Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 8. ΟΣΙΟΣ ΠΑΡΘΕΝΙΟΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ 8!!
ΠΑΡΘΕΝΙΟΣ ΟΣΙΟΣ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν μιμητὴν τῶν Ὁσίων καὶ ὁμοιότροπον, Παρθένιον τὸν θεῖον, εὐφημήσωμεν πάντες. Οὗτος γὰρ ἐν Χίῳ ἀσκητικῶς, τῷ Χριστῷ εὐηρέστησε, καὶ πρὸς ἐνάρετον βίον πάντας ἡμᾶς, κατευθύνει θείᾳ χάριτι.

Τῶν ἐπιγείων ἁπάντων Πάτερ ηὐλόγησας, καὶ θεολήπτῳ γνώμῃ, ἠκολούθησας χαίρων, Παρθένιε θεόφρον Χριστῷ τῷ Θεῷ, διὰ πόνων ἀσκήσεων· διὸ πλουσίως ἠξίωσαι δωρεῶν, παρ’ Αὐτοῦ ὡς ἐνθεώτατος.

Ἐν τῷ σπηλαίῳ θεόφρον βίον ἰσάγγελον, θεοπρεπῶς ἀνύων, ὅλος φῶς καθωράθης, φωτίζων τὰς καρδίας τῶν εὐσεβῶν, ἀρετῆς πρὸς ἐπίδοσιν. Καὶ νῦν δυσώπει Παρθένιε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Παρακλήτου τὴν χάριν Πάτερ δεξάμενος, προφητικῶς προλέγεις, τῶν μελλόντων τὴν γνῶσιν, τὰ πόῤῥω ὡς παρόντα προθεωρῶν, θεοφόρε Παρθένιε, ὁ γὰρ Χριστὸς Ὃν ἐδόξασας ἱερῶς, θαυμαστῶς σε ἀντεδόξασεν.

Δόξα. Ἦχος α΄.
Ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, καὶ δι’ ἀρετῆς Θεῷ εὐαρεστήσας, τῆς θείας χάριτος ὄργανον, ἀνεδείχθης Παρθένιε. Τῷ γὰρ θείῳ θελήματι, ὑποτάξας τὸν νοῦν, ἔξω κόσμου καὶ σαρκὸς ἐβίωσας, καὶ τῶν πάλαι Ὁσίων, ἰσότιμος ὤφθης. Μεθ’ ὧν τῆς ἄνω δόξης τρυφῶν, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκον τὴν σὴν ψυχήν, ἀσκητικοῖς καμάτοις, τοῦ Πνεύματος τελέσας, Ἀγγέλοις ἠριθμήθης, Παρθένιε μακάριε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χίος ἡ σὴ πατρίς, καυχᾶται ἐν σοὶ Πάτερ, καὶ τὴν σεπτήν σου μνήμην, Παρθένιε τιμῶσα, αἰνεῖ τὸν σὲ δοξάσαντα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάντας τοὺς εὐλαβῶς, προσπίπτοντας παμμάκαρ, σορῷ σου τῇ ἁγίᾳ, λύτρωσαι πάσης βλάβης, Παρθένιε πρεσβείαις σου.

Δόξα. Τριαδικόν.
Ἄναρχε παντουργέ, Τρισήλιε Θεότης, λιταῖς τοῦ Παρθενίου, δίδου τοῖς Σοῖς ἱκέταις, φῶς θεῖον καὶ σωτήριον.

Καὶ νῦν. Θεοτοκίον.
Λύτρωσαι τῶν δεινῶν, παθῶν Θεογεννῆτορ, τὴν ταπεινὴν ψυχήν μου, καὶ φέγγει μετανοίας, τὸν νοῦν μου καταλάμπρυνον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν τῇ Χίῳ ἐκλάμψας ὥσπερ ἄστρον νεόφωτον, τῇ ἀσκητικῇ πολιτείᾳ, θεοφόρε Παρθένιε, καὶ χάριν δεδεγμένος ἐκ Θεοῦ, τὰ μέλλοντα προλέγειν ἐμφανῶς, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει ἐκβοώντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια γ’. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Πνευματικὴν νῦν χορείαν, δεῦτε κροτήσωμεν, καὶ τὸν Χριστὸν ὑμνοῦντες, Προεόρτια δῶρα, προσάξωμεν ἐκ πόθου, αἶνον δεκτόν, τῷ τοῦ γένους καυχήματι, τῇ Θεοτόκῳ γεραίροντες τὴν αὐτῆς, παρ' ἐλπίδα θείαν Σύλληψιν (Δίς). 

Ἐν παραδείσῳ ἡ Ἄννα, τὰ εὐαγγέλια, τοῦ παρ' ἐλπίδα πᾶσαν, ὑποδέχεται τόκου, τῆς μόνης Θεονύμφου, δηλοῦσα τρανῶς, ὡς τρυφήσεως κρείττονος, καὶ ἀπολαύσεως τύχοιμεν οἱ πιστῶς, τὸν καρπὸν αὐτῆς γεραίροντες. 

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πάτερ Παρθένιε ζωῆς, ἐναρέτου λάμψεσι, φωτοειδὴς ἐχρημάτισας, ἐσχάτοις ἔτεσι, καὶ καταπυρσεύεις, τοῖς ἐν σοὶ χαρίσμασι, τοὺς πίστει ἐκτελοῦντας τὴν μνήμην σου, Χριστοῦ δεόμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Παρθένιε Χριστοῦ, πτερωθεὶς τῷ ἔρωτι, ἐν τῷ σπηλαίῳ ἠγώνισαι, καθάπερ ἄσαρκος, καὶ Μονὴν ἁγίαν, Μάρκῳ τῷ θεόφρονι, Χριστοῦ τῷ Ἀποστόλῳ ἀνήγειρας, μονὴ γενόμενος, τῆς Τριάδος θείαις πράξεσι, καὶ χαρίτων κειμήλιον ἔμψυχον.

Πάτερ Παρθένιε φωτί, θείῳ ἐλλαμπόμενος, προφητικῶς προηγόρευσας, πολοῖς τὰ μέλλοντα, καὶ σεισμὸν προεῖπας, ἐν τῇ Χίῳ μέγιστον· διό σε ὡς θεράποντα ἔνθεον, Θεοῦ γεραίρομεν, καὶ Ὁσίων ἰσοστάσιον, καὶ μεσίτην ἡμῶν πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος πλ. β΄.
Ἀγγελικὴν ἑλόμενος ζωήν, τῶν ἐν κόσμῳ τὴν σχέσιν ἠρνήσω, οὐρανίῳ φρονήματι, Παρθένιε Πάτερ. Τὸν γὰρ Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, Αὐτῷ συνεσταύρωσαι, καὶ τὴν μακαρίαν ἔζησας ζωήν, καθαρθεὶς τῶν προσύλων, διὰ τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν σάρκα νεκρώσας, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τῶν μελλόντων ἀγαθῶν τὰς ἀποῤῥοίας ἐδέξω, ὡς τῶν πάλαι Ὁσίων ἐφάμιλλος. Καὶ νῦν σὺν αὐτοῖς ἀγαλλόμενος, καὶ τὸ κάλλος τὸ ἄχραντον ὁρῶν, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; 


Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. 










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
















Λιτή. Ἦχος α΄.
Εὐφραίνεται ἐνθέως, ἡ σὲ βλαστήσασα νῆσος Χίος, καυχωμένη τῇ δόξῃ σου, Παρθένιε Ὅσιε, ἐν ὁσιότητι γὰρ καὶ ἀληθείᾳ, τὸν Χριστὸν ἐθεράπευσας, καὶ παρ’ Αὐτοῦ ἀξίως ἐδέξω, τὰς ἀμοιβὰς τῶν πόνων σου, ἔτι γὰρ τῇ σαρκὶ περιών, πλήρης φωτὸς ἐφαίνου, καὶ προφητικῷ στόματι, τὰ μέλλοντα προέλεγες. Καὶ μεταστὰςτῶν τῇδε, τῶν πόθων τὴν πλήρωσιν, ἀνακεκαλυμμένως εὗρε. Διὸ σοῦ δεόμεθα· μὴ παύσῃ πρεσβεύων Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Τῶν γεηρῶν τὸν φθαρτὸν καὶ εὐδιάλυτον, νουνεχῶς κατανοήσας, πρὸς τὰ οὐράνια καὶ μένοντα, τὸν νοῦν σου ὕψωσας, ὁλοτρόπῳ Πάτερ σπουδῇ, καὶ πᾶσι χαίρειν εἰπών, ἔσπευσες Χριστῷ συζῆσαι, δι’ ἀσκητικῆς καὶ καθαρᾶς πολιτείας. Καὶ ἐν ὄρει καὶ σπηλαίῳ ἀνελθών, νηστείαις, προσευχαῖς καὶ δεήσεσι, τῶν πάλαι Ὁσίων, τὴν Σπηλαίῳ ζωὴν ἐχαρακτήρισας. Καὶ τῶν κατ’ ἐκείνους ἀξιωθεὶς χαρισμάτων, θεοειδὴς τοῖς τρόποις ὤφθης, Παρθένιε Ὅσιε, λόγον θεῖον προϊέμενος, πρὸς σωτηρίαν τῶν προσιόντων σοι.

Ἦχος γ΄.
Τῆς ἀρετῆς τὸν ἀγῶνα, ἐν σπηλαίῳ ἀνύων Πάτερ, συντονωτάτῃ ἀσκήσει, ὅλος φῶς ἐφαίνου, τοῦ ἀΰλου φωτός σε περιλάμποντος· ἔνθεν αἰδέσιμος ὤφθης, καὶ πιστοῖς καὶ ἀπίστοις, ὡς Θεοῦ θεράπων γνήσιον. Καὶ τῆς Τριαδικῆς ἐνεργείας, μόνη ἔμψυχος γεγονώς, Μονὴν θείαν ἤγειρας, ὡς ὅρμον ψυχῶν ἀχείμαστον, καὶ αἰωνίου σωτηρίας εἴσοδον. Ἀλλ’ ὦ Παρθένιε Ὅσιε, ὡς ταῖς ἄνω μοναῖς αὐλιζόμενος, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ γεραίροντας.

Ἦχος δ΄.
Τοῖς ἀσκητικοῖς καμάτοις, πολλῷ ζήλῳ εὐδοκιμήσας, τῶν ἀπ’ αἰῶνος Ὁσίων τοῖς ἴχνεσιν ἐβάδισας, Ὅσιε Πάτερ Παρθένιε. Καὶ τύπος καὶ εἰκὼν αὐτῶν φανείς, ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν Ἀποστολικὴν ῥῆσιν ἐσφράγισας τὴν λέγουσαν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, ὁ παρέχων διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἐν Ὁσίοις νέον ἀσκητήν, καὶ ἐν θεοφόροις Πατράσι θεοειδῆ Ὅσιον, Παρθένιον τὸν θεῖον, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν, ἀσκητικὴν γὰρ ἅμιλλαν ζηλώσας, ἐν σαρκὶ ὡς ἄσαρκος ἐβίωσε, καὶ τῶν ἀοράτων ἐχθρῶν, τὸ θράσος καταβέβληκεν, ἐν τῇ ἄνωθεν ῥοπῇ. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, καὶ τῆς ἐν μετοχῇ ἀπολαύων θεώσεως, αἰτεῖται πᾶσιν ἡμῖν, πταισμάτων τὴν συγχώρησιν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῶν τοῦ κόσμου τερπνῶν, ἀπαναστὰς ὑπερκοσμίῳ φρονήματι, καὶ πάσας ἀπονεκρώσας, τὰς τῆς σαρκὸς ἡδονάς, ἐγκρατείας πόνοις καὶ ἀσκήσεως, Παρθένιε Ὅσιε, Ἀσωμάτων ἐφάμιλλε, Πνεύματος θείου, θεοφόρον κειμήλιον, καὶ τῆς χάριτος, ἱερὸν ἐνδιαίτημα· ὅθεν σε μακαρίζομεν, ὁσίως βιώσαντα, καὶ ἐπαξίως τῶν πόνων, τὰς ἀμοιβὰς κομισάμενον, χειρὸς ἐκ Κυρίου, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς ἀγάπης Χριστοῦ, τὸ πῦρ τὸ θεῖον ἐν καρδίᾳ δεξάμενος, καὶ πᾶσαν παθῶν τὴν ὕλην, τῆς ἐγκρατείας πυρί, Πάτερ καταφλέξας ἐν τῷ βίῳ σου· ἐντεῦθεν διέλαμψας, ὥσπερ ἄστρον πολύφωτον, ἐν τῷ σπηλαίῳ, τῇ ἐλλάμψει τοῦ Πνεύματος, καὶ κατέπληξας, τοὺς ὁρῶντας τὴν χάριν σου· ὅθεν καὶ θείῳ ὄμματι, προβλέπων τὰ μέλλοντα, ταῦτα προέλεγες πᾶσιν, οἷα παρόντα Παρθένιε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς νήσου Χίου βλαστός, ὁ ἐν λειμῶνι τῆς ὁσίας ἀσκήσεως, ἀνθήσας καθάπερ ἄνθος, καὶ ἀρετῶν τὴν ὀσμήν, πᾶσιν ἀποπνέων τὴν μυρίπνοον, Παρθένιε Ὅσιε, ἐγκρατείας ὑπόδειγμα, βίου ἀμέμπτου, ἀληθὴς ὑποτύπωσις, ταπεινώσεως, παναρμόνιον ὄργανον, λύχνος ἀειλαμπέστατος, ἠθῶν τελειότητος, ὁ ἐκ Πενθόδου τοῦ ὄρους, φωταγωγῶν τὰς ψυχὰς ἡμῶν, καὶ πᾶσι πρεσβεύων, τῷ Κυρίῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὁσίων μιμητής, τῇ ἐναρέτῳ ζωῇ γενόμενος, τὰ κατ’ αὐτοὺς ἀνεζωγράφησας, ἐν ἐσχάτοις καιροῖς, Παρθένιε Ὅσιε, ὡς γὰρ ἄγγελος μακάριε, ἐν σαρκὶ ἐπολιτεύσω, καὶ πλείστων ὤφθης ὁδηγός, πρὸς ἀρετῆς ἐπίδοσιν. Καὶ νῦν Ἀγγέλων τοῖς χοροῖς, καὶ Ἁγίων συνὼν τοῖς δήμοις, καὶ τοῦ ἀδήτου φωτὸς πληρούμενος, σὺν αὐτοῖς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν τῇ Χίῳ ἐκλάμψας ὥσπερ ἄστρον νεόφωτον, τῇ ἀσκητικῇ πολιτείᾳ, θεοφόρε Παρθένιε, καὶ χάριν δεδεγμένος ἐκ Θεοῦ, τὰ μέλλοντα προλέγειν ἐμφανῶς, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει ἐκβοώντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Τὸν τῆς Χίου προστάτην καὶ Πενθόδου τὸ καύχημα, Εὐαγγελιστοῦ θείου Μάρκου, τῆς Μονῆς τὸν δομήτορα, ὑμνήσωμεν ἐν ὕμνοις οἱ πιστοί, Παρθένιον τὸν νέον ἀσκητήν, θεραπεύῃ γὰρ νοσοῦντας, καὶ τῶν μελλόντων προλέγει τὴν ἔκβασιν· δόξα τῷ σὲ στεφανώσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τὸν τῆς Χίου σεισμὸν προκαταγγείλαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.













ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νεόφωτος ἀστήρ, τῆς ἀσκήσεως ὤφθης, βιώσας ἱερῶς, ἐγκρατείας τοῖς πόνοις, Παρθένιε μακάριε, νήσου Χίου ἀγλάϊσμα· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, εὐφημοῦμέν σε, ὡς πρεσβευτὴν καὶ μεσίτην, ἡμῶν πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὶ τῇ καθ’ ἡμᾶς, ἐξ ἁγνῶν Σου αἱμάτων, τεχθεὶς δίχα τροπῆς, ὁ ὑπέρθεος Λόγος, τὸν ἄνθρωπον ἀνύψωσε, καὶ ἐθέωσε ἄχραντε· ὅθεν ἅπαντες, ὡς τοῦ Θεοῦ Σε Μητέρα, μεγαλύνομεν, καὶ σωτηρίας κρηπίδα, ἡμῶν ἀειπάρθενε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ σπήλαιον ᾤκησας ἐν εὐφροσύνῃ ψυχῆς, καὶ ὅλος πυρίμορφος τῇ ἐπιλάμψει Θεοῦ, ἐν τούτῳ τεθέασαι· ἔνθεν Μονὴν ἁγίαν, ἐν τῷ ὄρει Πενθόδου, Μάρκῳ τῷ Ἀποστόλῳ, εὐλαβῶς ἐδομήσω. Μεθ’ οὗ σε μακαρίζομεν, Παρθένιε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν σωματώσασα εἰς σωτηρίαν ἡμῶν, τὴν πρώην ἀνέτρεψας εἰς εὐλογίαν ἀράν, τῷ τόκῳ Σου πάναγνε· ὅθεν οἱ σεσωσμένοι, διὰ Σοῦ Θεοτόκε, ὕμνους εὐχαριστίας, Σοὶ προσάδομεν πίστει, τὴν Σὴν ἀπεκδεχόμενοι, ἐν πᾶσι βοήθειαν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐλλαμφθεὶς τῇ ἀΰλῳ μαρμαρυγῇ, διαλύσας τὴν νύκτα τὴν τῶν παθῶν, ἐκλάμπεις τὰς χάριτας, τῆς ὁσίας ἀσκήσεως, ἐν ὑστέροις χρόνοις, καὶ πᾶσι τὰ μέλλοντα, προφητικῶς προλέγεις, ἁγίῳ σου στόματι· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ἐδείχθης, καὶ πάντων Ἁγίων τε, ὡς τὸν δρόμον ἐτέλεσας, θεοφόρε Παρθένιε. Μεθ’ ὧν ἀεὶ δυσώπει Χριστόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὰρξ ὁ Λόγος ἐκ μήτρας Σου γεγονώς, ἀναλλοίωτος μείνας ὡς ἀγαθός, ἐτέχθη ὡς ἄνθρωπος, ἐκ Σοῦ Κόρη δι’ ἔλεος, πανάφθορον τηρήσας, τὴν θείαν ἁγνείαν Σου, καὶ τῆς φθορᾶς ὑψώσας, πεσόντα τὸν ἄνθρωπον· ὅθεν τὰ πολλά Σου, μεγαλεῖα ὑμνοῦμεν, πιστῶς καταφεύγοντες, τῇ θερμῇ προστασίᾳ Σοι, καὶ βοῶμέν Σοι ἄχραντε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ διδόναι τῶν πταισμάτων ἄφεσιν, τοῖς ἀεὶ προσκυνοῦσι, τὴν ἄφραστον δόξαν Σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, τῷ θείῳ φωτὶ καταυγασθεὶς τὴν καρδίαν, ὅλην τὴν ζωὴν Χριστῷ καθιερώσας, τὰς ἐντολὰς Αὐτοῦ πληρώσας, ὡς δοῦλος πειθήνιος. Καὶ τὸν δρόμον τῆς ἀσκήσεως τελέσας, τῆς αἰωνίου ζωῆς, κληρονόμος γέγονας. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, παμμάκαρ Παρθένιε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τῷ θείῳ προσλαλῶ, Παρθενίῳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὸν φωτισμὸν τοῦ Παρακλήτου Ὅσιε, ἀεὶ δεχόμενος, καὶ τοῖς τῶν Ἁγίων, δήμοις αὐλιζόμενος, ἀκτῖνα θείαν αἴτει μοι, ἵνα μέλψω ἀξίως, τὴν φωταυγῆ πολιτείαν σου, Πάτερ θεοφόρε Παρθένιε.
Ὡς προειδὼς τὴν τῆς ψυχῆς σου ἔλλαμψιν, Ἁγίῳ Πνεύματι, ὁ Κορίνθου, θεῖος πρόεδρος Μακάριος, προφητικῶς προέγραψε, τὰ πρακτέα σοι Πάτερ, πολλῶν γὰρ στήριγμα πέφηνας, ὡς Θεοῦ θεράπων θερμότατος.
Θεῖόν σε δῶρον ἐκ Θεοῦ ἐδέξαντο, οἱ σοὶ γεννήτορες, ὡς ηὔξαντο Πάτερ, καὶ χαρᾶς ἐπλήσθησαν· ἐντεῦθεν τῷ θελήματι, καθυπείξας τῷ θείῳ, ζωῆς τὴν τρίβον ἐβάδισας, κόσμου τὰ τερπνὰ ἀρνησάμενος.
Θεοτοκίον.
Ἐκ τοῦ Πατρὸς οἷα Υἱὸς συνάναρχος, πρὸ τῶν αἰώνων τεχθείς, ὑπὲρ νοῦν καὶ λόγον, ἐπ’ ἐσχάτων Κύριε, ἀνθρώποις προσωμίλησας, σαρκωθεὶς ἐκ Παρθένου, ἀτρέπτως δι’ ἀγαθότητα, καὶ φθορᾶς τὸν κόσμον διέσωσας.











ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἰθύνας Πάτερ τῆς ψυχῆς, τὴν ἔφεσιν τῷ Κυρίῳ, μεταστάσης τῆς μνηστῆς τῶν προσκαίρων, ἠκολούθησας Αὐτῷ, ἀσκητικοῖς παλαίσμασι, Παρθένιε θεόφρον, ἀπαρνησάμενος ἅπαντα.
Ὡς ἠμφιάσω μοναστῶν, τὸ ἅγιον Πάτερ σχῆμα, ἀπεδύσω πρὸς ἁγίους ἀγῶνας, καὶ τῶν πάλαι ἀσκητῶν, ἐζήλωσας τὰ σκάμματα, Παρθένιε θεόφρον, ἔρωτι θείῳ πτερούμενος.
Πόθῳ ἀρξάμενος θερμῷ, τῶν τῆς ἀσκήσεως πόνων, πρὸς τὸ ὄρος τῆς Πενθόδου ἀνῆλθες, καὶ πρὸς ὄρη νοητά, τὸν νοῦν σου ἀνεπτέρωσας, Παρθένιε θεόφρον, τῶν ὑπὲρ νοῦν ἐφιέμενος.
Θεοτοκίον.
Ῥάβδος βλαστήσασα Χριστόν, τὸ ἄνθος τῆς ἀφθαρσίας, ἀποτίστως ὡς φησὶν Ἡσαΐας, Σὺ ὑπάρχεις Μαριάμ· διὸ φθορᾶς ἐξάρπασον, τὴν ταπεινὴν ψυχήν, καὶ τῆς δουλείας τοῦ χείρονος.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κόσμου τερπνότητα, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τὴν ἄσκησιν, προθύμως ἔδραμες, δι’ ἧς ἡνώθης τῷ Χριστῷ, καθάρας σου τὴν καρδίαν· ἔνθεν θείας χάριτος, ἀνεδείχθης κειμήλιον, καὶ μελλόντων ἔκβασιν, ἀκριβῶς προηγόρευσας· διὸ πᾶσα ἡ Χίος τιμᾷ σε, ὕμνοις Παρθένιε παμμάκαρ.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἡ πύλη ἡ ἄβατος, νῦν ἀποτίκτεται, ἡ πόλις ἡ πάμφωτος, λάμψαι προέρχεται, ἡ μόνη Πανάχραντος, σήμερον δι' Ἀγγέλου, τοῖς Δικαίοις δηλοῦται· ὅθεν ἐν εὐφροσύνῃ, ἀνεβόων τῷ Κτίστῃ. Καρπὸν ἡμῖν δώρησαι, τὴν ἀφθαρσίας πηγήν. 

ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Ὅλῳ Χριστῷ, καθιερώθης Παρθένιε, ἀνενδότῳ, ἔρωτι ὑψούμενος, ἐκ τῶν γηΐνων πρὸς νοητά, κάλλη Παραδείσου, συντονωτάτῃ ἀσκήσει σου, εὐχαῖς γὰρ ὁλονύκτοις, τῷ Σωτῆρι ἐβόας· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Σκεῦος φωτός, ὡς ἀληθῶς ἐχρημάτισας, θεοφόρε, Ὅσιε Παρθένιε, ἐν τῷ σπηλαίῳ Πάτερ οἰκῶν, καὶ πολλαῖς νηστείαις, σαρκὸς νεκρώσας τὸ φρόνημα· ἐντεῦθεν ἐπληρώθης, χαρισμάτων ἁγίων, καὶ τοῖς πᾶσι αἰδέσιμος πέφηνας.
Λάμπων φωτί, τῆς θεϊκῆς ἐπιλάμψεως, θεοφόρε, Ὅσιε Παρθένιε, ὡς καθαρθεὶς σῶμα καὶ ψυχήν, πυρίμορφος ὅλος, ἔνδον τοῦ δάσους τεθέασαι· ἐντεῦθεν ἐξεπλάγη, κατιδών σου τὴν δόξαν, ὁ ἐλθὼν τιμωρῆσαί σε Ἅγιε.
Θεοτοκίον.
Ἀπὸ παθῶν, τῶν χαλεπῶς τυραννούντων με, τὴν ψυχήν μου, λύτρωσαι πανάμωμε, καὶ μετανοίας θείῳ φωτί, λάμπρυνον τὸν νοῦν μου, ὡς ἀγαθότητος πέλαγος, ὡς ἂν τῆς ἁμαρτίας, τὸ σκότος ἀποφύγω, ὁ προστρέχων τῇ σκέπῃ Σου ἄχραντε.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω,
Λαμπρυνθεὶς τὴν καρδίαν, ταῖς τῆς ἀπαθείας ἀκτῖσι Παρθένιε, ὅλος φῶς ὡράθης, ὑπεράνω τῆς γῆς προσευχόμενος, τῷ τῆς Ἄγαρ γόνῳ, οὗ τὴν παράλυτον γυναῖκα, τῇ θερμῇ σου ἐντεύξει ἰάτρευσας.
Ὡς ναὸς Θεοῦ ζῶντος, οἶκον καὶ ναὸν καὶ Μονὴν θείαν ἤγειρας, Μάρκῳ τῷ Ἁγίῳ, τοῦ Χριστοῦ Ἀποστόλῳ Παρθένιε, πόνοις καὶ ἱδρῶσι, καὶ ἐν αὐτῇ ὁσίων ἔργων, σὲ αὐτὸν στήλην ἔμπνουν παρέστησας.
Παθοκτόνοις νηστείαις, Πάτερ τὸ σαρκίον σου θλίβων ἑκάστοτε, τῶν πάλαι Ὁσίων, ἰσοστάσιος ὤφθης τοῖς σκάμμασι, καὶ τῆς κατ’ ἐκείνους, πλουσίας χάριτος μετέσχες, ἐν ἐσχάτοις τοῖς χρόνοις Παρθένιε.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, κεχαριτωμένη ἁγνὴ παντευλόγητε, καταθλιβομένην, τὴν ψυχήν μου δουλείᾳ τοῦ χείρονος, πλῆσον εὐφροσύνης, καὶ τῇ Χριστοῦ ἐλευθερίᾳ, τὴν ζωήν μου κυβέρνησον δέομαι.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ῥήσεσι Πάτερ σοφαῖς, καὶ πρακτικαῖς παραινέσεσι, καθοδηγῶν ἀσφαλῶς, πολλοὺς εἰς μετάνοιαν, ψυχῶν ἀναδέδειξαι, θεῖος οἰκονόμος, καὶ σεμνῶν ἠθῶν διδάσκαλος.
Θείῳ φωτὶ ὁμιλῶν, σαφῶς προλέγεις τὰ μέλλοντα, καὶ προορῶν τὰ μακρά, ὡς ἐγγὺς Παρθένιε, τοὺς πάντας κατέπληττες, τῇ σῇ δεδομένῃ, οὐρανόθεν θείᾳ χάριτι.
Ἐν τῇ καρδίᾳ τῇ σῇ, προκαθαρθείσῃ Παρθένιε, ἐνώκησε μυστικῶς, τὸ Πνεῦμα τὸ Ἅγιον· ὅθεν καὶ προείρηκας, τὸν συμβάντα Πάτερ, ἐν τῇ Χίῳ σεισμὸν μέγιστον.
Θεοτοκίον.
Ναόν με τῆς θεϊκῆς, Κόρη ἀνάδειξον χάριτος, καθάρασά μου τὸν νοῦν, ἐκ πάσης φαυλότητος, καὶ πταισμάτων δίδου μοι, ταῖς Σαῖς ἱκεσίαις, Θεοτόκε τὴν συγχώρησιν.










Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν τῶν Ὁσίων πολιτείαν μιμησάμενος, αὐτῶν ἐν πᾶσιν ἀνεδείχθης ἰσοστάσιος, καὶ τῆς χάριτος τῆς θείας λαμπρὸν δοχεῖον· ἀλλ’ ὡς δόξης ἐντρυφῶν τῆς ὑπὲρ ἔννοιαν, καθικέτευε λυτροῦσθαι πάσης θλίψεως, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ Παρθένιε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, ἐν ὑστέροις τοῖς χρόνοις, Παρθένιε σαφῶς ἀνεδείχθης. Καὶ νῦν Ἀγγέλων χοροῖς συνών, σὺν αὐτοῖς ἀεὶ Χριστὸν καθικέτευε, διδόναι χάριν ἄνωθεν, τοῖς ἐκβοῶσί σοι τοιαῦτα·
Χαῖρε, Δαφνῶνος εὐῶδες ἄνθος·
χαῖρε, τῆς Χίου τὸ θεῖον αὖχος.
Χαῖρε, τῶν Ὁσίων Πατέρων ὁμόζηλε·
χαῖρε, τῶν Ἁγίων ἁπάντων ὁμόσκηνε.
Χαῖρε, ὅτι ἀνατέταλκας, ἐν ὑστέροις τοῖς καιροῖς·
χαῖρε, ὅτι προεφύτευσας, τὰ ἐσόμενα πολλοῖς.
Χαῖρε, τῆς ἐγκρατείας πρακτικώτατος τύπος·
χαῖρε, ὁ τοῦ Σωτῆρος, γνησιώτατος φίλος.
Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα·
χαῖρε, ἐχθροῦ σοβῶν τὴν κακότητα.
Χαῖρε, λαμπτὴρ μοναζόντων ὁ νέος·
χαῖρε, πιστῶν θεοβράβευτον ἄνθος.
Χαίροις, Πάτερ Παρθένιε.

Συναξάριον.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Παρθενίου τοῦ ἐν Χίῳ.
Ἀσκήσας Παρθένιε ἐσχάτοις χρόνοις,
Τῶν πάλαι Ὁσίων τὴν χάριν ἐκφαίνεις.
Ὀγδοάτῃ Παρθενίοιο θυμὸς γῆθεν ἀέρθη.
Οὗτος ἦν ἐκ τῆς νήσου Χίου, γεννηθεὶς ἐν ἔτει 1815ῳ, ἐν χωρίῳ οὗ ἡ κλῆσις Δαφνών, ἐκ γονέων εὐσεβῶν, Μιχαὴλ καὶ Ἀντωνίας καλουμένων, τοὐπίκλην Φραγκοσκούφη ἢ Μενῆ. Τὴν γέννησιν τούτου καὶ τὴν μετέπειτα κατὰ Χριστὸν προκοπήν, προεῖπε τοῖς γονεῦσιν ὁ Ἅγιος Μακάριος ὁ Κορίνθου, ἐπιθυμοῦσι σφόδρα τεκεῖν ἄῤῥεν, ἅτε μόνο θῆλυ κεκτημένοις. Ἀνδρωθείς, ἐμνηστεύθη νεάνιδί τινι, ἥτις μεταστᾶσα τῶν τῆδε, προείλετο ἀκολουθῆσαι καὶ δουλεῦσαι τῷ Κυρίῳ. Διὸ καὶ χαίρειν πᾶσιν εἰπών, προσῆλθε τῇ Νέᾳ Μονῇ, ἔνθα τὸ μοναχικὸν περιβληθεὶς σχῆμα, ὠνομάσθη Παρθένιος, ἀντὶ Πολυδώρου. Ἔνθεν τὸ ὄρος Πενθόδου καταλαβών, ᾤκησεν ἔν τινι σπηλαίῳ, συντονωτάτης ἀσκήσεως ἀγῶνας ἀνύων, ἐν προσευχαῖς καὶ νηστείαις καὶ παννύχοις στάσεσι Θεῷ ἀναγόμενος. Καὶ καθάρας ἑαυτόν, ἐπλήσθη θείων ἐλλάμψεων. Καὶ μελλόντων τῇ γνώσει πλουτισθείς, προεῖπε πλείστοις τὰ ἐσόμενα, ὡς καὶ τὸν μέγαν σεισμὸν τὸν γεγονότα ἐν Χίῳ ἐν ἔτει 1881ῳ. Καὶ τὴν τοῦ Ἁγίου Ἀποστόλου Μάρκου ἀνεγείρας Μονήν, ὅλος φῶς, ἀΰλῳ φωτοχυσίᾳ περιχεόμενος, ὡράθη ἐπαλλήλως τοῖς κενὰ κατ’ αὐτοῦ μελετήσασι. Καὶ πλείστοις ἄλλοις θαύμασι δοξασθείς, ἐκοιμήθη ἐν Κυρίῳ τῇ 8ῃ Δεκεμβρίου μηνός, ἐν ἔτει σωτηρίῳ 1883ῳ, τοῖς ἀπ’ αἰῶνος Ἁγίοις συναφθείς.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παταπίου.
Φθαρτὸν λελοιπώς, Πατάπιε, γῆς πάτον,
Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες.
Οὗτος, ἐκ Θηβῶν τῶν κατ’ Αἴγυπτον ὁρμώμενος, τὸν μονήρη βίον ἐπανελόμενος, τῷ Χριστῷ ἠκολούθησε. Καὶ πολλοὺς χρόνους ἐν ἐρήμῳ ἀσκήσας, εἶτα ἐν Κωνσταντινουπόλει ἐλθών, πλεῖστα κατειργάσατο θαύματα, τυφλοὺς ὀμματώσας, καὶ ὑδεριῶντας διὰ χρίσεως ἁγίου ἐλαίου ἰασάμενος, καὶ δαίμονας ἐλάσας, καὶ καρκῖνον θεραπεύσας, ἐν εἰρήνῃ τῷ Κυρίῳ παρέθετο πνεῦμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος καὶ Ὀνησιφόρου.
Ὀ Σωσθένης φέρων σε Xριστέ μου σθένος,
ἔσωσε πολλοὺς ἐνδύσας αὐτοὺς σθένος.
Ἔχων Ἀπολλὼς σὺν χάριτι καὶ λόγον,
ἔπεισε πολλοὺς τὸν Θεὸν σέβειν Λόγον.
Ἔσπευδε Kηφᾶς ἐκμιμεῖσθαι τὸν Πέτρον,
ὡς ἂν φανῆ τὴν κλῆσιν ἔργοις εἰσφέρων.
Mὴ τὸν τυχόντα Tυχικὸν τοῦτον νόει.
οὗτος γὰρ εἰς πέφυκε τῶν Ἀποστόλων.
Ἐπαφρόδιτος δεξιῶν ἔργων φύλαξ,
ἐκ δεξιῶν σε τοῦ Πατρός βλέπει Λόγε.
Ὄντως ἐβασίλευσε Kαίσαρ ἐμφρόνως,
Xριστῷ Bασιλεῖ τὰς ψυχὰς συνεισφέρων.
Τούτων ὁ μὲν Σωσθένης, οὗ καὶ ὁ Ἅγιος Παῦλος μέμνηται, Ἐπίσκοπος Κολοφῶνος ἐγένετο. Ὁ δὲ Ἀπολλώς, οὗτινος καὶ αὐτοῦ ὁ Απόστολος μέμνηται ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ, ᾽Επίσκοπος Καισαρείας ἐγένετο. Ὁ δὲ Τυχικός, οὗ καί αὐτοῦ ὁ αὐτὸς Ἀπόστολος μέμνηται, δεύτερος ἐπίσκοπος μετὰ Σωσθένην Κολοφῶνος ἐγένετο. Ὁ δὲ Ἐπαφρόδιτος, οὗτινος καὶ αὐτοῦ ὁ Ἀπόστολος μέμνηται, ἐπίσκοπος Κολώνης ἐγένετο. Ὁ δὲ Ὀνησίφορος ἐπίσκοπος Καισαρείας ἐγένετο. Ὁ δὲ Καῖσαρ, ὑπὸ τοῦ Παύλου ἀναφερόμενος καὶ οὗτος, ἐπίσκοπος τῆς ἐν Πελοποννήσῳ Κορώνης ἐγένετο. Οὗτοι πάντες καλῶς πολιτευσάμενοι, καὶ ὁσίως ποιμάναντες καὶ κυβερνήσαντες τὰς λαχούσας αὐτοῖς Ἐκκλησίας καὶ τὸν λαόν, καὶ πολλοὺς πειρασμοὺς ὑπομείναντες ὑπὲρ Χριστοῦ, ὑπὸ τῶν εἰδωλολατρῶν ἐτελειώθησαν, παραδόντες τὰς ψυχὰς ἑαυτῶν τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σωφρονίου, ἀρχιεπισκόπου Κύπρου.
Πᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος,
Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης.
Οὗτος γέννημα καὶ θρέμμα τῆς αὐτῆς Νήσου ἦν, Χριστιανῶν καὶ εὐσεβῶν γονέων υἱός. Έγένετο δέ, δι' ὀξύτητα νοὸς καὶ εὐφυΐαν, πολυμαθής, ἀναγνοὺς ἐπιμελῶς πᾶσαν τὴν θείαν Γραφήν. Τοσοῦτον δὲ γέγονεν ἐνάρετος, ὡς καὶ μεγάλων θαυμάτων ἀξιωθῆναι, καὶ πολλὰ θαύματα ποιῆσαι. Διὸ καὶ μετὰ θάνατον τοῦ Δαμιανοῦ, τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κύπρου, ὑπὸ τοῦ λαοῦ παντὸς καὶ τῶν ἐπισκόπων προχειρίζεται ἀρχιεπίσκοπος. ῞Ος, μετὰ τοῦτο, πενήτων ἐγένετο τροφεύς, ὀρφανῶν ἀντιλήπτωρ, χηρῶν προστάτης, ἀδικουμένων βοηθὸς καὶ γυμνῶν σκέπη· καὶ μετὰ τούτους καὶ τοιούτους ἀγῶνας, πρὸς Θεὸν ἐν εἰρήνῃ ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρχιεπισκόπου Ἀέρου, ἐκ τῆς Σιωνίτιδος Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐχαρίου, πρώτου Ἐπισκόπου Τρεβήρων, μαθητοῦ τοῦ Ἀποστόλου Πέτρου.
Τιμῶ σε Εὐχάριε ὡς εὐχαρίστως,
Οἷα πρωτεπίσκοπον ποίμνης Τρεβήρων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὸ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Ἰσχύς σοι δεδώρηται, παρὰ Κυρίου Πάτερ Παρθένιε, ἐνεργεῖν τὰς ἰάσεις, καὶ προαγγέλειν τὰ συμβησόμενα, καὶ πᾶσι χάριν παρέχειν τοῖς κράζουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς πλήρης ὢν χάριτος, τοῦ Παναγίου Ὅσιε Πνεύματος, φωτοφόρος ὡρᾶσο, καὶ θείᾳ αἴγλῃ περικυκλούμενος, τοῖς καθαροῖς τῇ καρδίᾳ καὶ ψάλλουσαν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γενναίως ἠγώνισαι, ὑστέροις χρόνοις Πάτερ Παρθένιε, καὶ τῶν πάλαι Ὁσίων, τὴν πολιτείαν ὤφθης μιμούμενος, μεθ’ ὧν χορεύεις καὶ ψάλλεις γηθόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐκύησας ἄχραντε, τὸν Θεὸν Λόγον ἐκ τῶν αἱμάτων Σου, σαρκωθέντα ἀτρέπτως, διὰ τὸ σῶσαι τοὺς μεγαλύνοντας, τῆς Σῆς λοχείας τὸ μέγα μυστήριον, Θεογεννῆτορ ἁγνὴ καὶ ἀειπάρθενε.

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ῥείθροις δακρύων ἤρδευσας, τῆς ψυχῆς σου τὴν ἄρουραν, καὶ τῆς ἀπαθείας τοὺς καρποὺς ἐξήνεγκας, ὡς φοίνιξ ὑψίκομος, Παρθένιε μακάριε, δι’ ὧν διατρέφεις, τοὺς ἐν πίστει βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ἅγιε, καὶ ἀγγελικῶν χαρίτων κατηξίωσαι. Τὰ πόῤῥω προλέγεις γάρ, προφητικῷ χαρίσματι, καὶ πρὸς σωτηρίας, τὴν ὁδὸν κατευθύνεις, ἐν λόγοις τε καὶ ἔργοις, τοὺς ἐν πίστει βοῶντας· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στόματι καὶ καρδίᾳ σε, θεοφόρε Παρθένιε, ὁ ἐν τῇ θαλάσσῃ κινδυνεύων, πλοίαρχος καλέσας λελύτρωται, πνιγμοῦ τῇ ἐπισκέψει σου. Σὺ γὰρ ὁραθείς, ἐπὶ λιμένα γαλήνης, ὡδήγησας τὸ πλοῖον, καὶ ἀφανὴς ἐγένου· ἐντεῦθεν οἱ σωέντες, κηρύττουσι τὸ θαῦμα.
Θεοτοκίον.
Ἱεροφθόγγων στόματα, Προφητῶν Σε κηρύττουσι, πύλην κεκλεισμένην καὶ ὄρος καὶ κλίμακα, νεφέλην ἀείφωτον, καὶ στάμνον μάννα φέρουσαν. Σὺ γὰρ τὸν τῶν ὅλων, σωματώσασα Κτίστην, τὰ σύμβολα τοῦ νόμου, καὶ τὰς θεηγορίας, ἐπλήρωσας Παρθένε, ἀνδρῶν τῶν θεοφόρων.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Μονάσας θεοφόρε θεοπρεπῶς, καὶ νεκρώσας σαρκὸς τὰ φρονήματα, πόνοις πολλοῖς, ἤρθης πρὸς τὴν ἄπονον νῦν ζωήν, τελέσας τὸν ἀγῶνά σου, καὶ Χριστὸν δοξάσας ἀσκητικῶς, Παρθένιε παμμάκαρ, ᾯ πρέσβευε σωθῆναι, τοὺς εὐλαβῶς σὲ μακαρίζοντας.
Ὁσίως καὶ ἀμέμπτως διαγαγών, τὴν ζωήν σου Παρθένιε Ὅσιε, τῶν μοναστῶν, ὤφθης ὑποτύπωσις ἀληθής, ὡς ἀσκητὴς θεόληπτος, καὶ πεφωτισμένος παρὰ Θεοῦ· διὸ ἡ νῆσος Χίος, γεραίρει εὐχαρίστως, τὰ εὐαγῆ σου προτερήματα.
Ὑπῆλθες τὸν ἀγῶνα τῆς ἀρετῆς, παριδὼν τὰ ἐπίγεια ἅπαντα, γνώμῃ σοφῇ, καὶ Ἁγίων ὤφθης συγκοινωνός, ἐν οὐρανοῖς Παρθένιε. Ἀλλ’ οἷάπερ δῶρον Πάτερ μικρόν, τὸν ὕμνον τοῦτον δέξαι, καὶ φωτισμόν μοι αἴτει, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου καὶ τὴν ψυχήν, προσπαθείας ἐνύλου ἀνάδειξον, Μῆτερ Θεοῦ, καὶ πρὸς τὴν ἀγάπην τὴν γλυκεράν, τοῦ Σοῦ Υἱοῦ ἀνύψωσον, Κόρη τὴν καρδίαν μου δυσωπῶ, ὡς ἂν τῆς αἰωνίου, ζωῆς κληρονομήσω, τὴν ὑπὲρ λόγον ὡραιότητα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς ἐβίωσας, ἐν Χίῳ Πάτερ Ὅσιε, καὶ τῶν ἀρχαίων Πατέρων, τὴν ἀρετὴν ὑπεμφαίνεις, καὶ χάριν τὴν οὐράνιον, τοῖς πόνοις σου Παρθένιε, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν φωτοφόρον σου μνήμην.
Θεοτοκίον.
Ἀφράστως ἀπεκύησας, τὸν Ποιητὴν τῆς κτίσεως, καὶ μετὰ τόκον Παρθένος, διέμεινας ὡς πρὸ τόκου· διὸ τὰ μεγαλεῖά Σου, ὑμνοῦμεν ἀειπάρθενε, καὶ εὐλαβῶς βοῶμέν Σοι· χαῖρε ἁγνὴ Θεοτόκε, πάντων ἡμῶν προστασία.











Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Παρθένιε, δι’ ἐναρέτου ζωῆς, καὶ συντόνου ἀσκήσεως, σεαυτὸν ἐκάθηρας, γεηρᾶς πάσης σχέσεως, καὶ τῷ Σωτῆρι καλῶς ἑπόμενος, τῆς τούτου χάριτος κατετρύφησας· ὅθεν ἰσότιμος, τῶν Ἁγίων γέγονας ἐν οὐρανοῖς, πᾶσιν ἱλεούμενος, Χριστὸν τὸν εὔσπλαγχνον.

Ὅσιε Πάτερ Παρθένιε, ἐν τῷ σπηλαίῳ οἰκῶν, φωταυγὴς ὅλος πέφηνας, τοῦ Ἁγίου Πνεύματος, μυστικαῖς ἐπιλάμψεσι, καὶ πᾶσιν ὤφθης ὄντως αἰδέσιμος, καὶ Μονὴν θείαν Θεῷ ἀνήγειρας, ἥτις προσπίπτουσα, τοῖς σεπτοῖς λειψάνοις σου χρεωστικῶς, ἄγει ἑορτάζουσα, τὴν θείαν μνήμην σου,.

Πάτερ θεόφρον Παρθένιε, παρὰ Θεοῦ εἰληφώς, προφητείας τὸ χάρισμα, τὰ μακρὰν προήγγειλας, ὡς παρόντα σαφέστατα, καὶ τῶν μελλόντων προανεκήρυττες, στόματι θείῳ, πᾶσιν τὴν ἔκβασιν· ὅθεν ὑμνοῦμέν σε, ὡς Θεοῦ θεράποντα καὶ πρεσβευτήν, καὶ μεσίτην Ἅγιε, ἡμῶν πρὸς Κύριον.

Πάτερ παμμάκαρ Παρθένιε, τὴν σὴν ἁγίαν ζωήν, ὡς θυσίαν εὐπρόσδεκτον, τῷ Χριστῷ προσήγαγες, ἱερῶς βιωσάμενος· ὅθεν Ἁγίων ὤφθης ὁμόσκηνος, καὶ τῆς εὐκλείας, αὐτῶν ἰσότιμος. Μεθ’ ὧν ἱκέτευε, πάντοτε δεόμεθα ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων σου, τὴν μνήμην Ἅγιε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἁγιοπρεπῶς πολιτευσάμενος, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Θεόν, ἐδόξασας Πάτερ, ἀρετῶν ἐπιδόσεσι. Τὴν γὰρ τρίβον τῆς ζωῆς, εὐαγγελικῶς ἐπορεύθης, μηδὲν προκρίνας τοῦ θείου θελήματος, ἀνακεφαλαιώσας τῶν πάλαι Ἁγίων τὰ σκάμματα, μεθ’ ὧν καὶ ὁ κλῆρός σου γέγονε. Καὶ νῦν τῶν πόνων τὰς ἀμοιβάς, δρεπόμενος Παρθένιε, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, χαίροις μοναζόντων ὑποτύπωσις ἀληθής, χαίροις ὁ παρέχων, θαυμάτων ἐνεργείας, τοῖς εὐλαβῶς τιμῶσί σε ὦ Παρθένιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου