ΔΕΚΕΜΒΡΙΟΥ ΙΓ΄.
ΛΟΥΚΑ ΟΣΙΟΥ ΤΟΥ ΕΝ ΣΤΕΙΡΙΩ
ΕΠΑΝΟΔΟΣ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ ΕΙΣ ΤΗΝ ΜΟΝΗ ΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Βοιωτῶν αἱ χορεῖαι
ἠγαλλιάσαντο, καὶ ἐξαιρέτως Πάτερ, ἡ ἁγία Μονή σου, ἐπὶ τῇ ἐπανόδῳ Λουκᾶ
θαυμαστέ, τῶν ἁγίων λειψάνων σου, ἧς τὴν ἀνάμνησιν ἄγοντες εὐλαβῶς, γηθοσύνως
εὐφημοῦμέν σε.
Χαρᾶς ἐπλήσθημεν πλείστης
Λουκᾶ μακάριε, δεξάμενοι τὰ θεῖα, καὶ σεπτὰ λείψανα σου, οἷς πίστει προσιόντες
τὴν ἐξ αὐτῶν, θείαν χάριν καρπούμεθα, ἁγιαζόμενοι σώματα καὶ ψυχάς, καὶ τιμῶμεν
τοὺς ἀγῶνάς σου.
Ἀγαλλομένη καρδία
καθυπεδέξατο, ἡ εὐαγὴς Μονή σου, τὰ σεπτὰ λείψανα σου, Λουκᾶ θαυματοφόρε ὡς
θησαυρόν, ἀληθῶς θεοδώρητον, καὶ χαριστήριον ὕμνον ᾗσε Χριστῷ, τῷ λαμπρῶς σε
θαυμαστώσαντι.
Ἐν ταῖς ἀγκάλαις κρατοῦσα ἡ
θεία ποίμνη σου, τὴν ἱερὰν σορόν σου, ἐκ καρδίας βοᾷ σοι· μεῖνον μετὰ τῶν
τέκνων ἤδη τῶν σῶν, ὡς πατὴρ συμπαθέστατος, Λουκᾶ θεόφρον εἰς σὲ γὰρ μετὰ
Χριστόν, τὰς ἐλπίδας ἀναθέμεθα.
Δόξα. Ἦχος β΄.
Τῇ τῶν Ἀγγέλων συνὼν
χορείᾳ, ὡς ἀγγελικῶς βιωσάμενος, χαρᾶς πολλῆς ἡμᾶς ἔμπλησας, Λουκᾶ θεοφόρε. Τὰ
σὰ γὰρ πάντιμα λείψανα, ηὐδόκησας καὶ αὖθις δοθῆναι, τῇ σὲ ποθούσῃ ποίμνῃ ὡς
καλὸν ποιμένα. Διὸ τούτων τὴν ἐπάνοδον ἑορτάζοντες βοῶμέν σοι· Μὴ παύσῃ ἐφορῶν
καὶ σκέπων, τὴν ἱεράν σου Μάνδραν, αἰτούμενος αὐτῇ εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ
ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη Σου.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἦκες πάλιν ἡμῖν, διὰ τῶν
σῶν λειψάνων, Λουκᾶ θαυματοφόρε, παρέχων εὐλογίαν, ἡμῖν καὶ χάριν ἄφθονον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἅπασα εὐλαβῶς, Λουκᾶ ἡ
Βοιωτία, συνέδραμε καὶ πίστει, τὰ θεῖα λείψανά σου, ἐδέξατο ὑμνοῦσά σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Σκέπε τὴν σὴν Μονήν, ἐκ
πάσης ἐπηρείας, Λουκᾶ Ὁσίων κλέος, καὶ τῷ καλῷ ποιμένι, δίδου ἰσχὺν οὐράνιον.
Δόξα. Τριαδικόν.
Σύνθρονε παντουργέ,
τρισήλιε θεότης, Λουκᾶ τοῦ Σοῦ Ὁσίου, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τὸν
κόσμον Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἔρχεται ἡ ἁγνή, τεκεῖν ἐν
τῷ Σπηλαίῳ, τὸν πάντων Βασιλέα, λαοὶ ἀγαλλιᾶσθε, φαιδρῶς προεορτάζοντες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ σεπτοῦ σου λειψάνου τὴν
ἐπάνοδον μέλποντες, Λουκᾶ θαυματοφόρε ψυχικῶς ἀγαλλόμεθα, ἐδόθη γὰρ ὡς θεῖος
θησαυρός, καὶ αὖθις τῇ ἁγίᾳ σου Μονῇ, θείαν χάριν ἀναβλύζων παρὰ Θεοῦ, τοῖς
πίστει ἐκβοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ θείου σου λειψάνου τῇ
ἐπανόδῳ σοφέ, πιστῶς συγκροτήσαντες πνευματικὴν ἑορτήν, Λουκᾶ εὐφημουμέν σε,
ἦκες γὰρ τοῖς σοῖς τέκνοις, ὁ ποθούμενος σφόδρα, χάριτας πᾶσι νέμων, ὡς θεράπων
Κυρίου, ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος
ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἦκες, ἐπινεύσει θεϊκῇ, διὰ τῶν σεπτῶν σου λειψάνων, τῇ σῇ ἁγίᾳ Μονῇ, ὅθεν τὴν ἐπάνοδον τούτων γεραίροντες, Βοιωτοὶ ἐπαγάλλονται, καὶ τῶν μοναζόντων, ἡ σεμνὴ ὁμήγυρις, καὶ πόθῳ κράζει σοι· σὺ ἡμῶν Λουκᾶ θεοφόρε, γέρας καὶ ἀγλάϊσμα θεῖον, καὶ πρὸς Χριστὸν πρέσβυς θερμότατος.
Ὅτε, ἐχωρίσθης ἀφ’ ἡμῶν, τῇ μεταχωρήσει τῶν θείων, Πάτερ λειψάνων σου, τότε ἐθρηνήσαμεν τὴν ὀρφανίαν ἡμῶν, νῦν δὲ πάλιν ὡς ἥλιος, ἐκ τῆς ἑσπερίας, λαμπρὸς ἀνατέταλκας, ἡμῖν τοῖς τέκνοις σου, ὅθεν, τῇ ἁγίᾳ σορῷ σου, πίστει προσιόντες ὑμνοῦμεν, Ὅσιε Λουκᾶ τὰς ἀριστείας σου.
Πᾶσα, Βοιωτία ἐν χαρᾷ, Πάτερ εὐλαβῶς προχυθεῖσα, σὺν τῇ σεπτῇ σου Μονῇ, πίστει ὑπεδέξαντο, τὴν σὴν ἁγίαν σορόν, ἣν ὁ θεῖος μετήνεγκεν, ἡμῶν ποιμενάρχης, χάριτι τοῦ Πνεύματος, καθοδηγούμενος, ὅθεν, τὴν ἀνάμνησιν τούτου, ἄγοντες Λουκᾶ χαρμοσύνως, τοὺς στεῤῥοὺς ἀγῶνάς σου γεραίρομεν.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θησαυρὸν ὡς πολύτιμον, τὴν σορὸν τῶν λειψάνων σου, καὶ ἑστίαν χάριτος θείου Πνεύματος, πανευλαβῶς ἐδεξάμεθα, Λουκᾶ παμμακάριστε, καὶ προσπίπτοντες αὐτοῖς, εὐφροσύνης πληρούμεθα, καὶ βοῶμέν σοι· ὡς καλῶς ἐπανῆκες τῇ σῇ ποίμνῃ, τῇ ποθούσῃ ἐκ μυχίων, τὴν σὴν ἐπάνοδον Ὅσιε.
Οὐκ ἠνέσχου χωρίζεσθαι, ἐπὶ πλεῖον τῆς ποίμνης σου, ἣν πολλοῖς ἐν σκάμμασι συνεκρότησας, ἀλλὰ τὰ θεῖά σου λείψανα, δοθῆναι ηὐδόκησας, ἐν αἷς Πάτερ μυστικῶς, τὴν ἐν σώματι βλέποντες παρουσίαν σου, ἐν τῷ μέσῳ ἡμῶν Λουκᾶ ὑμνοῦμεν, ὡς καλὸν ἡμῶν ποιμένα, καὶ ὁδηγόν σε σωτήριον.
Τὴν ἀνάμνησιν ἄγοντες, τῆς ἑλεύσεως Ἅγιε, τῶν σεπτῶν λειψάνων σου χαριστήριον, ὕμνον Λουκᾶ σοι ἐπάδομεν, καὶ πίστει βοῶμέν σοι· τὴν παροῦσά σου Μονήν, εἰς αἰῶνας ἀπάλλαττε, πάσης θλίψεως, καυχωμένην τοῖς θείοις λειψάνοις, καὶ ἀπαύστως προσιοῦσαν, τῇ κραταιᾷ προστασίᾳ σου.
Δόξα. Ἦχος β΄.
Σήμερον, πνευματικὴν συγκροτεῖ πανήγυριν, ἡ ἐκ Δυσμῶν ἐπάνοδος, τῶν τιμίων λειψάνων, τοῦ θεοφόρου Πατρὸς ἡμῶν Λουκᾶ, νεύσει γὰρ τοῦ κρείττονος ταῦτα ἡμῖν ἀπεδόθησαν, ὡς ἁγίασμα θεῖον, καὶ ἱλαστήριον νοητόν, ψυχῶν καὶ σωμάτων ἰάσεις παρέχοντα, καὶ ἁγιασμὸν καὶ λύτρωσιν, παθῶν ἀκαθάρτων, ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἐν αὐτοῖς ἐνοικοῦσα, παραδόξως ἐνεργεῖ ἐν τοῖς θαύμασιν, ὅθεν αὐτοῖς προσπίπτοντες, ἐκ ψυχῆς βοήσωμεν· Λουκᾶ θεοδόξαστε, μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν τὴν προστασίαν σου, ἀλλ’ αἴτει ἡμῖν σωτηρίαν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν Προεόρτιον. Ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου, ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος, ἐκ Παρθένου Μητρός, ὅνπερ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις αὐτῆς, πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς
ἡμέρας.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄,
1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε΄,
5-6, 1)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε
δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία
παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ.
Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ τὴν
ἀληθὴ εὐφροσύνην, ἡ τοῦ Ὁσίου Λουκᾶ Μονή, τὸ νοητὸν γυμνάσιον, τῆς ἐν Χριστῷ
πολιτείας, ἰδοὺ γὰρ ὁ θεοφόρος σου κτίτωρ, καὶ ἀληθὴς ποιμήν, λαμπρῶς σοι
ἐπεδήμησε, μετὰ χρόνιον ἀποδημίαν, διὰ τῶν θείων αὐτοῦ λειψάνων. Καὶ πλουτοποιὰ
χαρίσματα, ἐν Ἁγίῳ Πνεύματι διανέμει, τοῖς τῇ σορῷ αὐτοῦ προσιοῦσιν, ᾗ πιστῶς
προσπίπτοντες, εὐλαβῶς βοήσωμεν· ἡγιασμένε Πάτερ Λουκᾶ, ἀδιαλείπτως πρέσβευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ὥσπερ ἥλιος λαμπρός,
ἐκ τῆς ἑσπερίου λήξεως, ἡμῖν ἀνατέταλκεν αὖθις, ἡ πρὸς μικρὸν ἀποκρυβεῖσα,
ἡγιασμένη σορός σου, Λουκᾶ παμμακάριστε. Νέφος γὰρ θλίψεων ἐπελθὸν ἡμῖν, σὲ τὸν
καλὸν ἡμῶν ποιμένα, ἐκ τῆς ποίμνης ἀπεμάκρυνεν, ἀλλ’ ἡμῶν ταῖς δεήσεσι προσχὼν
ὁ Σωτήρ, τὰ σὰ τίμια λείψανα, ἡμῖν δοθῆναι ηὐδόκησεν, ὧν τῇ ἁγίᾳ ἑλεύσει,
Βοιωτία εὐφράνθη, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὸν ἑαυτῆς νυμφίον ἐδόξασε, τὸν
δωρούμενον διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Ὡς κιβωτὸν ἁγιάσματος,
καὶ μυροθήκην ζωῆς, τὴν σὴν ἁγίαν σορὸν περικυκλοῦντες, ὀσμῆς θείας πληρούμεθα,
καὶ δυσωδίας παθῶν ῥυόμεθα, Λουκᾶ Πάτερ Ὅσιε. Εὐωδία γὰρ Χριστοῦ ἐγένου ταῖς
ἀρεταῖς, τοῦ παρέχοντος διὰ σοῦ ἡμῶν πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος β΄.
Δεῦτε πᾶσα ἡ Βοιωτία,
καὶ Μοναζόντων οἱ χοροί, τῷ θεοφόρῳ Λουκᾷ προσέλθωμεν, ἵνα λάβωμεν ἐξ αὐτοῦ,
χάριν καὶ ἔλεος, ἰδοὺ γὰρ ἄρτι ἡμῖν ἐλήλυθε, τῇ ἐπανόδῳ τῶν λειψάνων αὐτοῦ, καὶ
παρέχει ἑνὶ ἑκάστῳ, σωτηριώδεις δωρεάς, ὡς Χριστοῦ μιμητής, ἀγαλλέσθω τὸ σεπτὸν
αὐτοῦ σεμνεῖον, τυχὸν τῆς ἐφέσεως, μετὰ πάροδον πολλῶν γὰρ ἐνιαυτῶν, τὴν σορὸν
αὐτοῦ δεξάμενον, ὡς θησαυρὸν ἀδαπάνητον, ἐξ ἧς ἀρυόμεθα, δωρεὰς θείας
χρηστότητος.
Καὶ νῦν. Προεόρτιον.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς
σωτηρίας ἡμῶν, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ
ἀγάλλου, ὅτι ἐκ Σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα
τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς
φιλάνθρωπος.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θεοφόρος Λουκᾶς,
τῶν ἀσκητῶν περιφανὲς σεμνολόγημα, Ἑλλάδος τὸ μέγα κλέος, ὁ τοῦ Στειρίου
φωστήρ, δαδουχῶν τοῖς πᾶσι χάριν ἄφθονον, ἡμᾶς γὰρ ἐπεύφρανας, τῶν ἁγίων
λειψάνων σου, τῇ ἐπανόδῳ, ἐκ τῆς δύσεως Ὅσιε, ἐν ᾗ μήκιστον πάλαι χρόνον
κατείχοντο, ὅθεν μνείαν ποιούμενοι, τῆς τούτων ἑλεύσεως, ὕμνοις καινοῖς
εὐφημοῦμεν, τὴν πρὸς ἡμᾶς σου προμήθειαν, δι’ ἧς περιέπεις, τὴν σὴν ποίμνην
ἀφορῶσαν, πρὸς σὲ ἑκάστοτε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πίστει, καὶ προθυμίᾳ πολλῇ,
καὶ εὐλαβείᾳ θεοφόρε κινούμενος, μετήνεγκε τὴν σορόν σου, ὁ ποιμενάρχης ἡμῶν,
ἐκ τῆς ἑσπερίου Πάτερ λήξεως, διὸ καὶ συνέδραμον, Βοιωτῶν τὰ συστήματα,
προϋπαντῶντες, ἐν ᾠδαῖς τε καὶ ᾄσμασι, ταύτῃ Ὅσιε, τὸν Σωτῆρα δοξάζοντες,
πλεῖον δὲ πάντων γέγηθε, Μονὴ ἡ ἁγίᾳ σου, καὶ ὑπεδέξατο ταύτην, δακρυῤῥοοῦσα
καὶ λέγουσα· ἀεὶ μεῖνον Πάτερ, μεθ’ ἡμῶν τοῖς σοῖς τεκνίοις, οἷα φιλόστοργος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χάρις, τοῦ Παρακλήτου σοφέ,
ἐπιφοιτῶσα τοῖς ἁγίοις λειψάνοις σου, παρέχει τοῖς προσιοῦσιν, ἁγιασμὸν ἀληθῆ,
καὶ τῶν ἰαμάτων τὴν ἐνέργειαν, διὸ οἱ προστρέχοντες, τῇ σορῷ σου ἑκάστοτε, τῶν
αἰτημάτων, τὴν ταχεῖαν ἐκπλήρωσιν, κομιζόμενοι, εὐλαβῶς σοι κραυγάζουσι· σκέπε
ἀεὶ καὶ φύλαττε, Λουκᾶ παμμακάριστε, σὺν τῇ ἁγίᾳ Μονῇ σου, τῶν ὀρθοδόξων τὸ
πλήρωμα, αἰτούμενος πᾶσι, σωτηρίαν καὶ εἰρήνην καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. Β΄.
Τῇ ἰσαγγέλῳ σου ζωῇ, δίκην
φωστῆρος φαεινοῦ ἐξέλαμψας, ἐν τῇ Ἑλλάδι πάσῃ, Λουκᾶ θαυματόβρυτε. Καὶ τῇ τῶν
λειψάνων μετενέξει, ἐκ τῶν κλιμάτων τῆς δύσεως, τῆς νοητῆς ἀνατολῆς τὴν
λαμπρότητα, ἐκφαίνεις ταῖς ψυχαῖς ἡμῶν, ὧν τὴν ἐπάνοδον, ἑορτάζοντες βοῶμεν
σοι· μὴ διαλίπῃς Χριστῷ πρεσβεύειν, δεόμεθα Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεὲμ τὴν
τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε
ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον
δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελωδήσατε· πάσα
πνοὴ αἰνεσάτω τὸν παντουργέτην.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ σεπτοῦ σου λειψάνου τὴν
ἐπάνοδον μέλποντες, Λουκᾶ θαυματοφόρε ψυχικῶς ἀγαλλόμεθα, ἐδόθη γὰρ ὡς θεῖος
θησαυρός, καὶ αὖθις τῇ ἁγίᾳ σου Μονῇ, θείαν χάριν ἀναβλύζων παρὰ Θεοῦ, τοῖς
πίστει ἐκβοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ θείου σου λειψάνου τῇ
ἐπανόδῳ σοφέ, πιστῶς συγκροτήσαντες πνευματικὴν ἑορτήν, Λουκᾶ εὐφημουμέν σε,
ἦκες γὰρ τοῖς σοῖς τέκνοις, ὁ ποθούμενος σφόδρα, χάριτας πᾶσι νέμων, ὡς θεράπων
Κυρίου, ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος
ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστης ἐκ δυσμῶν, ὡς
λαμπρὸς ἑωσφόρος, διὰ τῶν ἱερῶν, καὶ σεπτῶν σου λειψάνων, Λουκᾶ θεομακάριστε,
τῇ παρούσῃ μερίδι σου, ὅθεν σήμερον, τὴν σὴν ἐπάνοδον Πάτερ, μακαρίζοντες, ὑπὲρ
ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἡ πάντων Βασιλίς, καὶ
Παρθένος Μαρία, προσέρχεται τεκεῖν, Βηθλεὲμ ἐν Σπηλαίῳ, τὸν πάντων βασιλεύοντα,
μορφωθέντα τὸν ἄνθρωπον, ὅθεν ἅπαντες, προεορτίους αἰνέσεις, τούτῳ ᾄσωμεν, τῷ
δι’ ἡμᾶς ἐρχομένῳ, τεχθῆναι ὡς νήπιον.
Μετὰ τὴν
β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χάριν ἄφθονον, ἡ θεία θήκη,
τῶν λειψάνων σου, ἀναπηγάζει, ἁγιάζουσα πιστῶν τὰ συστήματα, ὅθεν αὐτῆς τὴν
μετένεξιν χαίροντες, ὑμνολογοῦμεν πιστῶς ἐκβοῶντές σοι· Λουκᾶ Ὅσιε, Χριστὸν τὸν
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἰδοὺ ἔρχεται, ἡ Θεοτόκος,
τὸν ὑπέρθεον, τεκεῖν ὡς βρέφος, προσλαβόμενον οὐσίαν τὴν βρότειον,
προϋπαντήσωμεν ταύτῃ ἐν πράξεσι, τῶν ἀρετῶν καὶ βοήσωμεν λέγοντες· Κόρη
πάναγνε, ὑμνοῦμεν τὸ ἀκατάληπτον, τοῦ τόκου σου μυστήριον καὶ ἄφραστον.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἁγίων λειψάνων σου τὴν
ἐπάνοδον, πανηγυρίζοντες πόθῳ ἐν ἑορτῇ ἱερᾷ, ἀνυμνοῦμέν σε Λουκᾶ ὡς ἡμῶν
ἔφορον, σὺ γὰρ προΐστασαι ἡμῶν, καὶ ἰθύνεις ἀσφαλῶς, τὴν ποίμνην σου ταύτην
Πάτερ, πρὸς σωτηρίας τὴν τρίβον, ὡς ὁδηγὸς ἡμῶν θεόσοφος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τῶν Χριστοῦ γενεθλίων τὰ
προεόρτια, προεορτάσωμεν πάντες ἐν εὐθυτάτῃ ψυχῇ, καὶ βοήσωμεν Αὐτῷ πιστοὶ
κραυγάζοντες· εὐλογημένος εἶ Σωτήρ, ὁ ἐρχόμενος ἐν γῇ, τεχθῆναι ἐκ τῆς
Παρθένου, καὶ ἐν Σπηλαίῳ καὶ Φάτνῃ, ἀνακλιθῆναι ὥσπερ νήπιον.
Τὸ α΄
ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Ὁ τῆς ἀλήκτου τρυφῆς, ἐν
οὐρανοῖς ἀπολαύων, καὶ τὰ σεπτά σου λείψανα, ἀποδοθῆναι ἡμῖν εὐδόκησας, Λουκᾶ
Πάτερ Ὅσιε, τὰς δεήσεις ἡμῶν τῷ Σωτῆρι προσάγαγε, καὶ τὴν παροῦσαν ποίμνην σου,
πάσης ἀνάγκης ῥύου, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν ἐπάνοδον Λουκᾶ μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς σαῖς παρακλήσεσι,
Λουκᾶ παμμάκαρ ἀπέλασον, νοός μου τὴν ζόφωσιν, ὅπως ὑμνήσω φαιδρῶς, τὴν
ἐπάνοδον, τοῦ θείου σου λειψάνου, δι’ ἧς κατεφαίδρυνας, πιστῶν τὸ σύστημα.
Ἡνίκα κεχώρισαι, ἀποχωρήσει
τῶν θείων σου, λειψάνων τῆς ποίμνης σου, λύπης ἐπλήσθημεν, νῦν δὲ Ὅσιε, τῇ
τούτων ἐπανόδῳ, χαρᾶς ἐπληρώθημεν, πολλῆς ὑμνοῦντάς σε.
Ναὸς ὁ περίδοξος, τῆς σῆς
Μονῆς ὑπεδέξατο, ὡς θεῖον ἁγίασμα, αὖθις τὸ σκῆνός σου, Λουκᾶ Ὅσιε, ᾧ πίστει
προσιόντες, ψυχάς τε καὶ τὰ σώματα, ἁγιαζόμεθα.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, ἐκ Σοῦ
φανεὶς ὁ Ὑπέρθεος, βροτοῖς προσωμίλησε, δίχα τροπῆς καὶ φυρμοῦ, καὶ διέσωσε,
Παρθένε Θεοτόκε, ἀρᾶς τοῦ προπάτορος, τοὺς Σὲ δοξάζοντας.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἡγίασται πᾶσα Βοιωτία,
ἑλεύσει Λουκᾶ θαυματουργέ, τοῦ ἱεροῦ λειψάνου σου, ᾧ πίστει προϋπήντησε, χερσὶν
ὡς μετεφέρετο, Ἀρχιερέως θεόφρονος.
Ναμάτων πλησθὲν ζωοδωρήτων,
νεκρώσει παθῶν τῶν τῆς σαρκός, τὸ ἱερόν σου σκήνωμα, Λουκᾶ Ὁσίων καύχημα,
δρόσον βλύζει χρηστότητος, τοῖς εὐλαβῶς προσπελάζουσιν.
Εὐφράνθη Μονή σου ἡ ἁγία,
Λουκᾶ δεξαμένη ἱερῶς, τὰ ἱερά σου λείψανα, καὶ προσκαλεῖται ἅπαντας, μεταλαβεῖν
ὡς πρότερον, τῆς ἐξ αὐτῶν θείας χάριτος.
Θεοτοκίον.
Παρθένος ἁγνὴ οὖσα Παρθένε,
ἀσπόρως συνέλαβες Θεόν, καὶ τοῦτον σαρκὶ τέξασα, Παρθένος πάλιν ἔμεινας, μετὰ
τὸν Τόκον πάναγνος, ὦ τῶν φρικτῶν θαυμασίων Σου.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐπεύφρανας Ὅσιε τὴν
Ἐκκλησίαν Χριστοῦ, τῶν θείων λειψάνων σου τῇ ἐκ δυσμῶν ἐκφορᾷ, Λουκᾶ Πάτερ
Ὅσιε, ὅθεν μνείαν ποιοῦντες, τῆς ἑλεύσεως τούτων, ὕμνοις χαριστηρίοις, τὸν
Σωτῆρα ὑμνοῦμεν, παρέχοντα ἡμῖν διὰ σοῦ, τὸ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἡ κτίσις ἀγάλλεται
προεορτίους ᾠδάς, ἐν πίστει προσάγουσα τῷ Σῷ φρικτῷ τοκετῷ, Παρθένε πανάμωμε,
Σὺ γὰρ ἐν τῷ Σπηλαίῳ, τὸν Σωτῆρα τοῦ κόσμου, μέλλεις ἀποκυῆσαι, εἰς ἀνάπλασιν
πάντων, διό Σε Θεομῆτορ, ἀπαύστως δοξάζομεν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἁγιότητος δοχεῖον καθαρθεὶς
τὴν καρδίαν σου, καὶ τῆς ἀπαθείας, εὔοσμος λειμὼν ἔχρημάτισας, διὸ ἡ θήκη Λουκᾶ
ἡ τῶν λειψάνων σου, πνέει πάντοτε, τὴν εὐωδίαν τοῦ Πνεύματος.
Νόμῳ θείῳ τοῦ Σωτῆρος
πορευθεὶς ἐκ νεότητος, ἐμάκρυνας Πάτερ, πάσης κοσμικῆς ματαιότητος, καὶ ἐν
ἐρήμοις σκηνώσας βίον ἄσαρκον, Λουκᾶ Ὅσιε, μετὰ σαρκὸς διελήλυθας.
Ὀσμὴν θείαν ἀποπνέει ἡ
μυρίπνοος θήκη σου, Πνεύματος Ἁγίου, ἡμῶν τὰς ψυχὰς κατευφραίνουσα, ἧς τὴν ἐπάνοδον
Πάτερ ἐκ τῆς δύσεως, ἑορτάζοντες, Λουκᾶ τρισμάκαρ ὑμνοῦμέν σε.
Δεῦτε πάντες προσελθόντες
εἰς Μονὴν τὴν Περίβλεπτον, Λουκᾶ τοῦ Ὁσίου, τὴν ἐν τῷ Στειρίῳ ὑπάρχουσαν, καὶ
τῶν λειψάνων αὐτοῦ τὴν θείαν λάρνακα, προσκυνήσωμεν, ἁγιασμὸν θεῖον βλύζουσαν.
Θεοτοκίον.
Οὐρανὸς ἄλλος ἐδείχθης
οὐρανῶν ὑψηλότερος, ἀσυγκρίτως Κόρη, Κεχαριτωμένη πανύμνητε, ἐκ Σοῦ γὰρ κόσμῳ
Χριστὸς ὁ μέγας ἥλιος, ἀνατέταλκε, καὶ τὴν ἀπάτην διέλυσεν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νοὸς τὰς κινήσεις σου, ἀπὸ
παιδὸς ποιούμενος, Ὅσιε Λουκᾶ πρὸς τὸν Σωτῆρα, Αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας,
καὶ θαυμάτων χάριν εἰληφώς, βοηθοῖς ἑκάστοτε, τοῖς πιστῶς προσιοῦσί σοι.
Λαμπρύνας τὸν βίον σου,
ἀσκητικοῖς παλαίσμασιν, ὤφθης Μοναζόντων ὑποφήτης, Λουκᾶ θεόφρον καὶ
ὑποτύπωσις, νῦν δὲ ἡ ἁγία σου σορός, ἁγιάζει πάντοτε, τοὺς πιστῶς
προσπελάζοντας.
Οἱ πίστει προστρέχοντες,
τοῖς ἱεροῖς λειψάνοις σου, Ὅσιε Λουκᾶ θαυματοφόρε, πάσης στενώσεως
ἀπαλλάττονται, τῇ σοὶ δεδομένῃ ἐκ Θεοῦ, χάριτι μακάριε, καὶ Χριστὸν
μεγαλύνουσι.
Θεοτοκίον.
Ὑμνοῦμεν τὴν δόξαν Σου,
Παρθένε ὑπερύμνητε, Σὺ γὰρ τὸν Θεὸν σαρκὶ τεκοῦσα, ὤφθης Ἀγγέλων ὑπερανέχουσα,
καὶ πάσης τῆς κτίσεως ἁγνή, ἀνωτέρα Δέσποινα, καὶ βροτῶν καταφύγιον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Κεκοσμημένην ταῖς πράξεσι,
τῆς σῆς καθαρωτάτης ἀσκήσεως, Λουκᾶ μακάριε, τῶν Μοναζόντων κόσμον πέφηνας, διό
σου τῶν λειψάνων τὴν θήκην σέβομεν.
Ἀπὸ τῆς δύσεως Ὅσιε,
μετήγαγον τὰ θεῖά σου λείψανα, ἀγαλλιώμενοι, ὡς θησαυρὸν θεοδώρητον, τῇ ἱερᾷ
Μονῇ σου ὑμνολογοῦντές σε.
Μετ’ εὐφροσύνης ὑπήντησαν,
χοροὶ τῶν Βοιωτῶν τοῖς λειψάνοις σου, Λουκᾶ μακάριε, ὧν τὴν ἐπάνοδον μέλποντες,
ὑμνοῦμεν θεοφόρε τὴν πολιτείαν σου
Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων αἱμάτων
Σου, λαβὼν ὁ Ὑπερούσιος ἄχραντε, φύσιν τὴν βρότειον, δίχα τροπῆς καὶ συγχύσεως,
διπλοῦς τῷ κόσμῳ ὤφθη Θεὸς καὶ ἄνθρωπος.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγαλλιᾶται Βοιωτία ἐνθέως,
σὺν τῇ Μονῇ σου τῇ ἁγίᾳ θεόφρον, τῇ ἐπανόδῳ τῶν σεπτῶν λειψάνων σου, ὧν τὴν
μετακόμισιν, ἐκ δυσμῶν ἀνυμνοῦντες, ἑορτὴν ἁγίαν σοι, εὐλαβῶς συγκροτοῦμεν,
θαυματοφόρε Ὅσιε Λουκᾶ, ὁ ἐν Στειρίῳ, ἐκλάμψας ὡς ἥλιος.
Ὁ Οἶκος.
Ἀπὸ παιδὸς ἀνατεθείς, Θεῷ
τῷ παντεπότῃ, κατηκολούθησας Αὐτῷ, ἀμέμπτῳ πολιτείᾳ. Καὶ καθαρθεὶς πάσης
προσύλου συναφείας καὶ σχέσεως, ἀσκητικοῖς ἀγῶσι καὶ πόνοις πολλοῖς, ἐπλήσθης
θείων δωρεῶν, καὶ τῶν θαυμάτων εἴληφας τὴν χάριν θεοφόρε, ἔνθεν ἡ τῶν λειψάνων
σου σορός, ἰαμάτων ὤφθη θησαυρός, καὶ λιμὴν τῶν ἐν ἀνάγκαις καὶ νόσοις
χειμαζομένων. Ταύτης δέ, κρίμασι Θεοῦ, στερηθέντες ἐν ἐτῶν πολλῶν περιόδοις,
ἤδη κατατρυφῶμεν θείᾳ ἐπινεύσει, ὁ γὰρ καλὸς ἡμῶν ποιμήν, ἐκ δύσεως αὐτὴν
μετήγαγε, καὶ τῇ οἰκείᾳ Μονῇ ἐθησαύρισεν, ἧς τὴν ἐπάνοδον ἑορτάζοντες βοῶμεν·
Λουκᾶ θαυματοφόρε, τὴν σὴν Μονὴν καὶ ἡμᾶς πάντας διαφύλαττε, ὁ ἐν Στειρίῳ,
ἐκλάμψας ὡς ἥλιος.
Συναξάριον
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τῆς ἐπανόδου τῶν ἁγίων λειψάνων τοῦ Ὁσίου
Λουκᾶ τοῦ ἐν τῷ Στειρίῳ, ἅτινα κατὰ ταύτην τὴν ἡμέραν, ἐν ἔτει 1986, ὁ τῆς
Θηβῶν καὶ Λεβαδείας ἁγίας Ἐκκλησίας ποιμὴν καὶ πρόεδρος κ. Ἱερώνυμος, ἐκ
Βενετίας μετήνεγκε, καὶ τῇ οἰκείᾳ Μονῇ αὖθις ἐναπεκόμισε.
Χαρᾶς
πολλῆς ἔμπλησας ἡμᾶς ὦ Πάτερ,
Τῇ
τῶν σεπτῶν σου λειψάνων ἐπανόδῳ.
Δεκάτ’
ἠδὲ τρίτῃ Λουκᾶ νέκυς ἐκκεκόμισται δίου.
Οὗτος, ἧν ἀκμάζων περὶ τὰ
μέσα τοῦ Ι΄ αἰῶνος. Τὰ κατ’ αὐτὸν διείληπται ἐν πλάτει τῇ Ζ΄ τοῦ Φεβρουαρίου
μηνός, ἤδη δὲ μνείαν ἄγομεν, τῆς ἐκ τῆς δύσεως ἐπανόδου τῶν ἱερῶν αὐτοῦ
λειψάνων, ἔχουσαν οὕτω:
Μετὰ τὴν ὁσίαν αὐτοῦ
κοίμησιν, τὰ ἱερὰ τούτου λείψανα ἐκκομισθέντα τοῦ τάφου, ἐθησαυρίσθησαν ἐν τῷ
μεγάλῳ ναῷ τῆς οἰκείας Μονῆς, ἐν τῷ εὐωνύμῳ μέρει, ἐγγὺς τοῦ ἱεροῦ Βήματος,
βρύοντα ἰάσεις, καὶ θαυμάτων δυνάμεις ἐνεργοῦντα τοῖς εὐλαβῶς προσερχομένοις,
καὶ τὴν τοῦ Ὁσίου ἀντίληψιν αἰτοῦσιν. Ὦδε τὰ ἱερὰ λείψανα ἔμειναν ἄχρι τοῦ 1460
ἔτους. Παρεληλυθότων ἑπτὰ ἐνιαυτῶν μετὰ τὴν ἅλωσιν τῆς Βασιλίδος τῶν πόλεων ὑπὸ
τῶν Τούρκων, οὗτοι κατέλαβον καὶ τὴν Βοιωτίαν. Τότε, οἱ τῆς Μονῆς ἀδελφοὶ σὺν
τοῖς πέριξ οἰκοῦσι, λαβόντες τὰ ἱερὰ λείψανα, κατέφυγον τῇ Λευκάδι, δοκοῦντες
ἐκπεφευγέναι τὸν κίνδυνον. Ἐν Λευκάδι γέγονε σύγχυσις μετὰ Ὁσίου Λουκᾶ, καὶ
Εὐαγγελιστοῦ καὶ Ἀποστόλου Λουκᾶ, καὶ πλείστοις ἐπιστεύθη, ὅτι ἧν τὰ τοῦ
Ἀποστόλου. Ἐν ἔτει 1463, κρατεῖται ἡ Λευκάς, ὑπὸ τῶν Τούρκων, οἱ δὲ τῆς Βοσνίας
ἄρχοντες, προνοούμενοι τῶν θείων λειψάνων τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ὡς ἐδόκουν
ἐξηγόρασαν αὐτὰ παρὰ τῶν Τούρκων, δόντες τὸ ποσὸν τριῶν χιλιάδων δουκάτων,
ἅτινα καὶ μετήγαγον τῇ τῆς Βοσνίας πόλει Λάτσια. Ἀλλὰ κατὰ Ἰούλιον τοῦ 1463
ἔτους, οἱ Ἀγαρηνοὶ Τοῦρκοι ὑπήγαγον τῷ ἑαυτῷ κράτει καὶ τὴν Βοσνίαν, καὶ τότε
μοναχοί, Φραγκισκανοὶ τὴν κλῆσιν, διήγαγον τὰ ἱερὰ λείψανα διὰ Ῥαγούσης (ἤδη
Ντουμπρόβνικ Γιουγκοσλαβίας), τῇ Βενετίᾳ. Ὁ τῆς Βενετίας ἡγεμών (δόγης), οὗ ἡ
κλῆσις Χριστοφόρος Μόρος, δέδωκεν αὐτοῖς τὸν ναὸν σὺν τῇ ἐκεῖσε Μονῇ τοῦ Ἁγίου
Ἰώβ, ἣν ἐπισκευάσαντες κατώκησαν ἐν αὐτῇ. Γινομένων τῶν ἐπισκευῶν, τὰ ἱερὰ
λείψανα ἐναπετέθησαν ἐν τῷ ναῷ τοῦ Ἁγίου Νικολάου, τῷ ὄντι ἐν τῇ νήσῳ Λίντο τῆς
Βενετίας, καὶ ἐκεῖθεν μετηνέχθησαν τῇ ἀνακαινισθείσῃ Μονῇ τοῦ Ἁγίου Ἰώβ.
Οἳ οὖν Βενεδικτῖνοι μοναχοί, οἳ τὰ τοῦ
Εὐαγγελιστοῦ Λουκᾶ κατεῖχον ἱερὰ λείψανα ἐν τῷ ναῷ τῆς Ἁγίας Ἰουστίνης ἐν
Παδούῃ (Πατάβιον), διεμαρτύροντο διὰ τὰ νέα λείψανα τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, καὶ
γενομένης Συνόδου Καρδιναλίων τῇ ΙΣΤ΄ μηνὸς Δεκεμβρίου τοῦ 1464, ἀποδέδεικται
περιτράνως, ὅτι οὐκ εἰσὶ ταῦτα τὰ τοῦ Εὐαγγελιστοῦ Λουκᾶ λείψανα. Περὶ τούτων
συνεμαρτύρησε σαφῶς καὶ ὁ τῆς Λευκωσίας Κύπρου ἐπίσκοπος Ἡσαΐας, ἀποδείξας ὅτι
αὐτὰ τυγχάνουν τοῦ Ὁσίου Λουκᾶ τοῦ Στειριώτου ὄντως τὰ ἱερὰ λείψανα, καὶ ἐξ
αὐτῆς ἐναπετέθησαν φυλασσόμενα ἐν δευτερευούσῃ θέσει ἐν τῷ Βεστιαρίῳ τοῦ ναοῦ
ἐπὶ 523.
Οὕτως εἶχον τὰ πράγματα, ἐν
δὲ τῷ Μοναστηρίῳ τοῦ Ὁσίου ἐσώζετο παράδοσις ὅτι τὰ ἱερὰ αὐτοῦ λείψανα εὕρηνται
ἐν τῇ δύσει, ἔνθα πολλάκις σταλέντες καὶ ἐρευνήσαντες, οὐδὲν ἀνεκάλυψαν, ὁ δὲ
Κύριος ἐφανέρωσεν αὐτὰ τοιουτοτρόπως.
Ὁ τῆς τοῦ Ὁσίου Μονῆς
ἀδελφὸς Χριστοφόρος (κατὰ κόσμον Γεώργιος Ῥακιτζάκης, καθηγητὴς καὶ τῆς
Ἀθωνιάδος Σχολῆς), φιλίᾳ συνδεόμενος μετὰ τοῦ ἐξ Ἰταλίας ὁρμωμένου Ἐῤῥίκου
Μορίνι, περὶ τὴν ἱστορίαν τῆς ἐπιστήμης ἀσχολουμένου, πρὸ δύο ἐνιαυτῶν,
ἐμάνθανε παρ’ αὐτοῦ, ὅτι ἐρευνῶν τοὺς τῶν Ἁγίους βίους ἐν Βενετίᾳ, ἔσχε
πληροφορίας περὶ τοῦ Ὁσίου Λουκᾶ, οὕτινος τὰ ἱερὰ λείψανα ἐσώζοντο ἐν τῷ Ἁγίῳ
Ἰὼβ τῆς Βενετίας.
Μετὰ τὴν ταύτην εἴδησιν,
ἤρξαντο αἱ συζητήσεις μετὰ τῶν ἁρμοδίων ἐκκλησιαστικῶν καὶ πολιτικῶν ἀρχῶν, καὶ
ἀντιπροσωπεία ἀποτελουμένη ἐκ τῶν Σεβασμιωτάτων Μητροπολιτῶν Θηβῶν καὶ
Λεβαδείας κ. Ἱερωνύμου καὶ τοῦ πρὸ αὐτοῦ κ. Νικοδήμου, τοῦ Ἡγουμένου τῆς Μονῆς
Ἀρχιμανδίτου Νικοδήμου καὶ τοῦ ἀδελφοῦ τῆς αὐτῆς Μονῆς Ἀρχιμανδίτου Γεωργίου,
μετακόμισε τὰ ἱερὰ λείψανα τῇ ΙΓ΄ μηνὸς Δεκεμβρίου, ἐν ἔτει 1986. Ἠ ὐποδοχὴ
ὑπῆρξεν ἱεροπρεπής, μεγαλοπρεπὴς καὶ συγκινητική.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων, Εὐγενίου, Εὐστρατίου, Αὐξεντίου,
Μαρδαρίου καὶ Ὀρέστου.
Τὸν
Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ
δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Οὗτοι ὑπῆρχον ἐπὶ
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τῶν δυσσεβῶν βασιλέων, καὶ Λυσίου δουκός, τῆς
Λιμιτανέων τάξεως κρατοῦντος, καὶ Ἀγρικολάου πᾶσαν τὴν τῆς ἀνατολῆς ἐπαρχίαν
διοικοῦντος, ἄνωθεν μὲν ἐκ προγόνων σεβόμενοι τὸν Χριστόν, ὑποκρύπτοντες
ἑαυτούς, φόβῳ τῶν τυράννων καὶ διωκτῶν. Τούτων, ὁ μὲν Ἅγιος Εὐστράτιος, ἐκ τῆς
Ἀραβρακηνῶν ὡρμώμενος πόλεως, Σκρινιάριος (χαρτοφύλαξ) ὑπάρχων τῆς δουκικῆς
τάξεως, καὶ ἐν αὐτῇ πρωτεύων. Ἐπιθυμῶν δὲ παῤῥησιάσαθαι τὴν εὐσέβειαν, καὶ τὸ
τῆς ἐκβάσεως ἄδηλον δεδοικώς, τὴν ζώνην αὐτοῦ διά τινος τῶν ὑπηρετούντων
ἀποτεθῆναι προσέταξεν, ἐν τῇ κατὰ Ἀράβρακα Ἐκκλησίᾳ, τοῦτο θεὶς ἐν ἑαυτῷ, καὶ
ἀπόπειραν τοῦ σκοποῦ ποιούμενος, ὡς εἰ ὁ πρεσβύτερος Αὐξέντιος εἰσελθὼν λάβοι
αὐτήν, κατ’ εὐδοκίαν αὐτῷ γενέσθαι τὴν εἰς Χριστὸν εὐλογίαν καὶ παῤῥησίαν,
μηδὲν τῶν προσδοκωμένων ὑποπτήξαντα παραστῆναι. Εἰδὲ ἕτερός τις τῆς Ἐκκλησίας
τὴν ζώνην κομίσαιτο, ἔτι τὴν εἰς Χριστὸν πίστιν περιφέρειν ἐν τῷ κρυπτῷ, καὶ
μηδαμῶς εἰς ἐμφάνεν ἐλθεῖν.
Κατὰ νοῦν δὲ αὐτῷ τὰ τῆς
πείρας ἐκβάντα θεασάμενος, καὶ τοῦ πρεσβυτέρου Αὐξεντίου τὴν ζώνην ἀνελομένου,
ὑπειληφώς, ὅτι καλῶς αὐτῷ ἡ διὰ Χριστὸν μαρτυρία, ἐμφανὴς τῷ Λυσίᾳ κατέστη, καὶ
παῤῥησιάζεται τὴν εὐσέβειαν. Ἐν γὰρ τῷ τοὺς Ἁγίους προαθλήσαντας παριστᾷν, καὶ
αὐτὸς τῷ Λυσίᾳ παρέστη καὶ γὰρ ἦν τῆς τοιαύτης τάξεως πρῶτος. Διὸ καὶ τὸν
ἑαυτὸν ἀναγορεύει Χριστιανόν. Ὅθεν παρὰ τοῦ τυράννου ἀφαιρεῖται τὴν ζώνην, καὶ
κατὰ πρόσταξιν αὐτοῦ γυμνοῦται, καὶ διαταθεὶς ἐπὶ γῆς μαστίζεται. Ἐν σχοινίοις
δεθείς, εἰς ὕψος μετεωρίζεται, καὶ τῷ ἀναφθέντι αὐτῷ πυρὶ κάτωθεν καταφλέγεται.
Μετὰ τοῦτο, ἅλατι καὶ ὄξει συμφυραθέντι, τοῖς καταφλεχθεῖσιν ἐπιχέεται μέλεσι,
καὶ ὀστράκοις τὰς πλευρὰς κατατρίβεται. Καὶ παραδόξως θαυματουργήσας· κατέστη
γὰρ ὅλος ὑγιής), τὸν Ἅγιον Εὐγένιον ἐκκαλεῖται πρὸς τὴν εἰς Χριστὸν πίστιν, καὶ
παῤῥησίᾳ καὶ αὐτὸς ὁμολογεῖ, σύμφωνα εἶναι λέγων τῷ Ἁγίῳ Εὐστρατίῳ, καὶ τὸ αὐτὸ
σέβας τῷ τοῦ ἐκείνου τιμωμένῳ προσάγει Θεῷ.
Τότε, κρηπῖσι σιδηραῖς
ἡλωθεὶς ὁ Ἅγιος Εὐστράτιος, ἀπὸ τῆς Σεβαστιανῶν πόλεως, μέχρι Νικοπόλεως,
συνάμα τῷ Εὐγενίῳ. Καὶ ἐν τῷ μεταξὺ διαστήματι, ὁ Ἅγιος Μαρδάριος ἐλαυνόμενον
ἰδὼν τὸν Ἅγιον Εὐστράτιον, καὶ ἐν τοιούτῳ σχήματι τὸν περίβλεπτον ἐννοήσας,
ἐμακάρισέ τε αὐτὸν τῆς καρτερίας, ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν εἰς οἷαν ἀνθ’
οἷας ἦλθε κατάστασιν, ἐκ περιφανοῦς καὶ γένους λαμπροῦ τῶν κακούργων πάσχειν
ἑλόμενος. Καὶ σύμβουλον εἰς τοῦτο λαβὼν τὴν γυναῖκα, ταύτην καὶ τὰ ἐξ αὐτῆς
τέκνα τῷ Θεῷ παραθείς, κατὰ τὴν ὁδὸν ἐλαυνόμενον τὸν Ἅγιον Εὐστράτιον ἔφθασε,
καὶ συνεδέθη αὐτῷ.
Εἰς ἐξέτασιν δὲ τοῦ Λυσίου
καθίσαντος, ὁ Ἅγιος Αὐξέντιος πρῶτος ἀπετμήθη τὴν κεφαλήν, ἑαυτὸν ὀνομάσας
χριστιανόν. Ὁ Ἅγιος Μαρδάριος, τρυπηθεὶς τοὺς ἀστραγάλους, κατὰ κεφαλῆς
ἐκρεμάσθη, καὶ ὀβελίσκοις ὀξέσι πεπυρωμένοις τὰ μετάφρενα καταφλέχθη, καὶ τῷ
Θεῷ τὸ Πνεῦμα παρέθετο. Ὁ δὲ Ἅγιος Εὐγένιος τὴν γλῶσσαν τέμνεται, καὶ τὰ σκέλη
ῥοπάλοις συνθλᾶται, καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἀφίησι τὴν ψυχήν.
Ἐπεὶ δὲ ὁ Ἅγιος Ὀρέστης, ἐν
τῷ μέλλειν κατὰ τοῦ σκοποῦ τὰς χεῖρας κινεῖν, δῆλος ἐγένετο, ὡς τὴν τῶν
χριστιανῶν πίστεως καὶ αὐτὸς ὤν, (ὁ γὰρ Σταυρός, ὃν ὡς φυλακτήριον ἐν τῷ στήθει
περιέφερεν, ἐν τῷ ἀκοντίσαι, συστραφέντος αὐτοῦ, ἔξωθεν ἐφάνη) ἐρωτηθεὶς καὶ
αὐτός, Χριστοῦ δοῦλον ἑαυτὸν ὠνόμασε, καὶ τῷ Ἁγίῳ συνεδέθη Εὐστρατίῳ, καὶ
παρεπέμφθησαν ἀμφότεροι παρὰ τοῦ Λυσίου, οὐ μόνον διὰ τὴν ἐν λόγοις Εὐστρατίου
σοφίαν καὶ δύναμιν, στηλιτεύσαντος αὐτὸν κατὰ τῆς θρησκείας αὐτοῦ καὶ
μυκτηρίσαντος, ἀλλ’ ἵνα μὴ καὶ αὖθις θαυματουργήσας, πολλοὺς πρὸς τὴν εἰς
Χριστὸν ἐπισπάσηται πίστιν.
Παραστὰς οὖν τῷ Ἀγρικολάῳ ὁ
Ἅγιος Εὐστράτιος, καὶ πᾶσαν τῆς ἑλληνικῆς πλάνης τὴν ἀπάτην ἐκ τῶν παρ’ αὐτοῖς
λεγομένων στηλιτεύσας, καὶ τὸν τόμον τῆς διατάξεως αὐτοῦ ἐγχειρίσας τῷ Ἁγίῳ
Βλασίῳ τῷ ἐπισκόπῳ ἐν τῇ εἱρκτῇ (ὃς καὶ τῶν ἀχράντων αὐτῷ μυστηρίων μετέδωκε),
τοῦ Ἁγίου Ὀρέστου, ἐν σιδηρῷ κραββάτῳ ἐκπυρωθέντι, πρότερον τεθέντος καὶ ἐν
αὐτῷ τὸ τέλος λαβόντος, ὕστερον αὐτός, ἀναφθείσης καμίνου, ἐμβληθεὶς ἐν αὐτῇ
τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Ἡ σύναξις αὐτῶν τελεῖται ἐν τῷ ἁγίῳ
ἀποστολείῳ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς Μεγάλης Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Ὡς
Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς
δ’ ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.
Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν
πόλεως, τῆς κατὰ τὴν Σικελίαν, μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ
ταύτης μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς Ἁγίας Μάρτυρος
Ἀγάθης, ἀπαλλάξαι τῆς αἱμοῤῥοίας τὴν μητέρα αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν
Ἁγίαν Ἀγάθην, τήν τε ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ
περὶ τοῦ κατὰ Χριστὸν μαρτυρίου. Ὡς δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής, τῶν
ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα, εὔθυμος ἦν πρὸς τὴν τοῦ
Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι
Πασχαίῳ, κατ᾿ ἄλλους Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν
ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν
συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ τοῦ τόπου ἔνθα ἐστήρικτο.
Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα ἡ ἁγία
ἵστατο αὐτὴν καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν αὐτῆς
ἀπέτεμον κεφαλήν, ἔτει 304 μ.
Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.
Τὸν Ἀρσένιον ἐκμιμούμενος Πάτερ,
καὶ Ἀρσενίῳ συγχορεύεις ἐν Πόλῳ.
καὶ Ἀρσενίῳ συγχορεύεις ἐν Πόλῳ.
Οὗτος, ἐκ Βυζαντίδος ὑπῆρχε
τῆς Πόλεως, γονέων εὐσεβῶν καὶ πιστῶν, εὐπόρων δὲ καὶ τὰ πρῶτα φερόντων ὑπάρχων
υἱός. Οὕτω γοῦν γένους καταγομένου τοῦ μακαρίου, περιφανεστάτου καὶ λαμπροῦ,
καὶ τὴν εὐσέβειαν ἐπὶ μᾶλλον αὐξάνοντος, προσεβραβεύθη αὐτῷ καὶ ἕτερόν τι παρὰ
τοῦ τότε κρατούντος ἀξίωμα, μέγας Στρατηγός, καὶ Πατρίκιος τοῦ τῶν Κιβυῤῥαιωτῶν
χρηματίσας θέματος. Καιρῷ δέ τινι, στόλος διαπόντιος κελεύσει κινεῖται
βασιλικῇ, οὗ τὴν προστασίαν αὐτὸς ἐγχειρίζεται. Βρασμοῦ δὲ γενομένου ἐξ ἐσχάτων
τῆς θαλάσσης τῶν πυθμένων, ἅπαντα τὰ πλοῖα κατεποντίσθησαν, αὐτοῦ μόνο ἐν χέρσῳ
διασωθέντος.
Ἀδείας δὲ ἐντεῦθεν τυχών,
ἧς ἠφίετο ἐκ πολλοῦ τὸν μονότροπον εἵλετο σχῆμα, ὑποπιάζων τὸ σῶμα, καὶ δοῦλον
ποιῶν τῆς ψυχῆς, ὁ δ’ ὑπωπιασμός, νηστεία, ἀγρυπνία, χαμευνία, καὶ ἡ ἄλλη
κακουχία τοῦ σώματος ἦν. Πρὸς δὲ τούτοις καὶ σιδήρων βάρει ἐστενοχώρει τὴν
σάρκα, ὁ καὶ σιδήρου καὶ ἀδάμαντος δυνατώτερος καὶ στεῤῥότερος. Τὰ δέ γε τῶν
δακρύων πελάγη, τὰς παννύχους στάσεις, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐφόδους,
καὶ τὰς ἐν ψύχει καὶ γυμνότητι καρτερίας αὐτοῦ, οὐδείς, ὡς οὐδὲ ψάμμον
ἀπαριθμήσειεν.
Οὕτως καλῶς ἐνάγων ὁ μακάριος, εἰς τόπον
ἀντίκρυ τοῦ καλουμένου· Ἱεροῦ, ὑπὸ τοῦ Πνεύματος πέμπεται. Ἐκεῖσε δὲ καλῶς ὁ
γενναῖος σπείρας ἐν δάκρυσι, καὶ τὸν τόπον ἐκεῖνον ἐναποφήνας κλαυθμῶνος, ἐν
ἀγαλλιάσει θερίζειν ἄρχεται. Ἐσθὴς δὲ αὐτῷ τριχίνη, ἅπαν κατατρυχούσα τὸ ἀπὸ
τῶν σιδήρων ἐλλεῖπον μέρος τοῦ σώματος. Ἐτρέφετο δὲ ἀγρίαις βοτάναις, ἀτροφίαν
ὡς ἄν τις εἴπῃ μᾶλλον, οὐχὶ τροφήν. Καὶ ταύταις οὐκ εἰς κόρον, ἀλλ’ ὅσον μόνον
ἐναπογεύεσθαι. Τὴν δίψαν δὲ αὐτῷ ὕδωρ ὅτι λίαν βραχύ, διὰ δύο ἢ τριῶν ἡμερῶν,
ἐθεράπευεν.
Εἶτα, τὸ Λάτρον καταλαβὼν
τὸ θαυμάσιον, θαυμαστῶς ἐκεῖσε διέτριβεν ὁ πανθαύμαστος, καὶ τὴν ἐν τῷ σπηλαίῳ
ἐμφωλεύουσαν ἀσπίδα, καὶ τὰ ὕδατα λυμαινομένην, εὐχῇ μόνῃ καὶ τύπῳ Σταυροῦ,
νεκρὰν παραχρῆμα εἰργάσατο.
Καταλαβὼν δὲ τὴν Ἱερὰν τῶν
Κελλιβάρων Μονήν, ἐκ θείας κελεύσεως, καὶ μικρὸν εἰς αὐτὴν προστατεύσας,
πολλοῖς εἰς ἀρετὴν ἀλείπτης ἐγένετο. Εἶτα πάλιν τῆς Λαύρας ἀπαναστάς, πρὸς τὴν
ποθουμένην ἡσυχίαν ἀνέδραμεν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Εἵς τινα
δὲ τρώγλην, ἐν ᾗ συχναὶ θηρίων διατριβαὶ καὶ μοναὶ ἐτύγχανον, φέρων ἐκδίδωσιν
ἑαυτόν. Καὶ τοῖς θηρίοις συνδιαιτώμενος, ἀτρέμας ἔμενεν ὡς ἄλλος ἀναφανεὶς
Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων ποτέ. Ποιήσας δὲ ἐκ ποδῶν τὰ θηρία, τὴν τούτων
τρώγλην φροντιστήριον ψυχῶν κατεσκεύασε.
Φοιτᾷ πάλιν εἰς τὴν Λαύραν
ὁ μέγας, τῇ παρακλήσει τῶν ἀδελφῶν, οὐ μέν τοι κοινῶς, μόνος δὲ τῷ μόνῳ
λατρεύων Θεῷ, ἔν τινι στενωτάτῳ κελλίῳ ἑαυτὸν κατακλείσας, ἐν ὅλαις δὲ ταῖς τῆς
ἑβδομάδος ἡμέραις, μήτε φθεγγόμενος, μήτε βρῶσιν δεχόμενος, πλὴν μόνης τῆς
Κυριακῆς τῶν ἡμερῶν, ἐν ταύτῃ γὰρ εἴθιστο τῷ μεγάλῳ καὶ τὰ ἀμφότερα δρᾷν. Ἀλλὰ
καὶ πικρὰ ὕδατα, τῇ ῥάβδῳ ἀναταράξας, εἰς ἡδύτητα ταῦτα μετέβαλε. Τοσοῦτον δὲ
ἀπαθείᾳ συνέζη, ὡς μὴ σωματικῆς δεῖσθαι τροφῆς, ἐτρέφετο γὰρ ὑπὸ τοῦ τῶν
Ἀγγέλων ἄρτου, καὶ τῆς μενούσης τροφῆς.
Ταῦτα ποιῶν καὶ
πραγματευόμενος φρονίμως τε καὶ ἀνδρείως, σωφρόνως τε καὶ δικαίως
πολιτευόμενος, ἐπεὶ πρὸς τὴν ἄνω μετεκαλεῖτο ζωήν, τοὺς πέριξ μονάζοντας
μετακαλεσάμενος, καὶ τούτους περὶ ἀποταγῆς κόσμου καὶ τῶν ἐν κόσμῳ, ἔτι δὲ καὶ
περὶ ὑπομονῆς καὶ φιλαδελφίας πνευματικῆς, καὶ περὶ ταπεινώσεως καὶ προσευχῆς
ἐκδιδάξας τρανῶς, εἰς γῆν ὑποκλίνας τὸ γόνυ, καὶ δακρύων πλήσας τοὺς ὀφθαλμούς,
τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς τὰς ἀχράντους χεῖρας ἐναπέθετο τοῦ Θεοῦ, πολλὰ μετὰ
θάνατον θαύματα ἐργασάμενος.
Τὸν γὰρ τὴν σορὸν αὐτοῦ κατορύττειν
ἐπιχειροῦντα μαινόμενον ἄνδρα, καὶ διὰ τοῦτο τὴν τῶν μελῶν εἰκότως δεξάμενον
πάρεσιν, εἰς συναίσθησιν ἐλθόντα, καὶ ἐν αὐτῷ τῷ τοῦ Ἁγίου τύμβῳ μετανοήσαντα,
ὑγιᾶ καθίστησι, λιτανείᾳ τῶν ἀδελφῶν. Μοναχὸς δέ τις ὑδέρῳ δεινῷ κατεχόμενος ἐν
τῷ τοιούτῳ προσδραμὼν τάφῳ, ἅμα τῇ εὐχῇ, καὶ τὴν ῥῶσιν ἀπέλαβεν, εὐχαριστῶν ἅμα
καὶ δοξάζων τὸν τοὺς Ἁγίους Αὐτοῦ δοξάζοντα Χριστόν, τὸν μόνον ἀληθινὸν καὶ
Σωτῆρα τῶν ἡμετέρων ψυχῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄρης, ὁ ἐν τῷ Γεροντικῷ, ἐν εἰρήνῃ τελειοῦται.
Ἄρης
ὁ θεῖος οὐκ Ἄρης ἧν ὀργίλος,
Πρᾷος
δὲ μᾶλλον, καὶ πατεῖ γῆν πραέων.
Περὶ
τούτου τοῦ Ὁσίου Ἄρεως γράφει ὁ Eὐεργετινός: Ὅτι παρόντος καὶ τοῦ Ἀββὰ Ἀβραάμ,
ἦλθεν ἕνας ἀδελφός, καὶ ἐρώτησεν αὐτόν· Eἶπέ μοι τί νὰ κάμω νὰ σωθῶ; Ὁ δὲ Ὅσιος
Ἄρης εἶπεν αὐτῷ· Ὕπαγε καὶ πέρασαι τὸν χρόνον τοῦτον τρώγοντας κάθε βράδυ ψωμί,
καὶ ἅλας. Καὶ ἔπειτα ἐλθὲ πάλιν καὶ λαλῶ σοι. Ἀφ’ οὗ δὲ ἐπέρασεν ὁ χρόνος,
πάλιν ἐπῆγεν ὁ ἀδελφὸς εἰς τὸν γέροντα. Ἔτυχε δὲ πάλιν να εὑρεθὴ παρών ὁ ῥηθεὶς
Ἀββὰς Ἀβραάμ. Καὶ εἶπεν ὁ γέρων εἰς τὸν ἀδελφόν· Πήγαινε καὶ πέρασαι τὸν χρόνον
τοῦτον τρώγοντας εἰς δύω ἡμέρας μίαν φοράν». Τότε λέγει ὁ Ἀβραὰμ εἰς τὸν Ἀββὰν Ἄρην·
Διατὶ εἰς μὲν τοὺς ἄλλους ἀδελφούς, ἐλαφρόν ζυγὸν ἐπιθέττεις, εἰς τοῦτον δέ,
βαρὺ φορτίον ἐπιφορτίζεις; Ἀπεκρίθη ὁ γέρων· Oἱ αδελφοί, καθώς ἔρχονται ζητοῦντες, ἔτσι
λαλῶ εἰς αὐτούς. Oὗτος δὲ εἶναι ἐργάτης. Καὶ εἶ τι ἂν εἰπῶ εἰς αύτόν, τὸ κάμνει
μετὰ σπουδῆς. Διὰ τοῦτο κατὰ τὴν δύναμίν του, ἔτσι καὶ λαλῶ εἰς αὐτόν. Ἐκ τῆς
παραινέσεως δὲ ταύτης δείκνυται, πόσον διακριτικὸς ἦτον ὁ Ὅσιος οὖτος Ἄρης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Νέου Ἱερομάρτυρος Γαβριήλ, Ἀρχιεπισκόπου Σερβίας,
τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος 1659.
Ὑψοῦ
κρεμασθεὶς τὸν κρεμασθέντα ξύλῳ,
Μιμῇ
Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.
Οὗτος, διαβληθεὶς ὑπὸ τοῦ
ἀντιζήλου τοῦ θρόνου αὐτοῦ, ἄγεται ἐνώπιον τοῦ Βεζίρη, τοῦ εὑρισκομένου ἐν
Προύσσῃ. Οὗτος, ἂν καὶ κατανοήσας τὰς συκοφαντίας, ἠξίωσε ἀπὸ τὸν Γαβριήλ, ὅπως
ἀρνηθῆ τὸν Χριστόν, καὶ ἀσπαστῆ τὴν μουσουλμανικὴ πίστιν. Ὁ Γαβριήλ, ἠρνήθη καὶ
ἀφοῦ ἐβασανίσθη σκληρῶς, ἔλαβε τὸν διὰ τοῦ ἀπαγχνονισμοῦ θάνατον, ἐν ἔτει 1659 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ὁσίων Νεοφύτου, Ἰγνατίου, Προκοπίου καὶ Νείλου, κτητόρων
τῆς Ἱερᾶς Μονῆς Μαχαιρά τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Νεομάρτυρος Πέτρου τοῦ ἐν Ἀλάσκᾳ, τοῦ Ἁγίου
Ἰουβεναλίου Ἀλάσκας καὶ πάντων τῶν Ἁγίων τῆς Ἀλάσκας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρδαρίου τοῦ ἐγκλείστου ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων
τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀδιλίας τῆς ἐν Ἀλσατίᾳ, τῆς ἡγουμένης τῆς
Χοχενβούργης, τῆς θαυματουργοῦ.
Ἡ
πρώην τυφλὴ ὀμμάτων τὰς ὀδύνας,
Τῇ
θείᾳ ῥοπῇ ἰᾶται Ὀδιλία.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Λαμπρῶς Ὅσιε ἡ Βοιωτία
ἅπασα καθυπεδέξαντο τὴν σὴν ἁγίαν σορόν, ὡς θεῖον θησαύρισμα, καὶ δῶρον ἅγιον,
ἀνακράζοντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πύργος ἄσειστος ἔσο
Λουκᾶ μακάριε ταύτῃ τῇ Μάνδρᾳ σου, ἀποσοβῶν ἐξ αὐτῆς, δολίου τὰ σκάνδαλα, καὶ
τοῖς προστρέχουσι, τοῖς λειψάνοις σου, δίδου παθῶν ἐκλύτρωσιν, καὶ ὑγείαν καὶ
εἰρήνην.
Ὡς πανεύδιος λιμὴν
ναὸς ὁ ἅγιος τῆς θείας Μάνδρας σου, πρόκειται πᾶσι Λουκᾶ, ἐν ᾧ τεθησαύρισται, ἡ
θεία λάρναξ σου, ἔνθα σπεύδοντες, τρικυμιῶν λυτρούμεθα, τῶν ἐν βίῳ θεοφόρε.
Θεοτοκίον.
Γενοῦ Δέσποινα τοῖς
πίστει καταφεύγουσι τῇ προστασίᾳ Σου, καταφυγὴ ἀσφαλής, ἐκτρέπουσα ἅπασαν, καθ’
ἡμῶν ἄχραντε, τοῦ ἀλάστορος, ἐπήρειαν καὶ ἔφοδον, οἷα Μήτηρ τοῦ Σωτῆρος.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔλαμψας
ὡς μέγας ἑωσφόρος ἀσκήσεως τοῖς ἀγῶσι Λουκᾶ Ὅσιε, καὶ πολλοῖς ἐν θαύμασι,
πλείστους εὐηργέτησας, διὸ τὴν τῶν λειψάνων σου ἁγίων λάρνακα, πιστῶς
περικυκλοῦντες ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥῶσιν καὶ ὑγείαν
ἀναβλύζει ἡ θήκη ἡ τῶν λειψάνων σου ἑκάστοτε, ἐπομβρίᾳ Ὅσιε, τοῦ Ἁγίου
Πνεύματος, διὸ ἐκ πάσης τάξεως καὶ ἡλικίας σοφέ, προστρέχουσι πιστοὶ τῇ Μονῇ
σου, καὶ ἐπιπαρποῦνται, Λουκᾶ τὴν σωτηρίαν.
Ἄγγελος καθάπερ ἐβίωσω
νεκρώσας τὸ τῆς σαρκὸς γεῶδες φρόνημα, καὶ Ἀγγέλων σύσκηνος, μετὰ τέλος
γέγονας, Λουκᾶ χαρᾶς τῆς κρείττονος μετέχων Ἅγιε, ἐντεῦθεν ἡ ἁγία σορός σου,
πάντας ἁγιάζει, τοὺς πίστει προσιόντας.
Θεοτοκίον.
Σκήνωμα Θεοῦ λαμπρὸν
ἐδείχθης τεκοῦσα μετὰ σαρκὸς τὸν Ὑπερούσιον, Σὺ γὰρ παντευλόγητε, πρὸ αἰώνων
πέφηνας, ὅλη καλὴ καὶ ἄμωμος τῷ Παντοκράτορι, διὸ κἀμὲ ἁγνὴ μολυνθέντα,
πράξεσιν ἀτόποις, ἀπόπλυνον καὶ σῶσον.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴδε συμπαθῶς, τοὺς
πίστει προστρέχοντας Λουκᾶ μακάριε, τῇ ἁγίᾳ λάρνακι, τῶν μυριπνόων Πάτερ
λειψάνων σου, καὶ πλήρου τὰ αἰτήματα τούτων δεόμεθα, ἐξαιρέτως, ταύτης δὲ τῆς
ποίμνης σου, μὴ ἐλλίπῃς ἀεὶ προϊστάμενος.
Μνήμην ἱερὰν φαιδρῶς
ἑορτάζοντες ἀγαλλιώμενοι, τῆς ἀπὸ τῆς δύσεως, μετακομίσεως τῶν λειψάνων σου,
πιστῶς ἐπιβοώμεθα τὴν προστασίαν σου, ἣν ἀπαύστως, δίδου Λουκᾶ Ὅσιε, τῇ παρούσῃ
Μονῇ σου δεόμεθα.
Ὅρμῳ τῆς ζωῆς ὁδήγει
ἑκάστοτε οἷα φιλόστοργος, κυβερνήτης Ὅσιε, ταύτην τὴν ποίμνην σου, δυσωποῦμέν
σε, καὶ ἐξ αὐτῆς ἀπότρεπε Λουκᾶ πᾶν σκάνδαλον, τῇ θερμῇ γάρ, σπεύδει προστασίᾳ
σου, καὶ ταχέως λαμβάνει πᾶν αἴτημα.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν καὶ νοῦν
καὶ διάνοιαν πρὸς θεῖον ἔρωτα, Κόρη παντευλόγητε, καὶ τὰς ἐπάρσεις τοῦ
παναλάστορος, τὰς καθ’ ἡμῶν ταπείνωσον καὶ κατασύντριψον, καὶ πρὸς τρίβους,
σωτηρίας πάντοτε, καθοδήγει ἡμᾶς τοὺς ἱκέτας Σου.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων Σε.
Τῇ τῶν σεπτῶν λειψάνων σου
μεταθέσει, Λουκᾶ θαυματοφόρε πιστῶν χορεῖαι, καὶ Μοναστῶν ἀγέλαι συγκροτοῦμέν
σοι, Πάτερ λαμπρὰν πανήγυριν, ἀλλὰ μὴ παύσῃ πρεσβεύειν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν αἱμάτων σου
Θεοτόκε, σάρκα λαβὼν ὁ πάντων Θεὸς ἀτρέπτως, κόσμῳ καθωράθη ὡς ἠθέλησε, καὶ
ἔσωσε τὸν ἄνθρωπον, διό Σε δοξολογοῦμεν, ὡς ἀπαρχὴν σωτηρίας.
Αἶνοι. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Λουκᾶ παμμακάριστε,
τῆς ἰσαγγέλου ζωῆς, ἐραστὴς ἐκ νεότητος, γεγονὼς ἐμάκρυνας κοσμικῆς
ματαιότητος, καὶ ἐν ἀσκήσει λάμψας ἀπήστραψας, θαυμάτων αἴγλην πᾶσιν τοῖς
πέρασιν, ὅθεν τὴν θήκην σου, τῶν λειψάνων σέβοντες πανευλαβῶς, ἐξ αὐτῆς
λαμβάνομεν, χάριν καὶ ἔλεος.
Πάτερ, Λουκᾶ παναοίδιμε, ἡ
σὴ ἁγία Μονή, τὴν σορὸν τῶν λειψάνων σου, ἐκ δυσμῶν ἐδέξατο, ὡς ἁγίασμα ἔνθεον,
καὶ τῇ ἑλεύσει τούτων πανήγυριν, λαμπρὰν καὶ θεῖάν σοι συνεκρότησεν, ἦλθες γὰρ
Ἅγιε, ἡμῖν τοῖς ζητοῦσί σε ἀπὸ ψυχῆς, καὶ χαρὰν τοῖς τέκνοις σου, δίδου
ἑκάστοτε.
Πᾶσα, Βοιωτία ἔδραμεν, ἀγαλλομένῳ
ποδί, καὶ τῆς Μάνδρας σου Ὅσιε, Μοναστῶν ὁ σύλλογος, καὶ λαμπρῶς ὑπεδέξαντο,
τὴν τῶν σεπτῶν σου λειψάνων λάρνακα, ἀπὸ τῆς δύσεως ἡμῖν ἤκουσαν, ἧς τὴν
ἐπάνοδον, πίστει ἑορτάζοντες Πάτερ Λουκᾶ, τὸν σὲ θαυμαστώσαντα, Χριστὸν
δοξάζομεν.
Χαίρει, ἡ Μονή σου Ὅσιε,
τὴν σὴν ἁγίαν σορόν, θησαυρὸν ὡς οὐράνιον, ἐν ἀγκάλαις φέρουσα, εὐδοκίᾳ τῇ
κρείττονι, καὶ χαρμοσύνως ταύτης τὴν ἕλευσιν, πανηγυρίζει καὶ ἀνακράζει σοι·
δίδου τῇ ποίμνῃ σου, τῇ θερμῇ πρεσβείᾳ σου Πάτερ Λουκᾶ, ἄνωθεν βοήθειαν, ὡς
ποιμὴν ἔνθεος.
Δόξα. Ἦχος πλ. Δ΄.
Τῶν Ὁσίων Πατέρων ὁ χορός,
καὶ Βοιωτῶν πανταχόθεν δῆμοι εὐσεβεῖς ἐξῆλθον ὑπαντῆσαι ἐν εὐφροσύνῃ, τῇ θήκῃ
Λουκᾶ τῶν σῶν ἁγίων λειψάνων. Καὶ ταύτῃ προσπεσόντες ἐν εὐλαβείᾳ, τὴν ἐξ αὐτῆς
ἐκαρπώσαντο χάριν, ὅθεν ἐν στόματι εὐφήμῳ, ὑμνολόγουν σε λέγοντες· ὦ ἄνθρωπε
τοῦ Θεοῦ, ἡγιασμένον σκεῦος, τῆς θείας ἐπιπνοίας, ἐν σώματι ἄγγελε, ἰσαγγέλου
ζωῆς πρότυπον. Τῆς ἀπαθείας εἰκών, δι’ ἄκρας ἐγκρατείας. Τὸ πανευῶδες ἄνθος τῶν
θείων πόνων, ἡ θεόβρυτος κρήνη τῶν θαυμάτων. Στειρίου τὸ καύχημα, τῆς Ἑλλάδος
ἀγλάϊσμα, ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιος.
Βηθλεὲμ ἑτοιμάζου,
εὐτρεπιζέσθω ἡ Φάτνη, τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε,
καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας
τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· ἐπὶ γῆς εὐδοκία
ἐπεφάνη, σῶσαι τὸ γένος ἠμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἦκε τῶν λειψάνων σου ἡ
σορός, θείᾳ εὐδοκίᾳ τῇ σεπτῇ σου πάλιν Μονῇ, ἧς τῇ ἐπανόδῳ, Λουκᾶ θαυματοφόρε,
ἁγιασμὸν καὶ χάριν θείαν δρεπόμεθα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου