ΔΕΚΕΜΒΡΙΟΣ ΙΘ΄!!
ΓΡΗΓΕΝΤΙΟΣ ΑΙΘΙΟΠΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Ὀρθοδόξων
τὸ σύστημα, φιλεόρτων οἱ σύλλογοι, συναχθέντες σήμερον εὐφημείτωσαν, ἰδοὺ γὰρ
μέγαν ἀνέδειξεν, ἡ χάρις τοῦ Πνεύματος, Ἱεράρχην θαυμαστόν, καὶ Ἀγγέλοις
αἰδέσιμον, τὸν Γρηγέντιον, τὸν μεγάλως δοξάσαντα τὸν Κτίστην, θεαρέστῳ
πολιτείᾳ, καὶ Ἐκκλησίαν εὐφράναντα. (Δίς)
Ἴδε
θεῖον ἐκφάντορα, ἴδε θύτην πανάριστον, ἴδε τὸν Γρηγέντιον τὸν σοφώτατον, πῶς τῷ
Κυρίῳ προσήνεγκεν, αὐτὸν θῦμα τέλειον, ὑπὲρ ποίμνης τοῦ Χριστοῦ, ἣν τελείως
ἠγάπησε, καὶ προσήρμοσε, τῶν Ἑβραίων ἀγέλας πιστευσάντων, καὶ Χριστὸν
προσκυνησάντων, ὡς Βασιλέα καὶ Κύριον.
Αἰθιόπων
γῆ σκίρτησον, καὶ φαιδρῶς ὡραΐσθητι, Ἀφρικῆς ἡ ἤπειρος μεγαλύνθητι, ὅτι τὸν
θεῖον Γρηγέντιον, κηρύκων ἀκραίμονα, καὶ πιστῶν ὁδηγητήν, Ὀρθοδόξων τὸ σέμνωμα,
σὺ προσκέκτησαι, ἀντιλήπτορα μέγαν καὶ προστάτην, καὶ κινδύνων θανασίμων,
ἀλεξιτήριον ἄριστον.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
συνήχθημεν τῇ χάριτι τοῦ θείου Πνεύματος, ᾆσαι ὕμνους καὶ ᾠδὰς πνευματικάς,
Γρηγεντίῳ τῷ θεόφρονι· οὗτος γάρ, ὁσίως καὶ ἐναρέτως βιώσας καὶ τὸ Εὐαγγέλιον
κηρύξας, ἔθνη ἐζώγρησε πρὸς τὴν ἀληθῆ θεογνωσίαν, καὶ Θεῷ εὐαρεστήσας,
συμβασιλεύεις τῷ Χριστῷ εἰς τοὺς αἰῶνας.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
Ἱεραρχῶν, ὁ θεῖος μυστολέκτης, καὶ Ἱεραποστόλων, ἀλείπτης καὶ προστάτης,
Γρηγέντιε τρισόλβιε.
Στ.: Τὸ στόμα λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου
σύνεσιν.
Ἅπαντες
οἱ πιστοί, τιμήσωμεν προφρόνως, χείλεσι καὶ καρδίᾳ, Γρηγέντιον φωστῆρα,
Ἀφρικανῶν ὡράϊσμα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Τέρπεται
ὁ χορός, τῶν Ἱεραποστόλων, σῇ μνήμῃ χριστοκῆρυξ, καὶ χαίρει ὁ λαός σου, ὃν
Πάτερ ἐγαλούχησας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Περίσωζε
ἁγνή, πανάχραντε Παρθένε, τοὺς ἐπιδεομένους, πίστει καὶ εὐλαβείᾳ, χαρίτων τῶν
τοῦ τόκου σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀποστόλων
τὸν ζῆλον ἐκμιμησάμενος, καὶ τὴν χάριν θεόθεν ἔνδον δεξάμενος, ἐν τῇ ἁγίᾳ σου
ψυχῇ Πάτερ Γρηγέντιε, γέγονας νεύσει θεϊκῇ,
ποιμὴν προβάτων τοῦ Χριστοῦ, τοῦ Ἀρχιποίμενος μάκαρ, Αἰθιοπίας τὸ κλέος,
Ἱεραρχῶν τὸ ἐγκαλλώπισμα
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Αἰθιοπίας
τὸ κλέος Μεδιολάνων βλαστός, καὶ Ἀφρικῆς ἁπάσης, ἀντιλήπτωρ ὁ μέγας, Γρηγέντιε
τρισμάκαρ ποιμὴν ἱερέ, Ἀποστόλων ὁμότροπε, καὶ ἀσκητῶν ὁμοδίαιτε καὶ φρουρέ,
μεθ’ ὧν πρόστηθι τῆς ποίμνης σου.
Κλήτος
Θεοῦ ἐκλεκτός τε σὺ ἀναδέδειξαι, ἀπὸ νεότητός σου, δι’ εὐσέβειαν ἄκραν, Πατέρων
Πάτερ μέγιστε καὶ κέινέ, ἀρχιποιμὴν Γρηγέντιε, ἱερωθεὶς τῷ Κυρίῳ Ὃν ἐκτενῶς,
καθικέτευε δεόμεθα.
Τῆς
ἀρετῆς φίλος γνήσιος σὺ γεγένησαι, φιλήσας παιδιόθεν, τὰς
ὁδοὺς τὰς εὐθείας, καὶ δρέψας ἄνθη εὔοσμα καὶ καρπούς, ἱεράρχα πανάριστε, ἅπαντα κόσμον μυρίζεις καὶ γαλουχεῖς, δαψιλείᾳ θείας χάριτος.
ὁδοὺς τὰς εὐθείας, καὶ δρέψας ἄνθη εὔοσμα καὶ καρπούς, ἱεράρχα πανάριστε, ἅπαντα κόσμον μυρίζεις καὶ γαλουχεῖς, δαψιλείᾳ θείας χάριτος.
Δόξα.
Ἦχος α΄.
Ἐνωτίζου
τῶν ῥημάτων τοῦ θείου Παύλου, λέγοντος, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων
τὴν εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγάθα, τρισμάκαρ Γρηγέντιε, καὶ ἐτέτρωτο ἡ
καρδία σου ἐνθέῳ πόθῳ· ὅθεν θείᾳ ἐπινεύσει τοῦ Ἀλεξανδρείας Πατριάρχου,
ἐστρατεύθης τὴν καλὴν στρατειάν, τοῦ εὐαγγελισμοῦ τῶν ψυχῶν· οὐαί μοι, ἔλεγες,
ἐὰν μὴ εὐαγγελίζομαι· διὸ ἐγρηγόρως καὶ ἀνυστάκτως ἐποίμανας, τὴν τῶν Αἰθιόπων
ποίμνην, καὶ πάσῃ τῇ γῇ Ἀφρικανῶν διέλαμψας, ὡς φωστὴρ τῆς Ἐκκλησίας, καὶ τῶν
Ὀρθοδόξων προστάτης, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον.
Ἄκουε
οὐρανέ, καὶ ἐνωτιζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρίος,
πρόεισι τεχθῆναι, ἐκ Κόρη ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ
συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἔδέμ· ὅτι ὁ
ὤν, γίνεται οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου,
εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ
γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν
ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ
λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ
ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν
ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ
ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ
αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ
Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ
ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου
χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Τὸν
πατριάρχην Ἀβραὰμ ἐμιμήσω, Ἅγιε Γρηγέντιε, ἀκήκοας γὰρ ὡς ἐκεῖνος τῆς φωνῆς τοῦ
ἀρχιποίμενος Χριστοῦ, μυστικῶς λεγούσης· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας
σου καὶ ὕπαγε εἰς γῆν, ἣν ἂν σοὶ δείξω· διόπερ καταλείψας πατρώαν γῆν
Μεδιολάνων, εἰς Ἀλεξανδρέων πόλιν ἐφοίτησας· ὅθεν ὁ Ἀλεξανδρείας ποιμήν,
χρηματισθεὶς κατ’ ὄναρ, ὑπὸ τοῦ θείου Μάρκου τοῦ Εὐαγγελιστοῦ, Ἀρχιερέα σὲ
προχειρίζεται Αἰθιοπίας· ἔνθα διαπρέψας ὡς ἱεράρχης καὶ φωστήρ, πλήθη πιστῶν τῷ
Χριστῷ προσήγαγες.
Ἦχος
β΄.
Ἐλαίῳ
ἀγαλλιάσεως ἔχρισέ σε ὁ Θεός, τρισόλβιε Γρηγέντιε, οὐρανίου δωρεᾶς ἱερωσύνης
καταξιώσας σε, καὶ μυήσας τοῖς ὑπερκοσμίοις καὶ θείοις μυστηρίοις· ἱερούργεις
γὰρ ἀγγελικῶς, τὴν ὑπερφυᾶ καὶ ἀναίμακτον θυσίαν, ἑνῶν τὰ ἐπίγεια τοῖς
ἐπουρανίοις, κατάγων τὴν δρόσον τοῦ οὐρανοῦ, ἐπὶ τὰς πειραζομένας ὑπὸ τοῦ
ἀλλοτρίου ψυχάς· διὰ τοῦτο ἱερὲ καὶ πανάρετε διδάσκαλε, μὴ διαλίπῃς πρεσβεύων
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Ὁ
τοῦ Ἄβελ τὰ δῶρα καὶ τὴν εὐχὴν προσδεξάμενος, καὶ Ἠλιοὺ τὴν θυσίαν πυρὶ
ἐπισκεψάμενος, ἱλέῳ ἐπεῖδεν ὄμματι ἐπὶ τὴν προσευχὴν τοῦ δικαίου, Γρηγεντίου
τοῦ οὐρανόφρονος, καὶ τὸ αἴτημα ἐπλήρωσε εἰς σωτηρίαν τῶν Ἑβραίων, λαοῦ
παρανομήσαντος.
Δόξα.
Ἦχος πλ. β΄.
Ἡγήτωρ
ἔνθερμος ἐδείχθης, παμμάκαρ Γρηγέντιε, τῆς θεοϊδρύτου ἱεραποστολικῆς διακονίας,
ἐμπνευστὴς καὶ ἐμψυχωτὴς ἄριστος τῶν Ἱεραποστόλων καὶ πρέσβυς ἀκοίμητος. Τούτου
ἕνεκα περισκέπεις λαοὺς πάσης Ἀφρικῆς καὶ ἐνδυναμοῖς εὐχαῖς καὶ ἱκεσίαις σου,
τοὺς μοχθοῦντας ὑπὲρ στερεώσεως καὶ προαγωγῆς, τοῦ ἐκεῖσε σωτηρίου ἔργου τῆς
Ἐκκλησίας. Περιφρούρησον, Ἅγιε, ὀρθόδοξον ποίμνην καὶ περίσωζε λύμης
ἀντιχαλκηδονίων καὶ πάσης εἰδωλικῆς πλάνης καὶ προλήψεως. Εἰρήνευσον κόσμον
ἅπαντα τῇ μεσιτείᾳ σου καὶ χαρίτωσον τοὺς ὑμνοῦντάς σε.
Καὶ
νῦν. Προεόρτιον.
Σπήλαιον
εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑπεδέχου, τὸν
τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες
ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ
λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ
Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ
προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι
ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ἱεραρχῶν καλλονή, τῆς Ἐκκλησίας τὸ τερπνὸν ἀγαλλίαμα, καὶ πάσης τῆς οἰκουμένης
ὁ φαεσφόρος ἀστήρ, τῶν ποιμένω δόξα ἱερώτατε· Γρηγέντιε ἔνδοξε, μοναζόντων τὸ
σέμνωμα, Ἀρχιερέων, ἀγλαὸν ἐγκαλλώπισμα, Ἱεραποστόλων τὸ ὡράϊσμα· πρέσβευε
Πάτερ Ὅσιε, Θεῷ τῷ ποιήσαντι, πανσόφῳ θείᾳ προνοίᾳ, τὰ ὁρατὰ καὶ ἀόρατα,
ῥυσθῆναι κινδύνων, ἐμπερίστατον λαοόν σου, αἰτοῦντα ἔλεος.
Στ.: Τὸ στόμα λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου
σύνεσιν.
Χαίροις,
ἱερωσύνης κανών, εἰς ἣν ἐκλήθης εὐδοκίᾳ τοῦ πλάσαντος, ἀῤῥήτῳ θείᾳ προγνώσει,
καὶ τοῦ Ὑψίστου βουλῇ, καὶ τὴν Ἐκκλησίαν κατελάμπρυνας· προλαβόντως ἐγνώσθη
σοι, ὁ σὸς βίος πανεύφημε, καὶ ἐσύστερον παρὰ Πέτρου σὺ εἴληφας, ἀκριβῆ
πληροφόρησιν· μέμνησο ἱερώτατε, ἡμῶν τῶν τιμώντων σε, Ἀρχιερεὼν τὸ κλέος καὶ
τῶν πιστῶν τὸ κραταίωμα, Χριστοῦ θείας ποίμνης, ἣν ἐποίμανας ὁσίως, ἐνθέῳ
χρίσματι.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Στόμα,
χρυσοῦν λαλοῦν ἀγαθά, ῥήματα θεῖα ζωηρὰ καὶ θεόπνευστα, ἀγήρω ζωῆς τῆς ἄνω, τοῦ
Βασιλέως Χριστοῦ, ἐμπιμπλῶντα χάριτος καὶ ἡδύτητος· ἡδύλαλον ὄργανον, ὤφθης σὺ
θείου Πνεύματος, τέρπων εὐφραίνων, τὰς καρδίας τῶν τέκνων σου, στερεῶν αὐτάς,
εἰς τὸ ἅγιον θέλημα· σάλπιγξ Χριστοῦ ἡ εὔηχος, κιθάρα ἡ πάντερπνος, ἱεροκήρυξ
ἐδείχθης, λαμπρὸς καὶ θεῖος διδάσκαλος, Χριστὸν ἱκετεύων, δωρηθῆναι τῷ λαῷ σου,
σοφίαν ἄνωθεν.
Δόξα.
Ἦχος πλ. α΄.
Θέλημα
τῶν φοβουμένων αὐτόν, φησὶ Προφητάναξ Δαβίδ, ποιήσει ὁ Κύριος, καὶ τῆς δεήσεως
αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. Τοῦτό γε ἔχων ἐν συνειδήσει ὁ σοφώτατος
Γρηγέντιος, οὐκ ἐπαύσατο ἐκδυσωπῶν τὸν Θεόν, ὑπὲρ τῆς λογικῆς ποίμνης αὐτοῦ·
ὅθεν, ἀνυστάκτῳ αὐτοῦ ποιμαντικῇ φροντίδι, χιλιάδες Ἑβραῖοι, κατηχηθέντες καὶ
βαπτισθέντες, συνηνώθησαν τῷ ὀρθοδόξῳ ποιμνίῳ, ἀξιοθαυμάστῳ σημείῳ. Ἔλεγε γὰρ ὁ
τούτων ἄρχων· ἐὰν μὴ ἴδωμεν ὀφθαλμοφανῶς τὸν Κύριον, καθάπερ οἱ πάλαι Ἑβραῖοι,
οὐ μὴ πιστεύσομεν. Καὶ ταύτης τῆς χάριτος, μὴ ἀπαξιώσας λαὸν δυσείμονα ὁ
εὔσπλαγχνος, θερμῇ ἐντεύξει τοῦ δικαίου, ὤφθη μετὰ συσσεισμόν, ἱλαρῷ προσώπῳ,
ἐν νεφέλῃ, ζωγρήσας αὐτοὺς πρὸς εὐσέβειαν καὶ δωρήσας τοῖς πιστοῖς εἰρήνην καὶ
τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Προεόρτιον.
Μὴ
στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ
χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα
τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ
σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀποστόλων
τὸν ζῆλον ἐκμιμησάμενος, καὶ τὴν χάριν θεόθεν ἔνδον δεξάμενος, ἐν τῇ ἁγίᾳ σου
ψυχῇ Πάτερ Γρηγέντιε, γέγονας νεύσει θεϊκῇ,
ποιμὴν προβάτων τοῦ Χριστοῦ, τοῦ Ἀρχιποίμενος μάκαρ, Αἰθιοπίας τὸ κλέος,
Ἱεραρχῶν τὸ ἐγκαλλώπισμα
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Καθάπερ
ἀστραπή, ἐπιλάμψας τῷ κόσμῳ, ἐφώτισας τὴν γῆν, Αἰθιόπων θεόφρον, πανόσιε
Γρηγέντιε, Ἐκκλησίας τὸ καύχημα, καὶ ἐζώγρησας, τῶν ἀλλοφύλων τὰ ἔθνη, εἰς
εὐσέβειαν, καὶ θεϊκὴν κληρουχίαν, καὶ δόξαν ἀμάραντον.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ὁ
κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκός, Βηθλεὲμ ἐν Σπηλαίῳ,
τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ μήτρᾳ·
τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Ὡς
ἄστρον νοητόν, ἐπεφάνης τῇ κτίσει, μηνύων τοῖς λαοῖς, τὸν φωστῆρα τὸν μέγαν,
Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν λυτρώσαντα ἄνθρωπον, πλάνης τοῦ ἐχθροῦ, καὶ ἐπηρείας
δαιμόνων, καὶ προσήγαγες, πολυαρίθμους Κυρίῳ, παμμάκαρ Γρηγέντιε.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ἀγάλλου
ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, μηνύει τὴν
ἄμεμπτον, ἑαυτοῦ συγκατάβασιν· Ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως
τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος φιλάνθρωπος.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
καθαρότητα, τῆς διανοίας σου, καὶ τὴν λαμπρότητα, τῆς πολιτείας σου, εἰδὼς ὁ
Κύριος ἡμῶν, καὶ πάντων καρδιογνώστης, ποιμένα σε πανεύφημε, τῶν πιστῶν
προχειρίζεται, καὶ σπορέα ἄριστον, τῶν καλῶν ἀναδείκνυσι, Γρηγέντιε σοφὲ
ἱεράρχα, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Χαρᾶς
πεπλήρωται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ
παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ ἄσαρκος,
Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα, ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ
κτίσις ἡμέραν προεόρτιον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου
σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐπέφανεν
ἡμῖν ἡ μνήμη τοῦ θείου ἱεραποστόλου Γρηγεντίου τοῦ πάνυ, τὰς ψυχὰς τῶν πιστῶν
εὐφραίνουσα, πίστι, ἐλπίδα καὶ ἀγάπην δυναμοῦσα καὶ ἐπιστηρίζουσα, ὀρθοδόξων
ἐκλογάδα.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Γρηγεντίῳ,
αἶνος Ὀρθοδοξίας. Σεραφείμ.
ᾨδὴ
α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Γεραίρει
ἅπας ὁ σύλλογος, πιστῶν εὐφραινομένων τὴν μνήμην σου, ἀγάλλονται Μεδιόλανα,
ᾄσματα Γρηγεντίῳ θείῳ Πατρὶ καὶ καθηγεμονί,
σὺν ἁπάσῃ Ἀφρικῇ, πόθῳ προσάδοντα.
Ῥημάτων
θείων πληρούμενος, ῥημάτων ζωηρῶν μεθυσκόμενος, ῥήματα τῷ λαῷ μετήγγισας,
λόγους ζωῆς ἀγήρω μεταδιδούς, καὶ ἐν ἐπιστήμῃ, τὸν Θεοῦ Υἱὸν καὶ Λόγον
ἐκήρυξας.
Ἡλίου
δόξης πυρούμενος, ἡλίου νοητοῦ φωτιζόμενος, ἥλιον μέγαν ἐπέδειξας, πᾶσι τοῖς ἐν
τῷ σκότει φωταγωγὸς καὶ φωστὴρ ἐδείχθης, ὦ Γρηγέντιε
σοφέ, τῇ φωταυγείᾳ σου.
Θεοτοκίον.
Γεννῶσα
Λόγον συνάναρχον, Θεοῦ τοῦ προανάρχου τὸ γέννημα, Μήτηρ Θεοῦ γεγένησαι· διὸ
λυτροῦσαι πρεσβείαις Σου μητρικαῖς, λαὸν πεπτωκότα, Ὃν σπλαγχνίζει συμπαθῶς
ἱλέῳ ὄμματι.
ᾨδὴ
γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Ἐκτήσω
τὴν χάριν, παιδιόθεν θεοφόρε Πατὴρ ἡμῶν, ἀνατραφεὶς ὑπὸ γονέων, θεολήπτων
τρισμάκαρ, Χριστῷ τῷ Θεῷ, δεόμενος, τῷ ἀνυψώσαντι κέρας ἡμῶν, σῶσον ἡμᾶς Κύριε.
Νίκας
κατορθώσω, συντρίβων τὸν ἀλάστορα θεσπέσιε, καταφρονήσας τῶν ἡδέων, σαρκὸς ὕλης
καὶ κόσμου, Σταυροῦ ὅπλῳ τειχιζόμενος καὶ φυγαδεύων ἐχθρὸν φοβερόν, ἱερὲ Γρηγέντιε.
Τάλαντα
αὐξάνων, ἱεραῖς ἀρεταῖς περικοσμούμενος, ἀσκητικῇ ζωῇ ἐμπρέπων, ἁγιώτατε Πάτερ·
Χριστῷ τῷ Σωτῆρι ἔκραζες· ὁ χαριτῶν τοὺς θαῤῥοῦντας εἰς Σέ, Ἅγιος εἶ Κύριε.
Θεοτοκίον.
Ἱλέωσαι
Μῆτερ, Σὸν Υἱὸν δυσωποῦσα πανάχραντε, ῥυσθῆναι πειρατηρίων, καὶ παντοίων
κινδύνων, Χριστῷ τῷ Θεῷ προσπίπτοντας, τῷ ἐλεοῦντι ἡμᾶς δαψιλῶς, Γρηγεντίου παρακλήσεσι.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κορυφαῖος
Ἀπόστολος προεμήνυσε, Γρηγεντίῳ τῷ σεπτῷ καὶ
θειοτάτῳ ἀνδρί, συμβησόμενα αὐτῷ, μέχρις ἐσχάτης πνοῆς· ὅτι γενήσεται σοφός,
ποιμὴν προβάτων λογικῶν, τῇ Αἰθιόπων πατρίδι, καὶ προσελκύσει Κυρίῳ, Ἑβραίων
πλήθη προσκυνοῦντα Αὐτόν.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ὁ
τῶν ὅλων Δεσπότης ὁ ὑπερούσιος, μορφωθεὶς ἐκ Παρθένου ἁγνῆς τὸν ἄνθρωπον, ἐν
Σπηλαίῳ Βηθλεέμ, τεχθῆναι ἔρχεται, ἀνακαινίζων τὸν Ἀδάμ, πεπτωκότας δολερῶς, τῇ
πάλαι βρώσει τοῦ ξύλου· ὑμνολογήσωμεν πάντες, τούτου τὴν ἄκραν συγκατάβασιν.
ᾨδὴ
δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Ὢ
τῶν θαυμασίων σοφὲ καὶ τῶν κατορθωμάτων σου, ἃ ἐν τῷ κόσμῳ ἐπετέλεσας, τῇ τῶν
Αἰθιόπων γῇ καὶ Ἀφρικῇ ἁπάσῃ, ὅπου ἀρχιεράτευσας Πάτερ, ὁσίως καὶ θαυμαστῶς,
καὶ τὸν τρισένδοξον ἐδόξασας.
Ἀποστόλων
πᾶσαν διδαχήν, θεόφρον ἀφομοίωσας, καὶ ζῆλον Ἀποστόλων ἐπέδειξας, διόπερ
ἀποστολικῶς τετίμησαι, δουλεύων Κυρίῳ τῷ Θεῷ σου, Γρηγέντιε
ἱερέ, Ὃν ὁλοκαρδίως ἐπόθησας.
Ἱερὸς
καὶ θεῖος γεγονώς, Γρηγέντιε πανίερε, κανὼν
ἱερωσύνης δέδειξαι, χρῖσμα λαβὼν ἱερόν, ἱερατεύεις σοφῶς, καὶ σωτηρίαν ψυχῶν
ἐργάζῃ, δυνάμει θεουργικῇ, εἰς δόξαν τοῦ Τρισαγίου Θεοῦ.
Θεοτοκίον.
Ναὸς
πανάγιος ἐφάνης, Θεοῦ κατοικητήριον, παρθενικῶν Σου ἐκ λαγόνων, προῆλθεν ὁ
δυνατός, ὁ τοῦ κόσμου κοσμήτωρ, ἐλθὼν ἐσαρκώθη ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ
Θεός, Ὃν ὑπερυψοῦσι τὰ σύμπαντα.
ᾨδὴ
ε΄. Θεὸς ὢν εἰρήνης.
Ὁ
ζῆλός σου θεῖος, ἡ φλὸξ ἱερά, μεταδιδόναι τὸ Εὐαγγέλιον, εἰρήνην καὶ μετάνοιαν
κηρύττεις τοῖς λαοῖς· ὅθεν θεογνωσίας πρὸς φῶς καθοδηγήσας, ἐκ νυκτὸς
ὀρθρίζοντας, χειραγωγεῖς εἰς θεοσέβειαν.
Στήλη
εὐσεβείας, κανὼν ἀρετῆς καὶ πυρσὸς φαεσφόρος, Γρηγέντιε,
φῶς ἅγιον παρεχόμενος φαιδρύνεις ψυχάς· ὅθεν ἐξ ἀγνωσίας φωτί, καταλαμφθέντες,
ἐκ βαθέων κράζομεν· δόξα καὶ αἶνον ἀναμέλποντες.
Ὁ
φῶς ἀνατέλλων, φωτὸς ἡ πηγή, φωτισμὸν Γρηγεντίῳ
κατέπεμψας, φωτίζειν διδάγμασι Ὀρθοδοξίας πιστούς· ὅθεν τῇ φωταυγείᾳ ἀγαθοῦ
Παρακλήτου, ἐκ τῆς πλάνης ἔσωσε, Θεῷ ἀληθινῷ λατρεύοντας.
Θεοτοκίον.
Ῥῦσαι
Ὀρθοδόξους, Μῆτερ τοῦ Θεοῦ, πολεμουμένους φθόνῳ τοῦ δαίμονος, πίστει τε καὶ
πράξει ὀρθῇ στηρίζουσα αὐτούς, ἵνα τῇ Ἐκκλησίᾳ, ἀῤῥήκτως ἡνωμένοι, τὴν ἀχλὺν
αἱρέσεων, ἀπεμπολοῦσι ταῖς πρεσβείαις Σου.
ᾨδὴ
στ΄. Σπλάγχνων Ἰωνᾶν.
Θεὸς
ὁδηγῶν, ἡγεῖτο τῶν ἔργων σου καὶ θεία πνοή, ἣ σὲ ἐνέπνεε, Γρηγέντιε τρισμάκαρ ποιμὴν σοφὲ καὶ ἀξιάγαστε,
θεοκίνητον ἐδείξατό σε Ἅγιε, πάντοτε σοφῶς ἡγούμενον, ἔργων πίστεως καὶ
χάριτος.
Ὅλον
ἑαυτὸν Κυρίῳ παρέδωκας, καὶ δοῦλος Θεοῦ γνήσιος γέγονας, Ἐκκλησίας δὲ θείᾳ
ψήφῳ, ἐδείχθης ποιμὴν ἄριστος, διαποιμαίνων καὶ κυβερνῶν τὴν ποίμνην σου, ὑπὲρ
ἧς στεῤῥῶς ἠγωνίσω, τρισόλβιε Ἅγιε Γρηγέντιε.
Δόξα
καὶ τιμή, εἰρήνη ἁρμόζει σοι, Πατέρων σέμνωμα καὶ ἀγλάϊσμα, ὡς τιμίῳ ἐργάτῃ τοῦ
ἀγαθοῦ καὶ τῆς ἀληθείας· ἐβίωσας διάγων ἐν ἔργοις ἀγαθοῖς, καὶ δοῦλος ἀγαθοῦ
Δεσπότου, εὐγνώμων καὶ ἀγαθὸς γεγένησαι.
Θεοτοκίον.
Ὅλην
σὲ ἁγνή, ὁ Κύριος εὕρατο ναὸν ἄσπιλον καὶ θρόνον ἅγιον· τῇ γὰρ μήτρᾳ Σου
ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἔνθεν σωτηρία
τῷ κόσμῳ καὶ Βασιλεία Θεοῦ χαρίζεται.
Κοντάκιον.
Ἦχος γ΄. Ἐπεφάνης σήμερον.
Ἐπεγνώσθης
Ἅγιε, τῇ Ἐκκλησίᾳ, ὡς ἱεραπόστολος, καὶ τῶν ἐθνῶν ὁδηγητής, ἐν ἐπιγνώσει
τιμώντων σε, ἱερομύστην, καὶ θεῖον ἐκφάντορα.
Ὁ
Οἶκος
Πατέρων
Πάτερ θεόφρον Γρηγέντιε, ὑφηγητὰ μυστηρίων
Θεοῦ τῆς χάριτος, θεόπτα καὶ μύστα θείων ἀποκαλύψεων, σημειοφόρε σημείων καὶ
θαυμασίων, χαρισματοῦχε ἀρχιεπίσκοπε Αἰθιόπων καὶ πάντιμε ἀκέστορ Ἱεραποστόλων,
Ὀρθοδόξων Ἐκκλησία τιμᾷ καὶ γεραίρει σε ὡς ἱερομύστην καὶ θεῖον ἐκφάντορα.
Συναξάριον.
Τῇ
ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου
Γρηγεντίου, ἐπισκόπου Αἰθιοπίας
Σαρκὸς λιπὼν
σύνδεσμον ὁ Γρηγέντιος,
Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.
Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.
Ὃς
ὥρμητο ἐκ πόλεως Μεδιολάνων· γεννήτορες δὲ αὐτῷ, Ἀγάπιος καὶ Θεοδότη. Οὗτος,
ὥσπερ γῆ ἀγαθή, σπέρματα θεῖα δεξαμένη, ἑωράτο καρπὸν φύσαι καλόν· ὅθεν καὶ εἰς
μέτρον ἡλικίας πεφθακώς, ἀκροατὴς καὶ πληρωτὴς τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ
ἀναδείκνυται. Καὶ θείῳ νεύματι τὴν τοῦ Διακόνου χειροτονίαν δέχεται, νηστείᾳ
καὶ τῇ λοιπῇ σκληραγωγίᾳ ἑαυτὸν καθυποβαλών. Καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης, τοῦ
θείου Πνεύματος τὴν χάριν δεξάμενος, σημεῖα καὶ τέρατα ἐποίει.
Μετὰ
τοῦτο πάλιν γίνεται κατὰ Μεδιόλανα, καὶ εὑρών τινα φέροντα σημειοφόρον, εἰς
τόπον ἀνακεχωρημένον, μυεῖται πάντα τὰ μέλλοντα αὐτῷ ἀπαντᾶν· ᾧ καὶ ἐσύστερον ὁ
μέγας Ἀπόστολος Πέτρος ὀφθαλμοφανῶς τὰ αὐτὰ προηγόρευσε, προσθεὶς καὶ τὰ
ἐλλείποντα.
Ἐπεὶ
οὖν συνέβη γράψαι τὸν Αἰθιόπων βασιλέα Ἐλεσβαὰν Προτερίῳ τῷ Πάπᾳ Ἀλεξανδρείας
περὶ Ἐπισκόπου, καὶ μάλιστα, τελείου, ἰουστίνου τότε τήν, Ῥωναίων βασιλείαν
ἰθύνοντος, ἐπὶ τοῦτο ἠνιᾶτο καὶ ἐδυσφόρει ὁ Πάπας, πρὸς τὸ ἐπιτυχεῖν ἀνδρὸς
τοιούτου. Ἐν αὐταῖς οὖν ταῖς ἡμέραις, διὰ θείας ἀποκαλύψεως φανεὶς αὐτῷ ὁ
μακάριος Μάρκος, ὑπέδειξεν αὐτῷ τὸν ζητούμενον, ὑπὸ θείας προνοίας νεωστὶ τὸν
τόπον καταλαβόντα, καὶ παρά τινι ἐπιξενούμενον. Ὃν σὺν πολλῇ περιχαρείᾳ
λαβόμενος καὶ χειροτονήσας, περιλαμφθέντα σημείοις, εὐθέως παρέπεμψεν,
ἐφοδιάσας αὐτὸν ἐν γράμμασι καὶ λοιποῖς τοῖς Ἀρχιρεύσιν ἀνήκουσιν. Ὃν ὁ
βασιλεὺς ὑποδεξάμενος, καὶ ἐκ τῶν γραμμάτων βεβαιωθείς, κατασπάζεται, καὶ ὡς
ἀπόστολον καὶ σημειοφόρον ὑπολαμβάνει· καὶ τῷ Θεῷ εὐχαριστήσας, πᾶσαν τὴν ὑπ’
αὐτὸν ἐξουσίαν αὐτῷ παρέθετο.
Ὁ
δέ, Πρεσβυτέρους καὶ Διακόνους χειροτονήσας, τὰς νεωστὶ νεουργηθείσας εἰς τὴν
εὐδαίμονα Ἀραβίαν παρὰ τοῦ βασιλέως ἐκκλησίας καθαγιάσας, πρώην σχδὸν παντὸς
τοῦ ἔθνους ἰουδαΐζοντος, πολλοὺς τῶν Ἰουδαίων ἐβάπτισε. Μετὰ ταῦτα, τοὺς τῶν
Ἰουδαίων πρώτους καὶ διδασκάλους, ἀπό τε συλλογισμῶν καὶ Γραφῶν ἀποδείξεσι
πείσας, καὶ θαύμασιν ἐκπλήξας, πάντας προσήγαγε τῇ ἀληθινῇ πίστει, νόμους
ἐκθέμενος, καὶ πᾶν ἀρέσκον Θεῷ διαπραξάμενος. Οὗτος καλῶς τὸ ποίμνιον αὐτοῦ
ποιμάνας, καὶ πολλὰ θαύματα εἰς δόξαν Θεοῦ ἐπιτελέσας, ἐν εἰρήνῃ ἀνεπαύσατο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βονιφατίου καὶ Ἀγλαΐας.
Ζητῶν
Βονιφάτιος ὀστᾶ Μαρτύρων.
Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.
Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.
Οὗτος
ἦν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, δοῦλος γυναικός τινος Συγκλητικῆς, ὀνόματι
Ἀγλαΐδος, θυγατρὸς Ἀκακίου Ἀνθυπάτου Ῥώμης, σωματικῶς τῇ κυρίᾳ αὐτοῦ
συμφθειρόμενος. Ἦν δὲ καὶ μέθυσος, ἀλλὰ καὶ ἐλεήμων, καὶ φιλόξενος, καὶ τοῖς
δεομένοις προθύμως ἐπαρκῶν, καὶ συμφοραῖς ἀνθρώπων καὶ ἱκεσίαις ἐπικαμπτόμενος·
ὁμοίως καὶ ἡ κυρία αὐτοῦ ἐλεήμων καὶ φιλομάρτυς. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, εἶπε τῷ
Βονιφατίῳ: -Ἄπελθε εἰς τὴν Ἀνατολήν, ὅπου
μαρτυροῦσιν οἱ Ἅγιοι καὶ κόμισαι λείψανα Ἁγίων, ἵνα ἔχομεν αὐτὰ εἰς βοήθειαν
καὶ ψυχικὴν σωτηρίαν. Ὁ δὲ Βονιφάτιος γελῶν, εἶπε: -Ἐὰν φέρω τὸ ἐμὸν λείψανον δέχῃ τοῦτο; Ἡ δὲ γελάσασα, καὶ μέθυσον
αὐτὸν εἰποῦσα, εἶτα νουθετήσασα καὶ εὐξαμένη, ἀπέστειλε μετὰ χρημάτων αὐτόν.
Ὁ
οὖν Βονιφάτιος, ἀπελθὼν μετὰ δούλων δώδεκα καὶ χρυσίου πολλοῦ εἰς Κιλικίαν,
ὅπου ἐβασανίζοντο οἱ Ἅγιοι, εὗρεν ἄνδρας Ἁγίους ἐναθλοῦντας, καὶ κατεφίλει
αὐτῶν τὰ δεσμὰ καὶ τοὺς μώλωπας, καὶ παρέστη ἔμπροσθεν τοῦ Ἡγεμόνος, ὁμολογῶν
ἑαυτὸν Χριστιανόν. Κρατηθεὶς δέ, κρεμᾶται κατὰ κεφαλῆς, καὶ ἀφειδῶς ξέεται, καὶ
καλάμοις ὄξεσι κατὰ τῶν ὀνύχων ἐμπείρεται, καὶ μόλύβδον πυρὶ λυθέντα τῷ στόματι
δέχεται, καὶ ἐν λέβητι πίσσης βραζούσης κατὰ κεφαλῆς βάλλεται. Ἔνθα
διαμείναντος αὐτοῦ ἀβλαβοῦς, διαφθείρονται ἐκ τῶν δημίων ἄνδρες πεντήκοντα.
Εἶτα, διὰ ξίφους τμηθέντος τὴν κεφαλήν, καὶ ἀντὶ αἵματος γάλα ῥεύσαντος,
προσῆλθον τῷ Χριστῷ, καὶ ἐβαπτίσθησαν ἄνδρες πεντήκοντα. Οἱ δὲ μετ’ αὐτοῦ ἐκ
τῆς Ῥώμης παραγενόμενοι, μὴ εἰδότες τὰ πεπραγμένα, νομίσαντες αὐτὸν ἐν
καπηλίοις καὶ μέθαις διατρίβειν, ὡς ἔθος αὐτῷ, διὰ τὸ βραδῦναι, ὡς ἔμαθον πᾶρὰ
τῶν στρατιωτῶν τὰς κατὰ μέρος βασάνους, ἃς ὑπομείνας ἐτελειώθη, εὗρον τὸ αὐτοῦ
λείψανον. Ἐπιπεσόντες δέ, καὶ κλαύσαντες, καὶ κατασπασάμενοι αὐτό, συγγνώμην,
ὧν ἐβλασφήμουν, ἐξητήσαντο, καὶ πεντακοσίων νομισμάτων τὸ σῶμα αὐτοῦ
ὠνησάμενοι, ἀπέκομισαν ἐν τῇ Ῥώμῃ.
Ἡ
δὲ κυρία αὐτοῦ Ἀγλαΐς, δι’ Ἀγγέλου ἀποκαλυφθεῖσα ἅπαντα, προϋπαντήσασα καὶ
ὑποδεξαμένη καὶ πολυτελῶς τιμήσασα, ἐκήδευσεν αὐτὸν μεγαλοπρεπῶς, πρὸ
πεντήκοντα σταδίων τῆς πόλεως. Ὕστερον δέ, ἀνεγείρασα αὐτῷ οἶκον εὐκτήριον ἐπὶ
τῷ ὀνόματι αὐτοῦ, μέσον τῆς πόλεως, ἐν τῷ οἴκῳ αὐτῆς, μετατίθησιν αὐτὸν ἐκεῖσε,
ἔνθα καθ’ ἑκάστην πηγὰς ἰαμάτων προχέει. Κᾀκείνη ἔκτοτε ὁσίως καὶ θεαρέστως
βιώσασα, καὶ πολιτευσαμένη καλῶς, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων·
Ἠλού, Πρόβου καὶ Ἄρεως
Ἀθλήσεως
τμηθέντα τῷ ξίφει κάραν,
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.
Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.
Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.
Οὗτοι,
ἐξ Αἰγύπτου ὑπῆρχον, ἦσαν δὲ Χριστιανοί· θεραπείας δὲ ἕνεκεν τῶν κατὰ τὴν
Κιλικίαν ὁμολογητῶν ἐποιοῦντο τὴν πορείαν. Ἐν δὲ τῷ Ἀσκάλωνι γενόμενοι,
συνελήφθησαν καὶ προσήχθησαν τῷ δικαστῇ Φιρμιλιανῷ· καὶ Χριστιανοὺς ἑαυτοὺς
ὁμολογήσαντες, καὶ διαφόροις βασάνοις ἐξετασθέντες, ὁ μὲν Ἄρης διὰ πυρὸς
ἐτελείωθη· Πρόβος δὲ καὶ Ἠλίας ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἄγιοι Μάρτυρες
Τιμόθεος καὶ Πολύευκτος,
πυρὶ τελειοῦνται.
Τιμόθεον δέ,
τὸν πεπυρπολημένον,
Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;
Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;
Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.
Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;
Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;
Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.
Τούτων,
ὁ μὲν Ἅγιος Τιμόθεος κατασχεθείς, καὶ ὁμολογήσας τὸν Χριστόν, μετὰ πολλὰς
αἰκίας, διὰ πυρὸς τελειοῦται ἐν Μαυριτανίᾳ. Ὁ δὲ Πολύευκτος, βασάνοις
ἐξετασθείς, καὶ αὐτὸς ἐν Καισαρείᾳ εἰς πῦρ ἐμβληθείς, τὸ τέλος ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες·
Εὐτύχιος καὶ Θεσσαλονίκη καὶ οἱ σὺν αυτοῖς Διακόσιοι Ἄνδρες καὶ Ἑβδομήντα
Γυναῖκες, ξίφει
τελειοῦνται..
Σὺν Εὐτυχίῳ
καὶ σὺ Θεσσαλονίκη,
Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.
Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Τρύφων, εἰς φυτὸν ἰτέας κρεμασθείς, τελειοῦται.
Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.
Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ παῖδες εὐσεβείᾳ.
Ξενίζουσι
φρένα καὶ νοῦν Χριστέ μου, τὰ ὑπὸ σοῦ παραδόξως γεγενημένα, εἰσακούεις γὰρ
αἴτημα Γρηγεντίου, πιστοῦ θεράποντός σου καὶ
ἐμφανίζεις σαυτόν, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἱεραποστόλων
τέρπεται χορεία, ἀκροθίνιον σε ἔχουσα τρισόλβιε, πρωτοπόρον τε καὶ ἄλλον
πρόδρομον, καὶ ἐν μέσῳ πειρασμῶν, φρουρὸν ἀκοίμητον, τὸν ἐν Πατράσι μείζονα καὶ
ἔνδοξον.
Ἀκλινῆ
ὁμολογίαν ἀγάπην, εὗρε λαὸς Αἰθιόπων σῇ παρουσίᾳ, δαιμόνων τὰ στίφη ἐξεδίωξε,
καὶ ξοάνων τὴν ἰσχὺν σθένει συνέτριψε, εὐχαῖς καὶ εὐλογίᾳ θείων Πατέρων.
Θεοτοκίον.
Σωτῆρα
Χριστὸν τεκούσης Παρθένε, εἰδωλικὴ μανία καταπεπάτηται, πυρὸς ἡ λατρεία πᾶσα
πέπαυται, καὶ Θεὸς ἀληθινὸς πᾶσι γνωρίζεται, Ὃν εὐλογοῦσι λαοὶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ
η΄. Θαύματος ὑπερφυοῦς.
Σωτῆρος
Λυτρωτοῦ τε καὶ εὐεργέτου, γεγονὼς μαθητὴς καὶ μιμητής, ταπείνωσιν σὺν ἀγάπῃ
τελείᾳ, μεθ’ ὑπακοῆς καὶ πνεύματος θυσίας, ἐπεδείξω σοφέ· διὸ χριστοκήρυξ καὶ
ἀπόστολος ἀνεδείχθης χάριτι καὶ δυνάμει Θεοῦ, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς
αἰῶνας.
Εὔχου
ἐκτενῶς, Γρηγέντιε τρισμάκαρ, ὑπὲρ Ὀρθοδόξου
Ἐκκλησίας, φυλασσούσης ἀνόθευτον τὴν πίστιν, καὶ τὴν ἁγίαν παράδοσιν, ἣν
παρέλαβε παρὰ Χριστοῦ, ἵνα ἐν μέσῳ τῶν ἑτεροδόξων, εὐλογῇ ἀεὶ καὶ δοξάζῃ τὸν
Κύριον, τὸν εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας.
Ῥωννύμενος
θείᾳ δυνάμει καὶ νεύσει, καθεῖλες τοῦ σατὰν τὰ ἔνεδρα, καὶ ἔπηξας ἱερά σου
τεμένη, εἰς δόξαν Θεοῦ τοῦ παντάνακτος, καὶ τῶν ὅλων εὐεργέτου. Αὐτὸν
ἀνυμνοῦντες ἀναμέλπομεν, εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Ὕψιστον, καὶ μεγαλυνάτω
εἰς αἰῶνας αἰώνων.
Θεοτοκίον.
Ἅπασα
ἡ κτίσις ἀνυμνολογεῖ Σε, ὡς γεννήσασαν τὸν Ἐμμανουήλ, τὸ τὰ κάτω συνάψαντα τοῖς
ἄνω καὶ σώσαντα τὸ ἀνθρώπινον, ἀμετρήτῳ φιλευσπαγχνίᾳ· διὸ Θεοτόκον Σε
κηρύττομεν, ἐν ᾠδαῖς ἀσμάτων, ἀσιγήτως τιμῶμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Μυστήριον ξένον.
Φωστὴρ
Αἰθιόπων, ἐδείχθης πανεύφημε· ἐμπνευστὴς πανάριστος, πάντων τῶν ευἀγγελιζομένων
εἰρήνην Κυρίου, ἣν κόσμῳ ἐδώρησεν ὁ Ὕψιστος, Χριστὸς ὁ Θεός, Ὃν θείοις ὕμνοις
μεγαλύνομεν.
Ἐπίσκεψαι
Πάτερ, εὐχαῖς σου σὴν ἤπειρον, τοὺς ἐργάτας κράτυνον, μόχθον εὐλογημένον βραβεύων,
οὐρανίοις δώροις, ἀνάπαυσιν μακαρίαν ἅπασι, ἁγίοις Χριστοῦ, ᾧ δεδουλευκότες
εὐηρέστησαν.
Ἱκέτευε
μόνον, Θεὸν πολυέλεον, ἀσφαλῶς ἐπιστρέψαι, κόπους ἁγίας Ὀρθοδοξίας, Γρηγέντιε μάκαρ, πλήρωμα καὶ μοναστὰς μονοφυσιτῶν,
τῶν μὴ εἰδότων τὸν Κύριον Θεὸν τέλειον καὶ ἄνθρωπον.
Θεοτοκίον.
Μῆτερ
Παναγία, Παρθένε πανάμωμε, οὐρανὸς τὸ σπήλαιον, θρόνος χερουβικὸς ἡ γαστήρ Σου,
ἡ φάτνη χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, καθορῶνται μυστικῶς καὶ φαιδρῶς
συνάδουσι.
Ἐξαποστειλάριον.
Ἀπόστολοι ἐκ περάτων.
Γρηγέντιον αἰνέσωμεν,
Μεδιολάνων τὸν γόνον, Ἱεραρχῶν ἀγλάϊσμα, τῆς Ἐκκλησίας τὴν δόξαν, Ἀφρικανῶν τὸν
προστάτην, καὶ ἀμυήτων ἀλείπτην.
Θεοτοκίον.
Ἐχώρησας
πανάχραντε, ἐν τῇ ἁγίᾳ Σου μήτρᾳ, Ὃν ἐσωμάτωσας Λόγον, ἐκ τῶν ἁγνῶν Σου
αἱμάτων, καὶ πάντας διαβιβάζεις ἐκ τῶν γηΐνων, εἰς οὐρανῶν Βασιλείαν.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ὢ συμπαθείας Θεοῦ! ὢ Δεσπότου κατάνευσις! ὁ σοφὸς
Γρηγέντιος, ἐν ἐκστάσει ἐφθέγγετο· ἐπὶ νεφέλης ὡς ἐθεάσατο, τὸν σαρκωθέντα,
Σωτῆρα Κύριον, χαίρων ἐκραύγαζε· Δέσποτα Πανάγιε Παμβασιλεῦ, ἅπαν τὸ
ἀνθρώπινον, ὕμνοις γεραίρει σε. (Δίς)
Ὼ
οἷον πάντερπνον θέαμα! ὢ μεγαλεῖον Θεοῦ! ὢ σημεῖον τεράστιον! Τῶν πιστῶν ὁ
σύλλογος, ἐν ἐκστάσει ἑώρακε, πλήθη Ἑβραίων λαμβάνειν βάπτισμα, τῆς ὀρθοδόξου,
ὁμολογίας Χριστοῦ, κατηχηθέντα πρίν, καὶ βοῶντα δόξα Σοι μόνῳ Θεῷ, τῷ
ἐνανθρωπήσαντι, καὶ κόσμον σώσαντι.
Ὢ
βάθος πλούτου σοφίας τε, καὶ εὐσπλαγχνίας Θεοῦ, ὢ πανσόφων κριμάτων σου, Τριὰς
ἀπειροδύναμε καὶ ἀπειράγαθε, ἐξαποστέλλεις ἄνδρας τοῦ Πνεύματος, καὶ
καταρδεύεις κόσμου τὰ πέρατα, ὡς τὸν Γρηγέντιον, τὸν σοφὸν καὶ ἄριστον
καθηγητήν, Αἰθιόπων στήριγμα, Ἀφρικανῶν ὁδηγόν.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
λαλήσει τὰς δυναστείας σου Χριστέ, ἢ τίς ἀπαριθμήσει τὰς ἀπείρους σου χάριτας;
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσας πανάγιε, τὸν κόσμον ἐφώτισας, τὴν
Ἐκκλησίαν Σου κατελάμπρυνας, μέγας καὶ θαυμαστὸς ἀνεδείχθης ἐν τοῖς Ἁγίοις Σου
Κύριε· ὅθεν Γρηγέντιος ὁ πανεύφημος, θείῳ ζήλῳ ἐμφορηθείς, ἀπὸ δυσμῶν εἰς τὸν
νότον θεϊκῇ ἐπινεύσει διέδραμε καὶ τὴν πεπυρωμένην ἤπειρον, τῇ δρόσῳ τοῦ θείου Πνεύματος,
ἀνέψυξε· λιταῖς καὶ δεήσεσιν αὐτοῦ, ἡ ἔρημος καὶ ἄβατος καὶ ἄνυδρος γῆ, εἰς
ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησεν· εὐσεβεῖς ἀνέθρεψε, ἀσκητὰς ἀνέδειξε, ἱερεῖς
ἐγαλούχησε, ἱεραποστόλους ὑπεδέξατο. Διὸ τρισάγιε Κύριε, ὁ ἐπιβλέπων ἐξ
οὐρανοῦ, ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, ἱκεσίαις τοῦ τρισμάκαρος, καὶ κατάρτισαι
αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά Σου, ἐπιδαψιλεύων αὐτῇ τὰ ἀρχαία ἐλέη Σου.
Καὶ
νῦν. Προεόρτιον.
Ἐν
Βηθλεὲμ γεννᾶται, ὁ τοῦ παντὸς Ποιητής, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ πρὸ αἰώνων
Βασιλεύς, ἡ φλογίνη ῥομφαία, τὰ νῶτα δίδωσιν, τὸ μεσότοιχον τοῦ φραγμοῦ
διαλέλυται, αἱ οὐράνιαι δυνάμεις, σὺν τοῖς ἐπὶ γῆς ἀναμίγνυνται, Ἄγγελοι
σὺν τοῖς ἀνθρώποις, κραταιὰν πανήγυριν συγκροτοῦσιν. Οἱ καθαροὶ τῷ καθαρῷ
προσενεχθέντες, ἴδωμεν τὴν Παρθένον, ὡς θρόνον δόξης Χερουβικόν, χωρήσασαν τὸν
μηδαμοῦ χωρούμενον Θεόν, καὶ βαστάζουσαν, ὃν τὰ Χερουβὶμ μετὰ φόβου
βαστάζουσιν· ὅπως παράσχῃ τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὤφθης
Ἐκκλησίας θεῖος πυρσός, καὶ Ἀρχιερέων ἀκροθίνιον ἀληθῶς, εὐσεβῶν ἡ δόξα, καὶ
ἱεραποστόλων, προστάτης καὶ ἀλείπτης, σοφὲ Γρηγέντιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου