρτύρων, Ἰουλιανὴ Ἀθληφόρε, μεθ’ ὧν ἡμῖν αἴτει τὰ σωτήρια.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, Ἀθληφόρων καλλονή, Ἰουλιανὴ μακαρία, Παρθενομάρτυς Χριστοῦ, ἄνθος εὐωδέστατον, τῆς θείας πίστεως, μυροθήκη πολύτιμος, τῶν θείων χαρίτων, καὶ μεσῖτις ἔνθεος, ἡμῶν πρὸς Κύριον, ὅνπερ, ἐκτενῶς ἐκδυσώπει, λύσιν ἡμῖν δοῦναι πταισμάτων, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.

Δόξα. Ἦχος β΄.
Τῇ μαρτυρικῇ σου ἐνστάσει, εἰδωλικὴν καθεῖλες μανίαν, Ἰουλιανὴ καλλιπάρθενε, ὅλῳ γὰρ νοΐ, Χριστῷ ἀτενίζουσα, παρ’ Αὐτοῦ ἐδέχου τὴν δύναμιν, δι’ ἧς ξένα καὶ παράδοξα, ἐν τῇ ἀθλήσει ἐπιδείξω. Διὸ τοῖς ἑορτάζουσι τὴν μνήμην σου, αἴτησαι ἱλασμόν, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Προεόρτιον.
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου Ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ἁγίας. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς νύμφη πανάμωμος καὶ ἀθληφόρος σεμνή, τῷ Λόγῳ νενύμφευσαι τοῦ ἀθανάτου Πατρός, Ἰουλιανὴ ἔνδοξε, σὺ γὰρ φθαρτὸν μνηστήρα παριδοῦσα, ἐμφρόνως ἤθλησας ὑπὲρ φύσιν καὶ τὸν ὄφιν καθεῖλες· καὶ νῦν ταῖς τοῦ νυμφίου σου τρυφᾶς φαιδρότησι.
Δόξα. Καὶ νῦν ... Προεόρτιον. Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἀπόλυσις.

























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσασα στεῤῥῶς, δι’ ἀγάπην Κυρίου, καθεῖλες τοῦ ἐχθροῦ, Ἀθληφόρε τὸ θράσος, καὶ νίκης διαδήματι, νοητῷ ἐστεφάνωσαι, ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, Ἰουλιανὴ σεμνή, τὴν φωτοφόρον σου μνήμην, καὶ πόθῳ τιμώντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον
Προέρχεται σαρκί, ἐν σπηλαίῳ τεχθῆναι, ὁ πάντων συνοχεύς, ἐξ ἀχράντου Παρθένου, Αὐτοῦ τὴν θείαν γέννησιν, εὐσεβῶς προσκυνήσωμεν, προεόρτιον, ὕμνον Αὐτῷ μελωδοῦντες, καθαρότητι, ψυχῆς ὁμοῦ καὶ καρδίας, καὶ βίου σεμνότητι.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον, Χριστὸν ἠγάπησας, καὶ τὸν ἐπίγειον, μνηστῆρα ἔλιπες, καὶ τῶν τυράννων ταῖς χερσί, παρέδωκας τὸ σὸν σῶμα, ὅθεν κατακίσαντες, πολυτρόποις βασάνοις σε, Ἰουλιανὴ σεμνή, οὐδαμῶς ἐν σοὶ ἴσχυσαν, ἰσχύϊ γὰρ τῇ θείᾳ Ἁγίᾳ, τούτων κατήσχυνας τὸ θράσος.
 Δόξα. Καὶ νῦν. Προεόρτιον
Ἡ Ἀειπάρθενος, καὶ ἀπειρόγαμος, τεκεῖν ἐπείγεται, τὸν ἀπερίληπτον, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, τοῦ κόσμου εἰς σωτηρίαν, τούτῳ προσκομίζουσι, Μάγοι δῶρα τὰ τίμια, Ἄγγελοι δὲ ἄνωθεν, τὴν Αὐτοῦ θείαν γέννησιν, ὑμνήσουσι βοῶντες συμφώνως· Δόξα Θεῷ τῷ ἐν Ὑψίστοις.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἀθλήσει πάνσεμνε, ἀνδρειοτάτῃ, τὸν Χριστὸν ἐδόξασας, καταβαλοῦσα τὸν ἐχθρόν, διὸ συμφώνως τιμῶμέν σε· Παρθενομάρτυς, Ἰουλιανὴ σεμνή.
Δόξα. Καὶ νῦν. Προεόρτιον
Ἐν Σπηλαίῳ ἔρχεται, τεκεῖν ἀφράστως, ἡ Παρθένος Δέσποινα, τὸν Ζωοδότην καὶ Θεόν, ᾧ εὐλαβῶς ὑπαντήσωμεν, προεορτίους αἰνέσεις προσάδοντες.








Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ πρόσεσχές μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον τῶν δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ΙΖ΄ Σαββάτῳ Ματθαίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῇ ἀθλητικῇ σου εὐσθενείᾳ, τυραννικὴν ἐφαύλισας ἰσχύν, Ἰουλιανὴ καλλιμάρτυς. Καὶ τὸν ἀγῶνα τελέσασα, λαμπαδηφόρος εἰσελήλυθας, εἰς τὸν οὐράνιον νυμφῶνα, ὡς παρθένος φρονίμη, Χριστὸν ἀεὶ ἱλεουμένη, ἡμῖν τοῖς σὲ γεραίρουσι.

Εἷτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τῆς Θεοτόκου.
Ὁ Κανὼν ὁ προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμός Τριστάτας κραταιούς
Ἀγάλλου οὐρανέ, καὶ ἡ γῆ εὐφραινέσθω· ὁ Θεὸς γὰρ μεθ' ἡμῶν, γενόμενος σαρκί, ἐκ Παρθένου νεάνιδος, τίκτεται καὶ σπαργανοῦται, τὰς σειρὰς διαλύει δέ, τῶν ἐμῶν ἐγκλημάτων ὡς εὔσπλαγχνος.
Βασίλισσα ἁγνή, Βασιλέα τῶν ὅλων, ἀποτίκτει ὑπὲρ νοῦν, τὸν ἄνω τοῖς πιστοῖς, βασιλείαν ἀνοίγοντα, καὶ τὴν ἐν ἡμῖν ἀθλίως, βασιλεύουσαν πάντοτε, ἁμαρτίαν τελείως ἐξαίροντα.
Γραφαὶ προφητικαί, περαιοῦνται· Ἰδοὺ γάρ, ὃν προήγγειλαν Χριστόν, ἐν πόλει Βηθλεέμ, φανεροῦται σαρκούμενος· τούτου νῦν προεορτάσαι, τα Γενέθλια σπεύσωμεν, διανοίας εὐθύτητι σήμερον.

Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς. Μέλπειν σε Μάρτυς προσθέτω Θεὸς χάριν. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ' Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος
Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε.
Ἐτρώθης, τῷ γλυκυτάτῳ ἔρωτι, Χριστοῦ πανεύφημε, καὶ σαρκικὰς λιποῦσα ἡδονάς, καὶ μνηστῆρα ἐπίκηρον, κατεγγυήθης ἄμωμος, Ἁγνὴ Παρθένος τῷ Νυμφίῳ σου.
Λαμπρύνας, φωτοφανέσι κάλλεσι, τὴν σὴν διάνοιαν, ὁ Πλαστουργὸς τῶν ὅλων καὶ Θεός, οὐρανίων θαλάμων σε, παρθενικῶς χορεύουσαν, Μάρτυς θεόφρον κατηξίωσε.
Θεοτοκίον
Παρθένος, τὸν Πλαστουργὸν τῆς φύσεως, τεκεῖν ἐπείγεται, ἐν τῷ Σπηλαίῳ σάρκα ἐξ αὐτῆς, καθ' ὑπόστασιν ἄῤῥητον, ὑπερφυῶς φορέσαντα, ὅπως θεώσῃ τὸ ἀνθρώπινον.

Προεόρτιος. ᾨδὴ γ' Ὁ Εἱρμός Ὅτι στεῖρα ἔτεκεν
Δανιὴλ ἐξ ὄρους σε, παρθενικοῦ λίθον Λόγε, ἀποτμηθέντα βλέπει, ἐκλεπτύνοντα βωμούς, εἰδωλικοὺς τῷ κράτει σου· διὰ τοῦτο φόβῳ σε δοξάζομεν.
Ἐξ Ἑῴας Μάγοι σε, τῷ Βασιλεῖ τῶν ἁπάντων, ὁδηγηθέντες ἄστρῳ, δῶρα προσάγουσι Χριστέ, σμύρναν χρυσὸν καὶ λίβανον, ἐκπλαγέντες τὴν σὴν συγκατάβασιν.
Ζωηφόρον ἄσταχυν, χώρα ἀνήροτος φέρει, ἀποτεκεῖν ἐν πόλει, τῆς Βηθλεὲμ ἡ Μαριάμ, πάντων ψυχὰς ἐκτρέφοντα, τῶν βοώντων· Ἅγιος εἶ Κύριε.

Τῆς Ἁγίας. Εὐφραίνεται ἐπὶ σοὶ
Ἐτέλεσας τὴν ψυχήν, ναὸν πανάγιον Θεοῦ Ἔνδοξε, θείοις ναοῖς πάντοτε, ὕμνοις καὶ εὐχαῖς παρεδρεύουσα.
Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.
Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, Ἰουλιανὴ τὰ φρονήματα.
Θεοτοκίον
Ῥυόμενος τοὺς βροτούς, ὁ συμπαθὴς ἐκ τῆς ἁγνῆς τίκτεται, ἐν Βηθλεὲμ σπάργανα, νήπιον καθάπερ δεχόμενος.

Κάθισμα Προεόρτιον Ἦχος γ'. Τὴν ὡραιότητα
Χαρᾶς ἐμπλήσθητε, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, τεκεῖν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνεκφράστου! ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν προεόρτιον.
Δόξα... Τῆς Ἁγίας. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Πεποικιλμένη ἀρεταῖς θεοσδότοις, διηνθισμένη τῷ σεπτῷ μαρτυρίῳ, ὅλη καλὴ καὶ ἄμωμος ὡράθης σεμνή· ὅθεν σου ὁ Κύριος, νῦν ἠράσθη τοῦ κάλλους, καὶ πρὸς φωτεινότατον, σὲ νυμφῶνα εἰσῆξεν, ἐν ᾧ χορεύεις, Ἰουλιανή, μετὰ Μαρτύρων Χριστὸν μεγαλύνουσα.
Καὶ νῦν ... Προεόρτιον. Ταχὺ προκατάλαβε
Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, Μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον φθορᾶς.

Προεόρτιος. ᾨδὴ δ' Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ
Ἡ ἁγία μυροθήκη, τοῦ σεπτοῦ ἁγιάσματος, Βηθλεὲμ ἐν πόλει, τοῦτο ἐκκενῶσαι προέρχεται, ἁγιασμὸν ἡμῖν πᾶσι παρεχόμενον, τοῖς κραυγάζουσι· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Θεηγόρε Ἡσαΐα, τὰ σεπτά σου κηρύγματα, γεγονότα βλέπων, πράγματα ἀγάλλου καὶ χόρευε· ἡ γὰρ Παρθένος ἀσπόρως ἀπεκύησεν, ἐν Σπηλαίῳ σαρκί, Βηθλεὲμ τὸν ἀχώρητον.
Ἰησοῦς σαρκὶ γεννᾶται, καὶ ἐν χρόνῳ ὁ Ἄχρονος, καθορᾶται βρέφος, λύων μου τὰ χρόνια πταίσματα, καὶ τῇ ἀφάτῳ πτωχείᾳ πλουτίζει με, τὸν πτωχεύσαντα, φθοροποιαῖς παραβάσεσι.

Τῆς Ἁγίας. Ἐπαρθέντα σε ἰδοῦσα
Τεταμένην τὴν διάνοιαν κεκτημένη, πρὸς τὸν τῶν ὅλων Κύριον, σαρκὸς τεταμένης, καὶ μαστιζομένης δεινῶς, οὐδόλως ἐφρόντισας, Ἰουλιανὴ καλλιπάρθενε.
Ὑπερίσχυσαν οἱ ἔρωτες τοῦ Δεσπότου, τοὺς τῆς σαρκὸς πανεύφημε, Μάρτυς ἀμαυρῶσαι· ὅθεν κατεφρόνησας, καὶ πλούτου καὶ μνήστορος, καὶ πολυτρόπων κολάσεων.
Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.
Θεοτοκίον
Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, ἡ Θεοτόκος βλέπουσα, θάμβει συσχεθεῖσα, Τέκνον ἀνεκραύγαζε· πῶς νῦν σπαργανώσω σε, ψάμμῳ σπαργανοῦντα τὴν θάλασσαν.












Προεόρτιος. ᾨδὴ ε' Ὁ Εἱρμός Ἀσεβεῖς οὐκ ὄψονται
Κόρης ἀποτίκτεται, Θεὸς Ἐμμανουήλ, καὶ ἐν φάτνῃ ἀνακλιθείς, τὴν ἡμῶν ἀνάκλησιν, θέλων ἐργάζεται· τούτου τὰ Γενέθλια, εὐσεβῶς προεορτάσωμεν.
Λόγος ὢν προάναρχος, Πατρὸς καὶ συμφυής, ἐπὶ φάτνης ἀνακλιθείς, τῶν ἀλόγων ἔλυσας, τῆς ἀλογίας ἡμᾶς, τοὺς προεορτάζοντας, εὐσεβῶς τὰ σὰ Γενέθλια.
Μακαρία πέφυκεν, ἡ ῥίζα Ἰεσσαί, ἐκβλαστήσασα τὴν ἁγνήν, ἄνθος θεῖον φέρουσαν, Χριστὸν τὸν Κύριον, οὗ προεορτάσωμεν, τὰ Γενέθλια γηθόμενοι.

Τῆς Ἁγίας. Σὺ Κύριέ μου φῶς
Ῥοῦν μάρτυς δυσσεβοῦς, ἀθεΐας ἐξήρανας, τοῖς ῥεύμασι τῶν αἱμάτων, τῶν ἀδίκως χυθέντων, καὶ πῦρ ἁπάσης ἔσβεσας.
Ὁλόκληρον σαυτήν, τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων, λαμπρότερον τελέσασα.
Σῷ κάλλει τὴν ψυχήν, τετρωμένη παρέδραμεν, ὦ Δέσποτα ἡ Παρθένος, τὰ ὁρώμενα κάλλη, ἀθλήσει διαλάμπουσα.
Θεοτοκίον
Θαῦμα καινοπρεπές! ἡ Παρθένος ἐπείγεται, ἡ Ἄχραντος ἐν Σπηλαίῳ, Βηθλεὲμ τοῦ κυῆσαι, Θεὸν ἐνανθρωπήσαντα.



















Προεόρτιος. ᾨδὴ ς' Ὁ Εἱρμός Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Νέον ἐπὶ γῆς ἡμῖν Παιδίον, τεχθεὶς ὁ πρὸ αἰώνων, ἐκ Πατρὸς ἀῤῥήτως ἀναλάμψας, τῆς παλαιᾶς, πάντας ἠλευθέρωσε, παραβάσεως ὡς εὔσπλαγχνος.
Ξένα καὶ παράδοξα ἠκούσθη, ἐν Βηθλεὲμ τῇ πόλει, γεννηθέντος σου ἄναρχε Λόγε· Ποιμένες γάρ, μετ' Ἀγγέλων ὕμνον σοι, ὡς Δεσπότῃ προσεκόμιζον.
Ὁ ἀστὴρ τὸν τῆς δικαιοσύνης, καταμηνύει Μάγοις, ἀποῤῥήτως Ἥλιον τεχθέντα, οὗ τὰ σεπτά, νῦν προεορτάσωμεν, ἀγαλλόμενοι Γενέθλια.

Τῆς Ἁγίας. Θύσω σοι, μετὰ φωνῆς
Ἔρωτι, τετρωμένη τῷ θείῳ ἐκραύγαζες· Χριστὸν ἐπείγομαι φθάσαι, τὸν ὡραῖον κάλλει· ὅθεν βασάνους, ὑπομένω, ἀκλινεῖ γηθομένη φρονήματι.
Τείνεσθαι, ἀνηλεῶς καὶ ῥάβδοις συντρίβεσθαι, τὴν τοῦ Κυρίου ἀμνάδα, πονηρὸς διώκτης προσέταττε, τεταμένην, πρὸς Χριστὸν τὴν διάνοιαν ἔχουσαν.
Ὤρθρισας, πρὸς Χριστὸν τὸν ἀνέσπερον Ἥλιον, καὶ ταῖς αὐτοῦ φρυκτωρίαις, καὶ ψυχὴν θεόφρον, καὶ τὴν καρδίαν, κατηυγάσθης, καὶ πρὸς φῶς μετετέθης ἀΐδιον.
Θεοτοκίον
Θάλασσαν, σπαργανώσας ὁμίχλῃ βουλήματι, κυοφορεῖται ὁ Κτίστης, ἐκ Παρθένου Κόρης καὶ σπάργανα, ὥσπερ βρέφος, καταδέχεται κόσμον λυτρούμενος.

Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Παρθένος παγκαλής, καὶ περίδοξος Μάρτυς, ὦ Ἰουλιανή, ἀληθῶς ἀνεδείχθης, διὸ ἀμφοτέρωθεν, διαλάμπουσα ἔνδοξε, πρὸς οὐράνιον, μετεβιβάσθης νυμφῶνα, ἱκετεύουσα, διὰ παντὸς Ἀθληφόρε, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Ὡς νυμφευθεῖσα τῷ Χριστῷ, θερμότητι καρδίας, Νυμφίον ἔλιπες φθαρτόν, καὶ πάντα τὰ ἡδέα, ἐν θεολήπτῳ λογισμῷ, Ἰουλιανὴ καλλιπάρθενε κόρη. Καὶ ἀνυποίστοις αἰκίαις καὶ βασάνοις ὁμιλήσασα, καὶ τοῦ πυρὸς τὴν ὁρμὴν μὴ δείξασα, ἀνωτέρα πάντων ὤφθης, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, οὗ τὸ πάθος ἐδόξασας, ἐν τοῖς ἁγνοῖς σου μέλεσι. Καὶ νῦν ἐν τῷ οὐρανίῳ νυμφῶνι χοροβατοῦσα, μὴ διαλίπῃς Ἀθληφόρε πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων σε.



Συναξάριον
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλιανῆς.
Ἰουλιανῆς ἀγλάϊσμα τὸ ξίφος,
Ὡς προξενῆσαν ἀγλαὸν ταύτῃ στέφος.
Ἔκτανον εἰκάδι πρώτῃ Ἰουλιανὴν ἐρατεινήν.
 Αὗτη ἦν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, πλουσίων γεννητόρων παῖς ὑπάρχουσα καὶ μνηστεύεται παραὐτῶν Ἐλευσίῳ τινὶ συγκλητικῷ. Οὗ βουλομένου τὸν γάμον ποιῆσαι, οὐ κατεδέξατο Ἁγία εἰποῦσα: Ἐὰν μὴ πρότερον τῆς τῆς πόλεως ἀρχὴν σχῇς, οὐ συνέρχομαί σοι εἰς γάμον. Εἰς δὲ τὴν τοῦ ἐπάρχου τιμὴν καταστάντος αὐτοῦ, πάλιν πρὸς αὐτὸν λέγει: Ἐὰν μὴ ἀπὸ τῆς τῶν εἰδώλων θρησκείας ἐπὶ τὴν τῶν Χριστιανῶν πίστιν μεταστραφῇς, τὴν διὰ γάμου πρὸς σὲ κοινωνίαν οὐ καταδέχομαι. δέ, τῷ πατρὶ τῆς παρθένου ἐξεῖπε πάντα. Μὴ δυνηθέντος δὲ τοῦ πατρὸς ἀπὸ τῆς εἰς Χριστὸν Πίστεως αὐτὴν μεταβαλεῖν, αὐτῷ τῷ μνηστῆρι καὶ ἐπάρχῳ εἰς τὴν κατὰ τοὺς κρατοῦντας νόμους ἐξέτασιν παρεδόθη. δέ, τοῦ χιτῶνος γυμνώσας αὐτήν, καὶ βουνεύροις ὠμοῖς ὑπὸ ἑκκαίδεκα στρατιωτῶν καταξάνας, καὶ τῶν τριχῶν ἐκκρεμάσας, ὡς ἐκσπασθῆναι τὸ δέρμας τῆς κεφαλῆς αὐτῆς, καὶ σιδήροις πεπυρωμένοις τὰς πλευρὰς αὐτῆς καταφλέξας, καὶ ἕτερόν τι σιδήριον πεπυρακτωμένον ἀπὸ τοῦ μέσου τῶν μηρῶν αὐτῆς διελάσας, καὶ ταῖς πλευραῖς τὰς χεῖρας αὐτῆς περιδήσας, τῇ εἱρκτῇ ταύτην ἀπαχθῆναι.
Ταύτῃ οὖν τῇ νυκτί, ἐν ἀπεῤῥίφη, προσευχομένης αὐτῆς, πρόσεισιν αὐτῇ ἀφανὴς πάντων ἐχθρός, καὶ πολέμιος, ἐν σχήματι ἀγγέλου, προτρεπόμενος αὐτὴν θῦσαι καὶ ἀπολυθῆναι. δὲ Ἁγία, τοῦτον ἀπωσαμένη, τὰ καταὐτὸν πάντα, καὶ μὴ βουλόμενον, ὁμολογῆσαι ἐποίησε. Ἀχθεῖσα δὲ πρὸς τὸν ἔπαρχον, καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀμετάθετος μένουσα, καμίνῳ λίαν ἐξαφθείσῃ ἐμβάλλεται. Καὶ ταύτης παραδόξως σβεσθείσης, πεντακόσιοι ἄνδρες ἐπίστευσαν τῷ Χριστῷ, καὶ αὐτίκα ξίφει ἐτελειώθησαν, μετὰ γυναικῶν ἑκατὸν τριάκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς Ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.
Πεντακοσίους εἶδεν ἐκτετμημένους,
Ἡ Νικομήδους Μάρτυρας νικηφόρους.

Τῇ αὐτῇ ἡμέρᾳ, Αἱ Ἅγιαι ἑκατὸν τριάκοντα Γυναῖκες Μάρτυρες, αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.
Σὺν πενταπλῇ προὔτεινεν εἰκάδι ξίφει,
Τριπλῇ γυναικῶν μαρτύρων δεκὰς κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεμιστοκλέους.
Τὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις,
Ὥς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Δεκίου, ἐκ Μύρων τῆς Λυκίας, ποιμὴν προβάτων ὑπάρχων. Τοῦ οὖν ἄρχοντος διωγμὸν κατὰ τῶν Χριστιανῶν κινήσαντος, καὶ τοῦ ἁγίου Διοσκορίδους ἐπιζητουμένου, ἐπεὶ πρὸς τὸ ὄρος κατέφυγεν, οἱ ζητοῦντες αὐτὸν εὗρον νέμοντα τὸν Θεμιστοκλέα, καὶ ἀνηρώτων περὶ τοῦ Διοσκορίδους. Ὁ δέ, ἐκεῖνον μὲν ἀπέκρυψε, μὴ εἰδέναι λέγων ἔνθα ἐστίν, ἑαυτὸν δὲ παρέδωκεν, ὁμολογήσας εἶναι Χριστιανόν. Καὶ τὸν Χριστὸν κηρύξας ἐνώπιον τοῦ ἄρχοντος Ἀσκληπιοῦ, καὶ παῤῥησιασάμενος, ἐτύφθη κατὰ γαστρὸς ἕως ἐῤῥάγη· καὶ ἐπὶ ξύλου ἐκρεμάσθη. Εἶτα σύρεται ἐπὶ τριβόλων σιδηρῶν, ὑφ' ὧν ὅλον τὸ σῶμα περονούμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Προεόρτιος. ᾨδὴ ζ' Ὁ Εἱρμός Νέοι τρεῖς ἐν Βαβυλῶνι
Πῶς σε Σπήλαιον χωρήσει, ἐρχόμενον δι' ἡμᾶς, τεχθῆναι Ἀχώρητε; πῶς σε γαλουχήσει Παρθένος, τροφέα πάντων εὔσπλαγχνε, Ἰησοῦ χρηματίζοντα;
Ῥήμασιν ἀκολουθοῦντες, τοῦ Μάντεως Βαλαάμ, Μάγοι ἐπισπεύδουσι, Χριστὸν προσκυνῆσαι σὺν δώροις, ἐπεγνωκότες τοῦτον, πάσης πνοῆς βασιλεύοντα.
Στειρεύουσα τῶν ἀνθρώπων, φύσις πάσης ἀρετῆς, ἀγάλλου καὶ χόρευε· ἥκει γὰρ Χριστὸς ἐκ Παρθένου, σαρκὶ τεχθῆναι, ὅπως δείξῃ καλοῖς εὐτεκνοῦσάν σε.

Τῆς Ἁγίας. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
Ἐν ἀφροσύνῃ, πυρακτωθέντι σε τῷ λέβητι, Μάρτυς, δικαστὴς προσρίπτει ἀνηλεῶς, δι' Ἀγγέλου δὲ ὁ Κύριος, ἀδιαλώβητόν σε διέσωσε, τοῦτον γεραίρουσαν.
Οὐ δειλιῶσα, ἀνδρειοφρόνως μᾶλλον δὲ πάνσεμνε, Μάρτυς, τῇ πυρᾷ προσέρχῃ ἀναψυχῆς, αἰσθομένη καὶ κραυγάζουσα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Σοῦ τῷ Νυμφίῳ, καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς αὐτὸν καὶ τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου, θαυματουργίαις ἀποκρουσάμενον.
Θεοτοκίον
Χαῖρε χωρίον, τοῦ Ἀχωρήτου Μητροπάρθενε, τοῦτον· σαρκοφόρον μέλλεις γὰρ δι᾿ ἡμᾶς, ἐν Σπηλαίῳ τίκτειν Ἄχραντε, ἐπανορθούμενον, τῶν οἰκείων χειρῶν τὸ πλαστούργημα.













Προεόρτιος. ᾨδὴ η' Ὁ Εἱρμός. Λυτρωτὰ τοῦ παντός
Τὸν πολλαῖς με Χριστὲ παραβάσεσι, τῶν ληστῶν χρηματίσαντα σπήλαιον, δι' εὐσπλαγχνίαν ἄφατον, διασῴζων τεχθῆναι, ἐν τῷ Σπηλαίῳ, ἐκ Παρθένου Ἁγνῆς κατηξίωσας.
Ὑπογράφων τελείαν μοι ἄφεσιν, ἀπεγράφης τῷ Καίσαρος δόγματι, ὁ Ποιητὴς τῆς κτίσεως, σὺν τοῖς δούλοις, ὑμνῶ σου τῆς εὐσπλαγχνίας, τὸ ἀμέτρητον ἔλεος Δέσποτα.
Φωτεινὸν τοῦ Δεσπότου Παλάτιον, πῶς ὑπῆλθες σμικρότατον Σπήλαιον, τὸν Βασιλέα Κύριον, δι ἡμᾶς σαρκωθέντα, ἀποκυῆσαι, Παναγία Παρθένε Θεόνυμφε;

Τῆς Ἁγίας. Χεῖρας ἐκπετάσας
Ἄνω σου τὸ ὄμμα καὶ τὸν νοῦν, πρὸς τὸν δυνάμενον, ἔχουσα σῴζειν Θεόν, λεβήτων βράσματα χάριτι, θείου Πνεύματος κατέσβεσας, ἀναβοῶσα τὴν ᾠδήν, τῶν Παίδων Μάρτυς πιστῶς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον, ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῇ τοῦ Νυμφίου στοργῇ θεοφόρε, δροσιζομένη καὶ τοῦτον γεραίρουσα.
Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωήν, πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Νέφει τὴν ἐπίβασιν αὐτοῦ, τιθεὶς ὁ Κύριος διὰ νεφέλης ἡμῖν, Παρθένου τίκτεσθαι ἔρχεται, ὅπως λύσῃ τῶν ψυχῶν ἡμῶν, τῆς ἁμαρτίας ζοφερά, νέφη βοώντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.












Προεόρτιος. ᾨδὴ θ' Ὁ Εἱρμός Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι
Χορεύσωμεν ἅπαντες πιστοί, σκιρτήσωμεν, καὶ συμφώνως ἀλαλάξωμεν, ἥκει ἡ πάντων σωτηρία, ἐγγίζει τοῦ τεχθῆναι ὁ Κύριος, καὶ σῶσαι τοὺς αὐτοῦ τὰ Γενέθλια, εὐσεβοφρόνως ἑορτάζοντας.
Ψαλτήριον Ἅγιε Δαυῒδ ἀνάλαβε, καὶ κιθάραν καὶ μελῴδησον· Τοῦ Ἐφραθᾶ οἶκος εὐφραίνου· Πατὴρ γὰρ ἐκ γαστρὸς ὃν ἐγέννησεν, ἐν σοὶ περιφανῶς ἀποτίκτεται, ἐκ τῆς Παρθένου σωματούμενος.
Θεοτοκίον
Ὡς ὄμβρος, ὡς μέγας ὑετὸς ἐν τῇ μήτρᾳ σου, ὁ Δεσπότης καταβέβηκε, καὶ αὐχμηρίᾳ ἀθεΐας, τὴν γῆν κεχερσωμένην κατήρδευσε, καὶ πλάνης τὰς θαλάσσας ἐξήρανε, Θεογεννῆτορ Μητροπάρθενε.

Τῆς Ἁγίας. Λίθος ἀχειρότμητος
Ἰουλιανῆς ἀθληφόρου, τοὺς ὑπὲρ πίστεως ἀγῶνας, Ἄγγελοι ἐθαύμασαν ὅπως, ἐν γυναικείᾳ φύσει κατῄσχυνε, τὸν τὴν αὐτῆς προμήτορα, ἐν Παραδείσῳ θανατώσαντα.
Ὡς περικαλὴς ἀθληφόρος, καὶ περιδέξιος Παρθένος, στέφος ἀνεπλέξω νομίμως, δικαιοσύνης καταπατήσασα, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ νικηφόρος χρηματίσασα.
Σὲ τὴν νοητὴν Χελιδόνα, καὶ ἀδιάφθορον Τρυγόνα, καὶ Περιστερὰν μαρτυρίῳ, κεχρυσωμένας ἔχουσαν πτέρυγας, καὶ πρὸς τὸν Θεὸν πετάσασαν, καταπαύσασαν γεραίρομεν.
Ἤνθησας κοιλάσιν ὡς κρίνον, ταῖς τῶν Μαρτύρων ἀθληφόρε, Ἰουλιανή, καὶ ὡς ῥόδον, τὴν παρθενίαν εὔοσμον φέρουσα, τῷ νοητῷ Νυμφίῳ σου, θεῖον ὀσφράδιον γεγένησαι.
Θεοτοκίον
Φέρουσα τὸν φέροντα πάντα, πρὸς Βηθλεὲμ ἔρχῃ Παρθένε, τοῦτον καὶ κυῆσαι ἐν φάτνῃ, προσανακλῖναι καθάπερ νήπιον, τὴν τῶν βροτῶν ἀνάκλησιν, διαφερόντως ἐργαζόμενον.

Ἐξαποστειλάριον τῆς Ἁγίας. Τὸν νυμφῶνά σου βλέπω
Τὸν νυμφῶνά σου Λόγε, ἡ Μάρτυς ἐπιποθοῦσα, βασάνων ἅπασαν πεῖραν, στεῤῥῶς ὑπέστη ῥοπῇ σου· Ἧς πρεσβείαις ὡς Θεός, δέομαί σου, τὴν ψυχήν μου οἰκτείρησον.
Προεόρτιον ὅμοιον
Βηθλεὲμ γῆ Ἰούδα, εὐτρέπισον τὰς εἰσόδους· ἐν σοὶ γὰρ ἡ Παρθένος, καὶ Θεοτόκος ἥκει νῦν , ἐν Σπηλαίῳ τοῦ τεκεῖν, ὡς βροτόν, τὸν Θεόν μου καὶ Κύριον.


Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἐπιγείων ἁπάντων καταφρονήσασα, τῷ πόθῳ τετρωμένη, Ἰουλιανὴ θεόφρον, Χριστοῦ τοῦ Ζωοδότου Οὗ τὸν Σταυρόν, ἁραμένη ἠγώνισαι, ἀθλητικῶς καὶ τῆς δόξης τῶν οὐρανῶν, κληρονόμος Μάρτυς γέγονας.

Τὰς ἀνυποίστους αἰκίας ἀνδρειοτάτῃ ψυχῇ, ἐν γυναικείᾳ φύσει, ὑποστάσα θεόφρον, Ἰουλιανὴ τὰς τοῦ ἐχθροῦ, ἐπινοίας συνέτριψας, καὶ ἐδοξάσθης ἀξίως παρὰ Χριστοῦ, τὸν ἀγῶνά σου τελέσασα.

Τοῦ ἀθανάτου Νυμφίου τὴν ὡραιότητα, ἐν οὐρανοῖς ὁρῶσα, σὺν φρονίμοις παρθένοις, Ἰουλιανὴ δυσώπει ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου, ὡς ἂν παντοίων ῥυόμεθα πειρασμῶν, καὶ ποικίλων περιστάσεων.

Πολυειδέσι βασάνοις ἐγκαρτερήσασα, πολλῶν βραβείων Μάρτυς, ἐκ Θεοῦ ἠξιώθης, ὅθεν πολυτρόπων ἐπιφορῶν, Ἰουλιανὴ ἀπολύτρωσαι, τοὺς εὐφημοῦντας τοὺς ἄθλους σου τοὺς σεπτούς, καὶ γεραίροντας τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. Α΄.
Παρθενικῇ ὡραιότητι, διαλάμπουσα Μάρτυς, οἰκείοις αἵμασιν ἐφοίνιξας, τὴν τῆς ὑγείας στολήν, Ἰουλιανὴ ἀξιάγαστε, ἴχνεσι γὰρ θείοις ἐβάδισας, καὶ ὡς θυσία ἄμωμος Χριστῷ προσηνέχθης, νομίμως ἀθλήσασα. Καὶ νῦν πρέσβευε δεόμεθα, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ παθῶν ἀπαλλαγήν, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Προεόρτιον.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὸ νηδύν, ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς Μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε Κεχαριτωμένη, μετὰ Σοῦ ὁ Κύριος, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθληφόρε νύμφη Χριστοῦ, Ἀθληφόρων δόξα, εὐσεβούντων ἡ χαρμονή, χαίροις μεσῖτις, ἡμῶν πρὸς τὸν Δεσπότη, ὦ Ἰουλιανὴ ἀξιοθαύμαστε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου