ΔΕΚΕΜΒΡΙΟΣ
Ι!!
ΑΘΑΝΑΣΙΟΣ
ΜΕΘΩΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΗΤΡΟΠΟΛΙΤΟΥ
ΠΡΩΗΝ ΠΑΤΡΩΝ ΝΙΚΟΔΗΜΟΥ
ΑΡΧΙΜ.
ΝΙΚΟΔΗΜΟΥ Γ. ΑΕΡΑΚΗ
ΚΑΙ
ΑΓΝΩΣΤΟΥ ΠΑΛΑΙΟΥ ΥΜΝΟΓΡΑΦΟΥ.
ΕΝ Τῼ
ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους
δ', καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀθανάσιον ὕμνοις σεπτῶς
τιμήσωμεν, Μεθώνης τὸν ποιμένα, καὶ πιστῶν τὸν προστάτην, στῦλον Ἐκκλησίας, καὶ
ἀρετῆς, θεοτίμητον ἄγαλμα, τῆς ἡσυχίας τὸν ἔνδοξον ἐραστήν, ἐπισκόπων
ἐγκαλλώπισμα.
Τὸν φρυκτωρὸν τῆς Μεθώνης
ἀνευφημήσωμεν, Ἀθανάσιον θεῖον, τὸν λαμπρὸν ἱεράρχην, πρότυπον τῆς πίστεως, καὶ
φρουρόν, ἀντιδίκου πολέμιον, ἀληθειῶν Ἐκκλησίας μυσταγωγόν, ὀρθοδόξων τὸ
προπύργιον.
Ἀθανασίας ἐπώνυμον
ἀνυμνήσωμεν, Ἀθανάσιον μύστην, ἀθανάτου τε δόξης, μέτοχον καὶ κλέος, τοῦ
οὐρανοῦ, ἐπισκόπων ἀγλάϊσμα τῆς εὐσεβείας ὑπέρμαχον ἀθλητήν, τοῦ Χριστοῦ τὸ
ἀφομοίωμα.
Τὸν τῆς Μεθώνης ἐπίσκοπον
καταστέψωμεν, Ἀθανάσιον ὕμνοις, καὶ ἀνθέων στεφάνοις· οὗτος γὰρ ἐποίμανεν
εὐσεβῶς, ἐκλογάδα τὴν ἔμφρονα, διά τε λόγων καὶ ἤθους θεοπρεποῦς, καὶ τὸ ποίμνιον
ἐστήριξεν.
Δόξα. Ἦχος β'.
Σήμερον τῶν φιλεόρτων ἡ
σεπτὴ χορεία, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὸν ἔνθεον φρυκτωρὸν τῆς Μεθώνης, τὸν ἐν
ἀθανασίᾳ Ἀθανάσιον, ἑορταστικῶς ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὁσιακῶς ἐνασκηθείς,
τοὺς τῆς Μεθώνης Ἐκκλησίας οἴακας ἐδέξατο, καὶ εἰς νομὰς σωτηρίους τὸ ποίμνιον
ὡδήγησεν. Λιταῖς αὐτοῦ Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. ῾Ο
αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς
σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον Στιχηρὰ
Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.
Δεῦτε τὸν ἀρετῆς,
πανένδοξον ποιμένα, Μεθώνης τὸν προστάτην, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον Ἀθανάσιον.
Στ.: Τὸ στόμα μου
λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίρει ὁ οὐρανός, ἐν
κόλποις νῦν κατέχων, Μεθώνης Ἱεράρχην, τὸν τῆς ἀθανασίας, ἐπώνυμον καὶ μέτοχον.
Στ.: Οἱ ἱερεῖς σου,
Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ὕμνοις τε καὶ ᾠδαῖς,
ἐπίσκοπον Μεθώνης, τιμήσωμεν ἐνθέως, δοξάσαντα ἐν ἔργοις Τριάδος θεῖον ὄνομα.
Δόξα. Τριαδικόν. Ὅμοιον.
Μόνε Δημιουργέ τῆς κτίσεως
ἁπάσης Πάτερ, Υἱὲ καὶ Πνεῦμα, περίσῳζε καὶ σκέπε, τοὺς πίστει σοι λατρεύοντας.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, γεννήσασα
τὸν Κτίστην, ἱκέτευε τοῦ σῶσαι, τοὺς πίστει ἀνυμνοῦντας, τὸ θεῖον Αὐτοῦ ὄνομα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ. Κανόνα πίστεως. Μητροπολίτου πρῴην Πατρῶν
Νικοδήμου.
Χριστὸν τὸν Κύριον, ἱερὲ
Ἀθανάσιε, ἀγαπήσας ἐλάτρευσας, ἐν τῷ βίῳ σου ἅπαντι, καὶ τῷ κόσμῳ ἐδίδαξας,
πίστιν Αὐτῷ ἐκτρέφειν, ἁγιότητος κλῆσιν, ζῆν δὲ δεικνύεις πᾶσι κατ' εἰκόνα
Ἐκείνου. Διὸ ταῖς σαῖς πρεσβείαις ἡμῖν Αὐτὸν καθικέτευε.
Δόξα. Ἕτερον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἀρχιμ.
Νικοδήμου Γ. Ἀεράκη.
Ἀθανάσιον ὕμνοις,
ἀνευφημήσωμεν, τὸν Μεθώνης προστάτην καὶ θαυμαστὸν φρυκτωρόν, ἀρετῆς τὸν
ἐραστήν, καὶ ἁγιότητος· οὗτος ἠξίωται τιμῆς ἐπισκόπου τῶν πιστῶν, καὶ χάριτος
τῶν θαυμάτων· ἱκετεύει δὲ τῷ Κυρίῳ, τοῦ ἐλεῆσαι καὶ φωτίσαι ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ὁ
αὐτός.
Χαῖρε, πύλη Κυρίου ἡ
ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε, ἀχείμαστε
λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα εν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλίπης, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ
ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ.
Εἰς δὲ τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ δευτεροῦντες αὐτά. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρου εἰς ὀσμὴν τοῦ νοητοῦ,
τοῦ ἐκκενωθέντος ἀφάτῳ, πλούτῳ χρηστότητος, χαίρων Ἀθανάσιε συντόνως ἔδραμες,
καὶ πλησθεὶς θείας χάριτος, ἡδύπνοον σκεῦος, ὅλος ἐχρημάτισας, τὴν εὐωδίαν
Χριστοῦ, πᾶσιν ἱεράρχα προχέων· ὅθεν καὶ ἡ θεία σου λάρναξ, μύρα ἰαμάτων βλύζει
πάντοτε.
Δεῦτε φιλεόρτων ὁ χορός,
συγκροτησαμένων χορείαν, πνευματοκίνητον, ὕμνοις εὐφημήσωμεν, καὶ μελῳδήμασι,
τὸν σοφὸν Ἀθανάσιον, τὸν ἱερομύστην, ἄγγελον ἐπίγειον, βροτὸν οὐράνιον, κόσμον
μοναστῶν, ἱερέων καύχημα τερπνὸν δεδειγμένον, τὸ τῶν Μεθωνέων ἐγκαλλώπισμα.
Δεῦρο οὐρανόθεν καταπτάς, πάρεσο μακάριε πάτερ, συμπανηγύριζε, τοῖς ἐπιτελοῦσί σου, τὴν ἱερὰν ἑορτήν, τοῦ χοροῦ προηγούμενος, τῶν σῶν ὑμνηπόλων, καὶ ἀνακρουόμενος, τὸ ὑμνητήριον μέλος, καὶ τὴν ἄφθονον χάριν, σοί τὴν ἐκ Θεοῦ δεδομένην, ἀγαθοπρεπῶς μεταβιβάζων ἡμῖν.
Δόξα. Ἦχος πλ. β'.
Δίκαιος ὡς φοῖνιξ ἀνθῶν, ψαλμικῶς καρπὸν, ὡραῖον τῶν ἀρετῶν, φέρων τε καλὸν ὡράθης, Ἀθανάσιε πατὴρ ἡμῶν, τῶν σῶν δέ φύλλων, ἡ φρουροῦσα θεία χάρις, ὄντως οὐκ ἀπεῤῥύη· ὑφ' ἧς κατευθυνόμενος εὐωδῶς διανύεις πάντα σου τὸν βίον ἐν ᾧ μοναζόντων σύστημα ἐῤῥύθμισας, περιουσίου καθηγήσω θείου λαοῦ, καὶ πρὸς τὴν γῆν τὴν ἐπηγγελμένην, πρᾳέσι πάντας καθωδήγησας, εἰς Χριστοῦ βασιλείαν, μισθὸν τῶν πόνων ἀπείληφας· ἐν ᾗ μὴ ἐλλίπῃς μνημονεύων ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. ῾Ο αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ
προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. ι,' 7. γ,' 13)
Μνήμη δικαίου μετ'
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ
ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν
δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν,
οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. ι', 31)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας,
στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον
δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ
ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς
ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη
δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται
καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ
περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ
ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ
καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται
ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν
ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ
εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας
ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. δ', 7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ψάλλομεν
Στιχηρὰ ᾽Ιδιόμελα. Ἦχος α'.
Ἀθανάσιον τὸν τῆς Μεθώνης
πανένδοξον ῾Ιεράρχην, πανηγυρικῶς καὶ πνευματικῶς, ἡ τῶν ὀρθοδόξων ὁμήγυρις, ἐν
ἐγκωμίων ἄνθεσι καταστέψωμεν, βοῶντες ἐνθεαστικῶς πρὸς αὐτόν· Χαίροις ὁ τῆς
ἀρετῆς μανικὸς ἐραστής, καὶ τῆς εὐλαβείας θεοτίμητος διδάσκαλος. Χαίροις ὁ τῆς
ἀθανασίας κάτοχος, καὶ ὁ τῶν ἀῤῥήτων ἐν οὐρανοῖς ἀγαθῶν μέτοχος. Ὡς σαββατίζων
ἐν τῇ ἄνω Σιών, ἀδιαλείπτως πρέσβευε Ἅγιε τῷ αἰωνίῳ Τριαδικῷ Θεῷ, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος β'.
Κατέλιπες τὰ ἐν κόσμῳ, καὶ
τῷ Χριστῷ ἠκολούθησας ἐκ νεότητος, ὅσιε, ὑποταξάμενος πᾶσι τοῖς μένουσι, καὶ
συνταξάμενος πᾶσι τοῖς μέλλουσι· πάτερ Ἀθανάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ'.
Τὸν τῆς Ἀθανασίας ἐπώνυμον,
κλέος τῆς Μεθώνης Ἀθανάσιον, πανευφροσύνως πιστοὶ τιμήσωμεν. Οὖτος γὰρ ἐν
ἀγρυπνίᾳ, νηστείᾳ τε καὶ προσευχῇ, τῇ τῆς ἀσκήσεως ἀκολουθήσας τρίβῳ, τῆς τοῦ
ἁγιασμοῦ καὶ τελειότητος χάριτος κατηξιώθη. Διὸ Πνεύματι Ἁγίῳ ποιμὴν καὶ
διδάσκαλος τῆς ἐν Μεθώνῃ Ἐκκλησίας ἐπαξίως κατέστη. Ὅθεν καὶ ἡμεῖς θεοπρεπῶς,
τὴν αὐτοῦ ὑπερήδιστον χάριν ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν
σωτηρίαν καὶ ἐν ἁγιασμῷ τελείωσιν.
Ἦχος δ'.
Ἐν πνευματικῇ ἀγαλλιάσει,
τὸν τῆς Μεθώνης ἔνδοξον Ἱεράρχην Ἀθανάσιον, ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν. Οὗτος
γὰρ τὸ σῶμα ὑποπιάσας καὶ δουλαγωγῶν, καὶ ἀδιαλείπτως τὸν καλὸν τῆς ἀρετῆς
ἀγῶνα ἀγωνιζόμενος, τὴν τῆς ἁγιότητος κλίμακα ἀνῆλθε, καὶ τὴν κορυφὴν τῆς
ἁγιότητος, τὸν ἀθεώρητον Κύριον, χάριτι Αὐτοῦ θεωρῶν, καὶ ὑπ' Αὐτοῦ ἀεὶ
δυναμούμενος, ἱεροπρεπῶς καὶ ἁγιοπατερικῶς, τὴν Τούτου Ἐκλογάδα ἐποίμανε. Διὸ πιστοὶ
οἱ τὴν λύτρωσιν ποθοῦντες, ἐν ταπεινώσει τὸν ἡγιασμένον Ἱεράρχην
καθικετεύσωμεν, πρεσβεύειν ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α'.
Δεῦτε χριστοφόροι λαοί,
λόγοις καὶ ἐγκωμίοις, τὸν τῆς Μεθώνης Ποιμένα ἱεροπρεπῆ Ἀθανάσιον ἐνθεαστικοῖς
ὕμνοις τιμήσωμεν λέγοντες· Χαίροις ὁ τῆς ἀθανασίας ἐπώνυμος καὶ μέτοχος, ὁ ἐν
οὐρανίοις δώμασι, μετὰ τῶν ἡγιασμένων ἀεὶ ἀναπαυόμενος. Χαίροις ὁ ποιμὴν ὁ
καλός, ὁ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής τε καὶ μιμητής, τῶν πιστῶν δὲ
θεοδώρητος τῆς πίστεως καὶ τῆς ἀρετῆς ὁδηγός. Πρέσβευε ἐκτενῶς, σοῦ δεόμεθα,
ἀθάνατε Ἀθανάσιε, τῷ Θεανθρώπῳ Χριστῷ, ῥυσθῆναι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ,
καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ
αὐτός.
Μακαρίζομέν σε Θεοτόκε
Παρθένε καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον, Στιχηρὰ Προσόμοια. Μητροπολίτου πρῴην Πατρῶν Νικοδήμου. ῏Ηχος δ'.
῎Εδωκας σημείωσιν.
Ἔδωκας Φιλάνθρωπε, τῷ
ταπεινῷ σου θεράποντι, ἁγιότητος χάρισμα, φωτίσματι θείῳ σου, καὶ πολλοῖς
ἀγῶσι, βίου πολιτείαν διαδραμόντι εὐλαβῶς, καὶ τῷ ναῷ σου φοιτῶντι πάντοτε·
ὅθεν εὐηρέστησε, καὶ εἰς ζωὴν τὴν αἰώνιον, ἐπορεύθη ὁ δοῦλός σου, ἱερὸς Ἀθανάσιος.
Στ.: Τὸ στόμα μου
λαλήσει σοφίαν, καἱ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Κόποις καὶ παλαίσμασι,
πολιτευθεὶς ὁ θεσπέσιος, τῷ Χριστῷ εὐηρέστησε, σεπτὸς Ἀθανάσιος, καὶ ἀθανασίᾳ
τοῦ Παραδείσου ἀφορῶν, κατηξιώθη αὐτῆς ὡς ἔνζηλος· διὸ αὐτὸν γεραίρομεν, καὶ ἐν
ᾠδαῖς μακαρίζομεν, ὡς ἡμέτερον πρόμαχον, καὶ ἐπίσκοπον ἔνδοξον.
Στ.: Οἱ ἱερεῖς σου,
Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
Θώρακα τῆς πίστεως, ὁ ἱερὸς
ἐνδυσάμενος, τῆς Μεθώνης ἀγλάϊσμα, σεπτὸς Ἀθανάσιος, ὡς ἱεροφάντωρ. Χαίρων δ'
ἐν Κυρίῳ, οὐρανομύστης γεγονώς, τοῖς οὐρανίοις Αὐτοῦ καλέσμασιν, ἡμᾶς
προσαναβαίνοντας, καλεῖ εἰς θείαν συνέντευξιν, καὶ ζωὴν τὴν αἰώνιον, Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄. Ἀρχιμ.
Νικοδήμου Γ. Ἀεράκη.
Σήμερον τὸν τῆς ἀθανασίας
ἐπώνυμον, καὶ τὸν τῆς Μεθώνης μέγαν Ἱεράρχην ἀθάνατον Ἀθανάσιον, ἐν ἐγκωμίων
ᾠδαῖς εὐφημήσωμεν λέγοντες· Χαίροις τῆς ἐν ἡσυχίᾳ ἀρετῆς, καὶ τῆς καρπογόνου
ἀσκήσεως, πανθαύμαστε ἐραστά· χαίροις τῆς ἐν Μεθώνῃ Ἐκκλησίας θεόσοφε πρόεδρε
και τῆς λογικῆς ποίμνης τοῦ Χριστοῦ ἀξιάγαστε διδάσκαλε. Χαίροις τῶν ἁγίων
ἰσοστάσιε, καὶ τῶν Πατέρων ὁμότροπε. Ὡς ἐν Παραδείσῳ οἰκῶν, καὶ πρὸς Χριστὸν
τὸν Θεόν παῤῥησίαν ἔχων, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ
αὐτός.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν πρέσβευε, Δέσποινα,
μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν ῾Αγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ. Κανόνα πίστεως. Μητροπολίτου πρῴην Πατρῶν
Νικοδήμου.
Χριστὸν τὸν Κύριον, ἱερὲ Ἀθανάσιε,
ἀγαπήσας ἐλάτρευσας, ἐν τῷ βίῳ σου ἅπαντι, καὶ τῷ κόσμῳ ἐδίδαξας, πίστιν Αὐτῷ
ἐκτρέφειν, ἁγιότητος κλῆσιν, ζῆν δὲ δεικνύεις πᾶσι κατ' εἰκόνα Ἐκείνου. Διὸ
ταῖς σαῖς πρεσβείαις ἡμῖν Αὐτὸν καθικέτευε.
Δόξα. Ἕτερον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἀρχιμ.
Νικοδήμου Γ. Ἀεράκη.
Ἀθανάσιον ὕμνοις,
ἀνευφημήσωμεν, τὸν Μεθώνης προστάτην καὶ θαυμαστὸν φρυκτωρόν, ἀρετῆς τὸν
ἐραστήν, καὶ ἁγιότητος· οὗτος ἠξίωται τιμῆς ἐπισκόπου τῶν πιστῶν, καὶ χάριτος
τῶν θαυμάτων· ἱκετεύει δὲ τῷ Κυρίῳ, τοῦ ἐλεῆσαι καὶ φωτίσαι ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ὁ
αὐτός.
Χαῖρε, πύλη Κυρίου ἡ
ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε, ἀχείμαστε
λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα εν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλίπης, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄. Στιχολογίαν.
Κάθισμα.Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἁγιότητος ἄνθος, καρπὸν
ἀσκήσεως, τῆς προσευχῆς εὐωδίαν καὶ τῆς νηστείας βλαστόν, ἀνυμνήσωμεν λαμπρῶς
τὸν Ἀθανάσιον, μέγαν Μεθώνης φρυκτωρόν, καὶ πιστῶν μυσταγωγόν, διδάσκαλον
ἀληθείας, ἐπαξίως δὲ εἰληφότα, τὸ θεῖον στέφος ἐκ χειρὸς τοῦ Χριστοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ
ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχοντων εἰς σέ· Χαῖρε ἀχείμαστε
λιμὴν καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Μετὰ τὴν β' Στιχολογίαν,
Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Μεθώνης φρυκτωρόν,
ἁγιότητος τύπον, πιστῶν ὑπογραμμόν, ἐπισκόπων τὸ κλέος, σεπτὸν Ἀθανάσιον,
ἐπαξίως τιμήσωμεν, τὸν στηρίξαντα, τῶν ὀρθοδόξων τὰ πλήθη, καὶ κοσμήσαντα, Σιὼν
τὴν ἄνω ὡς δοῦλος, Χριστοῦ καὶ ὁμοίωμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα
πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν
σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα ἐν πειρασμοῖς
σωτηρίαν, τὴν μόνην Πανάμωμον.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα. Ἦχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Τῆς Μεθώνης ὁ ποιμήν,
χριστιανῶν δὲ φωτιστής, ἀρετῆς ὁ ὁδηγός καὶ Ἐκκλησίας ὁ ποιμήν, εἰς ἑορτὴν καὶ
πανήγυριν εὐφροσύνης, πάντας τοὺς πιστοὺς συνεκάλεσε, δεῦτε οὖν λαμπρῶς
ἑορτάσωμεν, καὶ γεγηθότες ψάλωμεν ἐνθέως, τὰ ἐπινίκια λέγοντες τῶν μοναζόντων,
τιμὴ καὶ δόξα, Ἀθανάσιε χαῖρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων
οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν πῶς ὁ τὰ πάντα συνέχων
νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ
προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι· καὶ σὲ
ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Οἱ Ἀναβαθμοί,
τὸ α' Ἀντίφωνον τοῦ δ΄ Ἦχου.
Προκείμενον.
῏Ηχος δ'.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς σου,
Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. (Τοῦ
Ὄρθρου τῆς ΙΓ' Νοεμβρίου Ἰωάν. ι', 1-10)
Ὁ Ν' Ψαλμός.
Δόξα: Ταῖς τοῦ
῾Ιεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν εμῶν ἐγκλημάτων.
Εἶτα τὸ
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἡ τῶν θριαμβευόντων ἐν
οὐρανοῖς Ἐκκλησία, τὸν τῆς Μεθώνης Ἱεράρχην ἔνδοξον Ἀθανάσιον, ἐν εὐφροσύνῃ καὶ
ἀγαλλιάσει πνευματικῇ ὑποδεχθεῖσα, τῷ ἐσφαγμένῳ Ἀρνίῳ ἐνθέως λέγει· τόν Σὲ
δοξάσαντα Κύριε δόξασον· τὸν Σὲ τιμήσαντα τίμησον· τὸν ἐπαξίως φέροντα τὸ τῆς
ἀθανασίας ὄνομα, ἐν τῇ αἰωνίᾳ ζωῇ Σὺ ἀντιδόξασον. Πρεσβείαις Κύριε τοῦ Ἁγίου
σου, σῶσον τοὺς ἐν τῇ στρατευομένῃ σου Ἐκκλησίᾳ, τιμῶντας τὴν μνήμην αὐτοῦ.
Οἱ Κανόνες, ὁ
Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς· ΤΟΝ ΔΕΥΤΕΡΟΝ ΣΟΙ, ΠΑΤΕΡ, ΥΜΝΟΝ
ΠΡΟΣΦΕΡΩ.
ᾨδὴ α', ῏Ηχος β΄. Ὁ
Εἱρμός. Δεῦτε λαοί.
Τῷ τριφεγγεῖ, τῆς ἀρχιφώτου
θεότητος, πρῶτος φωτὶ πυρσούμενος, τὸν νοῦν μου φώτισον, Ἀθανάσιε πάτερ, φωτὶ
δευτεροδότῳ, τοῦ ἀνυμνῆσαί σε.
Θαυμαστὸς, ἐν τοῖς ἁγίοις
σου Κύριε, ὁ θαυμαστώσας χάρισι, τὸν Ἀθανάσιον, ταῖς ὄντως θεοσδότοις, κἀμοὶ τὰ
σὰ ἐλέη, Σῶτερ, θαυμάστωσον.
Νέος ἡμῖν, τρυφῆς
παράδεισος ἤνοικται, τὸ μύρον προβαλλόμενος, φύσιν ἀείζωον, τοῦ ὁσίου ὁ τάφος·
δρεψώμεθα καὶ πόθῳ, κατατρυφήσωμεν.
Θεοτοκίον.
Δαβιτικῆς, ῥάβδος ἐκ ρίζης
βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως, ἐκαρποφόρησας, Θεοτόκε Παρθένε, φυτὰ τῆς
ἁμαρτίας, ἀποξηράνασα.
ᾨδὴ γ'. Ὁ Εἱρμός. Ἐν πέτρᾳ
με τῆς πίστεως στερεώσας.
Ἐν πέτρᾳ τῇ τῆς πίστεως σὺ
τὰς βάσεις, πηξάμενος, παμμάκαρ οὐκ ἀπετράπης, προσπνεύσεσι ποικίλαις τῶν τῆς
κακίας, πνευμάτων ὅσιε, Χριστῷ δὲ ἔψαλλες, ὡς οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Ὑπῆλθες Ἀθανάσιε τοῦ
Κυρίου, ζυγὸν τὸν ἐλαφρότατον ἀποῤῥίψας, τὸν κόσμον καὶ τοῦ κόσμου τερπνὰ καὶ
χαίρων, δρόμον διήνυσας, τὸν τῆς ἀσκήσεως, καὶ πρὸς νύσσαν ἔφθασας τὴν
οὐράνιον.
Τὸν πλοῦτον τὸν οὐράνιον
χαρισμάτων, ἰδὼν ὁ ποιμενάρχης καθηγητήν σε, προβάλλεται συστήματος μονοτρόπου,
οὓς κατεπλούτισας, ταῖς μεταδόσεσι, τῶν ἐμπράκτων ὅσιε διδαγμάτων σου.
Θεοτοκίον.
Ἐγέννησας Ἀνύμφευτε τὸν
προόντα, ἐβάστασας ἀγκάλαις τὸν συνοχέα, τῶν ὅλων ἐγαλούχησας τὸν τροφέα, πάντα
παράδοξα, τὰ σὰ μυστήρια, καὶ οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.
Κάθισμα τοῦ ῾Οσίου. Ἦχος
πλ. α'. Τον Συνάναρχον Λόγον
Τὸ Μεθώνης καλλώπισμα καὶ
στερέωμα, τῶν ἱερέων τὸ ἔνθεον σεμνολόγημα, τὸν ἱεράρχην ὑμνήσωμεν Ἀθανάσιον,
ἐκβοῶντες, θερμῶς καὶ ἀνακράζοντες, πρὸς τὸν ὕψιστον Κύριον· θαυμαστὸς εἶ ὁ
Θεός, ὁ ἐν θαύμασι θαυμαστῶν τοὺς ἁγίους σου.
Δόξα. Ἕτερον. Ἦχος δ'.
Ταχὺ προκατάλαβε. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Λαμπρῶς εὐφημήσωμεν, ἐν
ἐγκωμίων ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν, ποιμένα θεοσεβῆ, Μεθώνης τὸν πρόεδρον·
οὗτος γὰρ θεαρέστως, ἀσκηθεὶς ἐν ἐρήμῳ, ἄσκησιν καὶ νηστείαν, διὰ βίου
κηρύττει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν
τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ Τόκῳ σου Ἄχραντε, ῥῦσαί με
τῶν παγίδων, τοῦ δολίου Βελίαρ· στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων,
Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.
ᾨδὴ δ'. Ὁ Εἱρμός. Τὴν ἐκ
παρθένου.
Ῥήμασι θείοις τρεφόμενος,
τῇ τροφῇ τῶν ἀγγέλων, τὴν ἰσάγγελον ἐν γῇ σὺ πολιτείαν κατώρθωσας, ὅσιε πάτερ·
ὅθεν καὶ προκόπτων ἀπὸ δόξης εἰς δόξαν, μέγας ὄντως ἐπεκλήθης θαυμαστῶς.
Ὁ τῆς ἀσκήσεως ἄριστος, καὶ
εὐθύτητος γνώμων, τῶν ὁσίων ἡ κρηπίς, τῶν ἱερέων τὸ καύχημα καὶ διδασκάλων,
πάντων ἡ σεμνότης, τῶν θαυμάτων ἡ βρύσις, ἀνυμνείσθω Ἀθανάσιος ᾠδαῖς.
Νεανικοῖς ἀγωνίσμασι, καὶ
συντόνῳ τῷ πόθῳ, καὶ ἀκμαίᾳ τῇ σπουδῆ, δι' οὗ γὰρ ἐπειγόμενος πρὸς τὸ βραβεῖον,
κλήσεως τῆς ἄνω οὐ διέλιπες πάτερ, ἕως τούτου ἠξιώθης ἀληθῶς.
Θεοτοκίον.
Σὺ τῶν πεσόντων ἀνάστασις,
σὺ τῶν κατεῤῥαγμένων, ἡ ἀνόρθωσις Ἁγνή, σὺ τῆς κατάρας, ἡ λύτρωσις τῆς
ἀρχεγόνου, σὺ τῆς εὐλογίας ἡ ἀντίδοσις Κόρη· σὲ ὑμνοῦμεν καταχρέως οἱ πιστοί.
ᾨδὴ ε'. Ὁ Εἱρμός. Ὁ τοῦ
φωτός.
Ὁ τῶν δικαίων ἐχθρός, ὥσπερ
τὸ πρὶν κατὰ Χριστοῦ ἤθροισε, τὸ πονηρόν, συνέδριον, μάκαρ, οὕτω σοι δυσμενεῖς,
τοὺς παρανομοῦντας ἐχθροὺς ἐπανέστησεν.
Ἰταμωτάτῃ φρενί, γλῶσσαν
καὶ χεῖρα κατὰ σοῦ Ὅσιε, ἡ παντουργός, κακῶς κινηθέντας, ἐπέδησε δίκη,
θεράποντα Ὅσιε, σαφῶς τε κηρύττοντα.
Πιστὸς καὶ φρόνιμος, τῆς
διδομένης σοι σοφὲ χάριτος, ἀναφανείς, Χριστοῦ οἰκονόμος, πλειόνων παρ' Αὐτοῦ,
θείων χαρισμάτων κατέστης ἀνάπλεως.
Θεοτοκίον.
Ἁγία Δέσποινα, ἡ τὸν
πανάγιον Θεὸν τέξασα, σωματικῶς ἡμῖν ὁμιλῆσαι, θελήσαντα ἐκ σοῦ, τούς σὲ
ἀνυμνοῦντας πιστῶς καθαγίασον.
ᾨδὴ ς'. Ὁ Εἱρμός. Πρὸς
Κύριον ἐκ κήτους.
Τοῖς ἴχνεσιν ἑπόμενος σοφέ,
τοῦ Δεσπότου σου, τοῦ ταπεινώσαντος ἑαυτόν, πλούτῳ χρηστότητος, ἐν ὕψει ἀρετῶν,
ἐσχάτην ταπείνωσιν κατορθῶν, ἀνυψώθης θείᾳ Χάριτι.
Ἐζήλωσας ὡς πάλαι Φινεὲς
ἐνδικώτατα, καὶ τὸν νομίσαντα, συγκαλύψαι τὸ ἁμάρτημα, τῇ ξένῃ τῶν τριχῶν,
ψιλώσει διήλεγξας, καὶ τὸ μύσος σαφῶς ἐθριάμβευσας.
Ῥωννύμενος δυνάμει τῇ
πανσθενεῖ τοῦ πνεύματος, τῷ κοσμοκράτορι, ἀντετάξω ἐξουσίας τε, τὰς τούτου καὶ
ἀρχάς, κατέβαλες Ὅσιε, καὶ στεφάνων τῆς νίκης ἠξίωσαι.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Πανύμνητε, τὴν
μόνην κυήσασαν, καὶ διαμείνασαν μετὰ τόκον ἀδιάφθορον, παρθένον ὡς τὸ πρίν·
Θεὸν γὰρ ἐγέννησας σάρκα, φορέσαντα, τὰς φύσεις καινίζοντα.
Κοντάκιον. Ἦχος β'.
Ὡς ἀστὴρ διαλάμπων ὦ Ἱεράρχα
ἐκ σπαργάνων φωτὶ συνανεκράθης τῷ θεουργῷ, καὶ φῶς ὅλος γενόμενος, ταῖς
διδαχαῖς σου τῶν ἔργων ἐφώτισας, τῶν πιστῶν τὸ πλήρωμα, τὸ μέγα Μεθώνης
ἐγκαλλώπισμα.
Ὁ Οἶκος .
Ὁ δοξάζων, ὡς προέφης, τοὺς
δοξάζοντας, Λόγε, καὶ τὸν μέγαν σήμερον ἐν ἱερουργοῖς Ἀθανάσιον, ἀναθεμένην ἀπὸ
γῆς, εἰς μέθεξιν, τῆς βασιλείας σου, αὐτὸς τὴν ἐμὴν καταφωτίσας διάνοιαν, ἀξίως
τὸν σὸν ἀνευφημῆσαι θεράποντα, τοῦτον ἀξίωσον μιμητήν σου, καὶ δόξης
συμμέτοχον.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Ἀθανασίου Ἐπισκόπου Μεθώνης.
Ἀθανάσιον γεραίρει
ἑορτίως Μεθώνη
Τῷ Δεσπότῃ τὸν
ὕμνον ἀναφέρουσα πόθῳ.
Δεκάτῃ λήγοντος ἐτησίου μηναίου ἄληκτον δείκνυσι τὸ
οὐράνιον κάλλος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου Μεγαλομάρτυρος Ἑρμογένους τοῦ Ἀθηναίου, τοῦ
ἐν Ἀλεξανδρείᾳ, σὺν Μηνᾷ τῷ Καλλικελάδῳ, καὶ Εὐγράφῳ ἐναθλήσαντος.
Μηνᾶ μάρτυρος
ἀκολουθήσας τρίβοις
σὺν αὐτῷ,
Ἑρμόγενες, ἤθλησας χαίρων.
Τμηθεὶς ὁΜηνᾶς, κἄν
κελαδεῖν οὐκ ἔχῃ,
Φιμοῖ κελαδοῦν
δυσσεβείας τὸ στόμα.
Τὴν δυσσέβειαν
ἐκπτύσας Ἑρμογένης,
ὑπῆρξε Μάρτυς
εὐσεβείας ἐκ ξίφους.
Τὰς ἐκ μαχαίρας,
Εὔγραφε, τρώσεις φέρων,
ὀξὺς Θεοῦ κάλαμος
ὤφθης εὖ γράφων.
Ὁ ἔνδοξος τοῦ Χριστοῦ
Μεγαλομάρτυς Ἑρμογένης κατήγετο ἐξ Ἀθηνῶν, καὶ ἦν ἄνθρωπος ἀγαθός, σεμνός, καὶ
ἐχέφρων, πεπαιδευμένος εἰς τὴν ἑλληνικὴν γνῶσιν. Αὐτὸν ἐπέλεξε ὁ δυσσεβὴς
Μαξιμῖνος ὡς ἔπαρχον τῆς Ἀλεξανδρείας, εἰς ἀντικατάστασιν τοῦ μακαρίου Μηνᾶ τοῦ
Καλλικελάδου, τοῦ Χριστὸν παῤῥησίᾳ ὁμολογοῦντος καὶ κηρύττοντος. Ὑπ᾿ αὐτοῦ ὅμως
ὁ Ἑρμογένης μετεστράφη εἰς τὴν τοῦ Χριστοῦ πίστιν, θαυμάσας οὐ μόνον τὴν αὐτοῦ
ψυχικὴν εὐσθένειαν καὶ καρτερίαν εἰς τὰς βασάνους, εἰς ἂς οὗτος ὑπέβαλε τὸν
ἀήττητον, ἀλλὰ καὶ τὴν θαυμαστὴν αὐτοῦ τοῦ σώματος ἀνάπλασιν μετὰ τὴν τῶν μελῶν
αὐτοῦ ἀποκοπήν. Χριστὸν οὖν ὁμολογήσας καὶ θαυμάσια ποιήσας, ἠξιώθη δι’ Αὐτὸν
σὺν Μηνᾶ καὶ Εὐγράφῳ ἀθλῆσαι καὶ τὸ κράτος τῆς εὐσεβείας μεγαλύναι. Ἀποτμηθεὶς
τὴν κεφαλήν, τὸ ἱερὸν αὐτοῦ σκῆνος ἐῤῥίφθη εἰς τὴν θάλασσαν, ὅπερ θαυμαστῶς
ἦλθε δι’ αὐτῆς εἰς τὴν Βασιλεύουσαν, προσελιμενισθὲν εἰς τὴν παραλίαν τῆς
Ἀκροπόλεως, φωτὶ ἀΰλῳ περιηυγασμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Γέμελλου τοῦ πολυάθλου.
Ὑπὲρ
Θεοῦ Γέμελλος Ἐσταυρωμένου,
Τὴν
ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Ἰουλιανοῦ τοῦ Παραβάτου· οὗ τὴν ὁδὸν ποιουμένου διὰ τῆς Ἀγκυρανῶν Μητροπόλεως,
ἔστη ὁ Ἅγιος κατὰ πρόσωπον· καὶ παῤῥησίᾳ τὸν Χριστὸν ὁμολογήσας, ζώννυται ζώνην
σιδηρᾶν πεπυρακτωμένην, καὶ τῷ βασιλεῖ κατὰ τὴν ὁδὸν ἕπεται. Ἐπεὶ δὲ κατέλαβον
τὸ τῆς Ἐδέσσης πολίχνιον, τείνεται ὁ Ἅγιος ἐκ τεσσάρων καὶ ξύλοις ἀγρίοις
αἰκίζεται καὶ τοὺς ὤμους σιδήροις ἐμπείρεται πυρωθεῖσι, καὶ τηγάνῳ, στέατος καὶ
ῥητίνης καὶ ἐλαίου μεστῷ, σφοδρῶς ἐκκαέντι, ἐμβάλλεται, ἄνωθεν ῥάβδοις
τυπτόμενος, σιδηρᾶς ἀκίδας ἐχούσαις· καὶ τὴν κεφαλὴν ἥλοις σιδηροῖς
καταπείρεται· καὶ τὸ δέρμα τοῦ σώματος προβάτου δίκην ἀποσύρεται· καὶ ἀπολυθεὶς
οὕτω, τὸ πρὸς σωτηρίαν Βάπτισμα λαμβάνει (ἀμύητος γὰρ ἦν ἔτι)· καὶ ὑγιὴς ὅλος
ἀπὸ τοῦ ὕδατος ἀνέρχεται. Τότε καὶ θείας ἤκουσε φωνῆς οὐρανόθεν λεγούσης·
Μακάριος εἶ, Γέμελλε, ὡς πολλὰ κοπιάσας. Ἔπειτα τῷ βασιλεῖ παραστάς, σταυρῷ
ἀναρτᾶται καὶ ἥλοις τὰς χεῖρας καὶ τοὺς πόδας προσηλοῦται· καὶ οὕτως εὐξάμενος,
τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, πιστοὶ ἄνδρες, λάθρα
καθελόντες ἀπὸ τοῦ ξύλου, κατέθεντο ὑπὸ τὴν γῆν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ
Δεφουρκινοῦ.
Θωμᾶς
Θεὸν ἀῤῥαγεστάτην βάσιν,
Κρείττων
πέφηνε μηχανῆς τῶν δαιμόνων.
Οὗτος πατρίδα ἔσχε τὴν εἰς
πρόποδας τοῦ Κυμιναίου ὄρους γῆν ἀποφέρουσαν· οἱ δὲ τούτου γεννήτορες, ἰδιῶταί
τινες καὶ ἐν αὐταρκείᾳ ζῶντες. Πάντων δὲ καταφρονήσας, ἔτι σφριγῶν καὶ ἀκμάζων
τὴν ἡλικίαν, τὸν τῶν μοναχῶν ἐζήλωσε βίον· εἰωθὼς γὰρ νηπιόθεν τοῖς Σεμνείοις
παραβάλλειν σὺν τῷ πατρί, ἑνὶ τῶν ἱερῶν καταγωγίων συναρμολογηθεὶς παιδοτρίβῃ,
εἰς ἄσκησιν γραμμάτων ἐκδίδοται. Καὶ ἐν ὀλίγῳ τό τε Ψαλτήριον, τοὺς Ἀποστόλων
λόγους, καὶ τὴν λοιπὴν ἐκκλησιαστικὴν ἀκολουθίαν διέλαβε. Τὰ μὲν δὴ πρῶτα
τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦ κατ᾿ ἀρετὴν βίου τὰ λήϊα ἐντεῦθεν ἀρχὴν τοῦ
προκόπτειν εἰλήφασιν.
Ἐπεὶ δὲ πρὸς ἡλικίαν ὁ παῖς
μετεπλάττετο, τὸ ἀγγελικὸν ἔνδυμα ἠμφιάσατο, καὶ πρὸς τοὺς κατ᾿ ἐχθρῶν ἀγῶνας
ἀμεταστρεπτὶ ἐχώρει, καὶ κάλλος τὸ τῆς ψυχῆς ἀρετῶν τοῖς χρώμασιν ἀναμορφωσάμενος,
ὡς εἰκόνισμα θεῖον τοῖς ὁρῶσιν ἐδείκνυτο. Τότε περίδοξός τις τῶν τοῦ Βυζαντίου
Μεγιστάνων ἐν τῷ πρὸς Σάγαριν ποταμῷ φροντιστήριον ἐδείματο· ὄνομα τῷ ἀνδρί,
Γαλολείκτης (ἐν ἄλλοις Γαλοχείκτης). Καὶ τῷ ἐκεῖσε Ἐπισκόπῳ περὶ τούτου
κοινολογησάμενος, τῶν ὑπ᾿ αὐτὸν μοναστηρίων ἐλλογίμους ἐπιλέξασθαι ἠξίου, εἰς
λειτουργίαν τοῦ ὑπ᾿ αὐτοῦ καινουργηθέντος Σεμνείου. Ὁ δέ, τὸν μακάριον εὐθὺς
Θωμᾶν, ὡς περιβόητον ἄνδρα, καὶ ἀκριβῆ κανόνα τῆς ἐγκρατείας, ἡγεῖσθαι τῶν
συνεληλυθότων τῷ ἄρχοντι συνεβούλευε. Καὶ δὴ ταύτην εὐφυῶς ἐπὶ χρόνου ἰθύνας,
ὅσον αὐτὸς ἐκρύπτετο ταπεινούμενος, τοσοῦτον, ὡς ποικίλης ἀρετῆς καταγώγιον,
πᾶσιν ἐγνωρίζετο.
Ὡς δὲ λοιπὸν δι᾿ ὄχλου ὑπὸ
τῶν παραβαλλόντων ἐγίνετο, ἐδυσχέραινεν ἐπὶ τούτῳ, καὶ τί μηχανᾶται;
Περισκοπήσας τῶν ἀδελφῶν τὸν ἐξαίρετον, ἡγεῖσθαι τοῦτον διακελευσάμενος τοῖς
λοιποῖς τῶν ἀδελφῶν, αὐτός, ἐφοδιασάμενος ταῖς τούτων εὐχαῖς, ὑπώρειαν εὑρὼν
ἡσυχίας ἁρμόδιον, μονώτατος ἐν αὐτῇ εἰσοικίζεται. Ἀλλ᾿ ἐπεὶ τὸν νομέα ἐζήτουν
τὰ πρόβατα, τοὺς λόφους καὶ τὰς ὑπωρείας οὐκ ἐνεδίδοσαν ἐρευνῶντες, ἕως οὗ πρὸς
αὐτὴν τὴν ὑπώρειαν αἴθριον τὸν Πατέρα κατέλαβον. Καὶ τῶν χειμερινῶν νιφάδων τὸ
δριμὺ λογισάμενοι, καὶ τῶν θερινῶν καύσεων τὸ φλογῶδες, τὸν Πατέρα ἐξελιπάρουν,
Ἵνα τί σκληροτέραις ἀγωγαῖς σεαυτόν, λέγοντες, κατατρύχεις, μὴ λογισάμενος τῆς
ἐκ τοῦ χοὸς ἡμῶν διαπλάσεως τὴν ἀσθένειαν, ὡς ἐν ταῖς δυσκρασίαις ἑτοίμως εἴωθε
διαλύεσθαι;
Μόλις δέ ποτε τούτων
συνθέμενος τῇ βουλῇ, μικρὸν γενέσθαι παρηγγυᾶτο τοῖς μοναχοῖς αὐτῷ καταγώγιον.
Καὶ τούτου περαιωθέντος, ἐν τῷ Κυριακῷ μόνος ὑπεισελθών, τοῖς γόνασιν ὑποκλίνας
ἑαυτὸν πρὸς τὸ ἔδαφος, Τοὺς πρὸς τὴν σὴν εὐαρέστησιν, Κύριε, πρὸς ἡμᾶς τοὺς
ἀναξίους ἄνδρας ἀφικέσθαι ἀξίωσον, ἔλεγε. Καὶ δή, ὡς ἐξ ἀποστολῆς τότε τινὲς
πρὸς αὐτὸν εὐλαβέστατοι προσέβαλον κοσμικοὶ ἀποκείρασθαι δυσωποῦντες, καὶ συνδιάγειν
αὐτῷ εἰς ὑπακοήν. Καὶ ὡς πρὸς Κυρίου τούτους ἐληλυθότας, τὴν ἱερὰν στολὴν
ἀμφιέννυσι, καὶ ὡς τοὺς πρώτους τῶν μαθητῶν τοῦ Χριστοῦ, τὸν μὲν Ἰωάννην
ἐκάλεσε, τὸν δὲ Πέτρον· καὶ σὺν αὐτοῖς τὰς δεήσεις ἐπιπονωτέρας ἐποιεῖτο πρὸς
Κύριον.
Ἀλλ᾿ οὐκ ἔφερεν ἐπὶ πολὺ ὁ
καινουργὸς τῆς κακίας ὁρᾶν τὰς πανουργίας αὐτοῦ καὶ ἐμβολὰς ἡττωμένας. Καὶ δὴ
πρῶτον τούτῳ πλῆθος ἐπιῤῥίπτει κωνώπων, ὡς μήποτε πρὸς βραχὺ ταύτας ὑπενδοῦναι
τῷ γέροντι, ἀλλὰ κοιταζομένῳ, ὡς σκόλοπες ἐπετίθεντο τούτῳ· καὶ ἀνισταμένῳ εἰς
προσευχήν, διὰ τῶν χειλέων εἰς τὸν γαργαρεῶνα εἰσέδυνον· εἰδέπου καὶ τὴν βίαν
τῆς φύσεως δι᾿ εὐτελοῦς ἐπαρηγόρει τροφῆς, κωνώπων πλῆρες τὸ προσαγόμενον ἦν.
Καὶ τούτοις ἐπὶ τρισὶν ὅλοις ἔτεσιν ἐγκαρτερῶν ἦν, ἐν οἷς οὐκ ἐστέναξεν, ἀλλὰ
μᾶλλον εὐχαριστῶν, λύσιν πρὸς Κυρίου τῶν ἀνιαρῶν ἐπεζήτει. Ἀλλ᾿ ὀψέ ποτε τῆς
ἀποχῆς τῶν κωνώπων ἐκ Θεοῦ οἰκονομηθείσης, μυῖαι εὐμεγέθεις ἐπανίστανται τῷ
Πατρί, τὴν ἐκ τῆς ἐγκρατείας αὐτῷ δοῤῥὰν δαπανηθεῖσαν, ὡς ἠκονημένα βέλη,
κατατιτρώσκουσαι. Ταύτας δὲ πάλιν διαδεξάμενοι μύρμηκες, ἐν τοσούτοις χρόνοις
τῷ ἀθλητῇ ἀντιπαρετάσσοντο, ἀδεῶς αὐτῷ, κατ᾿ ὀφθαλμῶν καὶ τῶν μυκτήρων
ἐπιῤῥιπτόμενοι.
Ἀλλ᾿ ἐπεί, ὥσπερ τινὰ δρῦν,
τοῦτον ἀμετάβλητον ἔβλεπεν ὁ πειράζων, ὡς ἐπὶ μιᾶς ἡμέρας τὰς ἐπὶ χρόνοις ἐννέα
λογισθῆναι τῆς τῶν ἀλγεινῶν ἐπιφοράς, ἐπιμανέστερον μᾶλλον αὐτῷ ἐπιτίθεται. Καὶ
ἐπεὶ ὁ πανοῦργος οὐ πρὸς τὴν ἐκ πλευρᾶς ἀχθεῖσαν εἰδὼς ἔχειν τὴν μάχην, ἀλλ᾿ ὡς
ἐπ᾿ αὐτὸν τὸν ἐν εἰκόνι καὶ χειρὶ τιμηθέντα Θεοῦ, οὐ μόνον πρὸς συμπλοκὴν τῆς
μάχης παρασκευάζεται, ἀλλὰ καὶ πάντας τοὺς σὺν αὐτῷ συναγαγὼν ὄφεις, ἐπεμβαίνει
τῷ μακαρίῳ. Εἰπεῖν δὲ πρᾶγμα ὁ λόγος ἐπείγεται, ὡς δυσέφικτον τοῖς πολλοῖς· οὐκ
ἦν γὰρ εἶδος ὁράσεως τῷ πατρί, ὃ μὴ μορφὴ ὄφεως αὐτῷ ἐπεφαίνετο· ἀλλ᾿ ὅπως
δήποτε περιφερόμενος ἵστατο, εἴτε χρειωδῶς τῇ ἁφῇ κατελάμβανέ τι, ἐν αὐτῷ τῷ
σκεύει καὶ ὄφις ἀνεκαλύπτετο· καὶ τοῦτο οὐχ ἅπαξ ἢ δίς, ἀλλ᾿ ἐν ὅλοις ἕνδεκα
ἔτεσι πειραζόμενος ὑπὸ τῶν ὄφεων, οὐκ ἐνάρκησεν· ὁσάκις γὰρ αὐτῷ ἀνακλιθῆναι τῇ
κατὰ συνήθειαν κλίνῃ ἔδοξεν, ἑκατέρωθεν ὄφεις συνανεκλίνοντο. Ἀλλὰ τούτων
ἀβλαβὴς τῇ προμηθείᾳ τῆς προνοίας διεφυλάττετο.
Τούτῳ ποτὲ τὴν ἀναίμακτον
λατρείαν ἐπιτελοῦντι, καὶ ἤδη λοιπὸν πρὸς τὸ τέλος τῆς λειτουργίας ὄντι, δράκων
ἑρπύσας ποθὲν φοβερός, τὴν κόγχην τοῦ εὐκτηρίου περιεζώσατο· τοῦ συμπονοῦντος
δὲ τῷ Πατρὶ ἀδελφοῦ πρὸς τὴν τῆς ἱερουργίας διακονίαν, τότε εἰς τὴν τοῦ
εὐκράτου προσκομιδὴν ἐξελθόντος, τῆς κόγχης τὸ θηρίον ἀποῤῥαγέν, παρὰ τῇ φλιᾷ
πεσὸν τῆς εἰσόδου, ὡς βοῦς ξένον ἐδείκνυτο θέαμα. Ὡς δὲ τὸ πρὸς σύνηθες τῶν
μυστηρίων περάνας ὁ Ἱερεύς, τοῦ Διακόνου τὸ εὔκρατον ἐπιχρονίζοντος ᾔσθετο, καὶ
πρὸς αὐτὸν ἀπιδεῖν βουληθείς, ἑωράκει τὸν μὲν θῆρα τῇ φλιᾷ ἐπικείμενον, τὸν δὲ
διακονητὴν ὑπότρομον ἑστῶτα, πλήρης γενόμενος Πνεύματος, Εἴσελθε, καὶ μὴ
διακριθῇς, φήσας τῷ ἀδελφῷ, αὐτὸς ἀπερισπάστως τὴν προσκομιδὴν ἐπετέλει. Τῇ
παραινέσει δὲ τοῦ πατρὸς ἐκεῖνος ἀναθαρσήσας, ὡς ὑπόπτερος ὑπερβὰς τοῦ θηρός,
εἴσεισι πρὸς τὸν καλέσαντα.
Καὶ τῆς ἱερᾶς τελεσθείσης
μυσταγωγίας, ὁ Ἱερεὺς πρὸς τὸν θῆρα, μήπω τὴν στολὴν ἀπαλλάξας, ἀτρέμας ἔξεισι
προσειπών· Εἰ πρὸς τὸ τέλος ἔχεις, τῇ τοῦ Θεοῦ μου προνοίᾳ, ὦ θηρίον, ἐπακολούθει
μοι. Καὶ πρὸς τὸ ἄκρον ὁ θὴρ τοῦ φαινολίου ἐπικατασχών, συρόμενος, εἵλκετο· καὶ
ὡσεὶ τόξου βολὴν ἀποστὰς καὶ πρός τινα γενόμενος φάραγγα, λόφων ἐξ ἑκατέρων
ταύτῃ κειμένων, ἔστη εἰς προσευχήν, πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τελευταῖον
προσειπών· Ὁ ἐπάνω ὄφεων καὶ σκορπίων τοὺς εἰς σὲ πιστεύοντας πατεῖν εἰρηκώς,
εὐδόκησον κἀμὲ τὸν ἐλάχιστον, Κύριε, ἐπὶ τοῦ δε τοῦ φάραγγος ἐπάνω τοῦ θηρὸς
γενέσθαι κατὰ τὸ ῥῆμά σου. Καὶ ὡς τοῦτο εἴρηκεν, ὑψωθὲν τὸ θηρίον, ὑπὸ τὸ χάσμα
κατεσπάσθη· καὶ αὐτῷ ἑκάτεροι οἱ βουνοὶ ἐπέπεσον· ὡς τοῦ φάραγγος
ἀναγεμισθέντος, πεδιάδα γενέσθαι τὸν τόπον. Ὁ γοῦν γέρων, εὐχαριστήσας τῷ Θεῷ,
τὸ κελλίον κατέλαβε· καὶ τότε ἐξαίσιον τέρας ἐδείκνυτο. Οἱ ὑπὸ τὴν κέλλαν γὰρ
ἐμφωλεύοντες ὄφεις, καὶ τὸν Ἅγιον ἐπὶ τοσούτοις ἔτεσιν ἐπαλγείναντες, ὡς τούτου
δεδοξασμένον εἶδον τὸ πρόσωπον, οἷα πυρὸς μὴ φέροντες τὴν κατάκαυσιν, ἄρδην
ἀποδιδράσκουσιν εἰς τὸν τοῦ χωνευθέντος δράκοντος τόπον· καὶ Θεοῦ προνοίᾳ, εἰς
πλῆθος ἄπειρον ὄντες, ἀπώλοντο. Πτηνὰ γάρ ποθεν τότε, κατὰ τὸν ἀριθμὸν τῶν
ὄφεων, ὡς ἐξ ἀποστολῆς ἱπτάμενα, τοὺς τεθνεῶτας ὄφεις κατάβρωμα ποιησάμενα,
ᾤχοντο.
Ἔκτοτε γοῦν τῶν πειρασμῶν
ἀφεθεὶς ὁ πατήρ, χάριν ἐκ Θεοῦ προῤῥήσεων εἴληφε, καὶ μᾶλλον ταῖς σκληροτέραις
ἀγωγαῖς ἑαυτὸν προσηρέθιζεν. Ἐπεὶ δὲ τῆς ἡσυχίας ἤρα, ὡς πρὸς αὐτὸν πολλοὺς
ἑώρα τοὺς εἰσβάλλοντας, ἐπὶ τὰ ἐρημικώτερα τῶν ὀρέων μεταναστεύειν ᾠήθη. Καὶ
τὸν μὲν Ἰωάννην ἡγεῖσθαι τῆς Μονῆς διαταξάμενος, τῷ Πέτρῳ τὴν τοῦ διορατικοῦ
χάριν προδιεσάφησεν. Οὗ γενομένου, ἡ προφητεία τοῦ πατρὸς οὐ διήμαρτεν. Ὅμως
εἰς ἓν χωρήσαντες τῶν τούτου προῤῥήσεων, ὡς ἐκ κρασπέδου, τοῖς φιλοπονεῖν
βουλομένοις καὶ αἱρουμένοις τὸ ὅλον δείξωμεν ὕφασμα.
Τούτῳ ποτὲ ὁ τῶν Ῥωμαίων
εὐσεβέστατος ἄναξ Λέων (ὁ Σοφός), ὁ τοῦ Βασιλείου υἱός, τὸ ἐν τῇ καρδίᾳ αὑτοῦ
ἀναφυὲν συγγραψάμενος, καὶ σφραγίσας, ἐξαπέστειλε τὴν τοῦ σκοποῦ λύσιν
ἐπιζητῶν. Ὡς δὲ τὸν τοῦ γραμματίου ἄγγελον πρὸς τῇ φλιᾷ τῆς κέλλης ᾔσθετο
γεγονότα, ἔξω τοῦτον προσυπαντήσας, ἕτερον τῇ χειρὶ ἐσφραγισμένον ἔχων
Πιτάκιον, Δέξαι τοῦτο, ἀδελφέ, εἶπε, καὶ πρὸς τὸν ἀποστείλαντά σε ὑπόστρεφε.
Ἐπὶ τούτῳ καταπλαγεὶς ὁ τὸ βασιλικὸν ἐπιφερόμενος γράμμα, Καὶ τί, πάτερ, τί τῷ
ἀποστείλαντι, ἔφη, πρὸς τὴν λύσιν τοῦ ζητουμένου ἐρῶ; ἐπεὶ τὸ προσκομισθὲν οὐκ
ἀπείληφας· καὶ ὁ πατήρ· Ἀρκεῖ, τέκνον, ἀρκεῖ· τῷ Θεῷ περὶ τούτου μελήσει. Τότε
λαβὼν τὸ Πιτάκιον τοῦ Πνευματικοῦ, πρὸς τὸν ἀποστείλαντα ἔρχεται. Καὶ δῆλα
ποιήσας τὰ ἐπακολουθήσαντα τῷ κρατοῦντι, ἐξέπληξεν αὐτόν. Ὅτε δὲ καὶ τὴν τῆς
γραφῆς γεγενημένην ἔκβασιν τῆς τοῦ γέροντος προφητείας ὁ κρατῶν ἐθεάσατο, πάσῃ
μηχανῇ ἐχρήσατο θεάσαθαι αὐτόν. Ὁ δέ, ἀφιλόκοσμος καὶ ταπεινόνους ὤν, ἀντιμηχανευσάμενος
εὐφυῶς, οὐ συνεχώρησε τοῦτο γενέσθαι. Ἀλλὰ ταῦτα μὲν ὀλίγα, καὶ ἐκ τῶν τούτου
μαθητῶν ἐν ἐσχάτοις καιροῖς ἐμάθομεν· ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Ὁ ἡγιασμένος οὖν Θωμᾶς,
ἐπεὶ καλῶς τὰ τῆς ποίμνης διέθετο, τῶν ἐκεῖθεν ἀπάρας, δύσβατον καὶ ἀδιόδευτον
χῶρον καταλαβών, ὡς στρουθίον μονώτατον, ἐν αὐτῷ εἰσοικίζεται, ἀπρόσιτος
διελθὼν τῶν νηστειῶν τὴν περίοδον. Εἰ δέ τινι τῶν ἀδελφῶν περὶ ψυχήν ποτε
συνέβη κινδύνῳ περιπεσεῖν, διὰ μακροῦ τοῦ χρόνου τούτους ἐπισκεπτόμενος, τὰ
πρὸς σωτηρίαν ἐδίδου· καὶ πάλιν ὡς εἰς ἀναψυχήν, εἰς τὸν δύσβατον χῶρον
ἀνέτρεχεν. Οὕτως ἐπὶ πλείστους χρόνους διαρκέσας, καὶ ἐν γήρᾳ πίονι γεγονώς,
μικρὸν τὸ σῶμα τρυχωθείς, εἰς χεῖρα Θεοῦ τὴν ψυχὴν ἐναπέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.
Ὁ
Θεότεκνος, οἷα τοῦ Θεοῦ τέκνον,
Θνήσκει
προθύμως τοῦ Πατρὸς χάριν ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαριανός, λιθοβοληθείς, τελειοῦται.
Ὁ
Μαριανὸς συντριβεὶς κᾶραν λίθῳ,
Θείῳ
νοητῶς σφίγγεται ταύτην στέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.
Ὥσπερ
συνεστὼς Εὐγένιος ἐκ ξύλου,
Πάσχων
ξύλοις ὑπῆρχε πρὸς ξύλα ξύλον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθενομάρτυς Εὐλαλία, ἡ ἐν Μερίδῃ τῆς Ἰσπανίας, διὰ
πυρὸς τελειοῦται.
Κηρύττει
Χριστὸν Εὐλαλία εὐλάλως,
ἀθλοῦσα
πυρί, καὶ φλέγουσα τὴν πλάνην.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ Εἱρμός. Εἰκόνος
χρυσῆς.
Μυρίζει Σοφέ, ἡ τιμία σου
σορὸς καὶ τὰς ἐκβάσεις, ἀναπηγάζει καὶ κηρύττει σου τὴν παῤῥησίαν,τὴν ἔνθεον ἣν
ὁ καθαρώτατος βίος προξενήσοι κραυγάζοντι· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων
ἡμῶν.
Νεκρώσας σαρκὸς τὰς ὁρμάς,
καὶ τὴν ψυχὴν πάτερ ζωώσας, τῇ ἀπαθείᾳ οἶκος ἔμψυχος, τῆς ἀειζώου θεότητος,
ὤφθης Ἀθανάσιε μάκαρ, ᾗ καὶ ψάλλων ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν
πατέρων ἡμῶν.
Ὁ μύστης Χριστοῦ, ὁ ποιμὴν
ὁ ἀληθής, ὁ τοῦ ποιμνίου προκινδυνεύων, ὁ περίδοξος, θαυματουργὸς Ἀθανάσιος,
σήμερον ἡμᾶς συγκαλεῖται, καὶ κραυγάζειν προτρέπεται· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν
πατέρων ἡμῶν.
Θεοτοκίον.
Νομίμων ἐκτὸς τῶν τῆς
φύσεως, ἁγνὴ Θεογεννῆτορ, ὡς Θεομήτωρ σὺ γεγέννηκας, βρέφος ὀφθέντα ἀπάτορα ·
ὅθεν Θεοτόκον κυρίως ὁμολογοῦντές σοι ψάλλομεν· εὐλογημένη ἡ Θεὸν σαρκὶ
κυήσασα.
ᾨδὴ η'. Ὁ Εἱρμός. Τῷ
δόγματι τῷ τυραννικῶ.
Προσέλθωμεν πιστοὶ τῇ σεπτῆ,
σορῷ τοῦ θεοφόρου ἱεράρχου, Ἀθανασίου καὶ ῥεῖθρα ζωῆς, ἀντλήσωμεν ψάλλοντες·
εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥυσθείημεν Πάτερ σαῖς
εὐχαῖς, κινδύνων τε καὶ θλίψεων καὶ πάσης, ἐπιφορᾶς ἀδοκήτων δεινῶν, οἱ πόθῳ
τιμῶντές σε, καὶ βοῶντες· ὑμνεῖτε, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς
πάντας τούς αἰῶνας.
Οὑκ ἔλιπες Πάτερ ὀρφανούς,
υἱοὺς τοὺς ἐν Χριστῷ σοι γεννηθέντας, εἰ καὶ μεσίτης ἐκ γῆς πρὸς Θεὸν παρών,
ἀοράτως δὲ διασῴζεις τοὺς πίστει, καὶ πόθῳ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας εἰς
πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Συνέλαβες ἄνευ ἀνδρός, καὶ
τέτοκας Ἄφθορε τὸν προόντα, βροτὸν ὀφθέντα καὶ σῶσαι φθορᾶς, βροτοὺς
εὐδοκήσαντα, Ὃν ὑμνεῖ πᾶσα κτίσις, ὡς κτίστην καὶ Κύριον, καὶ ὑπερυψοῦμεν εἰς
πάντας τούς αἰῶνας.
ᾨδὴ θ'. Ὁ Εἱρμός. Ἡ τὸν
ἀχώρητον Θεόν.
Φωνὴν ἱκέσιον καὶ νῦν τὴν
ἡμῶν δεχόμενος ὡς τῆς χήρας Πάτερ τὸ πρότερον, προστατεύων, σῷζε τὸ ποίμνιόν
σου.
Ἐκ πειρασμῶν παντοδαπῶν,
κινδύνων καὶ θλίψεων, ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων τε, ἐπηρείας ἡμᾶς λύτρωσαι
Πάτερ.
Ῥαθύμως ἔχοντας ὁρῶν, ὁ
ἐχθρὸς ἐπέρχεται, καὶ συλᾷ τὸν κλῆρόν σου Ὅσιε· ἀλλὰ φρούρει σαῖς ἡμᾶς
προστασίαις.
Θεοτοκίον.
Ὡς τὸν ἀχώρητον παντί, ἐν
γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, χαῖρε μόνη τῶν πιστῶν προστασία.
Ἐξαποστειλάριον. Ἦχος γ'. Ἐν πνεύματι τῷ
ἱερῷ.
Τὸν μέγαν Ἀθανάσιον, τῆς
Μεθώνης τὸ κλέος, τὸν στῦλον τὸν ὁλόφωτον, τῶν θαυμάτων τὴν βρύσιν, τῶν νόσων
τὸν ἀκέστορα, οἱ πιστοὶ ἐν ᾄσμασι, συνέλθωμεν εὐφημοῦντες · βρύει γὰρ
παντοδαπῶν, νοσημάτων ἴασιν, λειψάνων τούτου ἡ θήκη.
Ἕτερον. Ἦχος β'. Γυναῖκες
ἀκουτίσθητε. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Ἐπίσκοπον τιμήσωμεν,
Μεθώνης τὸ ἀγλάϊσμα, τῆς ἁγιότητος τύπον πιστῶν ὑπόδειγνα θεῖον, ἄγαλμα τῆς
ἀσκήσεως, τὸν κλεινὸν Ἀθανάσιον, χάριτος τὸν ἐκφάντορα, χαρᾶς τῆς θείας τὸν
μύστην, καὶ Ἐκκλησίας τὸν στῦλον.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν
τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα
ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς
καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
Εἰς τοὺς Αἴνους. Ἦχος δ'.
Ἔδωκας σημείωσιν.
Δεῦτε εὐφημήσωμεν, καὶ ἐν ᾠδαῖς
μεγαλύνωμεν, τὸν Μεθώνης Ἐπίσκοπον, κλεινὸν Ἀθανάσιον, τὸν τῆς εὐλαβείας, καὶ
τῆς ἡσυχίας, γλυκὺν θεόσδοτον καρπόν, καὶ Ἐκκλησίας τὸ ἐγκαλλώπισμα, τὸν φύλακα
τῆς πίστεως, καὶ τῶν πιστῶν καταφύγιον, ἀρετῆς τὸ ἐκτύπωμα, καὶ ἁγίων
ἀντίγραφον. (Δίς)
Ὕμνοις καταστέψωμεν, καὶ ἐγκωμίοις
τιμήσωμεν, τὸν κλεινὸν Ἀθανάσιον, Μεθώνης τὸν πρόεδρον, ἀρετῆς τὸν τύπον, καὶ
τῆς ἡσυχίας, ὄντως τὸν μέγαν ἐραστήν, καὶ εὐλαβείας θεῖον κοσμήτορα, πιστῶν τὸ
περιτείχισμα, καὶ Ἐκκλησίας ἀγλάϊσμα, τῆς Τριάδος τὸν κήρυκα, καὶ τῆς πίστεως
ἔρεισμα.
ᾌσμασιν ὑμνήσωμεν, καὶ
εὐλαβῶς ἐπαινέσωμεν, Ἀθανάσιον ἔνδοξον, ἀθάνατον μένοντα, ἐν ζωῇ ἀγήρῳ, τῇ τοῦ
Παραδείσου, μετὰ λοιπῶν ῾Ιεραρχῶν, θείας μετέχων μακαριότητος· αὐτὸν
καθικετεύσωμεν, ἀεί πρεσβεύειν πρὸς Κύριον, ὅπως λάβωμεν ἅπαντες, τὸ Αὐτοῦ
θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ'.
Ἔλαμψεν ἡ χάρις σου Ἅγιε·
Ἔγνωμεν σὴν παῤῥησίαν μακάριε, ἣν παρὰ Θεῷ ἔσχηκας ὑπὲρ τῆς τοῦ κόσμου
σωτηρίας. Διὸ δυσωποῦμέν σε, μὴ παύσῃς δεόμενος ὑπὲρ ἡμῶν, τῶν ἐν πολλοῖς καὶ
πολλάκις ἐκπεσόντων τῆς χάριτος, ἧς παρ' Αὐτοῦ τυγχάνομεν. Καὶ πρέσβευε,
Χριστοκήρυξ Ἀθανάσιε, τῆς Μεθώνης ὁ φωστήρ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς
δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ
Ἀπόλυσις.
ΜΕΓΑΛΥΝΑΡΙΑ.
Χαίροις τῆς Μεθώνης ὁ φρυκτωρός,
πιστῶν ὁ προστάτης, Ἀθανάσιε θαυμαστέ,, χαίροις τῆς νηστείας, ἀσκήσεως καὶ
βίας, ὑπόδειγμα καὶ πλοῦτος, ἁγίας νήψεως.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς,
Μεθώνης ποιμένα, Ἀθανάσιον ἐν ᾠδαῖς, τὸν ἁγιασθέντα, ἀγῶσι καὶ ἀσκήσει, λαμπρῶς
τε δοξασθέντα, τῇ θείᾳ Χάριτι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου