ΔΕΚΕΜΒΡΙΟΣ
ΙΗ΄!!
ΣΟΦΙΑ
ΟΣΙΑ ΜΗΤΗΡ ΟΣΙΟΥ ΣΑΒΒΑ ΗΓΙΑΣΜΕΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Εὐφροσύνου
ἱερομονάχου Ἁγιοσαββαΐτου)
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Τῇν
πανσέπτῳ κοιμήσει σου, μονασταὶ ἐπαγάλλονται, καὶ ἡ Λαύρα γέγηθε ἡ περίκλυτος,
Σάββα τοῦ θείου Πατρὸς ἡμῶν, ᾠδήν σοι ἐξόδιον προσφωνοῦσα τῇ μητρί, καὶ ἑόρτια ᾄσματα,
ἀναμέλπουσα, κεκτημένη τὰ λείψανά σου ὄλβον, ὡς πολύτιμον Σοφία, καὶ ὡς πηγὴν ἁγιάσματος
(Δίς)
Ἐν
φωναῖς άλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, κοίμησιν εὐφρόσυνον ἑορτάζοντες, τὴν τῆς
Ὁσίας μητρὸς ἡμῶν, Σοφίας τῆς σώφρονος, ἐκ καρδίας τῷ Θεῷ, χαριστήριον ᾄδοντες ὕμνον
σήμερον, καὶ προσπέσωμεν πίστει τε καὶ πόθῳ, τῷ σεπτῷ αὐτῆς λειψάνῳ, Πνεύματος
θείου πληρούμενοι.
Βηθλεὲμ
μεγαλύνθητι, Ἐφραθᾶ ἐπευφράνθητι, ἔρημος εὐθήμησον νῦν χορεύουσα, τὰ τῶν
μητέρων συστήματα, συγχάρητε ψάλλοντα, τῶν Ὁσίων οἱ χοροί, συναθροίσθητε ᾄδοντες,
προεόρτια, τῶν Χριστοῦ γενεθλίων, τοῦ τὴν μνήμην, τῆς θεόφρονος Σοφίας, θεοπρεπῶς
μεγαλύναντος.
Δόξα. Ἦχος β΄.
Δεῦτε
ἅπαντες φαιδρῶς, οἱ τῆς μετανοίας ἐργάται καὶ τῆς Σοφίας ἐρασταί· δεῦτε
κηδεύσωμεν ᾄσμασι, τὴν πανολβίαν Σοφίαν, τὴν σώφρονα καὶ ἡγιασμένην μητέρα·
νέμει γὰρ πλουσίως τὴν Χάριν, τοῖς προσκυνοῦσιν ἐν πίστει τὰ πάντιμα λείψανα,
καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμην
θεολαμπῆ, αἰνέσωμεν προφρόνως, ᾄσμάτων ἐγκωμίοις, μητρὸς ἡμῶν Ὁσίας, Σοφίας τῆς
θεόφρονος.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ
προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πάντες
ἐν στεναγμοῖς, Πνεύματος ἀλαλήτοις, συνδράμωμεν τῇ Λαύρᾳ, τοῦ θεοφόρου Σάββα,
Σοφίας μνήμην σέβοντες.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Σήμερον
ἐν χαρᾷ, οἱ τῶν Ὁσίων δῆμοι, καὶ τῶν μητέρων τάξεις, ἀγάλλονται Σοφία,
προστάτιν σὲ κατέχοντες.
Δόξα. Τριαδικόν.
Λόγε
Μονογενές, Πατρὸς ἐξ ἀγεννήτου, Υἱὲ Θεοῦ παντάναξ, κατάπεμψον τὸ Πνεῦμα, τὸ θεῖον
τοῖς ἱκέταις Σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
ἡ Βηθλεέμ, ἁγία γῆ Ἰούδα, ἐν ᾗ τὸ θεῖον Βρέφος, ὑπὸ Μητρὸς Παρθένου, ἀφράστως
γεννηθήσεται.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Γόνος
πάνσεπτος, Καππαδοκίας, στήλη ἔμψυχος, τῆς ἐγκρατείας, καὶ σωφροσύνης κανὼν ὤφθης
ἔνθεος· ἐν συζυγίᾳ σεμνῶς γὰρ ἐβίωσας, καὶ ἐν ἐρήμῳ ὁσίως διέλαμψας, Μῆτερ ἔνδοξε,
Σοφία Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, πῶς ἐν γήρᾳ στεῤῥῶς, ὡς νεᾶνις ἤσκησε, καὶ πᾶσας τοῦ
δυσμενοῦς μωρίας ᾔσχυνε! Σοφία ἡ εὐκλεής, Καππαδοκίας τὸ ἔξοχον βλάστημα, ἡ
μήτηρ τε καὶ τροφός, Σάββα τοῦ θείου Πατρὸς χρηματίσασα· καὶ σὺν τοῖς Ἀγγέλοις
πᾶσι νῦν περιχορεύουσα, ἀεννάως πρεσβεύει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὢ
τοῦ παραδόξου θαύματος, ἡ πλουσία σαρκί, καὶ πτωχὴ τῷ πνεύματι, φρονήματι ἀνδρικῷ
σοφῶς ἀντήλλαξε, θησαύρισμα γεηρόν, τοῖς ἀθανάτοις καὶ θείοις χαρίσμασι, Σοφία ἡ
θαυμαστή, μοναζουσῶν καὶ μητέρων τὸ καύχημα, καὶ ὑπὲρ ἡμῶν αἰτεῖται μετὰ τοῦ
θεόφρονος, καὶ υἱοῦ αὐτῆς Σάββα, τοῦ δοθῆναι ἡμῖν ἔλεος.
Τὴν
σὴν γεραίρομεν κοίμησιν, ὦ Σοφία μῆτερ, καὶ κατασπαζόμεθα, τὸ θεῖόν σου καὶ
σεπτὸν Ὁσία λείψανον, πληρούμενοι χαρμονῆς, ἁγιασμοῦ τε καὶ Πνεύματος χάριτος,
δοξάζοντες τὸν Θεόν, καὶ σοὶ πρεπόντως βοῶμεν καὶ λέγομεν· τῆς Σοφίας σκῆνος χαῖρε,
μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων πλουσίως, διὰ σοῦ ἡμῖν τὸ ἔλεος.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις
εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὴν θεοφόρον, τὴν ἡγιασμένην τῷ Πνεύματι, καὶ
δεδοξασμένην τοῖς θαύμασι, τὴν σεμνὴν καὶ σώφρονα Ὁσίαν, Σοφίαν, μοναζουσῶν τὸ ἐγκαλλώπισμα,
ἐρήμου, τὸ πολυτίμητον θησαύρισμα, Καππαδοκίας τὸ κλέος, τοῦ Ἁγίου Σάββα, τὴν
μητέρα τε καὶ τροφόν, τὴν πρὸς Χριστὸν νῦν πρεσβεύουσαν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ποίοις
οἱ εὐτελεῖς χείλεσιν, ἐπαινέσωμεν νῦν τὴν Σοφίαν, τὴν διηνθισμένην τοῖς ἄνθεσι,
τῆς ἐγκρατείας καὶ κάλλεσιν, ἀρετῶν πολλῶν πεποικιλμένην, παρθένων, ἀσκητριῶν τὸ
ἀγαλλίαμα, μητέρων, θεοσεβῶν τὸ σεμνολόγημα, Σαββαϊτῶν τὴν προστάτιν,
Καππαδόκων γέρας, τὴν ἐν γήρᾳ ὑπὲρ Χριστοῦ, ἀσκήσει ἐκλάμψασαν, καὶ τοῖς τιμῶσιν
αὐτὴν βραβεύουσαν.
Ποῖα
πνευματικὰ ᾄσματα, σοὶ προσάξωμεν σεμνὴ Σοφία, ἐπὶ τῇ πανσέπτῳ κοιμήσει σου, καὶ
τῇ πρὸς ἡμᾶς ἀντιλήψει σου· πάντοτε γὰρ σκέπεις καὶ φυλάττεις, τὴν Λαύραν, τοῦ
σοῦ υἱοῦ τῇ μεσιτείᾳ σου, καὶ βρύεις, θαυμάτων χάριν τοῖς λειψάνοις σου· νῦν δὲ
φωτὶ ἀπροσίτῳ, κατηγλαϊσμένη, καταλάμπρυνον τὰς ψυχάς, τῶν πίστει βοῶντων σοι·
χαίροις Σοφία παναοίδιμε.
Δόξα. Ἦχος πλ. Β΄.
Σήμερον
λαμπροφανὴς ἐπέλαμψεν ἡμῖν, τῆς Ὁσίας Σοφίας ἡ μνήμη, ἀποστάζουσα θεῖον
γλυκασμόν, πᾶσι καὶ εὐφροσύνην. Δεῦτε οὖν χρεωστικῶς, τὴν κατὰ σάρκα μητέρα,
Σάββα τοῦ θείου Πατρὸς ἡμῶν, ἐν ὕμνοις μακαρίσωμεν· χαίροις, μητέρων καλλονή,
μοναζουσῶν ὡραιότης, Ὁσίων ἀγλάϊσμα, καὶ τῆς καθ’ ἡμᾶς ἐρήμου, γέρας καὶ
καύχημα· χαίροις, ἡ τὴν Σοφίαν τοῦ Θεοῦ, σοφῶς ἐπιποθήσασα, καὶ τοῦ σοφιστοῦ τὰ
ἄσοφα σοφίσματα, φιλοσόφως καταργήσασα. Ἀλλ’ ὦ μῆτερ Σοφία, μὴ ἐλλείπῃς καὶ ἡμᾶς,
μητρικῶς περιέπειν, τοὺς μετὰ πόθου τιμῶντας, τὴν πανέορτον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον.
Σπήλαιον
εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑπεδέχου, τὸν τῷ
λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες,
μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν,
τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα,
δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης
μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν
τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ
καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται
ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε
κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ
λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς
ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.
Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ
τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι,
περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε
προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ
οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς,
καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω.
Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος
ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος
ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι
καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει
δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις
δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως
χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ
καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος
θανάτου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν,
φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν
αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις
ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ
κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται
δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης
ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων
αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος
ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην,
καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς
μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς
ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων
αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ
ἀποκρύπτεται.
Λιτή. Ἦχος α᾿.
Ὁσιακὴ πανήγυρις σήμερον ἀδελφοί,
προεόρτιος τῶν Γενεθλίων τοῦ Χριστοῦ. Σκιρτήσατε τὰ σπήλαια τῆς ἐρήμου, καὶ τὰ
περίχωρα τῆς Βηθλεέμ· εὐφραίνου καὶ χόρευε ἡ περίκλυτος Λαύρα, Σάββα τοῦ Ἡγιασμένου
Πατρὸς ἡμῶν· πνευματικὴν γὰρ ἑστίασις συνεκάλεσεν ἡμᾶς, ἡ πάντερπνος καὶ ἀξιΰμνητος
μνήμη, τῆς συμπαθεστάτης Σοφίας. Ταύτην οὖν γηθοσύνηως, ᾄσματικοῖς ἐγκωμίοις
καταστέψωμεν, καὶ ὡς τέκνα τῇ μητρὶ υἱοπρεπῶς ἀνακράξωμεν· Ὁσία τοῦ Θεοῦ,
πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἡ τῇ ἑνδεκάτῃ ὥρᾳ προσελθοῦσα προθύμως, ἐν
τῷ μυστικῷ ἀμπελῶνι τῆς ἀσκήσεως, ἀξίνῃ τῆς μετανοίας, σήμερον τὸ δηνάριον ἴσον
ἐκομίσατο τοῖς πάλαι Ὁσίοις, παρὰ Χριστοὺ τοῦ Θεοῦ ἡμῶν. Ἡ τὴν φύσιν τῷ πόθῳ
νικήσασα, καὶ πλοῦτον ἐπίκηρον βδελυξαμένη, Σοφία ἡ ἀοίδιμος, πᾶσιν ἡμῖν
προτίθεται τράπεζαν πνευματικήν. Ἡ γὰρ παγγέραστος αὐτῆς μνήμη, ὑπὲρ μέλι καὶ
κηρίον κατευφραίνει τὰς φιλεόρτους ψυχάς, καὶ πλουσίως παρέχει τοῖς εὐλαβῶς ἀνυμνοῦσιν
αὐτήν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Πῶς μὴ θαυμάσωμεν, τὴν θεόῤῥυτον εὐωδίαν,
τοῦ πανσέπτου λειψάνου σου; ἢ πῶς ἐπαξίως εὐφημήσωμεν, τὴν πρὸς ἡμᾶς σου καθ’ ἑκάστην
μητρικὴν εὐστοργίαν; Οὕτως οἶδε δοξάζειν ὁ Θεός, τοὺς Αὐτὸν δοξάζοντας· ἡμεῖς δὲ
περιχαρῶς ἀσπαζόμενοι, τὸ τίμιον λείψανον, καὶ τὴν ἱεράν σου εἰκόνα, ἀναξίοις
χείλεσι, ῥῶσιν ψυχῆς τε καὶ σώματος λαμβάνομεν, μεγαλύνοντες τὸν σὲ δοξάσαντα
Κύριον· Ὃν ἐκτενῶς ἱκέτευε, μῆτερ Σοφία, τοῦ ἐλεῆσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ἔρωτι θείῳ τρωθεῖσα τῇ ψυχῇ, Ὁσία
θεόσοφε, χρημάτων κατεφρόνησας, τοῦ γήρατος τὸ ἀσθενές, τῶν συγγενῶν τὴν
παράκλησιν, πατρίδος τε τὴν στέρησιν, ἔχουσα ἐν οὐρανοῖς τὴν ἐλπίδα, ἀκλινῆ καὶ
βεβαία· διὸ ὡς ἔλαφος διψῶσα, ἐν τῇ ἐρήμῳ ἔδραμες, τὸν πλοῦτόν σου καταλιποῦσα,
ταὶς χερσὶ τοῦ υἱοῦ σου, Σάββα τοῦ τρισμάκαρος. Καὶ παρ’ αὐτοῦ χειραγωγηθεῖσα, ἐν
κοινοβίῳ διέλαμψας, προσευχῇ καὶ νηστείᾳ. Ἀλλ’ ὦ μῆτερ ἀξιάγαστε, αἴτησαι πᾶσιν
ἡμῖν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. Α’.
Σοφία μῆτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ
Κυρίου ἀκούσασα, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν
λογισαμένη· ὅθεν πᾶσιν ἐβόας, ἀγαπήσατε ταὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον·
μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὕρητε ἀνάπαυσιν,
μετὰ πάντων τῶν Ἁγίων. Τῆς σῆς Ὁσίας ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν·
ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος
ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες·
Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν
Χαίροις,
Σοφία νύμφη σεμνή, ἡ τὸν Σωτῆρα ὁλοψύχως ποθήσασα, καὶ μήτηρ τοῦ θεοφόρου, Ἡγιασμένου
Πατρός, Σάββα τοῦ Ὁσίου χρηματίσασα· σοφίας κειμήλιον, προσευχῆς ἐργαστήριον, ἁγνείας
καὶ ἀγάπης παλάτιον, ταπεινώσεως, καὶ πτωχείας ἀνάκτορον· χαίροις ἡ τὰ ἐπίγεια,
πανσόφως μισήσασα, καὶ τὰ οὐράνια πόθῳ ἀσκητικῶς ἐκζητήσασα· Χριστὸν ἐκδυσώπει,
παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ
προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις,
Καππαδοκίας βλαστός, τὸ τῆς ἐρήμου πολυτίμητον αὔχημα, ὑπόδειγμα μετανοίας, καὶ
ξενιτείας κανών, θεϊκῆς σοφίας ἐνδιαίτημα· πλουσίων ὁ ἔλεγχος, τῶν μὴ διδόντων
τὸ ἔλεος, ἡ σὺν Ἀγγέλοις, ἐν χαρᾷ νῦν χορεύουσα, καὶ τὸν Κύριον, τηλαυγῶς ἐποπτεύουσα·
χαίροις Ὁσία ἔνδοξε, Σοφία πανεύφημε, ἀσκητριῶν εὐφροσύνην, γεγηρακότων εὐπρέπεια·
μὴ παύσῃ πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ πάντων τῶν εὐφημούντων σε.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, τῆς Παλαιστίνης ἀνθός, Ἁγίου
Σάββα τῆς Μονῆς ἐγκαλλώπισμα, μητέρων ἡ σωφροσύνη, μοναζουσῶν ὁδηγός, σκῆνος τῆς
σοφίας τὸ θεότευκτον· ἡ σάρκα μισήσασα, καὶ Χριστὸν ἀγαπήσασα, ἡ παρθενίᾳ, τὴν
ψυχὴν ὡραΐσασα, καὶ διάβολον, παντελῶς διαλύσασα· ὅπλῳ Σταυροῦ ἡ πάνσεμνος,
δυνάμει τοῦ Πνεύματος, τοῦ Ἰησοῦ ἐπικλήσει, στενῇ ὁδῷ τῆς ἀσκήσεως· Σοφία Ὁσία,
περιφρούρει τε καὶ σκέπε, ἡμᾶς πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. Δ΄.
Ἡ Σοφία τοῦ Θεοῦ, ἀληθῶς ἐν σοὶ μῆτερ, ᾠκοδόμησεν
οἶκον· καὶ γέγονας εἰκὼν τοῦ Παρακλήτου καὶ σκεῦος, εἰς τιμὴν ἡγιασμένον· τὸν
χρυσὸν κατεφρόνησας, τὸν Χριστὸν ἐπεπόθησας· ἠρνήσω τὸν κόσμον, καὶ ἐκόσμησας
σεαυτήν, ὑπακοῇ καὶ ἐγκρατείᾳ· τὸ γῆρας οὐδόλως ἐφείσω, καὶ ὡς γέρας σοὶ Χριστός,
Βασιλείαν οὐρανῶν ἐχαρίσατο· τοῦ υἱοῦ σου ταῖς εὐχαῖς, ἐν ὁσίαις διέλαμψας, καὶ
τῶν δακρύων σου ῥοαῖς, τὸν τῆς ψυχῆς χιτῶνα ἐλεύκανας. Πρέσβευε διηνεκῶς, Σοφία
παμμακάριστε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν.
Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι
δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες
ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. ταχὺ προκατάλαβε.
Σοφίαν
ζηλώσασαν τὴν ἐνυπόστατον, ὁσίως διέλαμψας ἀσκητικῇ ἀγωγῇ, μητέρων ἀγλάϊσμα, σὺ
γὰρ Ἡγιασμένον, ἡμῖν ἔτεκες ὄντως, Σάββαν τὸν θεοφόρον, ὦ Σοφία θεόφρον· μεθ’ οὗ
καὶ νῦν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Γόνος
πάνσεπτος, Καππαδοκίας, στήλη ἔμψυχος, τῆς ἐγκρατείας, καὶ σωφροσύνης κανὼν ὤφθης
ἔνθεος· ἐν συζυγίᾳ σεμνῶς γὰρ ἐβίωσας, καὶ ἐν ἐρήμῳ ὁσίως διέλαμψας, Μῆτερ ἔνδοξε,
Σοφία Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε
ἅπαντες πιστοί, τὴν τῆς Ὁσίας ἑορτήν, ἑορτάζομεν λαμπρῶς, ὅτι ἐβλάστησεν ἡμῖν, Ἡγιασμένον
πατέρα καὶ προστάτην, Σάββαν τὸν κλεινόν, καὶ ἀδιάφθορον, καὶ ἤσκησε σεμνῶς, ἐν
ταπεινώσει πολλῇ· χρεωστικῶς οὖν ἅπαντες προσπέσωμεν, τῇ τοῦ λειψάνου προσθήκῃ
αὐτῆς, βοῶντες· Χαίροις, Σοφία μῆτερ, τῆς ἐρήμου ὡράϊσμα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ
χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων
νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ
Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς
ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
γ’. Τὴν ὡραιότητα.
Σοφίας ἔρωτι, ψυχὴν ἁγνίσασα, πλοῦτον ἐπίκητον,
πανσόφως ἔλιπες, καὶ ὡς ἡσύχιος τρυγών, ηὐλίσθης ἐν τῇ ἐρήμῳ· ὅθεν τῇ τοῦ σοῦ υἱοῦ
προμηθείᾳ ἡγίασαι, καὶ φωτοειδέστατον σκεῦος ὤφθης τοῦ Πνεύματος· διὸ καὶ παρ’ ἡμῶν
νῦν ἀκούεις· Χαίροις Σοφία θεοφόρε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν
ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ
καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω
σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄.
Θείας πίστεως.
Θείῳ ἔρωτι, πεποικιλμένη, σθένει
Πνεύματος, κραταιωθεῖσα, φιλοσόφως τῷ Χριστῷ ἠκολούθησας· καὶ τοῦ υἱοῦ σου σοφαῖς
ὑποδείξεσιν, ἀσκητικῶς τὸν ἀγῶνα ἐτέλεσας· Ὃν ἠγάπησας Σοφία Χριστὸν ἱκέτευε, εἰρήνην
καταπέμψαι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Θρόνος
πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε
Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις
χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Εἶτα, οἱ Ἀναβαθμοί· ταὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μάρκον
(Κεφ. Η΄ 34-θ΄ 1)
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄.
Στ.:
Ἐλέησόν με ὁ Θεός…
Αἶνος τῷ Θεῷ, καὶ χαριστήριον μέλος
προσάδεται, ἐπὶ τῇ σεπτῇ κοιμήσει σου, Σοφία πανεύφημε. Μακαρία ὄντως εἶ σεμνή,
ἡγιασμένη σου ἡ κοιλία, ἡ τέξασα ἡμῖν, φωστῆρα παγκόσμιον, Σάββαν τὸν ἀοίδιμον.
Καὶ νῦν ἐν οὐρανῷ, τῷ φέγγει τῆς Τριάδος κατηγλαϊσμένη, φώτισον καὶ ἡμῶν τὰς διανοίας
πρεσβείαις σου.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τῆς Ὁσίας δύο.
Ὁ α’ Κανὼν τῆς Ὁσίας, οὗ ἡ
ἀκροστιχίς:
Πόθῳ γεραίρω τὴν σὴν Σοφία μετάστασιν.
ᾨδὴ α’. Ἦχος β’. Ἐν βυθῷ κατέστρωσε
ποτέ.
Παριδοῦσα πλοῦτον
γεηρόν, ἅπαντα κατέλιπες, ἐν ταῖς χερσὶ τοῦ υἱοῦ σου πανεύφημε, πίστει ἐκζητήσασα,
τὴν οὐράνιον δόξαν τὴν μένουσαν· διὸ κατὰ χρέος ὕμνοις σὲ Σοφία μακαρίζομεν.
Ὁλικῶς ἐπόθησας
σεμνή, βίον τὸν ἰσάγγελον, καὶ παροικῆσαι ἐν ἐρήμῳ ἔδραμες, Σάββα τοῦ
θεόφρονος, ἑπομένη σοφαῖς παραινέσεσιν· ὅθεν ὡς μητέρα, ἡμῶν ἐγκωμίοις σὲ
γεραίρομεν.
Θαυμαστῶς ἐβλάστησας
ἡμῖν, κρίνον εὐωδέστατον, ἀειθαλὲς καὶ ἄνθος τὸ ἀμάραντον, Σάββαν τὸν μακάριον,
ὡς ὡραία γῆ καὶ κατάκαρπος· καὶ νῦν γηθοσύνως, τὴν σὴν ἑορτάζομεν πανήγυριν.
Θεοτοκίον.
Ὡς γλυκὺ ὡς ἀγαπητόν,
ὡς κοσμοχαρμόσυνον, ὡς ἐφετὸν ἀληθῶς καὶ παμπόθητον, ὑπάρχει τοῖς δούλοις Σου,
τὸ Σὸν ὄνομα Παναγία θεόνυμφε· καὶ εὐλογημένος, ὁ καρπὸς ἁγνὴ τῆς κοιλίας Σου.
Ὁ β’ Κανὼν τῆς Ὁσίας, οὗ ἡ
ἀκροστιχὶς κατ’ ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Εὐφροσύν(ου).
ᾨδὴ α’. Ἦχος α’. Χριστὸς γεννᾶται.
Αἰνέσω μνήμην εὐφρόσυνον,
Σοφίας τῆς σεμνῆς ἀγαλλόμενος, κροτήσω τὰς χεῖρας Πνεύματι, ᾄσμασιν ἐγκωμίων
μελῳδικῶς ταύτην καταστέψω, τὴν Ὁσίαν τοῦ Θεοῦ τὴν εὐσυμπάθητον.
Βροτὸν ἐγέννησας ἄγγελον,
καὶ σκῆνος ἀφθαρσίας πανάγιον, ἁγνείας τερπνὸν ὀσφράδιον, Σάββαν τὸν θεοφόρον,
καὶ πολιστὴν τῆς ἐρήμου θεῖον, τῶν μητέρων καλλονή, Σοφία ἔνδοξε.
Γυνὴ μὲν οὖσα τῷ
σώματι, ἀνδρεία δὲ φανεῖσα τῷ πνεύματι, ἐν γήρᾳ στεῤῥῶς ἐνήσκησας, πλοῦτον
παριδοῦσα τὸν γεηρόν, χερσὶ τοῦ υἱοῦ σου, τῆς ἐρήμου χελιδὼν ἡ ἀπελεύθερος.
Θεοτοκίον.
Ἐκ Σοῦ ἡ χάρις ἐξήνθισε,
καὶ κόσμῳ εὐλογίαν ἐπήγασε, χαρὰν καὶ ζωὴν αἰώνιον, μόνη εὐλογημένη ἐν
γυναιξίν, ἄχραντε Μαρία, ἀειπάρθενε ἁγνὴ θεοχαρίτωτε.
ᾨδὴ γ’. Τῆς πίστεως ἐν πέτρᾳ.
Γεώργιον, τὴν ἔρημον
ἀναδείξας, τὸν νοῦν σου ἀπαθείᾳ καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, καὶ
τὴν Σοφίαν τὴν ἐνυπόστατον, ἐνοικοῦσαν ἔσχες ἐν τῇ καρδίᾳ σου.
Εὐφραίνεις, τὰς
χορείας τῶν μοναζόντων, λαμπρύνεις τὰς καρδίας τῶν σὲ τιμώντων, τὴν Λαύραν τοῦ
υἱοῦ σου εὐωδιάζεις, χειραγωγεῖς δὲ πολλοὺς εἰς μετάνοιαν, καὶ καθιλαρύνεις ἡμῶν
τὴν διάνοιαν.
Ῥεόντων, τὸ ἐπίκηρον
ἐβδελύξω, ἁγνείας ἐνδιαίτημα ἐνεδύσω, καὶ γέγονας δοχεῖον ἡγιασμένον, ἠγλαϊσμένη
φωτὶ τῆς θεότητος, καὶ πεποικιλμένη στολῇ τῆς σεμνότητος.
Θεοτοκίον.
Ἀμόλυντε, ἀκήρατε
Θεοτόκε, ἀπόπλυνον τὸν βόρβορον τῆς ψυχῆς μου, καὶ ὅλον με καταύγασον ἵνα
ψάλλω· οὐκ ἔστιν ἅγιος, ὡς Σὺ πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος πλήν Σου
Δέσποινα.
Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.
Δέχου ἐκ καρδίας,
καὶ χειλέων ἀπόρων ἐφύμνιον· καὶ μὴ βδελύξῃ μου Σοφία, τὴν ἐγχείρησιν ταύτην· ἀλλ’
ὥσπερ Χριστὸς ἐδέξατο, χήρας τὰ δύῳ λεπτὰ οὕτω νῦν, δέξαι μου τὴν αἴνεσιν.
Εὐφραίνει
καρδίας, καὶ λαμπρύνει Σοφία ἡ μνήμη σου, τὰς διανοίας τῶν ἐν πίστει, καὶ θερμῶς
προσιόντων, τεμένει σου ἱερῷ ἀοίδιμε, τῷ ἐν ἐρήμῳ καὶ νέμει χαράν, χάριν τε τοῦ
Πνεύματος.
Ζῶσα νῦν
χορεύεις, εἰς παστάδα Σοφία ἀμόλυντον, ἐν Ἐκκλησίᾳ πρωτοτόκων, ἔνθα ἦχος ἐν δόξῃ,
Ἀγγέλων τρισαγίοις ᾄσμασι, δοξολογούντων ἐν ὕμνοις ἀεί, Ἅγιος εἶ Κύριε.
Θεοτοκίον.
Ὑψίστου καθέδρα, ἡ
κοιλία Σου γέγονε Δέσποινα, χωρησαμένη Θεὸν Λόγον, ἀποῤῥήτως τεχθέντα, ἐκ Σοῦ ὅπως
ἀναπλάσειε, τὴν πεπτωκυῖαν τοῦ γένους ἡμῶν, φύσιν ὡς φιλάνθρωποις.
Κάθισμα. Ἦχος πλ. Α’. Τὸν συνάναρχον
Λόγον.
Μονασταὶ τῆς ἐρήμου δεῦτε συνδράμωμεν,
καὶ τῆς Ὁσίας Σοφίας τὴν μνήμην τὴν ἱεράν, ᾄσμασιν ἐγκωμίων ἀνευφημήσωμεν· ὅτι ἐβίωσε
σεμνῶς, καὶ κατήνεγκεν ἐχθρὸν τοῦ Πνεύματος τῇ δυνάμει· καὶ μητρικῶς ἡμᾶς
σκέπει, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις αὐτῆς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως,
καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὦ Ἀειπάρθενε,
καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς
πάσιν ἐφηπλωμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἰσώνυμε, τῆς
Σοφίας Θεοῦ ἱκετεύω σε, ῥανίδα σοφίας μοι νῦν καταπέμψαι σὺν δάκρυσι, ὅπως ἐκρυφθήσωμαι,
τὸν τῆς καρδίας μου ῥύπον, ἐμπλησθείσης τοῖς πάθεσι.
Ῥωννύμενοι, τῇ
προσψαύσει τοῦ θείου λειψάνου σου, ὕμνον χαριστήριον μελῳδικῶς σοι προσφέρομεν,
καὶ τὴν εὐστοργίαν σου τὴν ἀνεξάντλητον, πρὸς ἡμᾶς Σοφία γεραίρομεν.
Ὡράϊσμα, τῆς ἐρήμου
καὶ θεῖον ἀπάνθισμα, μητέρων εὐπρέπεια, μοναζουσῶν ὑποτύπωσις, σεμνότητος ἄγαλμα,
Σοφία γέγονας, καὶ τοῦ Παραδείσου ἀπαύγασμα.
Θεοτοκίον.
Τὴν ἄσπορον,
προσκυνοῦμεν Παρθένε λοχείαν Σου, καὶ κόσμῳ κηρύττομεν, τὴν εἰς ἀεὶ παρθενίαν
Σου, νύμφη ἀπειρόγαμε καὶ παντευλόγητε, Θεομῆτορ Κόρη ἀμόλυντε.
Ἕτερος. Ῥάβδος ἐκ ταῆς ῥίζης.
Ἤρδευσας τὴν ἔρημον
ῥοαῖς, δακρύων σου καὶ ᾔσχυνας, τοῦ ἀλλοτρίου τὰ σοφίσματα, ἀσκήσει καὶ προσευχῇ,
ἐγκρατείᾳ καὶ πόνοις, εὔφρανας Ἀγγέλων τὰς χορείας, Ὁσίων ὁ γλυκασμός, τῶν
Σαββαϊτῶν ἐγκαλλώπισμα.
Θρόνῳ παρεστῶσα
τοῦ Χριστοῦ, ἀπαύστως καθικέτευε, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων σου, μνημόσυνον ἱερόν,
καὶ πανήγυριν θείαν, ἵνα κατὰ χρέος σοὶ βοῶμεν· Σοφία μήτηρ σεμνή, χαίροις τῆς ἐρήμου
ἀγλάϊσμα.
Ἴσχυσας παθῶν κατὰ
σαρκός, κόσμου καὶ κοσμοκράτορος, τῇ τοῦ Σταυροῦ ῥωσθεῖσα χάριτι, τελείαν ὑπακοήν,
ἐξασκοῦσα Σοφία· ἔσπειρας ἐν δάκρυσιν ἀφθόνως· καὶ νῦν ἐν οὐρανοῖς, κατατρυφᾷς
τοῦ Κυρίου σου.
Θεοτοκίον.
Φέρεις ἐν ἀγκάλαις
Σου ἁγνή, τὸν πάντα περιέχοντα, καὶ τοῖς Ἀγγέλοις ἀθεώρητον· θηλάζεις τὸν
Ποιητήν, καὶ Δεσπότην Παρθένε, σάρκα ὑλικὴν ἡμφιεσμένον, ὢ ξένου τε καὶ φρικτοῦ,
ὢ καινοπρεποῦς θεωρήματος.
ᾨδὴ ε’. Ὁ φωτισμός.
Ἡ καλλονὴ τῶν
φρονίμων παρθένων καὶ σωφροσύνη, ἡ καταφυγὴ τῶν ἀπελπισμένων, τῶν ἐν ἐρήμῳ
γλυκεῖα παραμυθίᾳ, τῆς Ἑώας ἅγιον βλάστημα, ἐδείχθης Σοφία καὶ Λαύρας τὸ
καύχημα.
Νικητικαῖς ἀριστείαις
κεκοσμημένη, καὶ τῆς ἀποῤῥήτου καὶ θείας αἴγλης, ταῖς φανοτάταις ἐντρυφῶσα ἀκτῖσι,
σκέπασόν με τῇ προστασίᾳ σου, καὶ καταύγασόν μου τὸν νοῦν τῇ ἐλλάμψει σου.
Σοῦ τὴν σεπτὴν καὶ
φωσφόρον πανήγυριν ἐκτελοῦντες, ὡς ἡγιασμένην μητέρα πάντες, ἀπὸ καρδίας ἐκτενῶς
δυσωποῦμεν, τῶν κινδύνων ἡμᾶς διάσωσον, καὶ πρὸς σωτηρίας τὰς τρίβους ὁδήγησον.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν τὸν ἀχώρητον
ἄχραντε δεξαμένη, ἀστενοχωρήτως ἐν τῇ γαστρί Σου, καὶ τὰς ᾠδῖνας τῆς λοχείας
φυγοῦσα, τῆς ψυχῆς μου ἄλγη θεράπευσον, καὶ τῆς μετανοίας ὁδούς μοι διάνοιξον.
Ἕτερος. Θεὸς ὢν εἰρήνης.
Κανὼν σωφροσύνης,
ἐδείχθης σαφῶς, καὶ σεμνότητος σκήνωμα ἅγιον, μητέρων καθοδήγησις, ψαλλόντων
χαρμονή, πλουσίων ποδηγέτις, πενήτων ἡ προστάτις, τῆς ἐρήμου τὸ ἄνθος, τῶν Ὀρθοδόξων
ἀγαλλίαμα.
Λαμπρά σου ἡ
μνήμη, φαιδρύνει ψυχάς, καὶ φωτίζει τοὺς πόθῳ ὑμνοῦντάς σε, ἐγείρει πρὸς
μετάνοιαν, διώκει τὴν ἀχλύν, παθῶν τῶν ψυχοφθόρων, καὶ πάντας ἐκδιδάσκει, τοῦ
βοᾶν γηθοσύνως· Χαίροις Σοφία παμμακάριστε.
Μονὴ τοῦ υἱοῦ
σου, τιμᾷ σε λαμπρῶς, καὶ γεραίρει τὴν μνήμην σου χαίρουσα, ἐν ὕμνοις τε καὶ ᾄσμασι
χορεύει μυστικῶς, μητέρα σε Σοφία, κεκτημένη προδήλως, χαριστήριον αἶνον, υἱοπρεπῶς
σοι προσκομίζουσα.
Θεοτοκίον.
Ῥυσθῆναι
πταισμάτων, ἡμᾶς καὶ σεισμοῦ, ἐμφυλίου πολέμου καὶ θλίψεως, πυρός τε καὶ
κολάσεως, αἱρέσεως δεινῆς, νόσου καὶ πάσης βλάβης, ἱκέτευε Παρθένε, τὸν Υἱὸν καὶ
Θεόν Σου, ὅσα γὰρ θέλεις πάντα δύνασαι.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Νῦν Ἀγγέλων χοροῖς
συνηρίθμησαι, καὶ διηνεκῶς τῷ Δεσπότῃ παρίστασαι, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνην
ἡμῖν πρυτανεύουσα.
Σελασφόρος σελήνη
ἡ μνήμη σου, γνόφον τῶν παθῶν καὶ ἀχλὺν διαλύουσα, τὴν δὲ ἡμῖν ἐμφάνειαν, τοῦ Ἡλίου
Χριστοῦ προδεικνύουσα.
Ὁ χρυσὸς ὡς πηλός
σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀστραπτούσῃ τῇ Χάριτι, καὶ πλουτισθείσῃ πάνσοφε,
δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.
Θεοτοκίον.
Φώτισόν μου τὸ
σκότος πανύμνητε, ἡ τὸν φωτοδότην Χριστὸν ἡμῖν τέξασα, ὅπως ἀεὶ δοξάζω Σε, τὴν ὁλόφωτον
Σκέπην καὶ δύναμιν.
Ἕτερος. Σπλάγχνων Ἰωνᾶν.
Νάρδος μυστική, ἡ
θήκη σου γέγονε, λειψάνων ἀεὶ εὐωδιάζουσα, τοὺς προστρέχοντας, μετὰ πόθου καὶ
πίστεως πάντοτε, καὶ κρήνη εὐλογίας παναοίδιμε· ὅθεν Χάριτος πληρούμενοι, τὴν
θερμήν σου αἰτοῦμεν ἀντίληψιν.
Ξένισον ἡμᾶς,
Σοφία πρεσβείαις σου, ἐν κόλποις Θεοῦ τοῦ Παντοκράτορος, ἔνθα ἄνεσις, καὶ ἡ θέα
Χριστοῦ ἡ ἀκόρεστος, ὁ ἦχος ἑορτῆς ὁ ἀκατάπαυστος, ἔνθα ἡ χαρὰ ἡ ἄῤῥητος, καὶ
τρυφὴ καὶ ζωὴ ἀτελεύτητος.
Ὅλον μου τὸν νοῦν,
Σοφία καταύγασον, ταῖς αἴγλαις τῆς σῆς, μῆτερ λαμπρότητος, ὅπως ἴδοιμι, τὸ ἀπρόσιτον
φῶς τῆς θεότητος, καὶ ἀκούσω φωνῆς ἐγκαλούσης με· δεῦρο εἴσελθε εὐφρόσυνος, εἰς
νυμφῶνα Χριστοῦ τοῦ Κυρίου σου.
Θεοτοκίον.
Ὄρος τοῦ Θεοῦ, ἐδείχθης
κατάσκιον, καὶ πῖον ἁγνή, καὶ ἀλατόμητον, ὄρος ἅγιον, ἐξ οὗ λίθος χειρὸς ἄνευ
τέτμηται, ὃ πάλαι Δανιὴλ προεθεάσατο, σύλληψιν ἐμφαίνων ἄσπορον, Θεοῦ Λόγου καὶ
κύησιν ἄπονον
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος
σήμερον.
Σωφροσύνης ἄνθεσι, διηνθισμένη Ὁσία, ἐν ἐρήμῳ
ἔλαμψας, ἀγγελικῇ πολιτείᾳ, πάνσεμνος, ἐν συζυγίᾳ διεφυλάχθης, θαύμασι, παρὰ
Κυρίου ἀντεδοξάσθης, διὰ τοῦτο κατὰ
χρέος, σεμνὴ Σοφία, σὲ ὕμνοις γεραίρομεν.
Ὁ Οἶκος.
Φυγοῦσα πλοῦτον ἐπίκηρον, πατρίδα,
συγγενεῖς καὶ τὰ τοῦ κόσμου τερπνά, καταφρονήσασα γήρατος τὸ ἀσθενές, τοὺς δὲ
θείους τόπους διαδραμοῦσα, διῆλθες βίον ἰσάγγελον, χειραγωγηθεῖσα παρὰ τοῦ σοῦ
υἱοῦ, Σάββα τοῦ Ἡγιασμένου Πατρὸς ἡμῶν· καὶ ἐν ὀλίγῳ τελειωθεῖσα, ἐπλήρωσας
χρόνους μακρούς· τοῖς γὰρ ἔργοις καὶ τρόποις τῆς μετανοίας κεκοσμημένη, ἀνεδείχθης
ἀληθῶς, στήλη σωφροσύνης ἔμψυχος, ξενιτείας κανὼν ἀκριβέστατος, ἀκτημοσύνης ὑπόδειγμα
ἔνθεον, σκῆνος θεότευκτον τῆς Σοφίας τοῦ Θεοῦ, μητέρων ἀγλάϊσμα, ἀσκητριῶν ἐγκαλλώπισμα,
ἄνθος τῆς ἐρήμου εὐωδέστατον, καὶ τῆς Λαύρας ἡμῶν θησαύρισμα τιμαλφέστατον· διὰ τοῦτο κατὰ χρέος, σεμνὴ Σοφία, σὲ ὕμνοις
γεραίρομεν.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τῆς Ὁσίας Σοφίας, τῆς κατὰ σάρκα μητρὸς τοῦ Ὁσίου Σάββα τοῦ Ἡγιασμένου.
Γῆ Βηθλεὲμ κήδευσον σῶμα Σοφίας,
γῆ τῶν πραέων δέξαι ψυχὴν ὁσίαν.
Ὀγδοάτῃ δεκάτῃ ἐκ βίοιο Σοφία γηθόσυνος ἀπέπτη.
Αὕτη
ἡ Ὁσία, ἔτεκε τὸν Ὅσιον Σάββαν τὸν Ἡγιασμένον, κατὰ τὸ 439ο ἔτος, ἐπὶ
τῆς βασιλείας τοῦ Θεοδοσίου τοῦ μικροῦ εἰς τὸ χωρίον τῆς Καππαδοκίας
Μουταλάσκη. Ἐπειδὴ ὁ ἀνὴρ αὐτῆς Ἰωάννης, στρατιωτικὸς εἰς τὰς ὑψηλὰς τάξεις τοῦ
Ῥωμαϊκοῦ στρατοῦ, μετετέθη εἰς Αἴγυπτον, τὸν ἠκολούθησε καὶ ἡ Σοφία, ζήσασα ἐκεῖ
μέχρι τῆς τελευτῆς αὐτοῦ. Κατὰ τὸ 491ο ἔτος, εἰς μεγάλην εὑρισκομένη
ἤδη ἡλικίαν ἡ Ὁσία, ἀκούσασα περὶ τῶν κατορθωμάτων τοῦ υἱοῦ αὐτῆς, ἦλθεν εἰς τὴν
τῆς Ἰουδαίας ἔρημον, προσφέρουσα πᾶσαν τὴν περιουσίαν αὐτῆς εἰς τὸν Ὅσιον. Ὁ
Σάββας, λόγῳ τοῦ ἀβάτου τῆς Λαύρας αὐτοῦ εἰς τὰς γυναῖκας, ἔστειλεν αὐτὴν εἰς τὸ
Κοινόβιον τῆς Ὁσίας Παύλης ἐν Βηθλεέμ, ἔνθα ἡ Σοφία, ἠγωνίσατο καλῶς, φθάσασα εἰς
μέτρα τελειότητος τῆς ἀρετῆς. Ὀλίγα ἔτη ἀργότερον, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοκράτορος
Ἀναστασίου, ἐκοιμήθη εἰρηνικῶς ἐν Κυρίῳ, κηδευθεῖσα ἐν θήκαις ὁσίαις ὑπὸ τοῦ
Σάββα, ὅστις, διὰ τῶν χρημάτων τῆς μητρὸς αὐτοῦ, ἵδρυσεν μετόχιον εἰς τὴν Ἱεριχὼ
δι’ ἀναψυχὴν τῶν Πατέρων. Μετὰ τὴν ἀνακομιδὴν
τῶν λειψάνων τῆς Ὁσίας, οἱ Πατέρες ἔκτισαν μικρὸν ἡσυχαστήριον εἰς τιμὴν αὐτῆς
πλησίον τῆς Λαύρας, ἔνθα καὶ ἐναπέθεσαν τὰ λείψανά της. Ὅμως, διὰ λόγους ἀσφαλείας,
αὐτὰ μετεκομίσθησαν εἰς τὴν Μονὴν ἐπὶ ἡγουμενίας Ἰωάσαφ τοῦ Κρητός (1835-1874),
ὅστις καὶ ἀπέκρυψεν αὐτὰ εἰς ἄγνωστον κρύπτην ἐντὸς τῆς Μονῆς. Μικρὸν τεμάχιον
τοῦ λειψάνου της σώζεται εἰς παλαιὰν λειψανοθήκην ἐν τῷ Σκευοφυλακίῳ.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰδοὺ νῦν ἐπέφανεν ἐκ τῆς Ἑώας, ἡ μνήμη
σου ἔνδοξε Σοφία καὶ κατηύγασε, τὴν ἔρημον ἅπασαν καὶ τὰς καρδίας ἡμῶν, βοώντων
ἐν ᾄσμασι· Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἀνύσασα στάδιον τῆς ἐγκρατείας, τὰ πάθη ἐνέκρωσας
τοῦ Πνεύματος τῇ χάριτι, προσῆλθες δὲ χαίρουσα εἰς ἀπαθείας βυθόν, κραυγάζουσα
πάντοτε· Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Μεσίτρια γέγονας ἡμῖν Σοφία, δεήσεις τῶν
τέκνων σου ἀεὶ διαπορθμεύουσα, καὶ πᾶσι προχέουσα τὴν εὐλογίαν πιστοῖς, βοῶσιν ἑκάστοτε·
Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Ἐλπὶς ἀκαταίσχυντε καὶ προστασία, βεβαία
ἀντίληψις καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχεις πανάχραντε καὶ σωτηρία ἡμῶν, τῶν χαῖρε
βοώντων Σοι ἁγνή, εύλογημένη θεοχαρίτωτε.
Ἕτερος. Οἱ παῖδες εὐσεβείᾳ.
Πλουσίους διελέγχεις καὶ φωτίζεις, ἐλεεῖν
τοὺς πένητας ἐν ἱλαρότητι, τρυφὴν ἡδονὰς οὐκ ἐξεζήτησας, ἀλλ’ ἐν ὕμνοις καὶ
ψαλμοῖς βοῶσα ἤσκησας· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ῥημάτων τοῦ υἱοῦ σου ὑπετάχθης, καὶ οἰκῆσαι
ἐν ἐρήμῳ ἐπεθύμησας, νηστείαν εὐχὴν οὐκ ἐγκατέλιπες, ἀλλ’ ἐν μέσῳ ἀδελφῶν
χαίρουσα ἔμελπες· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Σοφίας ἐνδιαίτημα ἐφάνης, καὶ σεμνότητος
ταμεῖον ἐχρημάτισας, λῃσταῖς λογισμοῖς οὐκ ὑπεχώρησας, ἀλλ’ ἐν μεσῳ πειρασμῶν
βοᾶν οὐκ ὤκνησας· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωτῆρα Ἰησοῦν κατέχεις, ὃν Ἀγγέλων
στρατιαὶ ὁρᾶν οὐ δύνανται, παρθένος ἁγνὴ ἀεὶ διέμεινας, σωτηρίαν δὲ ἡμῖν πᾶσι
διένειμας· χαῖρε βοῶσι ἁγία Θεοτόκε
ᾨδὴ η’. Τὸν ἐν καμίνῳ.
Τέτοκας ἄφθορον υἱόν, οὐρανίων μυστηρίων
ὑποφήτην, τὸν πολιστὴν τῆς ἐρήμου καὶ ἀσκητὴν θαυμαστόν, ἡμῶν δὲ προστάτην καὶ ἔφορον,
τὸν Ἡγιασμένον καὶ θεοφόρον Σάββαν.
Ἀγγελικὴν διαγωγήν, ἐν ἐρήμῳ θαυμαστῶς
διερχομένη, ἀπενεκρώθης τῷ κόσμῳ, καὶ συνεκράθης Χριστῷ, ὑμνεῖτε τὸν Κύριον
κράζουσα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Σὺν Ἀσωμάτοις στρατιαῖς, σὺν Ὁσίων καὶ
Μαρτύρων ταῖς χορείαις, σὺν Ἀποστόλοις Προφήταις, περιχορεύουσα νῦν, ἡμῶν τῶν
τιμώντων σε μέμνησο, μετὰ τοῦ υἱοῦ σου πρεσβεύουσα Σοφία.
Θεοτοκίον.
Τέτοκας ἄχρονον Υἱόν, τὸν ἐν μήτρᾳ Σου ἀφράστως
σαρκωθέντα, καὶ ἐκ Πατρὸς γεννηθέντα, πρὸ τῶν αἰώνων Θεόν· ὢ ξένης Παρθένε
κυήσεως! Κεχαριτωμένη Ἁγία Θεοτόκε.
Ἕτερος. Θαύματος ὑπερφυοῦς.
Τάγματα μοναζουσῶν τε καὶ μητέρων, ὡς προστάτιν
σὲ πόθῳ τιμῶσι, ἀσκητῶν ὁ σύλλογος, πᾶσα τάξις Χριστιανῶν, μακαρίζουσι σεμνὴ τὸν
θεῖον τόκον σου· μεθ’ ὧν καὶ ἡμεῖς εὐχαριστοῦμέν σοι, ἐκζητοῦντες τὴν ταχεῖάν
σου ἀντίληψιν, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὕμνοις τε καὶ ἐγκωμίοις σὲ Σοφία, ὡς
μητέρα ἡμῶν εὐφημοῦμεν· μὴ ἐλλείπῃς πάντοτε, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, ἀπαστράπτουσα
ἀκτῖνας εὐφροσύνης ἀεί, καρδίαις τῶν υἱῶν σου παναοίδιμε, εὐλογεῖτε βοῶντων·
Κύριον ᾄσμασι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φύλαξον τοὺς ἐν τῇ Λαύρᾳ τοῦ υἱοῦ σου, ἐξ
αἱρέσεως πάσης Σοφία, ὁδηγοῦσα ἄνωθεν, καὶ σκέπουσα μητρικῶς, καθελοῦσα δὲ ἐνέδρας
τοῦ δολίου ἐχθροῦ, ὡς ἂν ὀρθοδόξως ἀναμέλψωμεν· εὐλογεῖτω ἡ κτίσις πᾶσα ταὸν
Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὕψιστε παμβασιλεῦ καὶ παντοκράτωρ, ταῖς
εὐχαῖς τῆς ἁγίας Μητρός Σου, τὴν εἰρήνην δώρησαι, τὴν Σὴν Λόγε Σοῖς ὑμνηταῖς,
καὶ τὸ ἔλεός Σου δεῖξον ἐφ’ ἡμᾶς ἀγαθέ, τοὺς πίστει ἀληθεῖ Σὲ λατρεύοντας, καὶ
τὴν ἀειπάρθενον ἁγνὴν μεγαλύνοντας, τὴν εὐλογημένην, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ἀνάρχου Γεννήτορος.
Ἀκτίστου λαμπρότητος, ἐνδόξως νῦν
μετέχουσα, καὶ πλουσίαν τὴν Χάριν ἡμῖν βραβεύουσα, ὡς ἡγιασμένην μητέρα, ὡς
βοηθὸν ἡμῶν καὶ προστάτιν, ὡς πρέσβειραν ἅπαντες, ἐπαξίως μακαρίζομεν.
Σοφίας θησαύρισμα, Θεοῦ τοῦ Λόγου
πέφηνας, καὶ σεμνότητος στήλη ἔμψυχος γέγονας, τὴν μοναδικὴν πολιτείαν, ἀγγελικῶς
πολιτευσαμένη, τὴν πίστιν τηρήσασα, καὶ τὴν ἔρημον πολίσασα.
Ἱκέσιον πρόσδεξαι, τὸν ὕμνον τῆς καρδίας
μου, καὶ προσάγαγε δάκρυα μετανοίας μου, καὶ εὐγνωμοσύνης Σοφία, ἐν στεναγμοῖς
Χριστῷ τῷ Σωτῆρι, δοθῆναι συγχώρησιν αἰτουμένη τῶν πταισμάτων μου.
Θεοτοκίον.
Νηδύϊ Σου πάναγνε, Θεὸν ἀφράστως
τέτοκας, καὶ Παρθένος ἐν τόκῳ ἁγνὴ διέμεινας, ὥσπερ πρὸ τοῦ τόκου Παρθένε, ὡς ἀληθῶς,
καὶ πάλιν Παρθένος, ἀεὶ διαμείνασα, Θεοτόκε ἀειπάρθενε,.
Ἕτερος. Μυστήριον ξένον.
Χορείαις συνοῦσα, Ἀγγέλων Ἁγίων τε, καὶ ἡμῶν
μνημόνευε πάντων, ταῶν σῶν υἱῶν θεοφόρε, Ὁσία Σοφία, ἀεὶ παρεστῶσα
παμμακάριστε, τῷ θρόνῳ Χριστοῦ, Ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ψαλμοῖς τε καὶ ὕμνοις, αἰνέσωμεν ἅπαντες,
ἐγκωμίων στέμμασι θείοις, τὴν πανοσίαν Σοφίαν, προσπίπτοντες πίστει, λειψάνῳ
σεπτῷ αὐτῆς κραυγάζοντες· Χριστὸν ταὸν Θεόν, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Ὦ μῆτερ Σοφία πανεύφημε, σὺν τῷ θείῳ τόκῳ
Σου Σάββα, ἡμῶν τὸν ὕμνον προσδέχομαι, ἐπίβλεψον ἴδε, ψυχῆς σηπεδόνα ἀποκάθαρον,
χειρῶν τοῦ ἐχθροῦ, καὶ πολεμήτορος ἐξάρπασον.
Θεοτοκίον.
Νεφέλην Σὲ κούφην, καὶ ῥάβδον καὶ
κλίμακα, κιβωτὸν λυχνίαν τε πλάκα, θυμιατήριον Κόρη, ἁγία Παρθένε, τρανῶς οἱ
Προφῆται προκατήγγειλαν· μεθ’ ὧν καὶ ἡμεῖς, Σὲ ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
συνέλθωμεν.
Γῆ Ἐφραθᾶ εὐφράνθητι, Βηθλεὲμ εὐτρεπίζου,
ἡ ἔρημος εὐθύμησον, καὶ ἡ Λαύρα φωτίζου, τοῦ θεομάκαρος Σάββα, προσκιρτῶσα ἐν ὕμνοις,
χεῖρας κροτείτω σύμπασα, ἡ πληθὺς τῶν πατέρων καὶ ἀσκητῶν, μνήμην ἐκτελοῦσα ἐν
εὐφροσύνῃ, Σοφίας τῆς θεόφρονος, μητρὸς ἡγιασμένης.
Θεοτοκίον.
Μήτηρ Χριστοῦ πανύμνητε, Θεοτόκε
Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, Ναὲ ἡγιασμένε, εὐλογημένη Μαρία, Κόρη σεμνὴ
Παναγία, πάντων τὸ ἀγαλλίαμα, ἡ χαρὰ καὶ ἡ δόξα, ὁ φωτισμός· χαῖρε ἡ ἐλπὶς τῶν ἀπηλπισμένων,
Παράδεισε πανάρετε, παναμώμητε χαῖρε.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἐν ἐρήμῳ Πατέρων τὸ ἀγαλλίαμα, ἀσκητριῶν
παρθένων, κραταιὰ προστασία, πάνσεμνε Σοφία σκέπε ἡμᾶς, τοὺς ἐν σοὶ
καταφεύγοντας, καὶ τὴν ὁσίαν σου κοίμησιν ἱερῶς, ἐγκωμίοις καταστέφοντας. (δίς)
Ἔρημος σκίρτα καὶ χαῖρε, τέρπου καὶ
χόρευε, καὶ σὺ ἁγία Λαύρα, τοῦ θεόφρονος Σάββα, Σοφίας τὴν πανήγυριν ἐν ᾠδαῖς,
κατὰ χρέος γεραίρουσα, καὶ τὸν τρισάγιον ὕνμνον μελῳδικῶς, τῷ Σωτῆρι ἀναμέλπουσα.
Χαῖρε τὸ ἄνθος ἐρήμου τὸ εὐωδέστατον, τῆς
σωφροσύνης κρίνον, τῆς σεμνότητος ῥόδον, θεόσοφε Σοφία καὶ φιλανθής, τῆς ἐγκρατείας
παράδεισος· χαῖρε μητέρων ὑπόδειγμα φωταυγές, καὶ Ὁσίων ἐγκαλλώπισμα.
Δόξα. Ἦχος πλ. Α΄.
Πανευφρόσυνος ἡμέρα, καὶ φαιδρυνθῶμεν τῇ
πανηγύρει, τῇ ἁγίᾳ καὶ πανσέπτῳ, τῆς θεοφόρου μητρός· δράμωμεν ἀδελφοί, ἐν
Βηθλεὲμ μυστικῶς, καὶ κροτήσωμεν χεῖρας ἀγαλλιάσει· σαλπίσωμεν ἑόρτια, καὶ
χορεύσωμεν εὐωχούμενοι, πνευματικῆς πανδαισίας τῇ ἀκηράτῳ τρυφῇ· αἱ μητέρες
σπεύδουσαι συντρεχέτωσαν, καὶ τὴν ἐν τοκεῦσιν ἐκλάμψασα ᾀσμάτων μελῳδίαις ἀνυμνείτωσαν·
παρθένοι καὶ μονάζοντες, τὴν τῆς ἐρήμου Ὁσίαν, ἐπαίνοις ὡς ἄνθεσιν ἐν ἁγνότητι ῥανάτωσαν·
οἱ πάντες τὴν πανταχοῦ θερμῶς προφθάνουσαν, θεόληπτον Ἁγίαν, ἐγκωμιάζοντες οὕτως
εἴπωμεν· Σοφία παμμακάριστε, πρόφθασον ἐξελοῦ ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης, καὶ
σῶσον τὰ τέκνα σου, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Προεόρτιον.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν·
ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος
ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες·
Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τῆς Καππαδοκίας θεῖος βλαστός, καὶ τοῦ
θεοφόρου Σάββα μήτηρ τε καὶ τροφός· χαίροις ἡ ἐν γήρᾳ, σοφῶς πολιτευθεῖσα,
Σοφία πανολβία, ἡμῶν μνημόνευε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
θεοφόρου τῷ ναῷ ἐν ἐρήμῳ, παρὰ τὴν Λαύραν τοῦ θεόφρονος Σάββα, δεῦτε σπουδῇ
συνδράμωμεν ἐν ὕμνοις εὐλαβῶς, πίστει ἐξαιτούμενοι, νοσημάτων τὴν λύσιν, παθῶν
χαμαιζήλων τε, θεραπείαν ἀρίστην· καὶ ἐκ βαθέων κράξωμεν θερμῶς· σεμνὴ Σοφία,
τοὺς δούλους σου φύλαττε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοφίας
ἔρωτα μετάδος ἡμῖν, μῆτερ Σοφία.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν ἐν ὕμνοις
χρεωστικῶς, αἰνέσωμεν πόθῳ, καὶ προσπέσωμεν εὐλαβῶς, λειψάνῳ αὐτῆς τῷ τιμίῳ, ἐκδυσωποῦντες
πταισμάτων συγχώρησιν.
Ὀσμὴν εὐωδίας
πνευματικῆς, κατάπεμψον μῆτερ, τοῖς σοῖς τέκνοις ἐν πειρασμοῖς, καὶ ὕλην δυσώδη
τῆς κακίας, ἐξ ἀκαθάρτου ψυχῆς μου ἀπόπλυνον.
Φωστῆρα τεκοῦσάν
σε θαυμαστόν, δυσωπῶ Σοφία, λυτρωθῆναί με τῶν δεινῶν· σὲ γὰρ νῦν θερμῶς ἐπικαλοῦμαι,
τὴν τοῦ πατρὸς ἡμῶν Σάββαν λοχεύτριαν.
Θεοτοκίον.
Ἰσχύς μου καὶ ὕμνησις
ἀληθῶς, ὑπάρχεις Παρθένε, θυμηδία καὶ γλυκασμός· τὸν Κτίστην οὖν φέρουσα ἀγκάλαις,
ταῖς μητρικαῖς Σου πρεσβείαις ἱλέωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνενδότῳ
ἀσκήσει καὶ προσευχῆς ἔρωτι, ὅλῃ σου ψυχῇ καὶ καρδίᾳ, μῆτερ ἀγώνισαι, ἡμῖν δὲ
δώρησαι, ὑπακοὴν καὶ ἀγάπην, καὶ ἐν μετανοίᾳ καλῶς πολιτεύεσθαι.
Σωφροσύνης
τῷ ἤθει καὶ ἀρετῶν κάλλεσιν, ἤνθισας ὡς κρίνον Ὁσία, λόγοις καὶ πράξεσι· καὶ νῦν
τοῖς πάθεσιν, ἀμαυρωθεῖσαν ψυχήν μου, αἴγλῃ τῆς σῆς χάριτος, τάχει καταύγασον.
Ἐγκωμίοις
ᾀσμάτων μελῳδικῶς στέψωμεν, τὴν ὁσιωτάτην Σοφίαν, καὶ ἀναμέλψωμεν, ὕμνον ἱκέσιον,
τῇ παναγίᾳ Τριάδι, ὅπως ταῖς πρεσβείαις αὐτῆς λυτρωθείημεν.
Θεοτοκίον.
Ῥῶσιν
θείαν παράσχου ὡς συμπαθὴς Δέσποινα, τοῖς ἐν ἁμαρτίαις νοσοῦσι καὶ κινδυνεύουσι·
πάντα οὖν δύνασαι, ὅσα γὰρ θέλεις Παρθένε, κεχαριτωμένη ἁγνὴ παντευλόγητε.
Διάσωσον,
σεμνὴ Σοφία τοὺς πίστει σοι προσιόντας, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, ὁσίαις
σου πρὸς Θεὸν ἱκεσίαις.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφία σεμνὴ ἐρήμου
τὸ καύχημα, Χριστοῦ καλλονὴ Ὁσίων ἐγκαλλώπισμα· μὴ ἐλλείπῃς πάντοτε, ἐκτενῶς
πρεσβεύειν πρὸς Κύριον, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ
φιλάνθρωπος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς μητέρα τιμῶμέν
σε, καὶ ἐν κατανύξει παρακαλοῦμέν σε, ἐν ἁγνείᾳ ἡμᾶς στήριξον, καὶ ἐν ὁμονοίᾳ
διαφύλαξον.
Τὰ σεπτά σου
παλαίσματα, καὶ τὴν ταπεινὴν Σοφία σου ἄσκησιν, κατά χρέος μεγαλύνομεν, καὶ εἰλικρινῶς
σε μακαρίζομεν.
Ἀδιάφθορον
σκήνωμα, Σάββα τοῦ υἱοῦ σου θεοχαρίτωτε, ἰαμάτων μῆτερ νάματα, βρύει τοῖς
προστρέχουσι καὶ θαύματα.
Θεοτοκίον.
Μεγαλύνω Σε ἄχραντε,
τὴν τὸν Λυτρωτὴν καὶ Σωτῆρά μου τέξασα, εὐλογῶ καὶ μακαρίζω Σε, τὴν τιμιωτέραν
πάσης κτίσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔνδυσον ἡμᾶς, τὴν
στολὴν τῆς ταπεινώσεως, καὶ χιτῶνα τῆς ἁπλότητος λαμπρόν, ὦ Σοφία, ἵνα πόθῳ σε
γεραίρομεν.
Τόκον σου
σεπτόν, προσκυνοῦντες οὐ παυόμεθα, καὶ τῆς σῆς συμπαθεστάτης ἀρωγῆς, ὦ Σοφία,
μετὰ πίστεως δεόμεθα.
Αἴτησαι ἡμῖν, τῶν
κακῶν τὴν ἀπολύτρωσιν, ἀδιάπτωτον εἰρήνην καὶ ψυχῆς, τὴν ὑγιείαν, ὦ Σοφία καὶ τὴν
ἴασιν.
Θεοτοκίον.
Δάκρυά μοι δός,
Παναγία καὶ κατάνυξιν, μεσιτεύουσα ἀεὶ πρὸς τὸν Χριστόν, ἵνα εὕρω, ἐγκλημάτων
μου τὴν ἄφεσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁσίως, καὶ εὐσεβῶς
ἐβίωσας, τὸν ἐν γῇ τῆς παροικίας σου χρόνον, ἐν συζυγίᾳ σεμνῶς ἀσκουμένη, καὶ ἐν
ἐρήμῳ δακρύοις ἀρδεύουσα, τὸ ἄγονον καὶ τῆς ψυχῆς, τὴν στολὴν ὦ Σοφία
καθαίρουσα.
Συντρέξωμεν, ἀδελφοὶ
Χριστοφόροι, ἐν σταδίῳ ἀρετῶν γηθοσύνως, δι’ ἐγκρατείας τὴν σάρκα νεκροῦντα, καὶ
τῇ καρδίᾳ ἡμῶν ταπεινούμενοι, Σοφίας χάριτι σεμνῆς, πρὸς τὰ ἄνω πορείαν
ποιούμενοι.
Ἠνέῳκται, οὐρανῶν
Βασιλεία, καὶ ἐγγίζει ὁ Χριστὸς ἐπὶ θύραις· νῦν καὶ ἡμεῖς βιασώμεθα πόνοις, ἵνα
ἁρπάξωμεν ταύτην ὡς ἔπραξε, Σοφία ἐν ὑποιμονῆ, μέχρι τέλους ἀνδρείως ἀσκήσασα.
Θεοτοκίον.
Μητρόθεε,
πανακήρατε Κόρη, Παναγία Θεοτόκε Παρθένε· χαῖρε ἁγνὴ ἀγλαόμορφε χαῖρε, ἀκαταπαύστως
τοῖς χείλεσι ψάλλομεν· ἡ μήτηρ χαῖρε ταῆς ζωῆς, καὶ ἡμῶν ἡ χαρὰ καὶ παράκλησις.
Διάσωσον,
σεμνὴ Σοφία τοὺς πίστει σοι προσιόντας, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, ὁσίαις
σου πρὸς Θεὸν ἱκεσίαις.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν Σοφίαν ὕμνοις
ἱεροῖς εὐφημήσωμεν, καὶ μετ’ εὐφροσύνης κατὰ χρέος βοήσωμεν· σὺ ὑπάρχεις, τῶν εὐλαβῶν
μητέρων χαρμονή, ἡμῶν σκέπη καὶ καταφυγή, μοναζουσῶν μαρμαρυγή, ἀρετῶν τὸ ἀπάνθισμα,
Σάββα τοῦ θεοφόρου, ἡ μήτηρ τε ἡ Ὁσία, τῆς μετανοίας ὁδηγός, καὶ προστάτις
θερμότατος.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μάρκον
(Κεφ. Η΄ 34-θ΄ 1)
Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν,
ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν
θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν
ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ
τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς
ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ
μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ
ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν
λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως
ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με…
Καρπὸν ταῆς
κοιλίας σου, ἡγιασμένον Σοφία, Θεῷ προσεκόμισας, καὶ πλοῦτον ἐπίκηρον
κατεφρόνησας· προσευχαῖς πάντοτε, καὶ νηστείαις μῆτερ, ὥσπερ ἄγγελος ἐβίωσας,
καὶ τὴν οὐράνιον, πᾶσιν εὐωδίαν ἐπήγασας· καὶ νῦν τοῖς ἑορτάζουσι, πόθῳ τὴν ὁσίαν
σου κοίμησιν, αἴτησαι πταισμάτων, καὶ νόσων λυπηρῶν ἀπαλλαγήν, ὅπως ῥυσθέντες
πρεσβείαις σου, Χριστὸν μεγαλύνομεν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱεροῦ σου
λειψάνου τὴν σορὸν προσκυνοῦντες Σοφία πάνσεμνε, λαμβάνομεν ὑγιείαν, καὶ πᾶσαν
εὐλογίαν, ὁμοφώνως κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νυσταγμὸν καὶ
δειλίαν καὶ σαρκός μου τὸ φρόνημα καθυπόταξον, τῷ πνεύματι Σοφία, ὅπως τὴν
μητρικήν σου, μεγαλύνω χρηστότητα, καὶ τὸν Σωτῆρα Χριστόν, δοξάζω εἰς αἰῶνας.
Μετανοίας τὴν
τρίβον τὴν στενὴν διοδεύειν ἡμᾶς ἐνίσχυσον· θυμὸν ἀργολογίαν, νοὸς τὴν ἀταξίαν,
καὶ τὴν λύπην μετάστρεψον, εἰς νοερὰν προσευχήν, καὶ δάκρυα Σοφία.
Θεοτοκίον.
Ἡ ἁγνὴ καὶ
Παρθένος ἡ τὸν ἄχρονον Λόγον ἀποκυήσασα, ἀσπόρως ἐπ’ ἐσχάτων, τῶν χρόνων
Παναγία, φώτισόν με κραυγάζοντα· οὐκ ἔστιν ἄλλη ὡς Σύ, Μαρία Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν χαρισμάτων,
τὰς χορηγίας προχέεις, τοῖς τιμῶσί σου τὴν μνήμην θεοφόρε, καὶ προσερχομένοις, ἐν
σοὶ μετ’ εὐλαβείας.
Εὐωδιάζει, ἡ τοῦ
λειψάνου σου θήκη, καὶ διώκει τῶν παθῶν τὴν δυσωδίαν, νόσους φυγαδεύει, καὶ
δαίμονας Σοφία.
Ῥέοντα πλοῦτον,
καταλιποῦσα Ὁσία, Βασιλείας οὐρανῶν ἐπαπολαύεις, καὶ τὴν τοῦ υἱοῦ σου, Μονὴν
διαφυλάττεις.
Θεοτοκίον.
Σώζοις Παρθένε,
τοὺς ἀδιστάκτῳ καρδίᾳ, Θεοτόκον Σε πιστῶς ὁμολογοῦντας, καὶ ὑπερυψοῦντας, τὸν ἄφραστόν
Σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁσίων ὡραιότης,
πάνσεμνε Σοφία, τὰ ἐν ἐρήμῳ σου τέκνα διάσωζε, ἐπιφορῶν καὶ σκανδάλων τοῦ
πολεμήτορος.
Φωτὸς ἐξ ἀνεσπέρου,
κατηγλαϊσμένη, ζόφον ψυχῆς μου Σοφία διάλυσον, καὶ Παραδείσου τῆς δόξης πύλας
μοι ἄνοιξον.
Ἱστίῳ πρεσβειῶν
σου, ἴθυνον Σοφία, πρὸς σωτηρίας λιμένα τοὺς πόθῳ σε, προσκαλουμένους τῷ πλήθει
τῆς εὐσπλαγχνίας σου.
Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, κεχαριτωμένη, τοὺς ὀρθοδόξῳ Σε πίστει δοξάζοντας, αἰωνιζούσης κολάσεως
ἐλευθέρωσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τῆς Καππαδοκίας
θεῖος βλαστός, καὶ τοῦ θεοφόρου Σάββα μήτηρ τε καὶ τροφός· χαίροις ἡ ἐν γήρᾳ,
σοφῶς πολιτευθεῖσα, Σοφία πανολβία, ἡμῶν μνημόνευε.
Χαίροις
Παλαιστίνης κλέος λαμπρόν, καὶ τῆς σωφροσύνης, ἐνδιαίτημα καὶ κανών· χαίροις τῆς
ἐρήμου, τὸ ἄνθος τὸ εὐῶδες, ἰσάγγελε Σοφία, μῆτερ ἀοίδιμε.
Πλοῦτον παριδοῦσα
ταὸν γεηρόν, ὁλοψύχως μῆτερ, ἠκολούθησας ταῷ Χριστῷ· καὶ τῇ τοῦ υἱοῦ σου, σεπτῇ
χειραγωγίᾳ, διέλαμψας Σοφία, ἐν ὁσιότητι.
Τῶν ἐν συζυγίᾳ
καθοδηγός, καὶ τῶν μοναζόντων, πολυτίμητος θησαυρός· χαίροις ὦ Σοφία, ἡ νύμφη
τοῦ Σωτῆρος, καὶ μήτηρ τῆς ἐρήμου, ἡ ἀξιάγαστος.
Λαύραν τοῦ υἱοῦ
σου τὴν εὐαγῆ, περίσωζε μῆτερ, προστασίᾳ σου καὶ στοργῇ, ὅπως ἐν εἰρήνῃ,
διέλθωμεν τὸν βίον, καὶ τύχωμεν ἐλέους, ἐν ὥρᾳ κρίσεως.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πόνους, ὑπομείνασα
πολλούς, διὰ τὴν ἀγάπην Σοφία, τοῦ γλυκυτάτου Χριστοῦ, χαίρουσα ἀνέδραμες πρὸς
αἰωνίους μονάς, κηδευθεῖσα πανεύφημε, χερσὶ τοῦ υἱοῦ σου, Σάββα τοῦ τρισμάκαρος
καὶ θεοφόρου Πατρός, νῦν δε, μητρικῇ σου προνοίᾳ, ἅπαντας ἡμᾶς περιέπεις, τοὺς
πιστῶς γεραίροντας τὴν μνήμην σου.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου