ΔΕΚΕΜΒΡΙΟΣ ΙΓ!!
ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΠΕΝΤΕ ΜΑΡΤΥΡΩΝ,
ΕΥΣΤΡΑΤΙΟΥ, ΑΥΞΕΝΤΙΟΥ, ΜΑΡΔΑΡΙΟΥ
ΕΥΓΕΝΙΟΥ ΚΑΙ ΟΡΕΣΤΟΥ
& ΤΗΣ ΑΓΙΑΣ ΛΟΥΚΙΑΣ ΤΗΣ ΠΑΡΘΕΝΟΜΑΡΤΥΡΟΣ
Μοναχοῦ Κυρίλλου Σιμωνοπετρίτου καὶ Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Στιχηρὰ τῶν Ἁγίων εἰς στίχους δ´. Τὸ παρὸν Ἦχος α᾿ Τῶν οὐρανίων Ταγμάτων
Δεῦτε πιστοὶ
συνελθόντες ὕμνοις τιμήσωμεν Εὐστράτιον τὸν μέγαν, Αὐξέντιον, Ὀρέστην Μαρδάριον
τὸν θεῖον καὶ τὸν κλεινόν, καὶ γενναῖον Εὐγένιον, τοὺς καθαιρέτας τῆς πλάνης καὶ
πρεσβευτὰς τῶν τὴν μνήμην ἐκτελούντων αὐτῶν.
Καὶ ἕτερα τρία Ἀθανασίου Σιμωνοπετρίτου. Ἦχος α´. Πανεύφημοι Μάρτυρες
Ἐπέστη φαιδρῶς ἡ ἑορτή,
τῶν Μαρτύρων σήμερον, εἰς ὑμνῳδίαν χαρμόσυνον, πάντας προτρέπουσα. Δεῦτε οὖν
προθύμως, τούτους ἐπαινέσωμεν, Εὐστράτιον συνάμα τοῖς τέσσαρσι, πόθῳ δεόμενον τὸν
Χριστὸν ἀεὶ μὴ παύσητε, δυσωποῦντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πεντὰς ἡ τῶν
θείων ἀθλητῶν, καὶ Λουκία πάνσεμνε, οἱ τῷ Χριστῷ προσεδρεύοντες, πάντοτε
πάρεστε, μεθ᾿ ἡμῶν ὑμνούντων, τὰ θεῖα παλαισματα, τὸ πῦρ τοὺς αἰκισμοὺς καὶ τὰ
αἵματα, ἅπερ ἐδώκατε, προσφορὰν ὁλοκαυτώσεως, καὶ χαρίτων πληρώσατε ἅπαντας.
Αὐξέντιε θεῖε ἱερεῦ,
καὶ σεπτὲ Εὐστράτιε, Ὀρέστα θεομακάριστε, μάρτυρες ἅγιοι, σὺν τῷ Μαρδαρίῳ, τῷ ἁπλῷ,
Εὐγένιε, ὁ πάσης εὐγενείας ἐπέκεινα, Χριστῷ πρεσβεύσατε, μαρτυρίου θεῖον
φρόνημα, ἐγκαινίσαι, ψυχαῖς ἡμῶν πάντοτε.
Δόξα. Ἦχος πλ. δ´.
Δεῦτε σήμερον
πιστοί, τὴν τῶν μαρτύρων πεντάριθμον χορείαν εὐφημήσωμεν· Εὐστράτιον τὸν
θεόφρονα μάρτυρα, Αὐξέντιον τὸν κλεινόν, καὶ Μαρδάριον τὸν ἀοίδιμον, Εὐγένιον τὸν
ἔνδοξον, καὶ Ὀρέστην τὸν γενναῖον· οὗτοι γὰρ τάς τοῦ ἐπαράτου Λυσίου
μηχανουργίας καὶ τοῦ αὐτῷ ὁμόφρονος Ἀγρικολάου, τῇ δυνάμει τοῦ σταυροῦ εἰς
τέλος διέλυσαν· καὶ ποικίλως βασανισθέντες, τὸν τῆς ἀθλήσεως δρόμον καλῶς
τετελέκασι· τὴν τοῦ Χριστοῦ ὁμολογίαν μέχρι τέλους φυλάξαντες· διὸ νῦν ἐν οὐρανοῖς
περὶ τὸν θρόνον αὐτοῦ χορεύοντες, ἀδιαλείπτως αὐτῷ πρεσβεύουσιν, ὑπὲρ τῶν
πίστει τελούντων τὴν θείαν μνήμην αὐτῶν.
Καὶ
νῦν.
Δέσποινα
πρόσδεξαι
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Στιχηρὰ προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμην τὴν ἱερὰν
τοῦ θείου Εὐστρατίου, καὶ τῶν συνάθλων πόθῳ, τελέσωμεν ὑμνοῦντες, Θεὸν τὸν ὑπεράγαθον.
Στίχ. Ἐκέκραξαν οἷ δίκαιοι καὶ ὁ Κύριος...
Χαῖρε θεία
πεντάς, τῶν σεπτῶν ἀθλοφόρων Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα, Εὐγένιε,
Μαρδάριε.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων...
Φύλαττε ἀθλητά, Εὐστράτιε
Κυρίου, τὴν σὴν νῆσον ἐκ πάσης ἐπιβουλῆς βαρβάρων, καὶ πειρατῶν ἁλώσεως.
Δόξα. Καὶ νῦν.
Μόνη Χριστιανῶν, ἐλπὶς
καὶ προστασία, ἁγνὴ σὺν Εὐστρατίῳ· δυσώπει τὸν υἱόν σου, ὑπὲρ οἰκείων δούλων
σου.
Νῦν ἀπολύεις, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ,
Ἐκτενὴς μικρὰ καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα. Ἱστῶμεν στίχ. η᾿ καὶ ψάλλομεν προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν
Λίθους ἐπιγνῶναί
σου τὴν δεσποτείαν Εὐστράτιος, λογικοὺς παρεσκεύασεν αἰσθέσθαι δυνάμεως, ἐν
σαρκὶ οἰκείᾳ, σῆς καταναγκάσας· τοὺς ἐκ βασάνων φοβερῶν, ἀποβαλλούσῃ ἀθρόως
μώλωπας καὶ ψεῦδος ὀλεθρεύοντι, θεολογήσας σε στόματι, Ἰησοῦ παντοδύναμε, ὁ σωτὴρ
τῶν ψυχῶν ἡμῶν.
Λάμπει τὸ
μνημόσυνον, τοῦ Ἀθλοφόρου σου Κύριε, Εὐστρατίου ὡς ἥλιος, λαμπρότητι κρύψαντος,
ἀηττήτων λόγων, τὴν πολυθεΐαν, ὥσπερ ἀφώτιστον σκηνήν, καταργουμένην ὑπὸ τῆς
πίστεως, καὶ τέσσαρας συμμάρτυρας, καὶ συμμετόχους ποιήσαντος· δι᾿ αὐτῶν ἡμῖν
δώρησαι, ἱλασμὸν ὡς φιλάνθρωπος.
Καὶ ἕτερα ἐκ τοῦ Μηναίου. Ἦχος ὁ αὐτός, Ὡς γενναῖον ἐν μάρτυσιν
Ἀνενδότως
τυπτόμενος, καὶ πυρὶ δαπανώμενος, καὶ κρηπῖσι πάνσοφε καθηλούμενος· καὶ ἐν ὁδοῖς
ἐλαυνόμενος, εἱρκτῇ συγκλειόμενος· καὶ ὡς θῦμα καθαρόν, τῇ καμίνῳ ὀπτομενος,
προσενήνεξαι διὰ σὲ τῷ τυθέντι, ὡς εὐῶδες ἱερεῖον ἐν τῇ ἄνῳ τραπέζῃ μάρτυς Εὐστράτιε.
Ὁ θεόφρων Εὐστράτιος,
ὁ γενναῖος Αὐξέντιος, ὁ κλεινὸς Εὐγένιος καὶ Μαρδάριος, σὺν τῷ Ὀρέστῃ ἠρίστευσαν,
ἐχθροὺς τροπωσάμενοι, καὶ ἐκλάμψαντες σαφῶς, ὡς ἀστέρες πολύφωτοι, κατεφαίδρυναν,
τῶν πιστῶν τὰς καρδίας καὶ τῆς πλάνης, ἀπεδίωξαν τὸ σκότος, τῇ φωταυγείᾳ τοῦ
Πνεύματος.
Τῆς Ἁγίας Λουκίας Ἦχος δ´. Ἔδωκας σημείωσιν
Ὅλην ἐκ νεότητος,
Λουκία μάρτυς καλλίνικε, σὴν ψυχὴν ἀφιέρωσας, Χριστῷ τῷ Σωτῆρι σου, τῷ δι᾿ εὐσπλαγχνίαν,
Σταυρῷ προσπαγέντι, καὶ ἁγιάσαντι ἡμᾶς, ὃν καὶ ποθήσασα ἀξιάγαστε, αὐτῷ συμβασιλεύεις
νῦν, ἐν οὐρανοῖς ἀπολαύουσα, εὐφροσύνης καὶ χάριτος, αἰωνίου πανεύφημε. (δις)
Κάλλος τὸ τοῦ σώματος,
νοὸς παιδείαν καὶ σύνεσιν, ἐλογίσω ὡς σκύβαλα, ποσῶς μὴ κωλύσαντα σὴν καρδίαν,
Μάρτυς, Νυμφίον ποθῆσαι, τὸν ἁγιώτατον δι᾿ ὅν, τῶν σῶν αἱμάτων ἔκχυσιν ἤνεγκας,
ἁγνείᾳ διαλάμπουσα, καὶ νῦν μαρτύρων τοῖς τάγμασι, νικηφόρος παρίστασαι, ὦ Λουκία
πανεύφημε.
Ἔστης πρὸ τοῦ βήματος,
Λουκία μάρτυς πανάριστε, καὶ Χριστὸν ὡμολόγησας, γενναίως τὸν τύραννον
κατατροπουμένη, τοῖς μύδροις τῶν λόγων, Εὐαγγελίου τοῦ Χριστοῦ, δι᾿ ὧν Πασχαῖον
τὸν ἀνακρίνοντα, κατῄσχυνας, πανάριστε, καὶ νικηφόρος παρίστασαι οὐρανίῳ Νυμφίῳ
σου, στέφει δόξης κοσμοῦντί σε.
Δόξα... Ἦχος πλ. β᾿
Δεῦτε φιλομάρτυρες,
τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους, ἐν ὕμνοις τιμήσωμεν Εὐστράτιον τὸν ἀήττητον Μάρτυρα,
Αὐξέντιον καὶ Εὐγένιον, καὶ Μαρδάριον καὶ Ὀρέστην, τὴν πενταυγῆ τῶν Μαρτύρων
χορείαν· οἳ καλῶς ἀγωνισάμενοι κατὰ τοῦ ἀοράτου ἐχθροῦ, καὶ βραβεῖα τῆς νίκης ἀναδησάμενοι,
πρεσβεύουσι Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην αὐτῶν.
Καὶ νῦν. Προεόρτιος Ἦχος ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου·
ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τόν τῷ λόγῳ
λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες,μαρτυρεῖτε
θαῦμα τὸ φρικτὸν καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ
Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅνπερ καὶ κύψασα, δουλικῶς
ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι,
ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μθ᾿, 9)
Τάδε λέγει Κύριος·
Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ
ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς
μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ
ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε,
καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ
Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἐστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ᾿, 1)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοΰ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε᾿, 5-6, 1)
Δίκαιοι εἰς τὸν αἰῶνα
ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι
ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτὴν ἰδιόμελα. Ἦχος α´.
Τὴν πεντάριθμον
χορείαν, τῶν Ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον
τὸν καρτερόψυχον καὶ στερρὸν Ἀθλοφόρον, σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον
καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν,
καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει
ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.
Ὁ αὐτός.
Ὑπὲρ τὴν τῶν ἑλλήνων
παιδείαν, τὴν τῶν ἀποστόλων σοφίαν προέκριναν οἱ ἅγιοι μάρτυρες· τάς βίβλους τῶν
ῥητόρων καταλείψαντες, καὶ ταῖς τῶν ἁλιέων ἐνδιαπρέψαντες· ἐκεῖ μὲν γὰρ εὐγλωττίαν
ῥημάτων, ἐν δὲ ταῖς τῶν ἀγραμμάτων θεηγορίαις, τὴν τῆς Τριάδος ἐδιδάσκοντο
θεολογίαν ἐν ᾗ πρεσβεύουσιν ἐν εἰρήνῃ φυλαχθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. β´.
Ὄντως ἡ γλῶσσά
σου κάλαμος γραμματέως ὀξυγράφου, τερπνοτέρα ἐδείχθη παμμακάριστε Εὐστράτιε· ῥητορεύουσα
σαφῶς πίστιν εὐσεβῆ καὶ δόγματα σωτήρια· δι᾿ ὧν ὁ Θεὸς ἐδοξάσθη· καὶ ὡραῖον
κάλλει τὸν Εὐγένιον ἀπέδειξας· καὶ τοῦ θείου φωτισμοῦ διὰ σοῦ τετύχηκε· καὶ
τούτων συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν τῇ λοιπῇ τριάδι τῶν μαρτύρων ἀπέφηνας·
καὶ νῦν ἐν παρρησίᾳ τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ ἐλλείπητε πρεσβεύειν ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Τῆς Ἁγίας Λουκίας. ῏Ηχος δ´.
Τοῦ κόσμου τὰ
γεηρά, τῇ αἴγλῃ τῶν οὐρανίων ἀντήλλαξας, παμμακάριστε Λουκία. ῎Εργοις γὰρ ἀγαθοῖς,
τὸ δοθέν σοι τάλαντον πολυπλασιάσασα, νῦν τῶν βραβείων ἀπολαύεις, τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ ἀΰλῳ φωτὶ Αὐτοῦ περιλάμπεσαι. ῎Οθεν μετὰ ἀγγέλων καὶ ἁγίων συγχορεύουσα, ᾄδεις αἰωνίως τὸν Τρισάγιον ῎Υμνον καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ὑμῶν.
Δόξα. Ἦχος β´.
Δεΰτε ἀγαλλιασώμεθα
τῷ Κυρίῳ ἐν τῇ μνήμῃ σήμερον τῶν ἀθλοφόρων, ὦ φιλέορτοι· δεῦτε εὐφημήσωμεν αὐτούς,
μυστικῶς ἐγκωμιάζοντες· χαίροις Εὐστράτιε, χαίροις Αὐξέντιε, χαίροις Εὐγένιε,
χαίροις Μαρδάριε, χαίροις Ὀρέστα· οἱ τὴν πλάνην τῶν εἰδώλων, εἰς χάος βυθίσαντες·
Χριστὸν τὸν Κύριον τον ἐν μέσῳ τοῦ σταδίου, τρανῶς κηρύξαντες· διὸ
παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.Προεόρτιον, ὁ αὐτός.
Ἰδοὺ καιρὸς ἤγγικε
τῆς σωτηρίας ἡμῶν! Εὐτρεπίζου Σπήλαιον ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ
Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη
καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἐπλασεν
ἄνθρωπον ὡς φιλάνθρωπος.
Εἰς τὰ Ἀπόστιχα. Στιχηρὰ προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν
Στῦλος φωτοφανὴς ἀθλητά,
τὴν τῆς σοφίας ἀποστίλβων λαμπρότητα, ἐπήρθης ἐν μετεώρῳ, τῆς καρτερίας σοφὲ καὶ
πρὸς φῶς ἰθύνθης τὸ τῆς γνώσεως· ἡμᾶς τοὺς τοῖς θείοις σου, λαμπομένους Εὐστράτιε,
πανσόφοις λόγοις, καταυγάζων ἀοίδιμε· σοῦ τῷ ἔρωτι πτερουμένοις μακάριε· ὅθεν
καὶ ἐγκωμίοις σου, τὴν μνήμην γεραίροντες, μάρτυς, ἐκ πόθου τῆς θείας
φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος...
Κάλλει καὶ ἡδονῇ ἀληθεῖ,
κεκερασμένος ὁ κρατὴρ τῆς σοφίας σου, τὸν οἶνον τῆς εὐσεβείας, ἐν ἡδυτέροις,
σοφέ, καὶ ἀφθονοτέροις λόγοις ἔβλυσε· δι᾿ ὧν ἡδυνόμενοι, πρὸς τὴν ὄντως ἀθόλωτον
καὶ γλυκυτάτην, μυστικῶς ἀναγόμεθα γνῶσιν ἔνθεον, τοῦ Δεσπότου Εὐστράτιε· ὅθεν
καὶ ἐγκωμίοις σου τὰ ἆθλα γεραίροντες, πίστει καὶ πόθῳ τῆς θείας φιλανθρωπίας αἰτούμεθα,
τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων...
Φάλαγξ μαρτυρικὴ
φωταυγής, τροπαιοφόρος καὶ πεντάριθμος σήμερον, τιμάσθω μετ᾿ ἐγκωμίων, ἡ
κεκτημένη φαιδρόν, κορυφαῖον ὄντως τὸν Εὐστράτιον θερμῶς στηλιτεύσαντα, τὰ Ἑλλήνων
σεβάσματα, χριστιανῶν δέ, τὰ θεόφθεγκτα δόγματα βεβαιώσαντα, λογικαῖς ἀποδείξεσι·
τοῦτον οὖν εὐφημήσωμεν, ἡμῖν τὸν κεράσαντα, τὸν τῆς σοφίας κρατῆρα, πνευματικῶς
τὸν εὐφραίνοντα· Χριστὸν δυσωποῦντα, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τῆς Ἁγίας Λουκίας
Χαίροις παρθενομάρτυς
Χριστοῦ, μνηστῆρος ὕβριν καὶ μανίαν νικήσασα, τῷ σθένει τοῦ Οὐρανίου, καθωπλισμένη
σεμνή, καὶ μὴ λωβηθεῖσα τὴν ἁγνότητα, ψυχῆς, ὡς ἐπείρασεν, ὁ ἐχθρὸς ἀμαυρῶσαι
σε καὶ πανώλεσι τῆς αἰσχύνης ἐμπλῆσαί σε. Πρέσβευε οὖν, φιλόθεε, ἡμᾶς τοὺς τιμῶντάς
σε, στερεωθῆναι καὶ μεῖναι ἐν τοῖς Κυρίου προστάγμασι. Λουκία ἀγγέλων, οὐρανίων
καὶ ἁγίων, θεία συνόμιλος.
Δόξα. Ἦχος πλ. α´.
Τῶν τυραννούντων
τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν, τρανῶς κηρύξαντες,
ξεσμοὺς πολλοὺς καὶ βασάνους ὑπεμείνετε, Εὐστράτιε καὶ Αὐξέντιε, Εὐγένιε καὶ Ὀρέστα,
καὶ ἔνδοξε Μαρδάριε. Διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεῶ, ὑπὲρ πάντων ἡμῶν τῶν ἐν
πίστει τελούντων τὴν μνήμην ὑμῶν.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Δεῦτε χριστοφόροι
λαοί, κατίδωμεν θαῦμα πᾶσαν ἔννοιαν ἐκπλῆττον καὶ συνέχον, καὶ εὐσεβῶς προσκυνοῦντες,
πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεὲμ ἐγκυμονοῦσα Κόρη παραγίνεται τοῦ γεννῆσαι
τὸν Κύριον, χοροὶ δὲ τῶν Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα Ἰωσὴφ ὁ
μνήστωρ· Τί τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι ἡ ἀπειρόζυγος
δάμαλις;
Νῦν ἀπολύεις, τὸ Τρισάγιον
Ἀπολυτίκια. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ
Ἡ πενταυγὴς τῶν ἀθλοφόρων
χορεία, τῇ τῶν ἀγώνων νοητῇ δαδουχίᾳ, τὴν οἰκουμένην ἅπασαν αὐγάζει νοητῶς, ὁ
σοφὸς Εὐστράτιος, σὺν Αὐξεντίῳ τῷ θείῳ, Ὀρέστης καὶ Εὐγένιος, καὶ Μαρδάριος ἅμα,
οὓς εὐφημοῦντες εἴπωμεν πιστοί· χαίροις μαρτύρων, πεντάριθμε σύλλογε.
Δόξα. Τῆς Ἁγίας. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον
Παρθενίας φοροῦσα
χλαῖναν ὑπέρλαμπρον, παρθενικῶς ἐμνηστεύθης τῷ ζωοδότῃ Χριστῷ, καὶ ἀγάπην γεηροῦ
μνηστῆρος ἔλιπες· ὅθεν ὡς δῶρα νυμφικά, προσενήνοχας Αὐτῷ, τὰ ῥεῖθρα τῶν σῶν αἱμάτων,
Λουκία παρθενομάρτυς, ᾧ καὶ πρεσβεύεις ὑπὲρ πάντων.
Καὶ νῦν. Θεοτοκίον ὁμόηχον Τὸν συνάναρχον Λόγον
Ἡ εὐλόγησις τῶν ἄρτων καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Καὶ τὰ Καθίσματα. Εἰς τὴν α᾿ στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε
Ἀνδρείωμα πίστεως
θωρακισάμενος, σοφίας τὸ ἔνθεον, καθοπλισθείς εὐσεβῶς, Εὐστράτιε ἔνδοξε· πάντα
τοῦ διαβόλου, ἐτροπώσω τὰ στίφη· ἤλεγξας τῶν ἀθέων, τὸ ἀνίσχυρὸν θράσος· ὡς ἔχων
παρρησίαν πρὸς Θεόν, πρέσβευε σωθῆναι ἡμάς.
Δόξα Τῆς Ἁγίας. Ἦχος α᾿ Τὸν τάφον σου Σωτήρ
Ἐντεύξει καὶ εὐχῇ,
τῷ Θεῷ καὶ Σωτῆρι, καθεῖλες ὦ σεμνή, τὸν ἀρχέκακον ὄφιν, τὸ κάλλος φθονήσαντα,
τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ κατήγαγες, εἰς γῆν νεκρόν τε καὶ ἄπνουν, ὕμνον ᾄδουσα,
τῷ σῷ Νυμφίῳ Λουκία, εἰς τέλος σθενώσαντα.
Καὶ νῦν.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα
πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν
σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς
σωτηρίαν, τὴν μόνην Πανάμωμον.
Εἰς τὴν β᾿ στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε
Ρομφαίᾳ τῶν λόγων
σου τυράννους ἔτρωσας· στρατίαρχος γενόμενος, τοῦ χριστολέκτου λαοῦ, Εὐστράτιε
θεόσοφε· ἤστραψας ταῖς ἀκτῖσι, τῶν θαυμάτων τῷ κόσμῳ· στέφος δὲ ἀνεπλέξω, τῇ σῇ
κάρᾳ ἐξ ὕψους· διὸ καὶ ἐν τῇ μνήμῃ σου Χριστὸν δοξάζομεν.
Δόξα Τῆς Ἁγίας. Ηχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.
Ῥιζηδὸν τὴν κακίαν
ψυχῆς ἀπέτεμες, καὶ καρποῖς εὐσεβείας αὐτὴν ἐπλούτησας, καὶ τῷ σθένει τοῦ
Σταυροῦ κατενίκησας, ἐχθρόν, Λουκία Μαρτύρων κλέος, διὸ πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Χαῖρε ῞Αγιον ῎Ορος
καὶ θεοβάδιστον· Χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε. Χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου
Γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν. Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως
τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὸν πολυέλεον Κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον
Τῆς τριάδος τῇ
πίστει ὀχυρωθείς, καὶ ἀληθείας σφενδόνι καθοπλισθείς, τῆς πλάνης κατέβαλες, τὸ ἀλλόφυλον
θράσος· καὶ τοῦ ἐχθροῦ ἁρπάσας, τῶν λόγων τὴν μάχαιραν, ἐν αὐτῇ ἀπέτεμες, τοῦ
ψεύδους τὴν ἔνστασιν. Ὅθεν τοῖς τροπαίοις θριαμβεύων τὴν πλάνην, τῷ σώματι
τέθνηκας, καὶ τῷ πνεύματι ἔζησας ἀθλοφόρε Εὐστράτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα Τῆς Ἁγίας. Ἦχος δ´. Ταχὺ προκατάλαβε
Τῷ κόσμῳ πηγάσαντι,
τὴν σωτηρίαν Σταυρῷ, στερρῶς ἠκολούθησας, Λουκία μάρτυς σεμνή, καὶ τούτῳ παρέθηκας,
πνεῦμα σὸν καὶ καρδίαν, τὴν δὲ κάραν σου ξίφει, δήμιος, ὡς ἀφεῖλε, ἐδωρήσω
πιστοῖς σου, τιμῶσι μνήμην τὴν σὴν σήμερον ᾄσμασι.
Καὶ νῦν.
Ταχὺ δέξαι Δέσποινα,
τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε· λῦσον
τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων· σύντριψον μηχανίας, καί, κατάβαλε θράσος,
τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.
Τὸ α᾿ ἀντίφωνον τοϋ δ᾿ ἤχου
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὔτοϋ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τοῦ Ὄρθρου, μαρτυρικόν, ἐκ τοῦ Ἁγ. Γεωργίου.
Ό Ν´.
Δόξα Ἦχος β´. Ταῖς τῶν Ἀθλοφόρων ...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου ...
Ἰδιομελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Μαρτυρικὴ χορεία,
εὐσεβεῖς πρόμαχοι, σήμερον πιστοὶ ἀναδείκνυται τυράννων πᾶσαν καθελόντες
δυσσέβειαν. Εὐστράτιος, Αὐξέντιος, Μαρδάριος, Εὐγένιος καὶ Ὀρέστης οἱ σοφοί. Ὅθεν
τῆς τριφώτου λατρευταὶ Τριάδος ὑπάρχοντες, τῷ γνόφῳ τῆς θείας ἐλλάμψεως
καταλαμφθέντες, ταῖς τῶν ἀσωμάτων χορείαις ἀγάλλονται τῷ Θεῷ καὶ σωτῆρι ἱκετεύοντες
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ κανόνες· ὁ παρὼν εἰς Ἦχον πλ β´.
ᾨδὴ α´. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ
Ἐπουρανίων ἁψίδων
ὁ βασιλεύς, βραβευτὴς προκάθηται, τῶν ἐπάθλων τοῖς ἐν γῇ, περὶ τὸν Εὐστράτιον
Χριστός, προτεινόμενος αὐτοῖς νίκης τὸν στέφανον.
Ὑμνολογίαις
χορείαν θεοστεφῆ, ἀθλητῶν πεντάριθμον, εὐφημήσωμεν πιστοί· τὸν σοφὸν Εὐστράτιον
πιστῶς, κεκτημένην ἐν Χριστῷ, θεῖον ταξίαρχον.
Στρατολογίας τῆς ἄνω
ἐπιποθῶν, τὴν τιμὴν Εὐστράτιε, ἀντιδοὺς συμβολικῶς· τῷ Θεῷ προσήγαγες σοφέ, σοῦ
τὴν ζώνην ἱερῶς, ἀφοσιουμενος.
Θεοτοκίον
Τῶν καλλινίκων
μαρτύρων χαῖρε σεμνή, ὁ τῆς νίκης στέφανος· διὰ σοῦ γὰρ οὐρανός, τοῖς ἀνθρώποις
γέγονε βατός, ὡς τεκούσης ὑπὲρ νοῦν, τὸν ποιητὴν οὐρανοῦ.
Τῆς Ἁγίας. Ακροστιχίς. Λουκίᾳ ἀΰλῳ φωτὶ παροικούσῃ, Στέφανος.
ᾨδὴ α´. ῏Ηχος πλ. δ´. Ὑγρὰν διοδεύσας
Λαοὶ συναθροίσθητε,
ὧδε νῦν, σὺν ἡμῖν δοξάσαι, τὸν τοῦ κόσμου δημιουργόν, τὸν δι᾿ εὐσπλαγχνίαν,
Σταυρῷ προσηλωθέντα καὶ Μάρτυρα Λουκίαν φῶς ἀναδείξαντα.
Ὁσίως ἐνήθλησας ἀρετῇ,
καὶ τῇ εὐσεβείᾳ κοσμουμένη Μάρτυς καλή, Λουκία πανένδοξε μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ
Κυρίῳ πρεσβεύουσα.
Ὑψώθης τῇ Χάριτι
τοῦ Θεοῦ, εἰς ὕψη ἀγάπης, θείῳ ἔρωτι δὲ ψυχῆς, ἐπτέρωσας Μάρτυς σὴν καρδίαν,
τιτρωσκομένη Χριστοῦ τοῖς κινήμασι.
Θεοτοκίον.
Κριτὴν καὶ Δεσπότην,
Μῆτερ ἁγνή, ἀπέτεκες πᾶσιν, ὀλλυμένοις ἐν τοῖς κακοῖς, ὃν εἶδες σταυρούμενον ἐν
Κρανίῳ, τόπῳ τοῖς αἵμασι πάντας καινίζονται.
Καταβασία. Χριστὸς γεννᾶται δοξάσατε
ᾨδὴ γ´. Οὔκ ἐστιν ἅγιος ὡς σύ.
Ρωμαλεότητι φρενῶν,
τὴν ἐλπίδα σου πᾶσαν, ἀνυψώσας παμμάκαρ πρὸς τὸν ὕψιστον Χριστὸν ἐλπίδι τῶν αἰκισμῶν,
θυμηδίας πλήρης ὅλος γέγονας.
Αὐξήσας φίλτρῳ τοῦ
Χριστοῦ, τῇ ἐνθέῳ σοφίᾳ, καρτερίᾳ βασάνων, Αὐξέντιε τὴν ὀφρύν, ἐλέγχεις τῶν
διωκτῶν, καὶ τὸ θράσος καὶ τὴν ματαιότητα.
Τὴν ἀνυπέρβλητον
σοφέ, τοῦ Λυσία κακίαν, ἡγησάμενος ὄναρ, πυρὸς μαστίγων σφοδρῶν, στερεωθεὶς ἐν
Χριστῷ κατεφρόνεις, ὥσπερ ἄλλου πάσχοντος.
Θεοτοκίον
Ἱερολόγοις σε φωναῖς,
θεομῆτορ παρθένε, τὴν τῶν πάντων αἰτίαν, τὸν αἴτιον καθ᾿ ἡμᾶς, γενέσθαι θεοπρεπῶς,
ἀνυμνοῦντες πίστει μακαρίζομεν.
Τῆς Ἁγίας. ᾨδὴ γ´. Οὐρανίας ἀψῖδος.
Ἱκεσίας σου,
μάρτυς, ταῖς πρὸς Θεὸν πάντοτε ἄγαγε σῶν δούλων αἰτήσεις τῷ Παντοκράτορι, ἵνα
πρὸς ἅγιον καὶ ἀγαθὸν πορευθῶμεν, καὶ Θεοῦ τὸ θέλημα πάντες ποιήσωμεν.
Ἀπορήσας ὁ τάλας,
ἐπὶ τῇ σῇ πάντιμε, ῥώμῃ καὶ ψυχῆς διαθέσει, μάτην ἐσπούδαζε, τοῦ δελεάσαι σε, ὕλῃ
φρικτῶς φθειρομένῃ, καὶ χοροῦ στερήσασθαι, τῶν ὁμοτρόπων σου.
Ἀκλινῆ καὶ βεβαίαν,
σὴν μαρτυρίαν καλλίνικε, ἔσχες παρωθοῦσαν τοῖς πρόσω, τρέχειν ὡς ἔλαφος, διψῶσα
κάλλεσι, τῶν οὐρανίων θαλάμων, καὶ φωτὶ Παντάνακτος, νῦν καταλάμπεσθαι.
Θεοτοκίον.
Ὑστεροῦντας τῇ πίστει,
καὶ πενομένοις χαρίσμασι, καὶ τῇ προθυμίᾳ ὀκνοῦντας, Μῆτερ ἐνίσχυσον, πρὸς τὸ
πανάγιον καὶ καθαρώτατον Πνεῦμα, τῆς Τριάδος ἄϋλον φῶς ἐνοπτρίζεσθαι.
Καταβασία. Τῷ πρὸ τῶν αἰώνων
Κοντάκιον. Τῆς Ἁγίας. Ηχος β´. Τὰ ἄνω ζητῶν.
Χρυσοῖς κροσσωτοῖς,
στολήν σου ἐποίκιλας, καὶ ταύτῃ λαμπρῶς, τῷ θρόνῳ παρίστασαι, τοῦ Δεσπότου πάνσεμνε,
ἀπολαύουσα, τῶν τούτου θείων δωρεῶν, αἰτουμένη πᾶσι θείαν ἔλλαμψιν.
Ὁ Οἶκος.
Ἡ ἱερὰ τῶν ἁγίων
χορεία σκιρτάτω σήμερον ἐνθέως, ἐν αὐτῷ τὴν ἁγίαν συγχορεύουσαν ἔχουσα, τῷ στεφάνῳ
τῆς δόξης ἠγλαϊσμένην καὶ τῷ αἵματι τοῦ Μαρτυρίου τὴν τῆς ᾽Εκκλησίας πορφύραν ἐξωραΐζουσαν,
Λουκίαν τὴν παρθένον καὶ Μάρτυρα τιμῶντες καὶ ἡμεῖς πνευματικῶς ἱκετεύσωμεν ὅπως
πρεσβεύῃ τῷ αὐτῆς Δεσπότῃ καὶ Θεῷ, ἡμῖν πᾶσι δωρήσασθαι τὴν θείαν ἔλλαμψιν.
Κάθισμα, ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον
Οὔτε ξίφος, οὐ θῆρες,
οὔτε τὸ πῦρ οὔτε τι τῶν φοβούντων καὶ αἰσθητῶν, ὅλως καταπλῆξαί σου τὸ στερρὸν ἠδυνήθησαν·
τοῦ γὰρ ἐχθροῦ πατήσας, τῷ δρόμῳ τὴν δύναμιν, ὡς ἀπαθὴς διέβης τὸν βίον καὶ ἄσαρκος·
ὅθεν τοῖς ἐν πίστει, τάς ἰάσεις παρέχεις, καὶ πόθῳ προστρέχουσιν ἐν τῇ μνήμῃ
σου ἅγιε· Ἀθλοφόρε Εὐστράτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τῆς Ἁγίας. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν νυμφίον σου
Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας
Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ᾿ αὐτοῦ δεξαμένη. Ἀλλ᾿ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας
ἐν πίστει τὴν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς
νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες
ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα,
ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα
κεκτήμεθα.
ᾨδὴ δ´. Χριστός μου δύναμις
Ὁ παντοδύναμος, τὸν
θεῖον ἔρωτα, τῆς ψυχῆς σου ἀνάψας, τελετουργόν, δείκνυσιν ἐξαίσιον, ὁλοκληρίαν
τῆς σαρκός, τῶν μωλώπων σου ποιούμενος.
Σαγήνῃ πνεύματος,
τῶν ἁλιέων σοφέ, σαγηνεύσας προσάγεις τῷ βασιλεῖ, τὸν σοφὸν Εὐγένιον, ὅνπερ
ζωγρήσας τῷ Χριστῷ προσενήνοχας Εὐστράτιε.
Τοῖς ἥλοις
πάνσοφε, πόδας πειρώμενος, μαρτυρίου κρηπῖσιν, ὅλον σαυτὸν βάψας ἐπορφύρωσας,
τοῦ Βασιλέως Ἰησοῦ, εκμιμούμενος τὸ πάθημα.
Θεοτοκίον
Ὁ ἀπερίληπτος, καὶ
ἀναλλοίωτος, τοῦ Θεοῦ Πατρὸς λόγος, ἀλλοιωθεὶς τῷ εἴδει Πανάμωμε, ἐν σοῦ
σαρκούμενος θεοῖ, φιλανθρώπως με τὸν ἄνθρωπον.
Τῆς Ἁγίας. ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Λυπηρῶν τῶν ὀχλούντων
με, σαῖς πρεσβείαις λύτρωσον μάρτυς ἔνδοξε, καὶ τὸν κλύδωνα κατεύνασον, κοσμικῶν
κυμάτων τῶν κυκλούντων με.
Ὡραιώθης καλλίνικε,
κάλλεσι Χριστοῦ τοῦ Νυμφίου σου, καὶ ἐπ᾿ ὤμων Σταυρὸν ἄρασα, τούτῳ ἠκολούθησας,
Μάρτυς ἄριστε.
Φωτοδότην ἱκέτευε,
τοὺς ἐσκοτισμένους τοῖς πταίσμασι, καταυγάσαι Θεοτίμητε, ταῖς μαρμαρυγαῖς τοῦ
θείου Πνεύματος.
Θεοτοκίον.
Ὠχριᾷ δόξα ἅπασα,
κόσμου τῶν Ἀγγέλων, Θεόνυμφε, τῇ σῇ δόξῃ καὶ τοῖς κάλλεσι, Θεοτόκε Πάναγνε,
συγκρίνεσθαι.
Καταβασία. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
ᾨδή ε´. Τῷ θείῳ φέγγει σου ἀγαθὲ
Θαὐμασιώτατος ὡς ἀστήρ,
ἐν τῇ Ἐκκλησίᾳ τηλαυγῶς, μέσον μαρτύρων ἀνέτειλας ταῖς τοῦ μαρτυρίου καταγλαΐζων
αὐγαῖς, Εὐστράτιε τὸν κόσμον, ὑπὲρ τὸν ἥλιον.
Ἀκτινοβόλοις
μαρμαρυγαῖς, ἀκτινοβολοῦντά σε ἰδών, ὁ χρηστορρήμων Μαρδάριος, σοὶ ὥσπερ ἀρνίον,
ποιμένι ἄκακον, ἁπλότητι καρδίας, κατηκολούθησεν.
Ὑπεραρθεῖσα τῆς
συγγενοῦς, φύσεως ἡ φίλανδρος γυνή, καὶ συνετὴ καὶ φιλόχριστος, ἄριστα
προτρέπει καὶ τελειώτατα ἀλείφουσα τὸν ἄνδρα πρὸς τὸ μαρτύριον.
Θεοτοκίον
Τοὺς Θεοτόκον σε ἐκ
ψυχῆς, δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον,
κεκτήμεθα τὴν ὄντως θεογεννήτριαν.
Τῆς Ἁγίας. ᾨδή ε´. Φώτισον ἡμᾶς.
Τήρησον ἡμᾶς, ἐντολαῖς
ταῖς τοῦ Θεοῦ ἡμῶν, τοῦ φθάσαι Μάρτυς Λουκία ἡμᾶς, εἰς εὐφροσύνην, ἧς νῦν γεύῃ
παμμακάριστε.
Ἴδοιμεν πιστοί,
βασιλείαν τὴν αἰώνιον, ἣν καθορῶσι Μαρτύρων χοροί, σὺν τῇ Λουκίᾳ οὐρανίοις ἐν
σκηνώμασιν.
Πάροικοι ἐσμέν,
καὶ ἐν κόσμῳ θαλαττεύομεν, ὅλως ἐν σκότει μὴ ἔχοντες φῶς, ἀλλὰ σὺ Μάρτυς,
πρεσβείαις σου καθοδήγησον.
Θεοτοκίον
Ἀδεις λιγυρῶς τῷ
Δεσπότῃ θεῖα ᾄσματα, καὶ γὰρ ἀγγέλων ἀΰλων φωναί, σιγῶσι Κόρη, ἀκοῦσαι λιτὰς ἁγίας
σου.
Καταβασία Θεὸς ὢν εἰρήνης
ᾨδὴ ς´. Τοῦ βίου τὴν θάλασσαν
Αὐτὸς ἀντὶ πάντων
μοι, ὁ Χριστός ἐστι πατρίς· βοήσας ὦ Μαρδάριε, ἀστραγάλους ἐτρήθης καὶ
πυρωθείς, πυρὸς ὀβελίσκοις δέ, τὰ μετάφρενα χαίρων τετελείωσαι.
Τμηθεῖσα Εὐγένιε,
σοῦ ἡ γλῶσσα τὸν Χριστόν, ὑμνολογεῖν οὐ παύεται· αἱ δὲ χεῖρες κοπτόμεναι πρὸς
Θεόν, μακάριε, αἴρονται τοῖς ὑμνοῦσί σε λύτρον ἐξαιτούμεναι.
Ὡς ἀξιοθαύμαστος,
ἡ ἀνδρεία σου ψυχή, πανευγενὲς Εὐγένιε· τεθλασμένων γὰρ βίᾳ σου τῶν σκελῶν, τὸ
πνεῦμα παρέδωκας, ταῖς χερσὶ τοῦ Δεσπότου ἀγαλλόμενος.
Θεοτοκίον
Ἡ Πάναγνος
δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον
καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Τῆς Ἁγίας. ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ
Ῥυσθῆναί με τῶν
πολλῶν κριμάτων μου, ἐξαιτοῦμαι Μάρτυς πρὸς Σωτῆρος, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ὀδυνῶμαι κακίᾳ πανέντιμε, καὶ δέομαί σου ἀγαθή, ἐκ φθορᾶς σαῖς πρεσβείαις ἀνάγαγε.
Ὀχύρωσον, ἐντολαῖς
τοῦ Πλάσαντος, τοῦ στοιχεῖν με τοῖς σοῖς ἴχνεσι Μάρτυς, καὶ οὐρανίους οἰκῆσαι
θαλάμους, μετὰ συνάθλων σου νῦν συναρίθμησον, καὶ πάντων τῶν ἐν δεξιοῖς τοῦ
Δεσπότου οἰκούντων ἀξίωσον.
Ἰδοῦσα νῦν,
θησαυρούς, ἑτοίμους σοι, καὶ Τριάδος καθορῶσα τὴν δόξαν, καὶ Θεοτόκου τὴν ἔλλαμψιν
πάντως, διηνεκῶς ἀπολαύουσα, ἔντιμε, ἱκέτευε ὑπὲρ ἡμῶν, παρρησίαν ὡς ἔχουσα ἀξιάγαστε.
Θεοτοκίον
Κρατήσασα, σαῖς ἰγνύαις
Δέσποινα, ἀθεΐας καθελόντα τὸ κράτος, καὶ Θεοτόκος φανεῖσα τῷ κόσμῳ, ὑπὲρ ἡμῶν
μὴ ἐλλίπῃς πρεσβεύουσα, τῶν θλίψεσί τε καὶ δεινοῖς, κυκλουμένων, δεινῶς Μητροπάρθενε.
Καταβασία. Σπλάγχνων Ἰωνᾶν
Κοντάκιον ἦχος γ´. Ἢ Παρθένος σήμερον
Ρητορεύων ἔμπροσθεν,
παρανομούντων τὰ θεῖα, αἰκισμοὺς ὑπέμεινας, ἀνδρειοτάτῃ καρδίᾳ· ἤστραψας
θεοσημείαις ὑπερβαλόντως, ἔσβεσας τὴν ἐπηρμένην, τῆς πλάνης φλόγα· διὰ τοῦτο σὲ
τιμῶμεν, παμμάκαρ μάρτυς Χριστοῦ Εὐστράτιε.
Ὁ Οἶκος
Ἱερὰν ἐκτελεῖ ἡ Ἐκκλησία
σήμερον ἑορτὴν μυστικῶς· λαμπρῶς ἀνακηρύττουσα τὰς σὰς ἀριστείας, τοὺς πόνους,
τοὺς μόχθους, τὰ ὑπὲρ φύσιν θεῖα παλαίσματα, τὰ πάντιμα στίγματα, δι᾿ ὧν καθεῖλες
τὸν πολυμήχανον· κλέος ἀθλητῶν μέγα καὶ καύχημα, ἀνδρείας στήλη, φωστὴρ ἁπάντων,
τῶν σὲ τιμώντων εὐσεβῶς· τῶν ἰαμάτων θησαυρὲ· πλουτιστὰ τῶν ἀπόρων, προτροπὴ
σεπτῶν μαρτύρων, παμμάκαρ μάρτυς Χριστοῦ Εὐστράτιε.
Συναξάριον
Τῇ ιγ᾿ τοῦ μηνὸς Δεκεμβρίου, ἄθλησις τῶν Ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐγενίου, Εὐστρατίου, Αὐξεντίου, Μαρδαρίου καὶ Ὀρέστου.
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς
Παρθένου.
Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς δ᾿ ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.
Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν,
μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην
παρεγένετο, δεηθησομένη τῆς ῾Αγίας Μάρτυρος ᾽Αγάθης, ἀπαλλάξαι τῆς αἱμορροίας τὴν
μητέρα αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν ἁγίαν Ἀγάθην, τήν τε ἴασιν παρεχομένην
τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ τοῦ κατὰ Χριστὸν μαρτυρίου. ῾Ως δὲ
ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής, τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας
ποιήσασα, εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος
διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, κατ᾿ ἄλλους Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν
ἐν πορνείῳ ἀπενεχθεῖσαν ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ,
καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ τοῦ τόπου ἔνθα
ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα
ἡ ἁγία ἵστατο αὐτὴν καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν
αὐτῆς ἀπέτεμον κεφαλήν, ἔτει 304 μ.Χ.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου
τοῦ ἐν τῷ Λάτρῳ.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Ἄρης, ὁ ἐν τῷ Γεροντικῶ, ἐν εἰρήνῃ
τελειοῦται.
Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος Γαβριήλ, Ἀρχιεπισκόπου
Σερβίας, τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος 1659.
Ὑψοῦ κρεμασθεὶς
τὸν κρεμασθέντα ξύλῳ,
Μιμῇ Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.
Μιμῇ Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο
Νικηφόρος πρὸς οὐράνια
βασίλεια, Αὐξέντιε, ἀνέδραμες· μετὰ πεῖραν γάρ, τῶν βασάνων τῶν πολυειδῶν, Θεὸν
τὸν Χριστὸν ὁμολογῶν, ἐτελειώθης, δι᾿ αὐτὸν καρατομούμενος.
Ὑπερθαύμαστόν ἐστι
τὸ περιδέξιον, Ὀρέστα τῆς ἀνδρείας σου· ἐν σταδίῳ γάρ, τῇ λόγχῃ βάλεις τὸν
σκοπόν, ψυχῆς δὲ Λυσίου τὸν σταυρόν, κατακοντίζεις εὐλογῶν, τὸν τῶν πατέρων
Θεόν.
Μαρτυρίου τὴν ὁδὸν
συνοδοιπόρον σοι, Εὐστράτιε καὶ σύνδρομον, καὶ σύνδεσμον, τὸν Ὀρέστην καὶ
συναθλητήν, ἐπλούτησας ψάλλων σὺν αὐτῷ, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον
Νεανίας τρεῖς ἡ
κάμινος οὐκ ἔφλεξε· γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν
ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Τῆς Ἁγίας. ᾨδή ζ ´. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Ὀλετῆρα χαρίτων,
καὶ ψυχὰς ἡμῶν σκότει ἐπαπειλοῦντα νῦν, ἀπέλασον Λουκία, ὡς πάλαι ἐν σταδίῳ,
μαρτυρίῳ σου ἔδειξας, ὁ τῶν πατέρων Θεός, βοῶσα σὺ ὑπάρχεις.
Ὑπερβᾶσα κακίαν,
τῆς ψυχῆς μου τὴν ἄνοιαν ἐξολόθρευσον, καὶ πλούτησον ἁγνείας, καρποῖς καὶ εὐσεβείας,
τοῦ κραυγάζειν πρὸς Κύριον, ὁ των Μαρτύρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὸν Νυμφίον Δεσπότην,
ἐν Σταυρῷ σωτηρίαν κόσμῳ πηγάσαντα, καὶ εἴδωλα μανίας, πατήσαντα ἁγία, διὰ βίου
ἐδόξασας. ῾Ο τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἡ νηδύς σου Παρθένε,
τὸν Χριστὸν ὡς χωρήσασα, Θεονύμφευτε, παράδεισος τῷ κόσμῳ, ἐδείχθη θεοφόρος, ὃν
ὑμνοῦντες δοξάζομεν. ῾0 τῆς Ἀχράντου Μητρός, Θεὸς εὐλογητὸς εἶ.
Καταβασία. οἱ Παῖδες εὐσεβείᾳ.
ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς ὁσίοις
Μίαν φύσιν
Τριάδος ἀπειροδύναμον, παρρησίᾳ κηρύττων ἐθεολόγησας, καὶ εἰδωλικῶν σεβασμάτων
τὸ μάταιον, ἤλεγξας πανσόφως, Εὐστράτιε θέοφρον.
Ἀγνοῶν ὁ διώκτης
τὴν καρτερίαν σου, τῆς φλογώσεως θέᾳ, πτοεῖν σε ᾤετο· σὺ δὲ τῆς αὐτοῦ
καταπτύσας θρασύτητος, χαίρων τὸν δεσπότην, Εὐστράτιε ἀνύμνεις.
Ῥητορίαις ἐνθέοις,
σοῦ νουθετούμενος, ὁ θεόφρων Ὀρέστης ἐπὶ τὸν κράββατον, ἥλατο σκιρτῶν, ἱερεῖον ὡς
ἄμωμον, ὁλοκαυτούμενον, τῷ Θεῷ τῷ στεφοδότῃ.
Θεοτοκίον
Παναγία παρθένε
σύ με διάσωσον· τῆς ἐμῆς ἀσθενείας, γενοῦ βοήθεια· θλίψεων πολλῶν καὶ δεινῶν με
διάσωσον, ἵνα σε δοξάζω τὴν μόνην Θεοτόκον.
Τῆς Ἁγίας. ᾨδή η´. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Σκότος εἰδώλων, ἀπὸ
ψυχῶν σὺ ἀφεῖλες, τῶν κρινόντων σε ἀδίκως Λουκία, καὶ φωτὶ ἐνθέῳ, κατηύγασας ἁγίῳ.
Τῷ σῷ Νυμφίῳ, χεῖρας
ἐκτείνασα, Κόρη, ἐκδυσώπησον εὐχαῖς σου ἁγίαις, ἵνα τὴν εἰρήνην, δωρήσηται τῷ κόσμῳ.
Ἐπιχαρίτως, ὑμνολογοῦντες
Λουκία, ἀναπέμπομεν Χριστῷ θείαν δόξαν, στέφος τῶν Μαρτύρων, ἡμῖν δωρησαμένῳ.
Θεοτοκίον
Φωτοφοροῦσα,
πεποικιλμένη χρυσίῳ, μετ᾿ ἀγγέλων, παρεδρεύεις Παρθένε, καὶ παμβασιλέως, τὴν δόξαν
κατοπτεύεις.
Καταβασία. Θαύματος ὑπερφυοῦς
ᾨδὴ θ´. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Ὑμνῶν Εὐστράτιε τὸν
ποθούμενον, καὶ κοινωνὸς τῶν θείων μυστηρίων γενόμενος, τῆς θεοφάνειας τῆς αὐτοῦ
ἐν φρουρᾷ, ἄνωθεν ἠξιώθης, μάκαρ καλούσης σε, πρὸς τὴν ἐπουράνιον ζωήν, τῆς
βασιλείας αὐτοῦ.
Ῥωσθεὶς δυνάμει
Χριστοῦ Εὐστράτιε, τῶν διωκτῶν θωπείας κερτομῶν ἐξεφαύλισας, μεγαλύνων ἔνδοξε
Χριστὸν ταῖς εὐχαῖς· ὡς γὰρ οἱ νεανίαι, πάλαι τὴν κάμινον, χαίρων ὡς ὡραῖον
λειμῶνα, μάκαρ εἰσέδραμες.
ᾨδαῖς ᾀσμάτων ἀνευφημήσωμεν,
πάντες πιστοί, τοὺς θείους ἀριστέας, Αὐξέντιον, Εὐγένιον ἅμα καὶ Μαρδάριον, ἔνδοξόν
τε Ὀρέστην, καὶ τὸν ταξίαρχον, καὶ συναθλητὴν καὶ ὁδηγόν, σοφὸν Εὐστρατιον.
Θεοτοκίον
Ναὸς παρθένε τοῦ
βασιλεύοντος, σὺν τῷ πατρὶ καὶ πνεύματι Χριστοῦ ἐχρημάτισας· διὰ γὰρ σοῦ ἄχραντε,
ναοὶ καὶ ἡμεῖς, χάριτι γεγονότες, κατηξιώθημεν, τῆς υἱοθεσίας τῆς αὐτοῦ, διὰ
βαπτίσματος.
Τῆς Ἁγίας. ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἀξίωσον Λουκία, ἰδεῖν
τὴν τοῦ Σωτῆρος ἔλευσιν θάρσει καὶ πόθῳ τῷ ζέοντι καὶ τὴν εἰρήνην ψυχῆς μοι ἐπιδαψίλευσον.
Νοός σου οἶκον Μάρτυς,
ἐπλούτησας ἀκτῖσι, Πνεύματος θείου καὶ μύροις ἐπλήρωσας, τὴν σὴν καρδίαν, ἁγνείᾳ
καὶ χάριτι.
Ὁ μόνος ἐν ἁγίοις,
ὑμνούμενος ἀξίως, Δεσπότης μάρτυς Λουκία ἐδόξασε, καὶ φωτοφόρῳ στεφάνῳ ἐκόσμησε.
Θεοτοκίον
Στολὴν ἀρρήτου κάλλους,
ἐνδύσασθαι σοὺς δούλους, Δέσποινα Μήτηρ Κυρίου ἀξίωσον, τοὺς εὐωδίας θυμίαμα σοὶ
προσφέροντας.
Καταβασία. Μεγάλυνον ψυχή μου. Μυστήριον ξένον
Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ
Ἐτέλεσας τὸν
θαυμαστόν, τῆς ἀθλήσεως δρόμον, Εὐστράτιε μακάριε, καὶ προσήνεγκας ἄμφω. Εὐγένιον
τὸν πάντιμον, τὸν σοφὸν Αὐξέντιον, Μαρδάριον σὺν Ὀρέστῃ, οὗ τὴν πίστιν καὶ
τόλμαν, κατεπλάγησαν βροτῶν, καὶ τῶν ἀγγέλων οἱ δῆμοι.
Ἕτερον ἐκ τοῦ Μηναίου. Γυναῖκες, ἀκουτισθητε
Τὸν ῥήτορα Εὐστράτιον,
ἐν ὕμνοις εὐφημήσωμεν, Αὐξέντιόν τε σὺν τούτῳ, Μαρδάριον καὶ Ὀρέστην, καὶ τὸν
σοφὸν Εὐγένιον, ὑπὲρ Χριστοῦ ἀθλήσαντας, καὶ ἐκτενῶς πρεσβεύοντας, ὑπὲρ ἡμῶν τῶν
ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην.
Τῆς Ἁγίας ῾O οὐρανὸν τοῖς ἄστροις.
Ὁ ουρανὸν τοῖς ἄστροις,
καταστολήσας ὡς Θεός, σὲ κατεκόσμησε πλήθει, Λουκία θείων ἀρετῶν, ὅθεν ἀεὶ διαλάμπεις,
σύμπασαν κτίσιν, φαιδρύνουσα σαῖς πρεσβείαις.
Θεοτοκίον.
Σοὶ Θεοτόκε προσπίπτει,
γένος ἀνθρώπων οἰκετῶν, σὲ προσκαλοῦσα Παρθένε, χεῖρας ἐκτεῖναι τῶ Υἱῷ, καὶ σῷ
Θεῷ Παναγία, ταῖς τῆς Λουκίας πρεσβείαις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. γ᾿ καὶ ψάλλομεν
Στιχηρὰ ἰδιόμελα.
Ἦχος α᾿ Βύζαντος
Τὴν πεντάριθμον
χορείαν, τῶν Ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον
τὸν καρτερόψυχον καὶ στερρὸν Ἀθλοφόρον, σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον
καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν,
καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει
ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.
Ἦχος γ᾿ Γερμανοῦ
Ῥητορικοῖς ἔπεσιν
ὁ Χριστοῦ στρατιώτης, τοὺς ἀνόμους κατέπληξεν, ἀθλητικοῖς στίγμασι, τοῦ ἐχθροῦ
τὰς δυνάμεις ἀνδρικῶς ἐτροπώσατο, Εὐστράτιος ὁ ἔνδοξος, καὶ στερρὸς Ἀθλοφόρος, ὁ
τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, καὶ εἰς γῆν καταντήσας τῆς αἰωνίου ζωῆς,
εἰς ἣν καὶ δυσωπεῖ τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ αὐτός, τοῦ αὐτοῦ
Τὸν ἐν τῇ θείᾳ
σοφίᾳ ἀναφανέντα φιλόσοφον, καὶ ἐν τῷ κάλλει τῶν λόγων ἀποδειχθέντα ῥήτορα, τὸν
ἐν Μάρτυσιν μέγαν Εὐστράτιον, ἀθλητικοῖς ἐγκωμίοις εὐφημήσωμεν· συνασπισμὸν γὰρ
οὗτος ὁ Χριστοῦ στρατιώτης εὐσεβῆ συστησάμενος, ἐν καιρῷ τῶν πολέμων, τὰ τῶν ἀγώνων
ἆθλα διαταττόμενος, τοῦ ἐχθροῦ ἀφαρπάσας τὴν μάχαιραν, ἐν αὐτῇ τοῦτον κατέτρωσε,
πρὸς ὃν βοήσωμεν· Μαρτύρων ἄριστε, σὺν τοῖς συνάθλοις σου, πρέσβευε Χριστῷ τῷ
Θεῷ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Τῆς Ἁγίας ἱστῶμεν Στίχ. δ᾿ καὶ ψάλλομεν
Ἐμφατικῶς σὴ καρδία
Μάρτυς Λουκία σεμνή, στοιχοῦσα ταῖς Σωτῆρος, παραθήκαις ἁγίαις, ἐτρώθη θείῳ πόθῳ
καὶ ἀρετήν, ὅλην ἔδειξε κάλλεσι, τῶν χαρισμάτων κοσμούντων τὴν σὴν ψυχήν,
παραδείσου ταῖς ἐλλάμψεσι.
Τῶν ἀκροτάτων καὶ
θείων, ἀγωνισμάτων σεμνή, Λουκία θεία Μάρτυς, ἐπελάβου γενναίως, τῷ σθένει καὶ
τῇ χάριτι τοῦ Σταυροῦ, δι᾿ οὗ ἔπαθλα ἄφθιτα, τοῦ Παραδείσου τοῖς γέρασι, σὴ ψυχή,
ἐκοσμήθη εἰς ἀντάμειψιν.
Ἀγγαλλομένη εἰσῆλθες,
ἐν τῶ σταδίῳ ἁγνή, ἀθλῆσαι ἐκζητοῦσα, καὶ ἐκχέαι σου αἷμα, τοῖς ἴχνεσι στοιχοῦσα
τοῦ Λυτρωτοῦ, καὶ τὸ πάθος μιμήσασθαι, ἐπιποθοῦσα τὸ λύσαν τὴν ἐνοχήν, γένους ἅπαντος
βροτείου σεμνή.
Δόξα... Ἦχος δ᾿ Ἰκασίας
Τὴν πεντάχορδον λύραν,
καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας, φερωνύμως
ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν· Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν
τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε
θεόσοφε. Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος,
Αὐξέντιε Μακάριε. Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε
θεόφρον· Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος,
ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. Χαίροις, ὁ στίλβων καὶ διαυγὴς
μαργαρίτης, ὁ τάς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε.
Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων, οὓς καθικετεύομεν, πάσης ὀργῆς
καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς
τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Ἡσαΐα χόρευε,
Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ
καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ·
καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν
ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Δοξολογία Μεγάλη, ἐν τέλει τὸ Ἀπολυτίκιον καὶ Ἀπόλυσις.
Μεγαλυνάριον. Τῶν ἁγίων
Σύμμορφοι ἐν ἄθλοις τοῖς ἱεροῖς, Εὐστράτιε
μάκαρ, καὶ Αὐξέντιε ἱερέ, σὺν τῷ Εὐγενίῳ, Μαρδάριε, Ὀρέστα, ἡμᾶς ἐν ὁμονοίᾳ
διατηρήσατε.
Τῆς Ἁγίας
Τὸ τῆς Σικελίας κλέος πιστοί, καὶ
Συρακουσίων θρέμμα ἅγιον καὶ σεπτόν, τῆς ὀρθοδοξίας οἱ μῦσται νῦν τιμῶμεν, Λουκίαν
τὴν Παρθένον ὕμνοις καὶ ᾄσμασι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου