Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 18. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΛΟΥΚΑΣ ΑΚΟΛΥΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΥ 18!!
ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΑΠΟΣΤΟΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῷ θεοῤῥήμονι Παύλῳ φοιτήσας ἔνδοξε, τῶν ὑπὲρ νοῦν δογμάτων, θεηγόρος ἐκφάντωρ, καὶ θεῖος ὑποφήτης τῆς τοῦ Χριστοῦ, ἀνεδείχθης σαρκώσεως, τῶν ἀποστόλων συνάριθμος γεγονώς, Λουκᾶ θεῖον ἐνδιαίτημα.

Τοῦ Παρακλήτου τὴν χάριν Λουκᾶ δεξάμενος, ὡς ἥλιος ἐκλάμπεις, τοῖς ἐν σκότει τῆς πλάνης, καὶ πᾶσι τὴν σωτήριον δαδουχῶν, εὐσεβείας ἐπίγνωσιν, υἱοὺς φωτὸς ἀπειργάσω τοὺς ἐν νυκτί, τῆς ἁγνοίας ἐγκαθεύδοντας.

Τῆς θεϊκῆς ἐπιπνοίας ῥήτωρ θεόσοφος, καὶ θεῖος ὀξυγράφος, καὶ λαμπρὸς μυστολέκτης, ἐγένου, ἀνατάξας θεουργικῶς, τὸ σεπτὸν Εὐαγγέλιον, δι᾿ σὺ ἀρδεύεις ἀπόστολε δαψιλῶς, Ἐκκλησίας τὰ βλαστήματα.

Τοῦ διδασκάλου τῷ θρόνῳ Λουκᾷ ἀπόστολε, σὺν ἀποστόλοις θείοις, παριστάμενος μάκαρ, ψυχῶν τὴν θεραπείαν ὡς ἰατρός, καὶ σωμάτων τὴν ἴασιν, δίδου ἡμῖν τοῖς ὑμνοῦσι χαρμονικῶς, τὴν ἁγίαν σου μετάστασιν.

Δόξα. Ἦχος α´.

Χριστοῦ τὸν μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, τοῦ σκεύους τῆς ἐκλογῆς, τὸν ὡραῖον χαρακτῆρα, καὶ ἔμψυχον πιστοί, οὗ ὁ ἔπαινος ἐν ταῖς Ἐκκλησίαις ἁπάσαις, Λουκᾶν τὸν ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν, αὐτὸς γὰρ ἐκήρυξε, τὰ τοῦ Θεοῦ θαυμάσια τὰ παράδοξα, φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ταῖς ἀκτῖσι, διὰ τῆς χάριτος, ἀπαύστως πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.



Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὤφθης συγκοινωνός, καὶ θεῖος συνοδίτης, τῆς ἐκλογῆς τοῦ σκεύους, μεθ᾿ οὗ σε εὐφημοῦμεν, Λουκᾶ θεομακάριστε.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…
Πάγχρυσος οὐρανός, Ἀπόστολε ἐφάνης, τὸν ἥλιον τῆς δόξης, τῷ κόσμῳ ἀνατέλλων, λόγοις ὁμοῦ καὶ πράξεσι.

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Λύρα πανευπρεπής, εὔσημός σου γλῶσσα, Λουκᾶ σοφὲ ἐδείχθη, κηρύττουσα τοῖς πᾶσι, τὴν γνῶσιν τὴν οὐράνιον.

 

Δόξα. Τριαδικόν.

Ἄναρχος ὁ Πατήρ, συνάναρχος ὁ Λόγος, ὁμότιμον τὸ Πνεῦμα, πέλει ἡ θεαρχία, Λουκᾶς ὁ θεῖος φθέγγεται.

Καὶ νῦν. Θεοτοκίον.
Πίστει τὴν σὴν μορφήν, Παρθένε, προσκυνοῦμεν, ἣν χρώμασιν ὑλαίοις, Λουκᾶς ὁ θεηγόρος, τῷ πόθῳ σου ἱστόρησε.

Νῦν ἀπολύεις, τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλανθρωπος.

Ἀπόλυσις.






ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος πλ. δ'. Τὶ ὑμᾶς καλέσωμεν

Τὶ σε ὀνομάσω Ἀπόστολε; οὐρανόν, ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ· ἀστραπήν, ὅτι τὸν κόσμον καταυγάζεις φωτισμῷ· νεφέλην, ἐπομβροῦσαν θεῖα νάματα, κρατῆρα, τῆς σοφίας ἐνθεώτατον, οἶνον ἡμῖν ἀναβρύοντα, τὸν τὰς καρδίας εὐφραίνοντα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν προσείπω Θεόληπτε; ποταμόν, ἐκ Παραδείσου προερχόμενον ἡμῖν, κιβωτὸν τῆς διαθήκης, ἣν διέθετο Χριστός· φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα· λυχνίαν, Ἐκκλησίαν καταυγάζουσαν· ἄρτον ζωῆς, θείαν τράπεζαν, ποτήριον θείου πόματος· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σὲ νῦν Θεόπτα καλέσωμεν; λειτουργὸν τῶν μυστηρίων, δραστικώτατον Χριστοῦ, τῆς σκηνῆς τῆς νοουμένης, ἀρχιτέκτονα σοφόν, τὰς πλάκας, λατομοῦντα τὰς τῆς χάριτος, τὸν νόμον, γεγραφότα τὸν καινότατον, τὸν ἐκ Σιὼν προερχόμενον, καὶ διὰ σοῦ κηρυττόμενον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σὲ νῦν καλέσωμεν Ἔνδοξε; θησαυρὸν τῶν οὐρανίων, χαρισμάτων ἀσφαλῆ· ἰατρὸν καὶ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἀκριβῆ· τοῦ Παύλου, συνεργάτην καὶ συνέκδημον, τὰς Πράξεις Ἀποστόλων ἐκτιθέμενον. Πολλὰ Λουκᾶ τὰ ὀνόματα, ἡ ἀρετὴ σοι πεποίηκεν· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε Θεορρῆμον προσφθέγξωμαι; Μαθητὴν ὅτι ἡμῖν, εὐηγγελίσω τὸν Χριστόν· ἰατρὸν ὅτι τὰ πάθη, θεραπεύεις τῶν ψυχῶν, λυχνίαν, νοητὸν φῶς ἀπαστράψασαν· κρηπῖδα, καὶ θεμέλιον τῆς πίστεως· σὺ γὰρ ἡμῖν διεχάραξας, τὸ πάνσεπτον Εὐαγγέλιον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν προσείπω Θαυμάσιε; θεωρὸν τῶν τῆς σοφίας, διδαγμάτων ἀψευδῆ; συγγραφέα πρακτικόν, τῆς Ἀποστόλων διδαχῆς, καὶ στῦλον, εὐσεβείας ἀκατάσειστον, ἢ πύργον Ἐκκλησίας ἀκατάλυτον. Πολλά σου τὰ προτερήματα, καὶ μείζονα τὰ χαρίσματα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Δόξα. Ἦχος πλ. β´.

Ἀπόστολε Χριστοῦ, καὶ τῶν θείων δογμάτων συγγραφεῦ, καὶ τῆς Ἐκκλησίας ἑδραίωμα, σὺ ὡς ἀληθῶς, τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας, εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας, ἑλκύσας θεηγορίαις, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, ὀπαδὸς γενόμενος, τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου, ἀλλὰ καὶ μιμητής. Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε, τῶν Ἀντιοχέων τὸ ἐγκαλλώπισμα! Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν, ὁ αὐτός. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Καθολικῆς Α´ ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα. (Α΄, 13-20)
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ σὺ σχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται: Ἅγιοι γένεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας χρόνον ὑμῶν ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἡ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς Α´ ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα. (Δ΄ 20-Ε´ 5)
Ἀγαπητοί, ἐὰν τίς εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον, καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ ἀνάγνωσμα. (Γ΄ 1-12)
Ἀδελφοί, μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα· πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα· ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν, πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. Ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται. Οὕτως καὶ ἡ γλῶσσα, μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. Ἰδοὺ ὀλίγον πῦρ, ἡλίκην ὕλην ἀνάπτει! Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι, ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρῇ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἡ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἀλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Ἐπέφανε σήμερον ὡς οὐρανὸς ἔμψυχος, Λουκᾶς ὁ Ἀπόστολος, καὶ ταῖς τοῦ Πνεύματος χάρισιν ὡς ἐν ἀστράσι θείοις, τὸ τῆς Ἐκκλησίας στερέωμα λαμπρύνει. Δεῦτε οὖν τῶν εὐσεβῶν τὰ πληρώματα, ἐν καθαρᾷ διανοίᾳ, τῶν τούτου δωρεῶν ἐμφορηθῶμεν, ἀστράπτει γὰρ ῥήματα ζωῆς τοῖς ἐν κακίᾳ νεκρωθεῖσιν, ὕδωρ προῤῥέει τὸ ἁλλόμενον, ἐξ ὑπερῴων τῆς θείας χρηστότητος, τοῖς ἐν αὐχμῷ ἀπιστίας τηκομένοις καὶ τὸν τῆς δικαιοσύνης ἥλιον, τὸν ἐξ ὕψους ὡς ἀνατολὴν κόσμῳ φανέντα, τοῖς ἐν σκιᾷ καὶ χώρᾳ τοῦ θανάτου εὐαγγελίζεται, καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἱερὰν αὐτοῦ πανήγυριν.

Ἦχος β´.

Τοῦ Παύλου συνέκδημος, καὶ συνεργάτης ἀγαπητός, περιουσία πίστεως, Λουκᾶ Ἀπόστολε γέγονας, σὺν αὐτῷ γὰρ περιελθὼν τὴν κτίσιν, τῶν δεσμῶν αὐτοῦ ἐκοινώνησας, καὶ τοὺς δεσμευθέντας τῇ πλάνῃ ἠλευθέρωσας, τῆς γὰρ ἐλευθέρας Σιών, τὰ ἀγαθὰ εὐαγγελιζόμενος, ἐν δυνάμει λόγου ἐβόας· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, παιδεύουσα ἡμᾶς, πρὸς καταρτισμὸν τελειότητος.

Ἦχος γ´.

Λουκᾶ ἀπόστολε τίσιν ἐπαίνοις ἀξίοις, πρὸς εὐφημίαν σου χρησώμεθα, οὗ ὁ ἔπαινος ἐξ ἔργων, ἐν πάσαις ταῖς Ἐκκλησίαις ἤστραψε; Σὺ γὰρ τῷ σκεύει τῆς ἐκλογῆς μαθητευθείς, τῶν θεϊκῶν μυστηρίων ὑφηγητής, καὶ ὀξυγράφος γραμματεὺς ἀναδέδειξαι. Ὅθεν τὸ τῆς εἰρήνης διαχαράξας Εὐαγγέλιον, τὴν τοῦ Χριστοῦ οἰκονομίαν διετράνωσας τοῖς πέρασι. Καὶ νῦν ἀπαύστως δυσώπει. ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ´.

Τῷ τῆς σοφίας ἀλιευτικῷ καλάμῳ, τῆς νοητῆς θαλάσσης τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Λουκᾶ παμμακάριστε. Ὅθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος. Καὶ τοῖς δόγμασί σου τὰ ἔθνη φωτίσας, τὰ τῶν παθῶν νοσήματα τοῖς θαύμασιν ἰάτρευσας, Χριστὸν τὸν Θεόν, ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ´.
Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, καὶ τοῦ Σωτῆρος μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον, ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε καὶ ποταμοὺς θεομβρύτων ναμάτων, ἐκ στόματος, ἐμψυχωμένας χώρας, τοῦ Εὐαγγελίου κατήρδευσεν. Ὅθεν ἐξῆλθεν προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν στίχον στιχηρὰ προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χάρις, τοῖς χείλεσί σου Λουκᾶ, πυρίνῃ γλώσσῃ ἐξεχύθη ἀπόστολε, καὶ γλῶσσα πυρὸς ἐδείχθης, λόγους ἐκπέμπων φωτός, τοῖς φωτὸς ἀξίοις τῷ κηρύγματι· βολίδας φλεγούσας δέ, τοῖς τὸ σκότος ποθήσασι, γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, καὶ ὀσμὴ ζωῆς τοῖς ζωὴν ὄντως θέλουσιν, ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον, ὀσμὴ θανάτου δὲ πάλιν τοῖς μὴ ζωὴν ἀγαπήσασιν. Ἀλλ᾿ ἡμῖν παράσχου φῶς ζωήν τε καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἔγνωμεν, ἐκ τῶν λόγων τῶν σῶν, καθάπερ εἶπας τὴν τῶν λόγων ἀσφάλειαν, ὧν ἔφης ἐνθέως μύστα· ἐπείπερ γράψαι ἡμῖν, περὶ τῶν πραγμάτων ἐπεχείρησας, ὧν πεπληροφόρησαι, καὶ καθώς σοι παρέδωκαν, οἱ πρὶν αὐτόπται, ὧν καὶ ἴσος γέγονας, ὑπηρέτης τε τῆς τοῦ Λόγου σαρκώσεως, ὃν μετὰ τὴν ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, καὶ καιομένῃ καρδίᾳ, μετὰ Κλεόπα συνέφαγες. Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σε τιμώντων, τὰς ψυχὰς πλήρωσον.

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεὸν ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαῖρε, ὁ μόνος γράψας ἡμῖν, τὸ χαῖρε χαίρων τῆς ἁγνῆς εὐαγγέλιον, καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, ἐκ γαστρὸς οὐ γράφεις καὶ τὴν σύλληψιν, καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἔγερσιν, ἥν περ εἶδες καὶ ἄνοδον. Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ περ ἐδείχθης συνέκδημος, ἀκέστορ καὶ μύστα καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἣν φρούρει πάντοτε.

Δόξα. Ἦχος πλ. β´.

Πάνσοφε ἁλιεῦ ἅγιε μαθητά, ἐργάτα τοῦ Σωτῆρος, καὶ θρίαμβε τῶν αὐτοῦ παθημάτων, ὁ τὴν κτίσιν τῇ πίστει διαδραμών, καὶ ἐκ τῆς πλάνης τὰ ἔθνη συναγαγών, καὶ Θεῷ προσενέγκας ὡς θυμίαμα καλόν, εἰς οὐρανοὺς εὐωδώθης. Διὸ παριστάμενος τῷ κριτῇ, πρέσβευε ῥυσθῆναι ἡμᾶς τῶν ἀνομιῶν ἡμῶν, καὶ ἐν ἡμέρᾳ κρίσεως, λυτρωθῆναι τῆς κολάσεως.



Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νυδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε, διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως τὸ χαῖρε τοῦ ἀγγέλου. Χαῖρε δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλανθρωπος.

Ἀπόλυσις.



















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἥλιον εὑρών, Παῦλον τὸν θεηγόρον, ηὐγάσθης παρ᾿ αὐτοῦ, τῇ τοῦ Πνεύματος αἴγλῃ, καὶ θεῖος ἀπόστολος, τοῦ Χριστοῦ ἐχρημάτισας, τὴν σοφίαν γάρ, τὴν ἀληθῆ ἀγαπήσας, ἀπεμώρανας, τὴν κοσμικὴν ἀγνωσίαν, τῷ θείῳ κηρύγματι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τοῦ Λόγου ἀπόστολος καὶ ὑπηρέτης σοφός, τοῦ Παύλου συνέκδημος καὶ φοιτητὴς ἱερός, Λουκᾶ ἐχρημάτισας, τούτου γὰρ ἀνενδότως, ἠκολούθεις τοῖς τρόποις, γράφων, ὡς ζωῆς ῥήσεις τοὺς αὐτοῦ θείους λόγους, οὓς νῦν ἡ Ἐκκλησία κατέχουσα τέρπεται.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ὡς θάλαμος πάμφωτος τὸν Θεὸν Λόγον χωρεῖς, ὡς τράπεζα ἔμψυχος ἐν ταῖς χερσί σου κρατεῖς, τὸν πάντα βαστάζοντα, τούτου ἁγνὴ δυσώπει, ἐκ χειρὸς ἀλλοτρίου, ῥῦσαί με καὶ τῷ θείῳ, καταυγάσει με φέγγει, σοὶ γὰρ ἀπὸ καρδίας Κόρη προσέδραμον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς Ἐδὲμ ὁ θεόβρυτος ποταμός, ὁ τὴν γῆν καταρδεύων πνευματικῶς, Λουκᾶς ὁ θεόσοφος ἀνυμνείσθω ἐν ᾄσμασι, τὸ τοῦ Εὐαγγελίου θεόπνευστον ὄργανον, τὸ ἐκφωνοῦν τῇ κτίσει Τριάδος ἐπίγνωσιν, σήμερον γὰρ ὤφθη, τῇ σεπτῇ αὐτοῦ μνήμῃ, καὶ παύει νοσήματα καὶ διώκει τὰ πνεύματα, καὶ ἰᾶται τοὺς κράζοντας: Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐφημοῦσί σε πόθῳ, ἀπόστολε ἔνδοξε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Υἱοῦ σου Παρθένε ταῖς ἀστραπαῖς, ἀποστόλων ὁ θίασος πυρσωθείς, φῶς θεῖον γεγένηται ἐν λυχνία ὁρώμενον, καὶ τῇ θεογνωσίᾳ φωτίζον τὰ σύμπαντα, καὶ ἅλας θεραπεῦον ψυχῶν τὰ ἑλκώματα. Ὅθεν ἐκδυσώπει σὺν αὐτοῖς Θεοτόκε, ῥυσθῆναι κολάσεως, καὶ τυχεῖν θείας χάριτος, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε ὄρος πῖον Θεοῦ, χαῖρε θεῖον τοῦ Λόγου ἀλάβαστρον, χαῖρε τῆς παρθενίας, λειμὼν ὁ μυρίπνοος.




Τὸ Α´ ἀντίφωνον τοῦ α΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Θ΄, 1-6): Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ...

Ψαλμὸς Ν´.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλέησόν με, ὁ Θεός...
Σήμερον, ὁ τῆς κενώσεως τοῦ Λόγου ἑρμηνεύς, καὶ τοῦ Εὐαγγελίου συγγραφεὺς ἱερός, Λουκᾶς ὁ ἀπόστολος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου τῇ οἰκουμένῃ προέρχεται, ἀρυσώμεθα οὖν πάντες ἀφθαρσίας ὕδωρ, καὶ τῷ Σωτῆρι βοήσωμεν· Ὁ κρατὴρ τῆς ζωῆς, Ὑπερούσιε Θεότης, ταῖς τοῦ Ἀποστόλου σου πρεσβείαις, ἀποκάθαρον ἡμᾶς ἐκ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ᾿ καὶ τοῦ ἀποστόλου. Θεοφανούς.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἡ κεκομένη.
Τῆς ἀνωτάτῳ σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται.
Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Τῆς ἀνεκφράστου καὶ θείας συλλήψεως, τῆς πανυμνήτου Ἁγνῆς, τὸν τρόπον διεσάφησας, Ἀπόστολε Λουκᾶ, τὸ Πνεῦμα τὸ Πανάγιον· ἐλήλυθε σαφῶς γὰρ ἐπ' αὐτήν, καὶ Λόγος ἐπεσκίασεν, ᾧ συμφώνως ψάλλομεν· Ἐνδόξως γὰρ δεδόξασται.



ᾨδὴ γ´. Ὁ εἱρμός. Σὺ εἶ τὸ στερέωμα.

Σοῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι.
Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας.
Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο.
Θεοτοκίον
Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νῦν σῳζόμεναι.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς ὑπέμεινας, πανεύφημε, τοῦ Κυρίου ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις εὐφραίνῃ, μακάριε· ὅθεν καὶ τῷ κόσμῳ τὸ Χριστοῦ εὐαγγέλιον κηρύξας, ἐφώτισας τὴν ὑφήλιον ἅπασαν, Λουκᾶ πανσεβάσμιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν παράδεισον τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι Παρθένε τὴν χάριν σου.
















ᾨδὴ δ´. Ἐπέβης ἐφ᾿ ἵππους.
Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε.
Εὑρὼν σου τὸ κάλλος, τῆς διανοίας ὁ Κύριος, ὡς ταῖς θεῖαις ἀκτῖσιν, ὡραίως διαλαμπούσης, κήρυκά σε προχειρίζεται, τοῖς πίστει μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ Μήτηρ ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πιστῶς μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τῶν μολυσμάτων ἐκ τῶν πρὶν καθαρθείς, ἀγάπης νόμῳ, τοῖς πᾶσι Λουκᾶ μετέδωκας.
Σὺ ταῖς ἀστραπαίς, ταῖς τῆς χάριτος πανόλβιε, κατηυγασμένος καθωράθης σαφῶς, πυρίνῃ γλώσσῃ, ἐνθέως Λουκᾶ φθεγγόμενος.
Παύλῳ τῷ σοφῷ, συνοδεύειν ἐπεπόθησας· ἀγαπητὸς γὰρ προσηγόρευσαι, ὡς ὑπηρέτης, Εὐαγγελιστὰ τῆς χάριτος.
Θεοτοκίον
Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς Προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας, ἡ λύσις τοῦ Προπάτορος.















ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ του Πνεύματος, ἐδέξω Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε.
Τὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας· ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα.
Τὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος· ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν.
Θεοτοκίον
Ἐπέβλεψεν ἐπὶ σὲ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης Πανάμωμε· καὶ ἔσωσέ με διὰ σοῦ ἐκ φθορᾶς, ὡς Θεός καὶ φιλάνθρωπος.

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Μαθητὴς γενόμενος, τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
Ὁ Οἶκος
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ, τὰ πάθη τῆς ψυχῆς μου καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δός μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων ἀντὶ μύρων, τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν, ὡς στήλη γὰρ ζωῆς, ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν ἀποστόλων, πᾶσιν ἐκφωνεῖ, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.














Συναξάριον.

Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Εἰς Ἐμμαοὺς βλέπειν σὲ κἂν πρὶν εἱργόμην
 (Λουκᾶς λέγει) τρανῶς σε νῦν, Χριστέ, βλέπω.
Ὀγδοάτη δεκάτη πέρατος βίου ἔμμορε Λουκᾶς.
Λουκᾶς ὁ μέγας Εὐαγγελιστής, ἧν ἀπὸ τῆς κατὰ τὴν Συρίαν Ἀντιοχείας τῆς μεγάλης, ἰατρὸς τὴν τέχνην, καὶ ἄκρως τὴν ζωγραφικὴν ἐπιστάμενος ἐπιστήμην. Οὗτος ἐν Θήβαις τῆς Βοιωτίας διάγων καὶ ἰατρεύων, ἐπὶ Τίτου Κλαυδίου βασιλέως, ἐνέτυχε τῷ Ἁγίῳ Παύλῳ τῷ Ἀποστόλῳ, καὶ πιστεύσας τῷ Χριστῷ, ἀπώσατο τὴν πατρώαν πλάνην, καὶ τὴν περὶ τὰ σώματα θεραπείαν ἀφιείς, τὴν τῶν ψυχῶν προσελάβετο. Συνεγράψατο δὲ καὶ τὸ κατ’ αὐτὸν Εὐαγγέλιον πρὸς Θεόφιλον τινὰ ἡγεμόνα, πιστεύσαντα εἰς Χριστόν, ὑπαγορεύσαντος αὐτῷ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ἔπειτα ἐξέθηκε καὶ τὰς πράξεις τῶν Ἀποστόλων πρὸς τὸν αὐτὸν Θεόφιλον. Μετὰ δὲ τὸ ἐγκαταλιπεῖν τὸν Παῦλον, πᾶσαν τὴν Ἑλλάδα διδάξας, ἐν Θήβαις τῆς Βοιωτίας, ὡς φασίν, ὀγδοήκοντα ἐτῶν γενόμενος, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ἐν ᾧδε τόπῳ κατετέθη τὸ σῶμα αὐτοῦ, δοξάζων ὁ Θεὸς τὸν ἴδιον θεράποντα καὶ ἐργάτην, κολοῦρια ἤ κολλύρια ἔρεξεν ἐπάνω τοῦ μνήματος αὐτοῦ, σύμβολον τῆς αὐτοῦ ἐπιστήμης, ὅθεν καὶ γνωριμώτερος γέγονεν ὁ τάφος αὐτοῦ τοῖς πᾶσιν.
Ὁ δὲ Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου υἱός, μετακομίζει ἐκ Θηβῶν τὸ λείψανον αὐτοῦ, δι’ Ἀρτεμίου τοῦ μεγάλου δουκὸς Αἰγύπτου καὶ Μάρτυρος, καὶ κατίθησιν αὐτὸν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ὑπὸ τὴν ἱερὰν τράπεζαν, μετὰ Ἀνδρέου καὶ Τιμοθέου.
Φασὶ δὲ αὐτὸν πρῶτον τὴν Εἰκόνα τῆς Ἁγίας Θεοτόκου, ἐν ἀγκάλαις φέρουσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ ζωγραφικῆς τέχνης ἐκ κηροῦ, καὶ ἑτέρας δύο ζωγραφῆσαι, προσενεγκεῖν τε αὐτὰς τὸν Ἀπόστολον τῇ Μητρὶ τοῦ Κυρίου, εἰ ἀρεστόν ἐστιν αὐτῇ, καὶ αὐτὴν ἀποδέξασθαι καὶ εἰπεῖν τό: Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος εἴη δι’ ἐμοῦ μετ’ αὐτῶν. Ὡσαύτως καὶ τῶν Ἁγίων Ἀποστόλων καὶ Κορυφαίων τὰς ἁγίας εἰκόνας. Καὶ ἐξ ἐκείνου εἰς πᾶσαν τὴν οίκουμένην ἐξενεχθῆναι τὸ τοιοῦτον καλὸν καὶ εὐσεβὲς καὶ πάντιμον ἔργον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μάρτυρος Μαρίνου τοῦ Γέροντος.
Γέρων Μαρίνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμῃ νεάζων καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.
Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.
Οὗτος, καταλιπὼν τὸν κόσμον, ἀπῆλθεν ἐν ταῖς ὄχθαις τοῦ Εὐφράτου ποταμοῦ, καὶ εὑρὼν ἐκεῖσε σπήλαιον, τον μοναστὴν ἐν τούτῳ διῆγε βίον. Τοῦτον πολλοὶ ζηλώσαντες, προσεῤῥύησαν τῷ σμικροτάτῳ σπηλαίῳ, καὶ καλύβας πηξάμενοι γύρωθεν, μέχρι τῶν ἑκατὸν γεγόνασι, σιτιζόμενοι τὰ παραπλήσια τῷ διδασκάλῳ. Οὗτος ὁ θαυμάσιος καὶ δράκοντα ἀπέκτεινε, καὶ ὕδωρ ἐν γῇ ἀνύδρῳ βλύσαι πεποίηκεν. Οὗτος καὶ τὸ Σίναιον ὄρος ἐλθών, ἐν τῇ Πέτρᾳ, ᾗ Μωσῆς ὁ νομοθέτης, εἶδε τὸν Θεόν, ὡς ἦν δυνατὸν ἰδεῖν, ἐκκλησίαν ᾠκοδόμησε καὶ μέχρι τοῦ νῦν περίεστιν. Ἀλλὰ καὶ τὴν τοῦ δυσσεβοῦς καὶ ἀποστάτου Ἰουλιανοῦ ὑποστροφὴν ἀπὸ τῶν Περσῶν πολλοὶ δεδιότες, ἐπεὶ παρεκάλουν, γινώσκοντες αὐτὸν τοῦ Θεοῦ δοῦλον γνήσιον, οὗτος ἐπὶ δεκάτην ἡμέραν τὴν πρὸς Θεὸν αὐτοῦ ἁγίαν προσευχὴν ἐπεκτείνας: Οὐ μόνον διὰ σε, ἤκουσεν, ἀλλὰ καὶ δι’ ἑτέρων πολλῶν παννύχους παρακλήσεις καὶ δεήσεις ὁ μιαρὸς καὶ δυσσεβὴς Ἰουλιανὸς ἀποσφάττεται.
Μετὰ δὲ χρόνους τινάς, τοῦ μακαρίου Μελετίου ἐξ Ἀντιοχείας διωχθέντος, προσεκαλέσαντό τινες τὸν μακάριον τοῦτον, εὐχῆς καὶ παρακλήσεως καὶ παρηγορίας πολλῶν ἕνεκα, καὶ συνθέμενος καὶ ἀπερχόμενος προσεδέχθη ἐν ὁδῷ παρὰ γυναικὸς φιλοθέου. Καὶ ἐπεὶ κατακλιθέντος εἰς δεῖπνον τοῦ Ἁγίου, ὅπερ εἶχεν ἑπταετὲς παιδίον ἡ γυνὴ μονογενές, ἐν τῇ τραπέζῃ ἀσχολούμενον, μικρὸν ἐξ ὀφθαλμῶν παρελθόν, συνέβη πεσεῖν ἐν τῷ φρέατι, ἡ τιμία γυνή, γνοῦσα μὲν τοῦτο, μηδὲν τὸ παράπαν ἀλλοιωθεῖσα, ἀλλὰ μᾶλλον τὸ φρέαρ σκεπάσασα, μεγαλοψύχως διηκόνει, καὶ τὸ ἅγιον τὸ παιδίον ἐπιζητοῦντα, παρεκρούσατο διὰ νόσον ἐπισυμβᾶσαν. Τοῦ δὲ ἐπιμελῶς το παιδίον ἐπιζητοῦντος ἐπὶ τῆς τραπέζης ἐλθεῖν, καὶ εὐλογίας ἀπολαῦσαι, γνωστὸν ἐγένετο τὸ πραχθέν. Εὐθέως δὲ τῆς τραπέζης ἐξαναστάς, καὶ τὸ κάλυμμα τοῦ φρέατος ἀποῤῥίψας, ὡς εἶδε τὸ παιδίον ἁλλόμενον ἐν τοῖς ὕδασιν ὑγιές, καὶ οἷα παίζοντι τῇ χειρί προσεοικός, ἀχθῆναι τοῦτο διά τινος τῶν παρευρεθέντων ἐκέλευσε, καὶ τούτου γενομένου καὶ τὸ παιδίον ἐρωτώμενον, οὐδέν τι δεινὸν παθεῖν ἔφασκε, διὰ τὸ κουφίζεσθαι τοῦτο, καὶ ἀνέχεσθαι ὑπὸ τοῦ προσομιλοῦντος αὐτὸ ἐν τοῖς ὕδασι καὶ προσπαίζοντος γέροντος.
Ὁδεύοντι δὲ αὐτῷ ἐν τῇ ὁδῷ ποτέ, καὶ ἐπὶ τὰ Βασίλεια ἀπερχομένῳ, τὶς κατακείμενος ὤν, προσεγγίσας τῇ σισύρᾳ αὐτοῦ, εὐθέως ἀνέστη, ἀκολουθῶν αὐτῷ, ὡς ὁ πάλαι χωλὸς τῷ Πέτρῳ καὶ Ἰωάννῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὴν ὀρθόδοξον πίστιν ὑποστηρίξας αὐτόν, ὑπέστρεψεν ἐπὶ τὴν ἀσκητικὴν αὐτοῦ παλαίστρην, διὰ τῆς Κύρου την πορείαν ποιούμενος. Οἱ δὲ τῆς πόλεως Κύρου κρατήσαντες τὸν Ἅγιον εἰς παράκλησιν, ἔλεγον: Τοῦ Θεοῦ δοῦλε, Ἀστέριον τινά, ἀντὶ τοῦ Ἐπισκόπου ἡμῶν προσδοκῶμεν, δυσσεβῆ καὶ ὀλέθριον. Πρόσμεινον μεθ’ ἡμῶν, καὶ βοήθησον εἴτι δύνασαι, μη ποτε τῇ στωμύλῳ αὐτοῦ γλώσσῃ αὐτὸς ἐν λόγοις τισὶ διαστρέψῃ ἡμᾶς. Ὁ δὲ προσμείνας, καὶ ευχὴν παννύχιον ὀλίγων συνελθόντων ἐκτελέσας, θεηλάτῳ ὀργῇ τοῦτον ἀπέκτεινε, μιᾶς καὶ μόνης ἡμέρας ζωὴν ἐπώδυνον ἐάσας τούτῳ. Ὑποστρέψας δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ χρόνους ἱκανοὺς διαρκέσας σὺν αὐτοῖς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τεσσαράκοντα Παῖδες, ξίφει τελειοῦνται.
Παίδων διπλῆ τέθνηκεν εἰκὰς ἐκ ξίφους,
Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ’ οὐσίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, ξίφει τελειοῦται.
Ὡς πύργος ἐνδοὺς τὴν κάραν κλίνας Μνάσων,
Πτῶσιν πρὸ τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη, τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει ᾳφκβ΄ (1522).
Ὁ Κυρμιδώλης καὶ Γαβριὴλ οἱ δύο,
ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Συμεὼν καὶ Θεοδώρου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, τῶν εὑραμένων τὴν ἀποστολικὴν καὶ πάνσεπτον Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τὴν Σπηλαιώτισσαν, καὶ τῆς τοῦ Μεγάλου Σπηλαίου Μονῆς καθηγησαμένων.
Ἐν γῆς μὲν ἄντρῳ τῆς Παρθένου τὸν τύπον,
ἐν οὐρανοῖς δὲ ζῶσαν αὐτὴν εὕρετε.
Ὁκτωκαιδεκάτῃ, Συμεῶνά τε καὶ Θεόδωρον,
Εὐφροσύνην θ’ ὁσίως τὸ Μέγα Σπήλαιον ἀείδει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, ἐπισκόπου Ἱεροσολύμων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσόν ἡμᾶς.

ᾨδὴ ζ΄. Ὁ εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ὥπως Λουκᾷ τε καὶ Κλεόπᾳ, ἐμφανίζεται Δεσπότης ἐκ τοῦ τάφου! ἀναστὰς γὰρ αὐτούς, ἐδίδασκε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τρίβον τοῦ βίου διατρέχων, συνοδεύοντα τὸν Λόγον εὗρες Μάκαρ, οὐρανίων σκηνῶν, ἀνοίγοντά σοι πύλας· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λύρα τοῦ Πνεύματος ἐδείχθης, μελῳδήματα θεόθεν φθεγγομένη, τοὺς ἀνθρώπους Λουκᾶ, φωτίζουσα βοῶντας· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὁ Ἀσώματος ἐβόα σοι Παρθένε· σὺν αὐτῷ δὲ πιστοί, βοῶμέν σου τῷ τόκω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Θεογράφους, ὡς πλάκας δεδεγμένοι, τὰς σὰς βίβλους, πιστῶς κατατρυφῶμεν, τοῦ φωτισμοῦ τῆς χάριτος πανόλβιε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ὀργάνῳ, τῇ γλώττῃ σου τὸ πνεῦμα, κεχρημένον, φωτίζει τοὺς ἀνθρώπους, μυσταγωγοῦν τῆς χάριτος τὰ δόγματα, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Συνεδέθης, τῇ σχέσει μετὰ Παύλου, θεορρῆμον, Λουκᾶ τῷ θεηγόρῳ, καὶ ξυνωρὶς πανέντιμος ἐδείχθητε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοπλόκῳ, σαγήνῃ σου τῶν λόγων, θεοκήρυξ, τους πλάνῃ κρατουμένους, πρὸς φωτισμὸν τῆς πίστεως ἐζώγρησας, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον
Ἐλισάβετ, Μητέρα σε Κυρίου, προσεφώνει, Προφῆτις δεδειγμένη, τὸν Βαπτιστὴν καὶ Πρόδρομον βαστάζουσα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶσα εἰς αἰῶνας.









ᾨδὴ θ΄. Ὅρους παρῆλθες.

Ἔστης Λουκᾶ τῆς ἐφέσεως, τὸ τῶν ὀρεκτῶν οἷα φθάσας τὸ ἔσχατον, καὶ τέλους μακαρίου σαφῶς ἐπέτυχες, λυθέντων τῶν ἐσόπτρων, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Λάμψας τῷ κόσμῳ ὡς ἥλιος, ἐνθεαστικῶς τῇ Τριάδι παρίστασαι, σὺν Παύλῳ τῷ θεόπτῃ, Λουκᾶ πανεύφημε, μεθ' οὗ σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.
Αἴγλῃ Λουκᾶ τῇ φωσφόρῳ σου, τοὺς σοὺς ὑμνητὰς φαιδρυνθῆναι δυσώπησον, καὶ κόσμῳ τὴν εἰρήνην παμμάκαρ βράβευσον, ὅπως σε θεηγόρε, ἀκαταπαύστως μεγαλύνωμεν.
Χαίρων Λουκᾶ νῦν παρίστασαι, τῷ Παμβασιλεῖ τῷ στεφάνῳ κοσμούμενος, τῆς θείας εὐπρεπείας καὶ ὡραιότητος· διὸ σὲ θεορρῆμον, ἀκαταπαύστως μεγαλύνομεν.
Θεοτοκίον
Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

Λουκᾶ Χριστοῦ ἀπόστολε, μῦστα τῶν ἀποῤῥήτων, καὶ τῶν ἐθνῶν διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας ἐκδυσώπει Θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, πάνσοφε μυστολέκτα.

Θεοτοκίον.

Δέσποινα πάντων ἄνασσα, πρόφθασον ἐν ἀνάγκαις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν κινδύνοις, τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης μὴ ἀπώλεια ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν, ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.













Στιχηρὰ προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τοῦ Παύλου συνέκδημος, τὴν τοῦ Πνεύματος ἔλλαμψιν, προφανῶς κεκλήρωσαι Λουκᾶ ἔνδοξε, ὅθεν τῷ κόσμῳ ἀπήστραψας, ὡς θεῖος ἀπόστολος, ἀληθείας φωτισμόν, καὶ τοῦ ψεύδους διέλυσας τὴν σκοτόμαιναν, καὶ υἱοὺς τοῦ φωτὸς τοῦ ἀπροσίτου, ἀπειργάσω μυστολέκτα, τοὺς δεξαμένους τὸν λόγον σου.

Ὥσπερ κάλαμος ἔνθεος, ἡ θεόπνευστος γλῶσσά σου, τὸ τῆς νέας χάριτος Εὐαγγέλιον, καὶ τὰ λαμπρὰ κατορθώματα, τῶν συναποστόλων σου, διεχάραζε σοφῶς, ἐν δυσὶ Λουκᾶ τεύχεσιν ἃ κατέχουσα, οἷα δίκρουνον βρύσιν ἀφθαρσίας, τοῦ Χριστοῦ ἡ Ἐκκλησία, χαρμονικῶς μεγαλύνει σε.

Ὡς νεφέλην οὐράνιον, ζωῆς ὕδωρ ὑέτισας, τοῖς τῇ πλάνῃ ἔνδοξε ὑποκύψασιν, οὓς ἐκκαθάρας τοῖς λόγοις σου, ὡς δῶρον εὐπρόσδεκτον, καὶ ὀψώνιον τερπνόν, τῷ Χριστῷ προσενήνοχας· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, Λουκᾶ τὴν πάνσεπτον μνήμην σου.

Ὡς αὐτόπτης καὶ μέτοχος, κληρονόμος καὶ σύμφυτος, βασιλείας ἔνδοξε ἧς ἐκήρυξας, τῶν σῶν καμάτων τὰ ἔπαθλα, καὶ τὴν ἀνταπόδοσιν, τῶν ἀγώνων σου Λουκᾶ, ἀποδρέπῃ θεούμενος ταῖς μεθέξεσι, τοῦ ἀΰλου φωτὸς τῆς θεαρχίας, ἣν ἱκέτευε ἀλήκτως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ὡς ἰατρὸς θεοφόρος Λουκᾶ Ἀπόστολε, ἣν βοήθει οὐρανόθεν ἰατροῖς εὐσεβέσιν, ταχέως θεραπεύειν πάθη δεινά, καὶ πικρὰ ἀῤῥωστήματα, καὶ φωτισμὸν ἡμῖν αἴτει παρὰ Χριστοῦ, τοῦ λαμπρῶς σε θαυμαστώσαντος.

Δόξα. Ἦχος πλ. δ´.

Δαυϊτικῶς συνελθόντες οἱ πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις πρὸς γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάρια.

Ὡς τῶν ἀποστόλων συγκοινωνός, καὶ τοῦ Ζωοδότου θεοῤῥήμων ὑφηγητής, τοῦ Εὐαγγελίου, Λουκᾶ τοῦ τῆς εἰρήνης, ἐκήρυξας ἐν κόσμῳ, τὴν ἀγαθότητα.
Παύλῳ τῷ πανσόφῳ οἰκειωθείς, ὤφθης τῶν ἐν σκότει τῆς ἀπάτης φωταγωγός, τῆς δικαιοσύνης, τὸν ἥλιον κηρύξας, Λουκᾶ τῶν ἀποῤῥήτων, ταμεῖον ἔμψυχον.
Ἄλλος ἐν τῇ χάριτι Μωϋσῆς, Λουκᾶ καθωράθης καὶ ἐνέγραψας ἐν δυσί, πλαξὶ θεηγόρε, τοῦ Πνεύματος τὸν νόμον, ἐν ᾧ ζωοποιοῦνται, πιστῶν διάνοιαι.
Συστοιχία δώρων πνευματικῶν, καὶ εἰκὼν καὶ στήλη ἀνεδείχθης παντὸς καλοῦ· ὅθεν ἐγχαράττεις, τῆς μόνης Θεοτόκου, τὴν ἱερὰν εἰκόνα, Λουκᾶ ἐν χρώμασι.




























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ὑποφήτης τῶν Χριστοῦ μυστηρίων, Λουκᾶ θεόφρον Μαθητὰ τοῦ Σωτῆρος, διὰ παντὸς ἱκέτευε δεόμεθα, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου· σὺ γὰρ προστάτης πέφηνας ἡμῶν, καὶ ἀρωγός, καὶ μεσίτης πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Βοήθει ἡμῖν, Λουκᾶ παμμάκαρ. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Βοήθειαν δίδου ταῖς σαῖς λιταῖς, Λουκᾶ θεηγόρε, τοῖς ἐν πίστει εἰλικρινεῖ, τῷ θείῳ προστρέχουσι ναῷ σου, καὶ τὴν θερμήν σου αἰτοῦσιν ἀντίληψιν.
μέγας προστάτης τῶν εὐσεβῶν, Λουκᾶ θεηγόρε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐχθροῦ τοῦ ἀοράτου, ῥύου ἡμᾶς τοὺς ἀεὶ σὲ γεραίροντας.
λίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, ὡς Ἀπόστολος εὐκλεής, λῦσον τῶν παθῶν ἡμῶν τὸ σκότος, Λουκᾶ θεόφρον φωτὶ τῆς σῆς χάριτος.

Θεοτοκίον.

Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τέξασα Κόρη, ὑπὲρ φύσιν μετὰ σαρκός, ἐκ φθοροποιῶν με νοημάτων, τῶν τυῤῥανούντων με θᾶττον ἀπάλλαξον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

κ παντοίων κινδύνων καὶ συμφορῶν λύτρωσαι, καὶ πολυειδῶν συμπτωμάτων καὶ περιστάσεων, τῇ προστασίᾳ σου, τὸν σὸν λαὸν θεηγόρε, τὸν προσατενίζοντα, τῇ ἀντιλήψει σου.
σχυρόν σε προστάτην καὶ βοηθὸν ἕτοιμον, ἔχοντες Λουκᾶ θεηγόρε ἐκ πάσης θλίψεως, ἄτρωτοι μένομεν, καὶ εὐχαρίστῳ καρδίᾳ, τὴν κηδεμονίαν σου, ἀνακηρύττομεν.
Τῇ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν ἔνδοξε, τεῖχος ἡμῖν γένοιτο θεῖον, καὶ ἀπερίτρεπτον, ἐχθρῶν ἀπείργουσα, τὰς χαλεπὰς ἐπιθέσεις, καὶ χαρὰν τὴν κρείττονα, ἡμῖν παρέχουσα.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ μετὰ τὸν ἄφραστον τόκον παρθένος μείνασα, τὸν νοῦν μου καθαρόν, ἐκ μολυσμῶν ἀκαθάρτων, καὶ παθῶν χειρώσεως, ῥῦσαί με δέομαι.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Χριστοῦ Μαθητής, καὶ ἱερὸς Ἀπόστολος, ὑπάρχων Λουκᾶ, προστάτης ἑτοιμότατος, ἡμῶν ἐδείχθης Ἅγιε· διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι· Μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.



ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

ατρὸς πέλων ἔνθεος, ἴασαι τὰ πάθη ψυχῆς καὶ σώματος, τῷ φαρμάκῳ τῆς σῆς χάριτος, ὦ Λουκᾶ τῶν πίστει προσιόντων σοι.  
Νοσημάτων καὶ θλίψεων, καὶ δυσπραγιῶν ποικίλων ἁπάλλαξον, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, Εὐαγγελιστὰ Λουκᾶ μακάριε.
Λαμπρυνόμενος χάριτι, τοῦ σοῦ διδασκάλου Λουκᾶ Ἀπόστολε, λάμπρυνόν μου τὴν διάνοιαν, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσι.

Θεοτοκίον.

ρος θεῖον προγράφει σε, κατασκιαζόμενον θείῳ Πνεύματι, ὁ Ἀββακοὺμ ὁ ἐνθεώτατος, Θεοτόκε μόνη Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ψιστον Θεόν, τοῖς βροτοῖς προσομιλήσαντα, ὃν ἐκήρυξας Λουκᾶ ἐπὶ τῆς γῆς, καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κόπασον Λουκᾶ, τῶν παθῶν ἄγρια κύματα, ἀπειλοῦντα ἡμῖν ὄλεθρον δεινόν, καὶ εἰρήνην ἡμῖν αἴτει ἀστασίαστον.
νωθεν ἡμῖν, συμπαθῶς βλέψον Ἀπόστολε, τοῖς ἑστῶσι τῇ Εἰκόνι σου πιστῶς, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Θεοτοκίον.

Πάθεσι σαρκός, ὑποτέταγμαι ὁ δείλαιος, ἀλλὰ Δέσποινα σὺ δίδου μοι ἰσχύν, τοῦ ἐκφεύγειν τοῦ ἀλάστορος πᾶν νόημα.

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.

χείμαστον, οἷα ὅρμον εὑρόντες, τὸν σὸν ἅγιον ναὸν θεηγόρε, τῷ ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ Λουκᾷ εὐλαβῶς καταφεύγοντες, λυτρούμεθα τῶν δυσχερῶν, καὶ γαλήνης τελείας πληρούμεθα.
Μεγίστων, ἀξιωθεὶς χαρισμάτων, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων ἡμᾶς ἀπαλλάττεις, καὶ πάσης βλάβης καὶ λύπης καὶ θλίψεως, τοὺς πολιοῦχόν σε θερμόν, κεκτημένους Λουκᾶ ἱερώτατε.
Μὴ παύσῃ, ταύτῃ τῇ πόλει παρέχων, τὴν σεπτήν σου προστασίαν καὶ χάριν, ὅτι τῇ σῇ ἀρωγῇ ἐγκαυχᾶται, καὶ τῷ ναῷ σου προστρέχει κραυγάζουσα· ῥύου ἡμᾶς ἀεὶ Λουκᾶ, δυσπραγίας ἁπάσης καὶ θλίψεως.

Θεοτοκίον.

γγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Παναγία Παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, ἁγιασμὸν ἡμῖν πᾶσι παρέχοντα· διὸ ἁγίασον κἀμοῦ, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Ὥσπερ λιμένα κατέχοντες ἄκλυστον, τὸν σὸν ναὸν ἐν αὐτῷ καταφεύγομεν, καὶ ζάλης ἁπάσης ῥυόμεθα, Λουκᾶ τῇ σῇ ἀντιλήψει καὶ χάριτι, Χριστὸν τὸν Σωτῆρα δοξάζοντες.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς κώμην Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Τοῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Γλῶσσαν θεοκίνητον, τῇ θεϊκῇ ἐπιπνοίᾳ, πλουτήσας ἐχάραξας, τοῦ Χριστοῦ τὸ ἅγιον Εὐαγγέλιον, καὶ φωτὸς ἔμπλεως, τοῦ ἐπουρανίου, γεγονὼς Λουκᾶ Ἀπόστολε, σκότους ἀπάλλαξον, πάσης ἀσθενείας καὶ θλίψεως, καὶ νόσων καὶ κακώσεων, καὶ παντὸς σκανδάλου τοῦ ὄφεως, τοὺς σοὶ προσιόντας, εἰρήνην καὶ ὑγείαν καὶ χαράν, καὶ τῶν πταισμάτων, πᾶσιν ἐξαιτούμενος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Κατὰ πάσης κακίας καὶ πικρὰς τυραννίδος τοῦ πολεμήτορος, ἰσχύν ἡμῖν παράσχου, Λουκᾶ θαυματοφόρε, καὶ παθῶν σβέσον ἄνθρακας, τῇ ἐπομβρίᾳ τῆς σῆς, ἁγίας προμηθείας.
σθενοῦσι τὴν ῥῶσιν καὶ δεινῶς θλιβομένοις τὴν ἀπολύτρωσιν, καὶ πᾶσιν ἀθυμοῦσι, καὶ κατατρυχομένοις, θλιβεραῖς περιστάσεσιν, ἴασιν δίδου Λουκᾶ, καὶ δυσχερῶν τὴν λύσιν.
οῦν δεινῶν παθημάτων κατακλύζοντα πάντας ῥοπῇ τοῦ χείρονος, τοῖς ῥείθροις τῶν πολλῶν σου, ἀνάστειλον χαρίτων, καὶ ἡμᾶς καταδρόσισον, τοὺς φλεγόμενους Λουκᾶ, πυρὶ τῆς ἁμαρτίας.

Θεοτοκίον.

Γνώμην θείαν μοι δίδου καὶ τῷ φόβῳ Κυρίου τὸν νοῦν μου τείχισον, ὡς ἂν τοῦ πολεμίου, ἐκφύγω τὰς πλεκτάνας, ὁ προστρέχων τῇ σκέπῃ σου, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τύχω σωτηρίας.

ᾨδὴ η´. Τὸν Βασιλέα.

ν εὐλαβείᾳ, τῇ ἱερᾷ σου Εἰκόνι, παριστάμενοι Λουκᾶ σοὶ ἐκβοῶμεν· Δίδου ἡμῖν πᾶσι, δυσχερειῶν τῇ λύσιν.
ῶσιν σωμάτων, καὶ τῶν ψυχῶν σωτηρίαν, ἡμῖν αἴτησαι Λουκᾶ παρὰ Κυρίου, τοῖς ἐκδεχομένοις, τὴν σὴν ἐπιστασίαν.
γαλλιᾶται, αὕτη ἡ πόλις πλουτοῦσα, πολιοῦχόν σε Λουκᾶ καὶ τὰς αἰτήσεις, παρὰ σοῦ λαμβάνει, ὑμνοῦσά σου τὴν χάριν.

Θεοτοκίον.

Σύ μου προστάτις, καὶ ἀσφαλὴς σωτηρία, παναμώμητε δεδοξασμένη Κόρη· ὅθεν τῇ σῇ σκέπῃ, προστρέχω καθ᾿ ἑκάστην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

σχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, καὶ ταῖς ἀνάγκαις τοῦ βίου καὶ θλίψεσι, Λουκᾶ πίστει τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου.
Μανίας τοῦ Βελίαρ, φύλαττε ἀτρώτους, καὶ πολυπλόκων σκανδάλων Ἀπόστολε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.
ἅγιος ναός σου, πάντας ἁγιάζει, τοὺς ἐν αὐτῷ εἰσιόντας Ἀπόστολε· διὸ κἀμὲ ἐξαγίστων πράξεων κάθαρον.

Θεοτοκίον.

πέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, μεθοδειῶν τῶν ποικίλων τοῦ ὄφεως, καὶ φωτισμοῦ οὐρανίου τοῦτον ἀξίωσον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Μύστης τοῦ Σωτῆρος θεοειδής, Εὐαγγελιστής τε, καὶ Ἀπόστολος εὐκλεής, Λουκᾶ ἀναδείχθης, τῇ θείᾳ ἐπιπνοίᾳ, καὶ πᾶσι καταλάμπεις, τὸ φῶς τῆς χάριτος.
Ἴασαι ψυχήν μου τὴν ἀσθενῆ, ἰατρὸς ὑπάρχων, καὶ Ἀπόστολος τοῦ Χριστοῦ, Λουκᾶ θεηγόρε, καὶ ῥῶσιν καὶ ὑγείαν, τῷ σώματί μου δίδου, καθικετεύω σε.
Αἴγλη διαλάμπων τῇ τοῦ Χριστοῦ, τοῦ Εὐαγγελίου, ὤφθης θεῖος μυσταγωγός, καὶ γράμμασι τοῦτο, σοφῶς διαχαράττεις, ὡς τῶν ἀῤῥήτων μύστης, Λουκᾶ Ἀπόστολε.
Παύλῳ τῷ θεόπτῃ ἀκολουθῶν, σὺν αὐτῷ κηρύττεις, τὴν ἀπόῤῥητον τοῦ Χριστοῦ, σάρκωσιν ἐν κόσμῳ, Λουκᾶ καὶ ἐν ταῖς Θήβαις, τῆς Βοιωτίας δρόμον, τὸν θεῖον ἤνυσας.
Θεῖον πολιοῦχόν σε καὶ φρουρόν, Λουκᾶ θεηγόρε, κεκτημένοι τῷ σῷ ναῷ, σπεύδομεν ἐν πίστει, καὶ τῇ σῇ προστασίᾳ, λαμβάνομεν ταχέως ἃ ἐξαιτούμεθα.
Φύλαττε ἀτρώτους πάσης ὀργῆς, λοιμῶν λαοφθόρων, καὶ κινδύνων καὶ συμφορῶν, Λουκᾶ θεηγόρε, τοὺς ἀρωγὸν καὶ ῥύστην, καὶ θεῖον ἀντιλήπτορα κεκτημένους σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Λουκᾶ Ἀπόστολε, πρέσβευε δεόμεθα, λυτροῦσθαι πάντοτε, τοὺς πιστῶς σοι προσπίπτοντας, ἐκ πάσης ἀνάγκης, πόνων καὶ κακώσεων, καὶ νοσημάτων πικρῶν, σὺ γὰρ ἡμῶν μέγας προστάτης, καὶ τῷ σῷ ναῷ προσιόντες, πάθη ἀθυμίας ἐκλυτρούμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου