Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 11. ΟΣΙΟΣ ΔΑΝΙΗΛ ΣΤΥΛΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΙΑ!!
ΔΑΝΙΗΛ ΟΣΙΟΣ ΣΤΥΛΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄. Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων
Τὸν ἀσκητὴν τοῦ Κυρίου, δεῦτε τιμήσωμεν, τὸν λάμψαντα ἐν στύλῳ, τῶν θαυμάτων τῇ αἴγλῃ, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς, Δανιὴλ παμμακάριστε, μεσίτης φάνηθι θεῖος πρὸς τὸν Θεόν, τῶν πιστῶς μακαριζόντων σε.

Ἐν Παραδείσῳ μεθέξει, Πάτερ θεούμενος, καὶ δήμοις συγχορεύων, εὐκλεῶς τῶν δικαίων, καὶ ὅλος λαμπρυνόμενος τῷ φωτί, Δανιὴλ τοῦ Δεσπότου σου, υἱοὺς ἡμέρας ἀνάδειξον σαῖς εὐχαῖς, ἡμᾶς πίστει εὐφημοῦντάς σε.

Ὥσπερ πολύφωτον ἄστρον, ἐν στύλῳ ἔλαμψας, τῇ θείᾳ ἐπινεύσει, Δανιὴλ θεοφόρε, καὶ πάντας καταυγάζεις ταῖς ἀστραπαῖς, τῶν ὁσίων ἀγώνων σου, δι΄ὧν Χριστῷ εὐηρέστησας καὶ πολλῆς, ἠξιώθης Πάτερ Χάριτος.

Τοῖς Ἀσωμάτοις Ἀγγέλοις, νῦν συναγάλλεσαι, ὁ ἐπὶ στύλου Πάτερ, Δανιὴλ βιοτεύσας, καὶ ᾄδεις τὴν Τρισάγιον τῷ Θεῷ, μελῳδίαν θεούμενος, ὑπὲρ ἡμῶν ἱκετεύων τῶν εὐλαβῶς, προστρεχόντων τῇ πρεσβείᾳ σου.

Δόξα Πατρί. Ἦχος α΄
Τὸν Πανεύφημον Ἀσκητὴν καὶ Μοναστῶν τὸ ἐγκαλλώπισμα, Δανιὴλ ἐν ὕμνοις ἐγκωμιάσωμεν, ὅτι τῶν προσκαίρων κατεφρόνησας, παρὰ Συμεὼν εὐλογηθείς, ὡς ἄσαρκος μετὰ σαρκός, ἐν κόσμῳ ἐβίωσεν, ἐν τῷ στύλῳ ἀνελθών· Διὸ τῷ τρισηλίῳ Φωτὶ παριστάμενος, τὸν φωτισμὸν ἡμῶν αἰτούμενος καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.













Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πρέσβευε Δανιήλ, ὡς παρρησίαν ἔχων, Χριστῷ τῷ Ζωοδότῃ, διδόναι θείαν χάριν, τοῖς πίστει εὐφημοῦσί σε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χάριτι Δανιήλ, τοῦ Ἰησοῦ ἐν στύλῳ, ἀνῆλθες καὶ προθύμως, τὸν βίον σου τελέσας, αὐτῷ νῦν συναγάλλεσαι.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάντες τῷ Δανιήλ, ὑμνήσωμεν προθύμως, ἐν ᾄσμασι ἐνθέοις, τὸν λάμψαντα ἐν στύλῳ, ἀσκήσει ὥσπερ ἥλιος.

Δόξα Πατρί. Τριαδικόν.
Δώρησαι ὦ Τριάς, τοῦ Δανιὴλ πρεσβείαις, πᾶσιν ἡμῖν τὴν χάριν, τοῖς πόθῳ ἀνυμνοῦσι, καὶ πίστει σὲ λατρεύουσι.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Δεδοξασμένη Κόρη, δυσώπει τὸν Υἱόν σου, σὺν Δανιὴλ τῷ θείῳ, διδόναι πᾶσιν ἄφεσιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε· τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώμασι. Δανιὴλ Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος ὁ αὐτός.  Τῆς ἐρήμου πολίτης.
Τὸν στυλίτην τὸν μέγαν, Μοναζόντων τὸ καύχημα, ταῖς ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, τιμήσωμεν τὸν θεῖον Δανιήλ, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι ἀφθόνως παρέχει τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ Τόκου σου.

Ἀπόλυσις.








ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄ Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια. Ἦχος πλ. δ΄ Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σε Δανιὴλ ὀνομάσωμεν; Ἀσκητὴν ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ; Ἀθλητὴν ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν· πρὸς ὕψος, ἀπὸ γῆς στῦλον αἰρόμενον· ἐν πέτρᾳ ἀληθείας ἐρειδόμενον· ἀγωνιστὴν προθυμώτατον καὶ ἰατρὸν ἐμπειρότατον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε Δανιὴλ προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτὴν καὶ φυτοκόμον ἀρετῶν· ἀληθῆ θαυματουργὸν καὶ πρεσβευτὴν ἁμαρτωλῶν· πνευμάτων ἐλατῆρα γενναιότατον· φωστῆρα εὐσεβείας διαλάμποντα· τοῦ πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε Δανιὴλ νῦν καλέσωμεν; Μοναστῶν ὑπογραμμὸν καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν καὶ ἰαμάτων αὐτουργόν· λυχνίαν τοῖς ἐν σκότει φῶς αὐγάζουσαν· Ἀγγέλων, συμπολίτην καὶ ἰσότιμον· τοῦ Παραδείσου οἰκήτορα καὶ ἐπουράνιον ἄνθρωπον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα προσόμοια. Ἦχος δ΄ Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἀγωνισάμενος ἄσαρκος καθάπερ, ἐν ξύλῳ μετέωρος Δανιὴλ Ὅσιε, καὶ τῶν δαιμόνων τὰς φάλαγγας, γενναιοφρόνως σοφὲ νικήσας τῇ καρτερίᾳ σου, πᾶσαν τὴν τοῦ σώματος ἀπαρνησάμενος, στοργὴν καὶ κόσμον τὸν μάταιον, συνετῶς ἄγαν, ὅλῃ ψυχῇ καλῶς παρωσάμενος, ὅθεν τὸ στέφος ἐναπείληφας, ἐκ χειρὸς τοῦ Σωτῆρος πανόλβιε, δυσωπῶν ὑπὲρ πάντων τῶν πιστῶς ἀνευφημούντων σε.

Ὁ φωτοφόρος ἀστὴρ Συμεὼν θεῖος, ὡς ἄλλος Ἠλίας πρίν, Ἐλισσαιὲ μηλωτήν, σοὶ τὸ κουκούλιον δέδωκε, καθάπερ κλῆρον, αὐτοῦ τὴν χάριν διαπορθμεύων σοι· ὅθεν κληρωσάμενος, αὐτοῦ τὸ χάρισμα, ἐπὶ τοῦ στύλου μετέωρος, ἀνῆλθες μάκαρ, ἐν τῷ ἀνάπλῳ παραταξάμενος, κατὰ δαιμόνων καὶ τὸ τρόπαιον, εἰληφὼς Δανιὴλ ἀξιάγαστε, διασώζεις κινδύνων τοὺς τὴν μνήμην σου γεραίροντας.

Ὡς Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ, ἐν στύλῳ παρέμεινας, ὦ Ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας τὰς ἀρετάς σου, ὥσπερ Ἀγγέλους Δανιὴλ Ὅσιε, ἐναποτειχίζοντας τὰς τῶν δαιμόνων ὁρμάς, ὅθεν στερρῶς ηὐτομὀλησας, πρὸς τοὺς ἀγῶνας, τοὺς τῆς ἀσκήσεως παμμακάριστε καὶ ἐκνικήσας τὸν πολέμιον, ἀνεδύσω τῆς νίκης διάδημα, ἐκ χειρὸς τοῦ Κυρίου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ ἐμπιστευθέν σοι τάλαντον παρὰ Χριστοῦ καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος Ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, διό σε ἱκετεύομεν Δανιὴλ θαυματουργέ· τὴν εἰρήνην αἴτησαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.



Καὶ νῦν. Προεόρτιον ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσὴφ καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρίσῃ καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ΄ἡμῶν.

Εἴσοδος, τό Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα Ἦχος α΄.
Ὁ κλεινὸς καὶ θεοφόρος Δανιήλ, ἐν τῇ τοῦ βίου ἀσκήσει, τὰ στίφη τῶν δαιμόνων καθεῖλεν, ἐν τῷ στύλῳ προθύμως άνελθών· ἐν ἑαυτῷ γὰρ ἔχων τὸν Κύριον, Μοναζόντων ποδηγέτης ἐγένου· καὶ νῦν ἐν οὐρανοῖς σὺν αὐτῷ οἰκῶν πρεσβεύει τοῦ σωθῆναι , τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην αὐτοῦ.

Ἦχος ὁ αὐτός.
Τῶν ἐν κόσμῳ γεηρῶν, ἀπὸ νεότητος μακρύνας, τὴν ἐν Χριστῷ ζωὴν ὑπῆλθες, Δανιὴλ Ἱερώτατε· ἐν στύλῳ γὰρ ἀνελθών, ἀσκητικῶς ἀγωνισάμενος, καὶ δοχεῖον ὑπέρλαμπρον τοῦ σοῦ Δεσπότου ἐδείχθης καὶ Μοναζόντων κανὼν ἀκριβέστατος ἐγένου. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν πρεσβεύεις, τῷ δι΄ἡμᾶς σαρκωθέντι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα, Ἦχος β΄.
Ἀσκητικοῖς καμάτοις ὁμιλήσας προθύμως, τοῦ Πνεύματος σκήνωμα γέγονας, θεοφόρε Πάτερ Δανιήλ, σαυτὸν καθάρας, ἐκ τῶν γηΐνων τῆς ἀπαθείας γεωργεῖς τὰς χάριτας, καὶ ἐναρέτου ζωῆς ὑποφήτης ὤφθης, ἐν τῷ στύλῳ βιώσας ὡς ἄσαρκος. Διὸ Χριστὸς μάκαρ, σὲ ἐδόξασεν καὶ παρέχει ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν προεόρτιον ὀ αὐτός.
Ἰδοὺ καιρὸς ἤγγικεν τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ Ἰούδα τέρπου καὶ ἀγάλλου ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστὸς ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς Φιλάνθρωπος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάκαρ Δανιὴλ, θεσπέσιε, θείᾳ δυνάμει ῥωσθείς, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς κατέβαλες, ἐν τῷ στύλῳ ἱστάμενος, δύναμιν ἔχων σὲ ἐνισχύουσαν, καὶ δυναμοῦσαν, Χριστὸν τὸν Κύριον, ὃν καθικέτευε καὶ ἡμῖν δωρήσασθαι, τοῖς εὐλαβῶς, μνήμην τὴν Πανίερον ἐπιτελοῦσἰ σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὕψωσας στύλῳ τὸ σῶμά σου, πρὸς τὸν Θεὸν δὲ τὸν νοῦν ἀνατείνας πανόλβιε, τὰς ἐλλάμψεις δέδεξαι, Δανιὴλ Θείου Πνεύματος, καὶ ὡς φωσφόρος λαμπτὴρ γεγένησαι, καὶ προφητείας χάρισμα εἴληφας, φῶς καθορώμενος, εὐσεβείας λάμψεσι καὶ παμφαῶν θαυμάτων ταῖς δόσεσι, φωτίζων ἅπαντας.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὅτε ὁ κακόφρων μάκαρ σε, αἱρετικὸς τὸν ἰχθύν, ὃν οὐκ οἶδας κατέφαγε, δαίμονι ἐκδέδοται, ὁ δεινὸς πιεζόμενος, συκοφαντίᾳ καὶ γὰρ καθυπέβαλε, σὲ τὸν νηστείαις κατατατηκόμενον· ὅθεν ὁ δείλαιος, καταμαστιζόμενος, τὸ ἀληθὲς ὁμολογεῖ ἅπασι μεταμελούμενος.




Δόξα. Ἦχος δ΄
Ἐν Εὐαγγελίοις ἀκούσας, ὅτι Μοναὶ πολλαὶ ἐν τῇ ἄνω Σιὼν καὶ τῶν ἐνδοτέρω τρυφῆσαι γλιχόμενος, ἀνάλογον δείξας τὴν Ἄσκησιν ἐν τῷ κίονι, τὴν ἀρετὴν ἐκτήσω πανόλβιε· τῷ κρύει γὰρ καὶ καύσωνι καὶ λοιπῇ κακουχἰᾳ λεπτύνας τὸ ὀγκῶδες τοῦ σώματος, κουφισθεὶς δὲ τῷ πνεύματι, τέλεον πρὸς ὃν ἐπόθεις ἀνέπτης, σὺν ἀσωμάτοις ἐπαγαλλόμενος· τῇ ἐγγύ σου οὖν παρρησίᾳ χρώμενος μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου ἀξιάγαστε, καὶ τὴν κάθοδον μενόντων, τῆς σῆς σεπτῆς ἀντιλήψεως.

Καὶ νῦν. Προεόρτιον, αὐτός.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρί καίεσθαι καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν Φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε· τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώμασι. Δανιὴλ Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος αὐτός.  Τῆς ἐρήμου πολίτης.
Τὸν στυλίτην τὸν μέγαν, Μοναζόντων τὸ καύχημα, ταῖς ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, τιμήσωμεν τὸν θεῖον Δανιήλ, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι ἀφθόνως παρέχει τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη δίκαιος Δαβίδ. Ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ Τόκου σου.

Ἀπόλυσις.













ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τριάδος τῆς σεπτῆς οἰκητήριον ὤφθης, ἐν στύλῳ ἀναβάς, Δανιὴλ Θεομάκαρ, διὸ ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν εκλεκτῶν κατοικία καὶ παρέστηκας σὺν Συμεῶνι τῷ πάνυ,τῷ θρόνῳ τοῦ Κτίσαντος.
Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον
Ἀγάλλου ἡ Σιὼν Βηθλεέμ, εὐτρεπίζου· ὁ πάντων συνοχεύς τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν, γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα Ἦχος γ΄ . Τὴν Ὡραιότητα.
Τρίβον διώδευσας τοῖς πλείστοις ἄβατον, ἐπὶ τοῦ κίονος ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων ἀμοιβήν τὰ θαύματα ἐκομίσω· ὅθεν ἑορτάζομεν τὴν σεβάσμιον μνήμην σου, καὶ κατασπαζόμεθα τὴν Ἁγίαν Εἰκόνα σου, τὴν ῥῶσιν ἐξ αὐτῆς ἀπαντλοῦντες, Πάτερ Θεόφρον Ἱερώτατε.
Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον
Χαρᾶς πεπλήρωνται πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ Παντός· Ὤ Θαύματος ἀνερμηνεύτου. Ἄρχεται ὁ Ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε ἡ Κτισις, ἡμέραν Προεόρτιον.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος πλ α' . Τὸν Συνάναρχον Λὀγον.
Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτώμενος, ἐπὶ στύλου ὑψώθης, παθῶν σβεννύων ὁρμάς, τῶν Ἀσκητῶν ἡ κορωνίς, Δανιήλ ῞Οσιε, ταῖς τῶν θαυμάτων ἀστραπαῖς, καταφωτίζεις τοὺς πιστούς καὶ πάντας τοὺς τὴν σεπτήν σου, τελοῦντας μνήμην τὴν θείαν, σῴζων ἐκ νόσων καὶ περιστάσεων.
Δόξα. Καὶ νῦν, Προεόρτιον
Ὁ τῶν ὅλων Δεσπότης ὁ ῾Υπερούσιος, μορφωθεὶς ἐκ Παρθένου ῾Αγνῆς τὸν ἄνθρωπον, ἐν Σπηλαίῳ Βηθλεὲμ τεχθῆναι ἔρχεται, ἀνακαινἱζων τὸν Ἀδάμ, πεπτωκότα δολερῶς, τῇ πάλαι βρώσει τοῦ ξύλου· ὑμνολογήσωμεν πάντες, τούτου τὴν ἄκραν συγκατάβασιν.

Οἱ Ἀναβαθμοὶ, τὸ α΄. Ἀντίφωνον τοῦ δ΄.
Προκείμενον Ἦχος δ΄. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ζήτει Παρασκευὴ τῆς Β΄. Ἑβδομάδος Λουκᾶ. (Λουκᾶ ς΄. 17-23)
Ὁ Ν΄. Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός κατά τὸ μέγα ἔλεός σου...
Ἀγγελικὸν βίον ἐν γῇ ἐπιδειξάμενος, ῞Οσιε Πάτερ, Δανιὴλ μακάριε, ἄνθρωπος οὐράνιος γενόμενος. Ὅθεν τὰ τοῦ κόσμου σκύβαλα ἡγησάμενος, ἐν στύλῳ ἀνελθών, ἀσκητικῶς ἠγωνίσθης. Διὸ καὶ ἐν τοῖς οὐρανοῖς οἰκῶν, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύεις, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, ὁ παρών, οὗ ἡ Ἀκροστιχίς· Ὕμνοις γεραίρω, Δανιὴλ τὸν Στυλίτην, ὁ Ἰωσήφ.
ᾨδὴ α΄. ῟Ηχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ὕμνοις ἀνευφημῆσαι μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.
Μέγας ἥλιος ὄντως, Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα.
Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην τῷ Πνεύματι.
Θεοτοκίον
Ὅλος ἄνθρωπος ὤφθη, μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος.

ᾨδὴ γ' Οὐρανίας ἁψῖδος
Ῥάβδῳ τῆς ἐγκρατείας, τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαρρήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας, τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι.
Ἀνελθὼν εἰς τὸ ὕψος, τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει σοι, τούς προσανέχοντας.
Ἱδρυμένος ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος, στύλῳ τὸ σῶμα δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς τὰ οὐράνια.
Θεοτοκίον
Ῥῦσαι τῆς τῶν παθῶν με, ἐπαγωγῆς Δέσποινα, καὶ τοὺς πολεμοῦντας ἐχθρούς μοι, νῦν ἐκπολέμησον, στήριξον πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων, τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός.

Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου.





ᾨδὴ δ' Σύ μου ἰσχὺς Κύριε
Ὡς φωταυγῆ ἥλιον, Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ κατ' ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας.
Δαιμονικὰς φάλαγγας, ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν, Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι, καὶ ἔσωσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἀναστηλῶν, Πάτερ σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.
Θεοτοκίον
Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾨδὴ ε' Ἵνα τί με ἀπώσω
Ἵνα τῆς ἀθανάτου, δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ἐγκρατείας πόνοις, καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε.
Ἣν διώδευσε τρίβον, Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι.
Λαμπρυνόμενος αἴγλῃ, Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην ἐδίωξας, καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεόν τοὺς πιστοὺς ἐπανάγουσα.
Θεοτοκίον
Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε, Θεοτόκον· ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοί σε Παρθένε δοξάζομεν.

ᾨδὴ ς' Ἱλάσθητί μοι Σωτήρ
Ὁ νοῦς σου τῇ πρὸς Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος, καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.
Ναμάτων ζωοποιῶν, τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν, ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας.
Θεοτοκίον
Σὲ προστασίαν πιστοί, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον. \









Κοντάκιον Ἦχος πλ. δ' Ὡς ἀπαρχὰς τῆς φύσεως
Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως.
Ὁ Οἶκος
Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλά μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Δανιήλ, τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιήλ, πρὶν στῦλον καὶ νῦν πόλον.
Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.
Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπὸ Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἡλία καὶ μητρὸς Μάρθα ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν Ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει καὶ παρ’ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θράκης μέρεσι, πλησίον τοῦ Βυζαντίου εν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἐαυτὸν ἔντινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα, κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταις ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ’ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ, τοῦ νέου Στυλίτου.
Πρὸς ὔψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς Ὃν τρέχει.
Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ Γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτωωωῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος, καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν επὶ τὴν Χαλκηδόνα διαβαίνει. Ἐν ἧ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ ζήλωσον· ἐζήλωσά σε.
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλὰς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν ἐπίσκοπον τῶν χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥύσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς ἰδίαν πόλιν ἐπιστρέψας, ἣτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἐτέροις διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ Ἄρχοντι. Τοῦ δὲ Ἄρχοντος τὰ κατ’ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται.
Ὁ δὲ Ἅγιος Ἀκεψέης, ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾷ. Ὁ δὲ είσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ ἐν Ἀχαΐᾳ.
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσῃ;
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.
Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον καλουμένην Μονεμβασίαν. Γεννήτορας δὲ τῶν ἐπιφανῶν καὶ θεοφιλῶν· ὁ δὲ τοῦτου πατήρ, Ἀνδρέας τοὔνομα, καὶς πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοὺς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος. Τοιᾶς δε τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὤν τὰς ἀρχὰς ἔχων, προσφυᾷ, καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὤν τὴν γλυκύτητα αἰσθανόμενος ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημὼν ἄψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεντοι, νοὸς ὀξύτητι καὶ βίου καθαρότητι, χρόνος οὐ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν, εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων. Τοῦτο μέν, ἵν’ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῇ περιπλέον, τοῦτο δέ ἵν’ ἐνδιατρίβων τοῖς οἴκοις τῶν βασιλέων, ἐνθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ’ οὖν γε μέγας ἔντε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ βασιλέως ἀσπάζεται ὅτι μάλιστα καὶ τιμᾶται. Τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πανθ’ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ, γυναικὶ καὶ προσομιλεῖ. Ἡ δε Θεοδώρα, τῶν μερίμνων ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε. Διὰ ταῦτα, οὓ ἐπόθη καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπὼν γυναῖκα καὶ τὰ τρία τέκνα καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ’ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα. Τούτοις συκαταλαγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν, ἀντὶ Λέοντος, ὅ ἐλέγετο πρότερον, πάντας ὡς ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερβάλετο, δουλαγωγῶν τὴν σάρκα, καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα καὶ πολλοὺς παρ’ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχεει, ὑποταγὴν πάσιν, καὶ ταπείνωσιν δεικνύων ἄκραν. Διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῷ προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολύ, τῆς Πελοποννήσου ἐρήμοις κατὰ μόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτῷ τόπον, ἐν ὧ γενόμενος, δουλεύσει, και εὐαρεστήσει Αὐτῷ· ἀπεκαλύφθη δ’ αὐτῷ, ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὄρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Βοστίτσας (Αἰγίου)· ἔνθα ἐπὶ πλεῖστον διαγωγῶν, κρύει πηγνύμενος καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τον Χριστόν, ὅθεν καὶ πρὸς ἀπάθειαν ἥλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε καὶ θαυμάτων ἐπλούτησε τὴν ἐνέργειαν, χωλοὺς και κοιλοὺς ἰώμενος, ἐξ ὧν βασιλεὶς οἱ αὐτάδελφοι ὅ,τε Θωμᾶς και Δημήτριος, τὴν ἀρετὴν τοῦ ανδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σκηκόκ, ἐν ὧ ἦν τῷ Αρχιστρατηγῳ Μιχαήλ, ἐξ αὐτοῦ ανεδείμαντο καὶ ἄλλα πλεῖστα, μέγιστα καταγώγια, ἐξ αὐτων κρηπίδων περιπυργώσαντες, οὗ πρὸς ἁγιασμὸν καὶ μέρη τῶν Ἁγίων Παθῶν τοῦ Σωτήρος, τοῦ τε ανακνθίνου Στεφάνου, Τιμίου Ξύλου καὶ Σπόγγου, εἶτε χλαμίδος, ἃ εφερον, τῇ ἱερᾷ τραπέζῃ ἐπιτίθενται, καὶ Πλόκον ἔτι ἐκ των τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν. Ὁ δὲ Ὅσιος πολὺς πρόξενος σωτηρίας γενόμενος καὶ πολλοὺς πρὸς ζήλον καὶ μίμησιν, του αὐτου ἀκραιφνοὺς βίου διαναστήσας, σοφίᾳ λόγων καὶ θείᾳ χάριτι, τὸν 75ον χρόνον τῆς ἑαυτοῦ ηλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς Ἀγγέλους τὸ πνεῦμα αὐτου ἐν ἐν εἰρήνῃ παρεθετο. Το δὲ τίμιον αὐτου λείψανον κατετέθη εν σπηλαίῳ, αεὶ βρύον ἰαματα. Οὗ εἰς ἀνακομιδήν ποτε ὁ μαθητὴς αὐτοῦ Παλαιῶν Πατρῶν Ἰωακεὶμ καὶ παν στὸ σύστημα τῶν ἀδελφῶν, συνελθόντες, σεισμοῦ γενομένου καὶ τοῦ ἄντρου διασχισθέντος μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νίκωνος, τοῦ ἐν τῷ Ξηρῷ ὄρει τῆς Κωνσταντινουπόλεως θεοφιλῶς ἀσκήσαντος.
Νίκην λαμπράν, ἦρας κατ’ ἐχθίστου Νίκων,
ἐν Ξηρῷ ὄρει Ἀσκητὰ τροπαιοῦχε.
Ὁ Ὃσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Νίκων ὁ νέος, πατρίδα ἔσχε τὴν ἀχανῆ γῆ τῆς Ῥωσίδος. Θεοφιλῶς ἠσκήτευσεν ἐν Κωνσταντινουπόλει, καὶ δὴ ἐν τῇ Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς Πέτρας, ἐν τῇ ὁποίᾳ ἐφυλάσσετο ὡς ὄλβος πολυτίμητος τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου Παταπίου. Θεῷ εὐηρέστησε τῇ ἀσκητικῇ αὐτοῦ ἀγωγῇ καὶ πολιτείᾳ καὶ τὴν τοῦ Ξηροῦ ορους χθόνα κατεπίανε τοῖς ἀσκητικοῖς αὐτοῦ ἱδρῶσι καὶ ἀειῤῥύτοις δάκρυσιν. Ἄγνωστος ὤν τοῖς Συναξαρισταῖς κατέστη ἡμιν γνωστὸς ἐκ τῆς τοιχογραφίας αὐτοῦ, τῆς ἱστορηθείσης ἐν τῷ σπηλαιώδει ναϊδρίῳ τῆς Μονῆς τοῦ Ὁσίου Παταπίου Λουτρακίου Κορινθίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μείρακός τινος καὶ διήγησις πάνυ ὠφέλιμος.
Ἀρνησιχρίστων δόξαν ἅπας τις βλέπων,
Mηδέν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.
Οὗτος ὁ μακάριος Μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἧν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ Χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς, ἐπαιδεύετο ἐν τῇ τῶν Χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας, καὶ τὸν Σταυρὸν πατήσας, καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό: Ἀγαρηνὸς εἰμί, καὶ οὐκ ἔτι Χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ’αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.
Ἰδὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν του Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει: Ἰδοὺ κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησας· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι Χριστιανός, καὶ εἶναι μεθ’ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ: Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν, καὶ ἐπιστρέψης πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ Αὐτοῦ ἀγαθότητι, ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸνἈμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ’ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρειν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηράν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.
Ὁ δέ, τὴν τῶν γονέων λαβὼν συμβουλήν, ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν Τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ’ ὅσης δυνάμεως εἶχε τό: Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει: Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο: Ἐλθὼν εἰς ἑαυτόν, ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος Χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαι σοί τε, καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγὼν επανέκρινεν αὐτόν. Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ’ ἑτέρας τρεῖς ημέρας, πάλιν ἐπανακρίνας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ καθεῖρξε. Καὶ μεθ’ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτόν, καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τὸν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης αποφάσεως κατ’ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.
Ἐμβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμαν τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἶτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης, εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες Χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἶασεν αὐτοὺς κατέχοντες αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες, κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μεχρι του νῦν, αναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαρσαβᾶς, ἀπετμηθὴς τὴν κεφαλὴν τελειοῦται.
Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Τερέντιος, Βικέντιος, Αἰμιλιανὸς καὶ Βεβαία, ξίφει τελειοῦνται.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,
Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου τοῦ ἀσκητοῦ καὶ Ἀκεψιμᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις πάντων τῶν ἐν τῇ Γεωργίᾳ (Ἰβηρίᾳ) Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δαμασκηνοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Βηχιανοῦ καὶ Νόμωνος τῶν ἐν Κύπρῳ.
Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος.
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νικηφόρου τοῦ Φωκᾶ, αὐτοκράτορος Βυζαντίου.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμας.






ᾨδὴ ζ' Παῖδες Ἑβραίων
Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε.
Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἵλεως ἔσο μοι Παρθένε, καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας· Εὐλογημένος κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η' Ἑπταπλασίως κάμινον
Τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος, τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἡ τοῦ Θεοῦ σε δύναμις, προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα, τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νέος Ἰὼβ σὺ πέφηνας, Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυΐδ τὴν πραότητα, καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων, τὸν Δεσπότην· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οἱ Θεοτόκον Δέσποινα, Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε· σὲ νῦν μακαρίζομεν, ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' Ἔφριξε πᾶσα ἀκοή
Ἰδού σοι πύλαι οὐρανῶν, μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο· ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ μεγαλύνομεν.
Ὡς κρίνον Πάτερ τοῦ ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων τῷ ἐλαίῳ τῶν πόνων σου.
Στῦλόν σε βάσει ἀρετῶν, στηριζόμενον ἡ κτίσις ἐγνώρισε, πύργον ἀκλόνητον, θαυμάτων βρύσιν, λιμένα εὔδιον, τῶν ἰαμάτων θησαυρόν, δοχεῖον τοῦ Πνεύματος· διό σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ μνημόσυνον.
Ἡλίου σήμερον ἡμῖν, ἐξανέτειλε φαιδρότερον Ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα, δικαιοσύνης τῷ φωτὶ ζόφον δὲ διώκουσα, τῶν ψυχοφθόρων παθῶν, ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ Ἱερῷ
Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν.
Θεοτοκίον
Ἐκύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἱστῶμεν Στίχους δ΄. καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δανιὴλ πανάριστε τὰ σά, θεῖα κατορθώματα, ἀνθρὠπων γένη ἐξέστησαν καὶ κατεπλάγησαν, ἅπαντα Ἀγγέλων, Ἱερὰ στρατεύματα, μεθ΄ ὧν ὑπὲρ ἡμῶν τῶν τελούντων σου, ἀεὶ τὴν ἔνδοξον, θείαν μνήμην Ἱερώτατε, μνημονεύων μὴ παύσῃ πρὸς Κύριον.

Νεκρώσας φρονήματα σαρκός, νυχθημέροις πόνοις σου, Χριστῷ τὸν νοῦν σου ἀνέτεινας, καὶ γνησιώτατος, μύστης καὶ θεράπων, ἀληθὴς γεγέννησαι, ἐν στύλῳ Δανιὴλ ἀνερχόμενος, ὃν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν ὑγείαν ψυχῆς τε καὶ σώματος.

Δανιὴλ μακάριε τῇ σῇ στάσει ἐπὶ κίονος, καὶ ὑπὲρ φύσιν ἀγῶσί σου, πάσας κατέσβεσας σαρκὸς τὰς ὀρέξεις πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν, καὶ τῆς καρδίας τὰ ὄμματα, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τὸν βίον σου Πάτερ ἐκ παιδὸς, τῷ Θεῷ ἀνέθηκας, ταῖς ἀρεταῖς αὐγαζόμενος, τοῦ θείου Πνεύματος, ἀναβὰς δὲ στύλῳ, ἠξιώθης χάριτος, προλέγειν τῶν μελλόντων τὴν ἔκβασιν, νῦν δὲ θεσπέσιε καὶ ἡμᾶς ἐνθέοις πράξεσι, κοσμηθῆναι πρὸς Θεὸν ἱκέτευε.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς μὴ θαυμάσει, τῶν ἀγώνων σου τὰ πλήθη; τίς μὴ ὑμνήσῃ τὴν ὑπομονήν τῆς ἀδαμαντίνης σου ψυχῆς, Δανιἡλ πανθαύμαστε; τὴν ἀένναον προσευχήν, τῶν δακρύων τὴν πηγήν, τὴν πάλην τῶν δαιμόνων, τὰς ἐν τῷ στύλῳ τήξεις, τῆς Ἁγίας σου σαρκός, τὴν σῆψιν τῶν μελῶν, τὰς ἐν ψύχει καὶ καύματι, χρονίους φρυγανώσεις τοῦ σώματος, τὸ ἀεὶ ἐφ΄ ὕψους αἴθριον, ἐν ἄκρᾳ ἐγκρατείᾳ καὶ στερήσει τοῦ ἐνδύματος, δι΄ ὧν τῆς ἀφθαρσίας, τὴν στολήν ἐνδυσάμενος, πρεσβεὑεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιος, ἦχος ὁ αὐτος.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· Φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. ῎Αγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσἱδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε· Πᾶσα πνοή αἰνεσάτω τὸν Παντουργέτην.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Στῦλος εὐσεβείας ὤφθης λαμπρός, ἐν στύλῳ ἀνῆλθες, παμμακάριστε Δανιήλ· Ὅθεν ἐκ τοῦ Κτίστου, ἀξίως ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, χάριν τὴν ἄφθονον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου