Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 19. ΟΣΙΑ ΚΛΕΟΠΑΤΡΑ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ ΙΘ´
ΚΛΕΟΠΑΤΡΑ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς θαυμαστῆς Κλεοπάτρας τὰ προτερήματα, καὶ τὰς ἐνθέους πράξεις, μακαρίσωμεν πάντες· αὕτη γὰρ ὁσίως καὶ εὐσεβῶς, τῷ Σωτῆρι δουλεύσασα, τῶν θεοσδότων ἠξίωται ἀμοιβῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Τῷ ἀθλοφόρῳ Οὐάρῳ διακονήσασα, Ὁσία Κλεοπάτρα, κλέος μέγιστον ἔσχες, καὶ δόξης οὐρανίου ὡς ἀληθῶς, μετὰ τέλος ἠξίωσαι· ἧς καὶ ἡμᾶς ἐκδυσώπει ἐπιτυχεῖν, τοὺς τιμῶντάς σε θεόληπτε.

Τὴν τοῦ υἱοῦ σου ἰδοῦσα δόξαν οὐράνιον, ἧς ἔτυχεν Ὁσία, τοῦ Οὐάρου πρεσβεία, τῷ πόθῳ ἐπτερώθης τῷ θεϊκῷ, Κλεοπάτρα πανέντιμε, καὶ καταλλήλως ἀνύσασα τὴν ζωήν, τῆς χαρᾶς αὐτῶν ἠξίωσαι.

Προσόμοια ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Κλέος ἀναφαίρετον, ὡς ἀληθας κατεπλούτησας, Κλεοπάτρα ἀοίδιμε, τὸ ἅγιον λείψανον, τοῦ κλεινοῦ Οὐάρου, ἀπὸ τῆς Αἰγύπτου, εἰς Παλαιστίνην ἱερῶς, μετακομίσασα γνώμη πρόφρονι, καὶ πράξεσι κοσμήσασα, ταῖς ἐναρέτοις τὸν βίον σου, τῆς Ἁγίων λαμπρότητος, καὶ εὐκλείας ἠξίωσαι.

Ναὸν τὴν καρδίαν σου, τοῦ Παρακλήτου τελέσασα, πολιτείας σεμνότητι, ναὸν λαμπρὸν ἤγειρας, ἐν τῇ σῇ πατρίδι, τῷ θείῳ Οὐάρῳ, καὶ ἐν αὐτῷ περιφανώς, τούτου τὸ λείψανον κατατέθεικας, καὶ ἐν αὐτῷ σχολάσασα, ἐν προσευχαῖς καὶ δεήσεσι, Κλεοπάτρα πανένδοξε, τῷ Θεῷ εὐηρέστησας.

Εἶδες ἐν ὁράματι, τὸν Ἀθλητὴν Χριστοῦ Οὔαρον, τὸν υἱόν σου κατέχοντα, ἄμφω ἐξαστράπτοντας, δόξῃ ἀποῤῥήτῳ, καὶ χαρᾶς ἐπλήσθης, καὶ εὐφροσύνης ἀληθοῦς, καὶ θεαρέστως Χριστὸν δοξάσασα, τῆς τούτων κατηξίωσαι, καὶ συναυλίας καὶ στάσεως, Κλεοπάτρα πρεσβεύουσα, ὑπὲρ τῶν εὐφημούντων σε.


Δόξα. Ἦχος δ΄.
Σωφροσύνη ἐμπρέπουσα, ἐν ἀγαθῇ συνειδήσει, τῆς εὐσεβείας τοὺς καρποὺς προήγαγες, Κλεοπάτρα θεόφρον· θείῳ φόβῳ γὰρ στοιχειουμένη, οὐράνιον ἐπεδείξω φρόνημα, πρὸς ἐργασίαν τοῦ θείου θελήματος· ὅθεν θεοφίλως πολιτευθεῖσα, πλήρης ἐναρέτων ὤφθης ἔργων, καὶ τὸν σὸν βίον ὡς δῶρον ἅγιον Χριστῷ προσήγαγες. Αὐτὸν ἱκέτευε Ὁσία, σὺν τῷ ἐνδόξῳ Οὐάρῳ, καὶ τῷ ψιλτάτῳ υἱῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. ·Ὁ αὐτός.
Ὁ διὰ σὲ θεοπάτωρ...

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Τὴν δοθεῖσάν σοι κλῆσιν, τοῖς ἔργοις ἐλάμπρυνας, Κλεοπάτρα Ὁσία· τὸ γὰρ θεῖον κλέος, τῆς οὐρανίου εὐπρεπείας, τῇ τῶν τρόπων σου χρηστότητι, μεγαλοπρεπῶς ἠμφιάσω, ὡς διπλοΐδα ἀφθαρσία· μαρτυρικῆς γὰρ οἰκειώσεως εὐκλεῶς τρυφήσασα, πνευματικαῖς ἐπιδόσεσι, τὸν Θεὸν ἐθεράπευσας. Τῷ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Ὁ αὐτός.
Εὐσέβεια καὶ σεμνότητι, πεποικιλμένη Κλεοπάτρα, διακονῆσαι ἠξίωσαι τῷ Ἀθλητῇ Οὐάρῳ, τούτου γὰρ θεασαμένη τὴν νίκην, τοὺς ἀγῶνας αὐτοῦ ἠγάσθης, καὶ τῶν ἐπάθλων τὸ μέγεθος· καὶ τὸ τίμιον αὐτοῦ σῶμα, τιμαῖς ὁσίαις τιμήσασα, εἰς τὴν σὴν πάτριον χθόνα μετήγαγες· καὶ τὸν καλὸν τῆς ἀρετῆς, ἀγωνισαμένη ἀγῶνα, τῆς αἰωνίου ζωῆς ἐπελάβου, τῷ Σωτῆρι κράζουσα· Κύριε δόξα σοι.

Ὁ αὐτός.
Φρονήσει ἀληθεῖ τὸν βίον διέπουσα, ἐν παιδεία καὶ νουθεσία Κυρίου, τὸν σὸν υἱὸν προήγαγες, Κλεοπάτρα θεόληπτε· πίστεως γάρ ταῖς χάρισι μᾶλλον, ἡ τῷ γάλακτι τοῦτον ἐξέθρεψας, καὶ ὡς προσφορὰν τελείαν, αὐτὸν Χριστῷ προσενήνοχας· διὸ ἀντάξια τῶν πόνων σου, τὰ ἄνω ἀπολαβοῦσα βασίλεια· τοῦ ξύλου τῆς ζωῆς μετέχεις, ἀκαταπαύστως βοῶσα· Κύριε δόξα σοι.




Δόξα. Ὁ αὐτός.
Μαρτυρικὴν ἀρετὴν ζηλώσασα, θεοπρεπῶς ἐπεδείξω τὸν βίον, Κλεοπάτρα μακαρία· ἐν γὰρ τοῖς θείοις δικαιώμασι, τὸ σὸν κατεύθυνας θέλημα, καὶ τῇ ἀγάπῃ τοῦ κρείττονος, τὸ γεῶδες ὑπέταξας φρόνημα· ὅθεν σκεῦος εὔχρηστον, τῆς χάριτος ἐδείχθης, καὶ θεράπαινα Κυρίου Ὁσία. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τήν πάσαν ἐλπίδα μου...

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Σωφρόνως τελοῦσα τὴν ζωήν, Κλεοπάτρα πάνσεμνε, μαρτυρικῆς κατηξίωσαι, θέας χάριτος, καὶ τῶν μαρτυρίων, τοῦ Θεοῦ τὴν ἔλλαμψιν, ἐπλούτησας ἠθῶν καθαρότητι, καὶ θείαις πράξεσι, διὰ τοῦτο βασιλείας σε, οὐρανίου, ὁ Χριστὸς ἠξίωσε.

Στίχ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Ἰδοῦσα τὴν ἄθλησιν σεμνή, καὶ τὰ θεία θαύματα, Οὐάρου τοῦ Χριστομάρτυρος, τῷ θείῳ ἔρωτι, τὴν ψυχὴν ἐτρώθης, καὶ μάρτυς ἀναίμακτος, σαφῶς τῇ προαιρέσει γεγένησαι, διακονήσασα, Κλεοπάτρα παμμακάριστε, τῇ κηδείᾳ, τούτου μετὰ πίστεως.

Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Καθάρασα πάσης ὑλικῆς, προσπαθείας πάνσεμνε, τὴν σὴν ψυχὴν καὶ διάνοιαν, τῇ ἐμμελείᾳ σου, καὶ τῇ συντονίᾳ, βίου καθαρότητας, δοχεῖον καθαρῶν ἐπιλάμψεων, τὸν νοῦν ἐτέλεσας, Κλεοπάτρα παναοίδιμε, καὶ πρὸς δόξαν, οὐράνιον ἔδραμες.

Δόξα. Ἦχος γ΄.
Πνευματικαῖς κομῶσα πράξεσιν, ἀγγελικαῖς ἐκοσμήθης χάρισι, Κλεοπάτρα, Μῆτερ ἀεισέβαστε, μονωθεῖσα γὰρ πάντων, ἐπὶ μόνον τὸν Θεόν, ἀνενδοιάστως ἤλπισας. ᾯ νυκτὸς καὶ ἡμέρας, προσευχαῖς καὶ δεήσεσι λατρεύσασα, τῆς ἀθανάτου ζωῆς, κληρονόμος γέγονας· ἧς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου.

Καί νῦν. Θεοτοκίον,
Ἀειπάρθενε Μῆτερ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐκτενῶς ἱκέτευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.





Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ηχος δ´. Ταχὺ προκατάλαβε.
Ὁσίως τὸν βίον σου, διαγαγοῦσα σεμνή, τὴν χάριν ἐτρύγησας, ἐκ τῆς ἁγίας σοροῦ, Οὐάρου τοῦ Μάρτυρος· ὅθεν τῆς οὐρανίου, μετασχοῦσα εὐκλείας, πρέσβευε τῷ Σωτῆρι, Κλεοπάτρα Ὁσία, δοθῆναι ἡμῖν πᾶσι, πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Τὸ ἀπὸ αἰῶνος ἀπόκρυφον...

ΑΠΟΛΥΣΙΣ
































ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ Στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἤνυσας σεμνή, θεοφρόνως τὸν βίον, ἀσκήσει ἀληθεῖ, ἀρετῶν πολυτρόπων· πολλῶν χαρίτων μέτοχος, μετὰ τέλος γεγένησαι, καί συνόμιλος, τῶν ἀπ’ αἰῶνος Ἀγίων, ὤφθης ἔνδοξε, μεθ᾿ ὧν Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Θεὸν τὸν ἀγαθόν, ὃν ἐκύησας Κόρη, γαστρός σου ἐξ ἁγνῆς, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν ἄνθρωπον σῴζοντα, διὰ πλοῦτον χρηστότητος, καθικέτευε, σώσαι ἡμᾶς Θεοτόκε, τοὺς προστρέχοντας, τῇ μητρικῇ σοῦ πρεσβεία, καὶ σὲ μεγαλύνοντας.

Μετὰ τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Πλήρης πράξεων, ἁγίων οὖσα, διηκόνησας, νοΐ τελείῳ, τῷ ἁγίῳ τοῦ Παντάνακτος Μάρτυρι, καὶ ἁγιότητας σκεῦος ὑπάρξασα, ταῖς τῶν Ἁγίων συνήφθης λαμπρότησι, μεθ’ ὧν πρέσβευε, Κλεοπάτρα Ὁσία πάνσεμνε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Σάρκα ἔμψυχον, καὶ ἔννουν Κόρη, ἐξ αἱμάτων σου, ἀνερμηνεύτως, ὁ ὑπέρθεος Λόγος ὡς ἔλαβε, διπλοῦς τῷ κόσμῳ ἐκ σοῦ πεφανέρωται, ἐν ὑποστάσει μία ὡς ηὐδόκησε, καὶ ἐθέωσε, τὴν ληφθεῖσαν οὐσίαν Ἄχραντε· διό σε κατὰ χρέος μακαρίζομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεοφίλως τῇ καθαρᾷ πολιτείᾳ, τὸν Ζωοδότην θεραπεύσασα Λόγον, τῆς παρ᾿ αὐτοῦ ἠξίωσαι λαμπρότητας· τούτου τὰς ἁγίας γάρ, ἐντολὰς ἐκπληροῦσα, δι᾿ αὐτῶν ἐτρύγησας, τὴν ζωὴν τὴν ἀγήρω· ἧς Κλεοπάτρα πρέσβευε τυχεῖν, τοὺς ἑορτάζοντας, Μῆτερ τὴν μνήμην σου.
Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν Θεοτόκε, ταῖς καθ’ ἑκάστην τοῦ δολίου ἀπάταις, τῇ φωταυγεί σου χάριτι καταύγασον, καὶ τὸν νοῦν μου φώτισαν, μετανοίας τῷ φέγγει, ὡς ἂν ἀποκρούσηται, τῆς ἁγνοίας τὸν ζόφον· σὺ γὰρ ἡμῶν χαρὰ καὶ φωτισμός, Θεογεννῆτορ, καὶ μέγα προσφύγιον.

Το α΄ Ἀντίφωνον τοὺ δ΄ ἦχου.
Προκείμενον:Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι...
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον ζήτει τῷ Σαββάτῳ τῆς ια΄ ἑβδομάδος τοῦ Λουκᾶ.
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος β´. Στίχ.: Ἐλεῆμων, ἐλέησον μὲ ὁ Θεός...
Τῶν ἀρετῶν πορευθεῖσα τὴν τρῖβον, καὶ τὸν Θεὸν θεαρέστως δοξάσασα, δικαιοσύνης τὸν στέφανον εἴληφας, Κλεοπάτρα Ὁσία· διό σου τὴν κοίμησιν, σήμερον γεραίρομεν.

Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τῆς Ὁσίας.
Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Τὸ Κλεοπάτρας κλέος λιγαίνω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Τὸν φωτισμόν, τοῦ Παρακλήτου παράσχου μοι, φωτιστικαῖς πρεσβείαις σου, πρὸς υἱὸν Φιλάνθρωπον, ἵνα μέλψω ἀξίως, Ὁσία Κλεοπάτρα, τὴν πολιτείαν σου.
λῃ ψυχῇ, καὶ διανοίᾳ ἠγάπησας, τῶν ἀγαθῶν τὸ ἔσχατον Χριστὸν τὸν Κύριον, καὶ τούτου τὰς ἁγίας, θεόφρον Κλεοπάτρα, ῥήσεις ἐπλήρωσας.
Κλέος σεμνή, περιφανὲς κατεπλούτησας, τῷ πανενδόξῳ Μάρτυρι, διακονήσασα, Οὐάρω τῷ ἁγίῳ, Ἁγία Κλεοπάτρα, ἀξιοθαύμαστε.
Θεοτοκίον.
Λύσιν ἡμῖν, τῶν ὀφληματων ἐξαιτήσας, καὶ πειρασμῶν ἐκλύτρωσιν, καὶ παθῶν ἴασιν, Παρθένε Θεοτόκε, τοῖς πόθῳ προσιοῦσι, τῇ προστασία σου.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
ν βίῳ εὐκλεῶς καὶ περιβόητος, τῷ πλούτῳ κομώσα ὤφθης Ὁσία, ἀλλὰ πολλῷ πλεῖον ἔνδοξος, τῷ Κυρίῳ δουλεύσασα γεγένησαι.
σίως τὸν Σωτῆρα θεραπεύουσα, Ἁγίων Μαρτύρων θέας ἁγίας, Κλεοπάτρα κατηξίωσαι, καὶ ἁγίως τὸν βίον σου διήνυσας.
Παθῶν τῇ προαιρέσει κοινωνήσασα, καὶ ἄθλων Οὐάρῳ τῷ Ἀθλοφόρῳ, Κλεοπάτρα θεοτίμητε, τὸ σεπτὸν τούτου λείψανον ἐκήδευσας.
Θεοτοκίον.
γία Θεοτόκε Ἀειπάρθενε, Ἁγίων τὸν Ἅγιον ἡ τεκοῦσα, τὴν ψυχήν μου καθαγίασον, μολυνθείσαν ἐννοίαις τοῦ ἀλάστορος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν εὐπρεπείαν ἐνδεδυμένη σεμνή, ὡς σκεῦος ἐπάξιον, του Τρισηλίου φωτός, ἐνθέοις σου πράξεσι, σύμμορφος ἀνεδείχθης, τῶν Ἁγίων ἁπάντων, δόξης δὲ τῆς ἀλήκτου, κληρονόμος ἐγένου· ἧς πρέσβευε Κλεοπάτρα, τυχεῖν τοὺς σὲ γεραίροντας·
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σὴν ἀγαθότητα, δεῖξον καὶ νῦν ἐφ’ ἡμᾶς, Παρθένε Πανύμνητε, ὡς τοῦ ἐλέους πηγή, καὶ σῶσον δεόμεθα, θλίψεως ἐπελθούσης, καὶ δεινῆς ἀθυμίας, πάντας τοὺς προσιόντας, τῇ θερμῇ ἀρωγῇ σου· ἐν σοι γὰρ Θεοτόκε, σωθῆναι ἐλπίζομεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ταῖς μελέταις σχολάζουσα, ταῖς ἱεραῖς Ὁσία Κλεοπάτρα, τὸν νοῦν ἐπτέρωσας, πρὸς θεῖον ἔρωτα.
ῶσιν θείαν καὶ ἴασιν, βρύον σεμνὴ τὸ σκῆνος τοῦ Οὐάρου, εἰς τὴν Παλαιστίνην, τοῦτο μετήγαγες.
ρετῶν ὄλβον ἄσυλον, ἐπικτωμένη θεόφρον Κλεοπάτρα, ἅπαντα τὸν πλοῦτον, πτωχοῖς διένειμας.
Θεοτοκίον.
Σωτηρίας ἀξίωσον, τὸν ταπεινὸν ἱκέτην σου Παρθένε, τὸν ὑπὸ τοῦ πλάνου, δεινῶς βαλλόμενον.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Κόσμον λιποῦσα σεμνή, ἀκολουθήσαι τῷ Χριστῷ ἔσπευσας· και τῷ ναῷ προσκαρτεροῦσα, Οὐάρου τοῦ κλεινοῦ, ὤφθης Κλεοπάτρα, ναός Θεοῦ ἔμψυχος.
Λελαμπρυσμένη τὸν νοῦν, τῆς εὐσεβείας τὼ φωτὶ ἤγειρας, τῷ Ἀθλητῇ Οὐάρῳ τῷ θείῳ, ναὸν περικαλλῆ, ἔνθα καὶ τὸ σῶμα, αὐτοῦ κατατέθεικας.
κ τῆς Αἰγύπτου σεμνή, ἐν εὐλαβείᾳ καὶ χαρᾷ ἤνεγκας, τῇ σῇ πατρίδι σορὸν τὴν θείαν, ὡς ἄλλην κιβωτόν, τοῦ θείου Οὐάρου, πιστοὺς ἁγιάζουσαν.
Θεοτοκίον.
λογικὸς οὐρανός, ἐξ οὖ Χριστὸς ὁ τῆς ζωῆς Ἥλιος, τοῖς ἐν νυκτὶ ἔλαμψε τοῦ βίου, ἡμῖν μετὰ σαρκός, ἡ Θεογεννήτωρ, Μαρία ὑμνεῖσθω μοι.

ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωφροσύνῃ καὶ βίου σεμνότητι, τὴν σὴν πολιτείαν θεόφρον ἀνύσασα, ἀθλητικῶν ἐν χάριτι, παλαισμάτων αὐτόπτες γεγένησαι.
Λάμπων Μῆτερ ὁ Οὔαρος ὤφθη σοι, σὺν τῷ σῷ φιλτάτῳ υἱῷ ὑπὲρ ἔννοιαν· ὅθεν χαρᾶς πεπλήρωσαι, πιστωθεῖσα Ὁσία τὰ κρείττονα.
ερεις καὶ ὁσίους καλέσασα, ἱερὰν πανήγυριν Ὁσία χαίρουσα, τῇ καταθέσει ἤγαγες τοῦ λειψάνου Οὐάρου τοῦ μάκαρος.
Θεοτοκίον.
Γνώμην δίδου μοι Κόρη θεόφρονα, καὶ προσεκτικὴν ὀσώραι διάνοιαν, ὡς ἂν καλῶς πορεύσομαι, τὰς ὁδοὺς τοῦ φωτὸς ὁ προσφεύγων σοι.





Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ἐναρέτοις σοῦ τρόποις θεόληπτε, θεοπρεπῶς τὴν ζωήν σου κοσμήσασα, πτωχοῖς τὸν σὸν πλοῦτον δωρήσασα, ἐν οὐρανοῖς ἐκ Θεοῦ μισθὸν εἴληφας· διὸ Κλεοπάτρα τιμῶμέν σε.
Ὁ Οἶκος.
Ἔργοις καλοῖς ὡς ἀληθῶς, μαρτυρουμένη Μῆτερ, μελέτη νόμου θεϊκοῦ καὶ φωτισμῷ τῷ ἐξ αὐτοῦ, κατεύθυνάς σου τὴν ζωήν, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως· σωφρόνως γὰρ καὶ ἀμέμπτως, καὶ ὁσίως καὶ εὐσεβῶς, ἐν τῷ παρόντι αἰῶνι τῷ Θεῷ λατρεύσασα, μισθὸν τῶν πόνων σου ἐκομίσω, διάκονος γενέσθαι τῇ ὁσίᾳ ταφῇ, τοῦ ἱεροῦ λειψάνου, Οὐάρου τοῦ Χριστομάρτυρος· καὶ τοῦτο ἐξ Αἰγύπτου, ὡς κιβωτὸν ἁγιασμοῦ εἰς Παλαιστίνην μεταγαγοῦσα, ἡγιάσθης θείῳ Πνεύματι, καὶ ἐν Ἁγίοις ὁ κλῆρός σου γέγονε, διὸ Κλεοπάτρα τιμῶμέν σε.

Συναξάριον.
Τῇ ιθ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Κλεοπάτρας.
Κλέος ποθούσα θεϊκὸν Κλεοπάτρα,
Ἀξίως ἐδρε τὴν πλήρωσίν του πόθου.
Κλεοπάτρης ἀγαχλῆος ἀθάνατον κλέος ἀείδω.
Ἡ ὁσία Κλεοπάτρα ὕπηρξε πλουσία, καὶ τῶν ἐπισήμων πρώτη, καταγομένη ἐκ τῆς ἀγνώστου σήμερον κωμοπόλεως Σύρα, ἤ κατ᾿ἄλλην ἔκδοσιν, Ἔδρα παρὰ τὸ Θαβώριον ὅρος τῆς Παλαιστίνης. Αὕτη, μετὰ τὸν θάνατον τοῦ συζύγου τῆς ἦλθεν εἰς Αἴγυπτον, εὑρεθεῖσα δὲ εἰς τὸν τόπον τοῦ μαρτυρίου τοῦ Ἁγίου Οὐάρου, ἔλαβε τὸ Ι. Λείψανον τοῦ, τὸ ὁποῖον κατ’ ἀρχὰς ὑποκάτω τῆς κλίνης αὐτῆς ἔκρυψε. Ἔπειτα, μετεκόμισε τοῦτο εἰς τὸ χωρίον τῆς, ὅπου τὸ ἀπέθηκεν εἰς τὸν τάφον τοῦ πάππου τῆς, καθ᾿ ἑκάστην δὲ ἐθυμία περὶ τὸν τάφον. Πολλοὶ ἀσθενεῖς προσερχόμενοι εἰς τὸν τάφον τοῦ μάρτυρος θεραπεύοντο. Εἰς τιμὴν τοῦ ἁγίου Ὀυάρου ἡ ὁσία Κλεοπάτρα ἀνήγειρε ναόν, πολλὰ δαπανήσασα καὶ παντὶ τῷ κόσμῳ αὐτὸν κοσμήσασα, μετέφερε δὲ εἰς αὐτὸν τὸ Ἱ.Λείψανον ἐπὶ παρουσία τοῦ ἐπισκόπου, τῶν ἱερέων, καὶ τοῦ λαοῦ. Ὁ υἱὸς τῆς μακαρίας Κλεοπάτρας δωδεκαετὴς Ἰωάννης, ἐτοιμαζόμενος διὰ στρατιωτικὴν ὑπηρεσίαν, ἐγένετο ἀντικείμενον ἰδιαιτέρας φροντίδος τῆς μητρός του, ἡ ὁποία ἱκέτευε τὸν μάρτυρα Οὔαρον νὰ βοηθήσῃ τὸν υἱόν της, ἀλλ᾿ ὁ Ἰωάννης ἀπέθανε.
Ἡ ὁσία Κλεοπάτρα προσέπεσεν εἰς τὸν τάφον τοῦ μάρτυρος καὶ μετὰ τίνος παραπόνου ἀνέκραξε: «Ἐγὼ τόσους κόπους κατέβαλα διὰ σὲ τὸν μάρτυρα καὶ σύ μου ἀφήρεσες τὸν υἱόν μου;». Καθ’ ὕπνους ὁ μάρτυς Οὔαρος κρατῶν τὴν χεῖρα τοῦ Ἰωάννου, ἐνεφανίσθη εἰς τὴν Κλεοπάτραν καὶ εἶπε: «Διατί, ὁ γύναι, κραυγάζεις ἐναντίον μου ; ·Ἐγὼ ἔλαβον τὸν υἱόν σου διὰ τὸν στρατὸν τοῦ οὐρανίου Βασιλέως». Ὁ δὲ Ἰωάννης εἶπεν εἰς τὴν μητέρα τοῦ: Διατί κραυγάζεις οὕτω, μῆτέρ μου; Ἐγὼ εὑρίσκομαι παρὰ τῷ Βασιλεῖ Χριστῷ, καὶ μετὰ τῶν Ἀγγέλων παρίσταμαι ἐνώπιόν Του. Ἀκούσασα τοῦτο ἡ ὁσία Κλεοπάτρα ἀνέκραξε: «Λάβετε καὶ ἐμὲ διὰ νὰ εἶμαι μαζύ σας». Ὁ μάρτυς Οὐαρος ἀπήντησεν ὅτι θὰ τελευτήσῃ μετά τινα χρόνον. Καὶ ἡ ὁσία Κλεοπάτρα μετὰ χαρᾶς ἔθαψε τὸν υἱόν της, διένειμε τὴν περιουσίαν της εἰς τοὺς πτωχούς, καὶ ἡ ἰδία ἐτελεύτησεν ἐν εἰρήνῃ ἐν Παλαιστίνῃ μετὰ ἑπτὰ ἔτη (μετὰ τὸ 319), ἐτάφη δὲ ἐν τῷ ναῷ τοῦ μάρτυρος Οὐάρου,






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς ἐρήμου ἕξ Ὁσιομάρτυρες.
Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου,
Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει.
Ἀσκητικῶς ζήσαντες ἄνδρες ἅμα,
ἀθλητικῶς θνήσκουσιν ἐκ ξίφους ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ.
Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Οὗτος ἦτο ἀπὸ τὴν φυλὴν τοῦ Ῥουβίμ, υἱὸς Βαθουήλ, ἐκ τοῦ ἀγροῦ τοῦ καλουμένου Μεθομοῤῥῶν. Ἑρμηνεύεται δὲ Ἰωήλ, ἀγάπη Κυρίου, ἤ ἀπαρχὴ Θεοῦ. Ἐπροφήτευσεν ὁ Προφήτης οὗτος διὰ τὴν πεῖναν τὴν ὁποίαν ἔμελλον νὰ λάβωσιν οἱ Ἰουδαῖοι· καὶ διὰ τὸν ἀφανισμὸν τῶν νομικῶν θυσιῶν· καὶ διὰ τὸ πάθος Δικαίου Προφήτου, διὰ τοῦ ὁποίου μέλλει νὰ ἀνακαινισθῇ εἰς σωτηρίαν ὅλη ἡ γῆ. Καὶ ταῦτα προφητεύσας, ἀπέθανε καὶ ἐτάφη εἰς τὴν ἰδικήν του γῆν. Προέλαβε δὲ οὗτος τὴν τοῦ Χριστοῦ ἔλευσιν ἔτη ω΄ (800).


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων.
Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει,
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει
Καθ’ ὅν χρόνον ἐβασίλευσεν ὁ Σαβώριος εἰς τὴν Περσίαν, ἐν ἔτει τλ΄ (330), ἦτο Ἐπίσκοπος ὁ Ἅγιος οὗτος Σαδὼθ ἐις μίαν ἐπαρχίαν τῆς Περσίας. Ἐπειδὴ δὲ οὗτος ἐδίδασκε μὲν τὸν λαὸν τοῦ Χριστοῦ, ἐβάπτιζε δὲ καί τινας Πέρσας· τοῦτου ἕνεκα διεβλήθη εἰς τὸν βασιλέα Σαβώριον. Καὶ παραστὰς μὲν εἰς αὐτόν, μὴ πεισθεὶς δὲ νὰ προσκυνήσῃ τὸν ἥλιον καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, δέρεται μὲ ῥαβδία. Ἔπειτα, κόπτουσι τὸ δέρμα του ἀπὸ τὸ μέτωπον ἕως εἰς τοὺς ὄνυχας τῶν ποδῶν, καὶ οὕτως ἀποσπῶσιν ἕν λωρίον τεσσάρων δακτύλων πλάτους. Εἶτα, δέρουσιν αὐτὸν μὲ νεῦρα βοῶν, καὶ κυλίουσιν ἐπὶ ἀνημμένων ἀνθράκων καὶ ἐπὶ πασσάλων· μετὰ ταῦτα σφίγγουσιν αὐτὸν εἰς μίαν γαλεάγραν, καὶ κατασυντρίβουσι τὰ κόκκαλά του. Ταῦτα δὲ ὅλα ὑπέμεινε εὐχαρίστως ὁ γενναῖος τοῦ Κυρίου ἀγωνιστής. Ὅθεν, διὰ τὴν ὑπομονήν του ταύτην, περισσότερον ἐξῆψε τὸν τύραννον, καὶ λοιπὸν ἐῤῥίφθη εἰς τὴν φυλακήν. Εἶτα, ἐκβάλλεται ἀπὸ τὴν φυλακήν, καὶ πάλιν ἐρωτᾶται ἄν προσκυνῇ τὰ ἀνωτέρω στοιχεῖα, ἐπειδὴ δὲ εὑρέθη ὑγιὴς ἀπὸ τὰς προτέρας πληγάς, διὰ τοῦτο ἐκρέμασαν αὐτὸν κατακέφαλα καὶ κατετρύπησαν τὸ σῶμά του μὲ σουβλία.
Ἐπειδὴ δὲ ὁ Ἅγιος ἤκουσε τοῦ βασιλέως νὰ ἀπειλῇ ἔτι αὐτόν, ὅτι θέλει διασκορπίσει καὶ ἐξαφανίσει τελείως ὅλα τὰ μέλη τοῦ σώματός του, διὰ τοῦτο ἀπεκρίθη πρὸς αὐτόν: Πιστεύω εἰς τὸν Θεόν μου, ὅτι ἄν μὲ διασκόρπισῃς, οἱ χριστιανοὶ θέλουσι διαμοιρασθῇ τὰ λείψανά μου, καὶ ὅστις ἐπικαλεσθῇ τὸν Θεὸν διὰ τοὺ ὀνόματός κου, θέλει εὕρει σωτηρίαν. Μόλις δὲ εἶπε τοὺς λόγους τούτους, ἀπέκοψαν τὴν ἱερὰν γλῶσσάν του. Ὁ δὲ τοῦ Χριστοῦ ἀθλητής, ὑψώσας τὰ ὄμματα καὶ τὰς χεῖράς του εἰς τὸν Οὐρανόν, προσηυχήθη νοερῶς. Καὶ τότε, ἀκούει φωνὴ ἀπὸ τὸν Ουρανὸν λέγουσα: Ἡ αἴτησίς σου ἐξεπληρώθη, καὶ ἰδοῦ, θέλεις λαλῆ ὡς τὸ πρότερον. Ὅθεν, ἀνεφύη πάλιν ἡ γλῶσσά του, καὶ δι’ αὐτῆς ἐλάλει καὶ ἐδόξαζε τὸν Θεόν. Ταῦτα δὲ τὰ θαυμάσια βλέποντες οἱ λαοὶ ἐθαύμασαν, καὶ ἐπίστευσαν εἰς τὸν Χριστὸν ἄνθρωποι χίλιοι διακόσιοι ἑβδομήκοντα. Βλέπων δὲ ὁ βασιλεύς, ὅτι πολλοὶ Πέρσαι διὰ τοῦ Ἁγίου πιστεύουσιν εἰς τὸν Χριστόν, προσέταξε νὰ κόψωσιν τὴν κεφαλήν του. Ἐπειδὴ δέ, καὶ ἄλλοι πολλοὶ ἐφώναξαν λέγοντες· Βασιλεῦ, καὶ ἡμεῖς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ ἔτοιμοι εἴμεθα νὰ ἀποθάνωμεν, διὰ τοῦτο ἐξέδωκεν ἀπόφασιν ὁ βασιλεύς, νὰ θανατώσωσι καὶ ἐκείνους. Ἔλαβον λοιπὸν ὅλους οἱ στρατιῶται, καὶ ἀπήγαγον εἰς τὸν τόπον τῆς καταδίκης. Ὁ δὲ Ἅγιος Σαδώθ, προσηυχήθη πρῶτον εἰς τὸν Θεόν, καὶ ἔπειτα ἐσφράγισεν ὅλους τοὺς σὺν αὐτῷ, ὄντας ἑκατὸν εἴκοσι. Καὶ οὕτως αὐτὸς μὲν ἀπεκεφαλίσθη πρότερον, ἀκολούθως δὲ ἀπεκεφαλίσθησαν καὶ οἱ λοιποί, καὶ ἔλαβον ὅλοι τοὺς στεφάνους τοῦ μαρτυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται.
Σὺ καὶ λογισμοὺς ζῶν νόθους ἦγξας Πάτερ,
Καὶ συλλογισμῶν γνοὺς τέχνην ἀπηλλάγης.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος διάκονος ξίφει τελειοῦνται.
Τομὴν κεφαλῶν Εὐσέβιος καὶ Φίληξ,
Φίλην δι’ εὐσέβειαν, ὤ πῶς ἠγάπων!

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος πατὴρ ἡμῶν Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.
Κτίτωρ Μονῆς σύ, ὦ Ἰωάννη Ῥίλας,
Δειχθεὶς κατοικεῖς νῦν Μονὰς τὰς ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μνάσωνος.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς.

ᾨδὴ ζ´. Ὁ τὴν κάμινον πάλαι.
ρετῶν ταῖς ἰδέαις, καὶ καλῶν ἐμμελείᾳ, Κλεοπάτρα Ὁσία, φαιδρυνομένη κράζεις· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
να τύχης τῆς ἄνω, εὐκληρίας Ὁσία, τὸν προσιόντα σοι πλοῦτον, ἐσκόρπισας βοῶσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τόμον θεῖον πληροῦσα, τῆς σαρκὸς τὰς ὀρέξεις, ἐθανάτωσας Μῆτερ, θεοφιλεῖ ζωῇ σοῦ, καὶ ἀθανάτου ζωῆς, κατηξιώθης σεμνή.
Θεοτοκίον.
ς παλάτιον θεῖον, τοῦ Δεσπότου τῶν ὅλων, τὴν ψυχήν μου δοχεῖον, ἀπέργασαι Παρθένε, τοῦ τρισηλίου φωτός, δι᾿ ἐνάρετου ζωῆς.











ᾨδη η΄. Τὸν ἐν καμίνῳ.
Γνώμῃ εὐθεῖᾳ τὸν Θεόν, ἐν ἡμέρᾳ καὶ νυκτὶ δοξολογούσα, ἐν ναῷ τῷ ἁγίῳ Οὐάρου τοῦ θαυμαστοῦ, ἀεὶ Κλεοπάτρα παρέμενες, εὐχαῖς καὶ νηστείαις, θερμῶς προσκαρτεροῦσα.
Εἶδες ἐν ὄψει μυστικῇ, ἀπαστράπτοντα τὸν Οὔαρον ἐν δόξῃ, καὶ σὺν τούτῳ Ὁσία, τὸν προσφιλῆ σου υἱόν, καὶ ᾔνεσας Μῆτερ τὸν Κύριον, τὸν ἀξιώσαντά σε, ὑπερφυῶν πραγμάτων.
ήσεσιν Εὐαγγελικαῖς, πειθαρχοῦσα Κλεοπάτρα θεοφόρε, ἐνεκρίθης τῷ κόσμῳ, ἐπειγομένη τυχεῖν, ζωῆς τῆς ἀλήκτου καὶ κρείττονος, ἧς κατηξιώθης, σεμνῶς πολιτευθεῖσα.
Θεοτοκίον.
διάφθορος τὸν Χριστόν, ἀπεκύησας ἀφράστως Θεοτόκε, ἐκ φθορᾶς καὶ θανάτου, ῥυόμενον τὸν Ἀδάμ· διὸ τὴν φθαρεῖσαν καρδίαν μου, καίνισον Παρθένε, τῷ ζωηφόρῳ φόβῳ.

ᾨδὴ θ´. Σὲ τὴν νοητήν.
Στέφος εὐπρεπές, τῆς θείας ἐλλάμψεως, καὶ ζωὴν Ὁσία τὴν ἀκατάλυτον, ἀξίως παρὰ Χριστοῦ, ἐδέξω καὶ σύσκηνος, ὠφθης τῶν Ἁγίων καὶ ἰσότιμος.
σχυσας σεμνή, ἐχθρὸν τὸν ἀνίσχυρον, ἐν ἀσθενείᾳ καταβαλεῖν φύσεως, ἰσχύϊ τῇ θεϊκῇ, Κλεοπάτρα πάντιμε· διὸ ὁ Ἀθλοθέτης σὲ ἐδόξασε.
Μετὰ τοῦ κλεινοῦ, Οὐάρου τοῦ Μάρτυρος, καὶ τοῦ σοῦ υἱοῦ περὶ Θεὸν χορεύουσα, ἱκέτευε σὺν αὐτοῖς, Κλεοπάτρα πάντοτε, ῥύεσθαι ἡμᾶς πάσης κακώσεως.
λη τῇ ψυχῇ, Κυρίῳ δουλεύσασα, τῆς αὐτοῦ χαρᾶς μετὰ τέλος ἔτυχες, ἧς καὶ ἡμᾶς κοινωνούς, Ὁσία ἀνάδειξον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Θεοτοκίον.
ψωσον Ἁγνή, πρὸς θείαν ἀγάπησιν, τῆς ψυχῆς μου τὴν ἔφεσιν ἱκετεύω σε, καὶ δίδου μοι τῷ νοΐ, ἀκτῖνα συνέσεως, ἵνα Θεοτόκε μεγαλύνω σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θεοπρεπῶς βιώσασα, καὶ τὸν Χριστὸν δοξάσασα, τῷ ἐναρέτῳ σου βίῳ, τῆς οὐρανῶν Βασιλείας, καὶ θεϊκῆς ἐλλάμψεως, καὶ ἀληθοῦς θεώσεως, ὢ Κλεοπάτρα ἔτυχες· ἧς καὶ ἡμᾶς ἐκδυσώπει, ἀξιωθῆναι Ὁσία.
Θεοτοκίον.
Ὑπερφυῶς κυήσασα, σαρκὸς ἐν ὁμοιώματι, τὸν ὑπερούσιον Λόγον, τὴν πεπτωκυῖαν οὐσίαν, ἀνθρώπων ἀνακτώμενον, πρὸς τὴν ἀρχαίαν εὔκλειαν, θεοκυῆτορ Δέσποινα, πρὸς ἀρετῶν ἀνυψώσεις, ἀνάγαγε τὴν ψυχήν μου.

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. β´. Αἱ Ἀγγελικαί.
Τὴν ἀγγελικήν, ὑπελθοῦσα πολιτείαν, τῆς ὑπερφυοῦς, ἠξιώθης εὐκληρίας, Ὁσία Κλεοπάτρα, καὶ τῆς δόξης τῆς κρείττονος, καὶ τῆς ἀθανάτου εὐφροσύνης, ἔνθα Ἁγίων αἱ χορεῖαι, καὶ φῶς ἄδυτον· μεθ᾿ ὧν ἱκέτευε Χριστόν, ὑπὲρ τῶν τιμώντων σε.

Τὰς μαρτυρικάς, κατιδοῦσα ἀριστείας, τοῦ πανευκλεοῦς, τοῦ Σωτῆρος Ἀθλοφόρου, Οὐάρου τοῦ ἁγίου, ἐπτερώθης πρός ἔρωτα, τῶν ὑπερκοσμίων δωρημάτων· καὶ τὸ σεπτὸν τούτου Ὁσία, σῶμα κηδεύσασα, εἰσεποιήσω ἀληθῶς, κλέος ἀναφαίρετον.

Φέρουσα σεμνή, θησαυρὸν ὡς ἀφθαρσίας, σῶμα τὸ σεπτόν, τοῦ Οὐάρου ἐξ Αἰγύπτου, εἰς Παλαιστίνην ἧκες, καὶ αὐτὸ κατατέθεικας, ἐν τῇ σῇ πατρίδι Κλεοπάτρα, ἐν τῷ ναῷ τῷ περιβλέπτῳ, ὁ αὐτῷ ἤγειρας, καὶ τῷ Παντάνακτι Χριστῷ, ὁσίως ἐλάτρευσας.

Τὴν θεοειδῆ, καρπουμένη μετουσίαν, τῆς θεαρχικῆς, ἀπολαύεις θεωρίας, Ὁσία Κλεοπάτρα, σὺν Οὐάρω τῷ Μάρτυρι, καὶ τῷ σῷ φιλτάτῳ υἱῷ Μῆτερ, σὺν αὐτοῖς πάντοτε δυσώπει, Χριστὸν πάνσεμνε, ἠμίν δοθῆναι ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος α´.
Τὴν θεοφιλῆ πολιτείαν σου, ὡς προσφορὰν τελείαν καὶ ἄμωμον, ὁ Χριστὸς δεξάμενος, κατ᾿ ἀξίαν ἀντημείψατο, τοὺς εὐαγεῖς καμάτους σου Μήτερ, ἐν ὁσιότητι γὰρ καὶ ἀληθείᾳ, οὕτω ἠκολούθησας, τῶν θείων δικαιωμάτων τὴν τρῖβον, καλῶς πορευθεῖσα. Ὅθεν τῶν αἰωνίων ἀξιωθεῖσα ἀγαθῶν, τῇ Παναγία Τριάδι πρέσβευε, Ὁσία Κλεοπάτρα, ὑπὲρ τῶν ἐκτελούντων, τὸ ἱερὸν σοῦ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη...

ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ

Μεγαλυνάριον.
Κλέος ἐκομίσω παρὰ Θεοῦ, Μῆτερ Κλεοπάτρα, τῇ ὁσίᾳ σου βιοτῇ, καὶ τῆς αἰωνίου, ζωῆς ἀξιωθεῖσα, μνημόνευε τῶν πίστει, μνημονευόντων σου.
Καὶ τοῦ Οὐάρου.
Σύμμορφος ἐγένου τοῖς Ἀθληταῖς, Οὔαρε τρισμάκαρ, ἀριστεύσας περιφανῶς· ὅθεν οὐρανίων, ἀξιωθεὶς χαρίτων, ὑπέρμαχος γνωρίζῃ, τοῖς σὲ γεραίρουσι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου