Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 17. ΑΓΙΟΥ ΛΑΖΑΡΟΥ ΔΙΚΑΙΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ


ΟΚΤΩΒΡΙΟΣ ΙΖ΄!!
ΛΑΖΑΡΟΥ ΔΙΚΑΙΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες ὕμνοις τιμήσωμεν, τὴν θείαν τοῦ Δικαίου, πανευφρόσυνον μνήμην, Λαζάρου ὃς ἐκτήσατο ἐκ Θεοῦ, δωρεάς τε καὶ χάριτας, τῇ ἐξ αὐτοῦ ἀγαθότητι καὶ αὐτάς, ἡμῖν πᾶσι διανέμεται.

Τὴν νεοσύστατον ταύτην τελεῖν ὀφείλομεν, ἑόρτιον ἡμέραν, τῆς αὐτοῦ θείας μνήμης, ἐν ταύτῃ γὰρ ἡ ἅπασα πρὸς ἡμᾶς, ἁγιότης παρίσταται, ἐν ᾗ τοῦ θείου λειψάνου ἡ κομιδή, τοῦ αὐτοῦ νῦν μνημονεύεται.

Φίλος Χριστοῦ ἀπεφάνθης γνήσιος Λάζαρε, καὶ διὰ σοῦ τοῖς πᾶσιν, ὁ αὐτὸς προπιστοῦται, κοινῆς τῆς ἀναστάσεως τὸ φρικτόν, θεοφόρε μυστήριον, ἧς ἠξιώθης γενέσθαι κήρυξ πιστός, καὶ υἱὸς αὐτῆς πρωτότοκος.

Ὡς Ἱεράρχης ὡς μύστης ὡς ἰσαπόστολος, Χριστοῦ καὶ ὡσεὶ φίλος, παῤῥησίας τυγχάνεις, θεόφρον τοῦ πρεσβεύειν ὐπὲρ ἡμῶν, τῶν τελούντων σου σήμερον, τὴν φωτοφόρον σου μνήμην, δι’ ἧς Χριστῷ, τῷ Θεῷ παρέστης Λάζαρε.

Δόξα. Ἦχος δ΄.
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Λάζαρε θεόφρον Ὅσιε, σὺ ἐν ἰσαγγέλῳ πολιτείᾳ ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, τὸ λογικὸν ἐποίμανας ποίμνιον Χριστοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσῃ· κλῆρον γὰρ τὴν Κύπρον εἰληφώς, ἀποστολικῶς τὸν λαὸν αὐτῆς ἐποίμανας, καὶ ἐξ αὐτῆς πρὸς Ὃν ἐπόθεις φίλον ἐξεδήμησας· ᾧ νῦν παριστάμενος ἐν οὐρανοῖς, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σε πανένδοξε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὸν ὑμνητήν, καὶ φίλον τοῦ Δεσπότου, τιμήσωμεν ἐν ὕμνοις καὶ τοῦτον ἐν εἰκόνι, πεσόντες ἀσπασώμεθα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὅλον ἀσκητικόν, ἐτέλεσας τὸν βίον, ἐν μέσῳ τῶν θορύβων, τοῦ κόσμου ὡς προστάτης, λαοῦ θεόφρον Λάζαρε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ἴσος τοῖς Μαθηταῖς, Χριστοῦ καὶ Ἱεράρχαις, ὁ Λάζαρος ἐδέιχθη, ὡς ὄντως Ἱεράρχης, ὡς τοῦ Δεσπότου γνήσιος.

Δόξα. Τριαδικόν.
Πατρός τε καὶ Υἱοῦ, καὶ Πνεύματος Ἁγίου, τῆς τρισηλίου δόξης, υἱὸς μεθέξει ὤφθης, καὶ οἶκος Πάτερ Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον.
Νύμφη Σὺ τοῦ Πατρός, καὶ σκήνωμα τοῦ Λόγου, τοῦ Πνεύματος δοχεῖον, Παρθένε Θεοτόκε, ἐγένου παναμώμητε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα. Ὁ αὐτός Τοῦ λίθου σφραγισθέντος.
Λειψάνου σου τοῦ θείου τὴν μετάθεσιν Λάζαρε, πρὸς τὴν βασιλεύουσαν πόλιν, ἣν ἐκ θείας βουλήσεως, εἰργάσατω μονάρχης ὁ πιστός, τιμῶντες ἑορτάζομεν πιστῶς, καὶ βοῶμέν σοι τῷ οὕτως παρὰ Θεοῦ, μεγάλως ἐνδοξασθέντι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ διὰ σοῦ τε τὴν κοινὴν ἔγερσιν δείξαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν ᾄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον, τὸν ἐκ τῆς ἐώας άστράψαντα, καὶ τὴν κτίσιν πᾶσν φωτίσαντα, θαύμασιν ἐν πλείστοις καὶ σημείοις,τὸν φίλον, τὸν τοῦ Δεσπότου θεῖον Λάζαρον, τῆς Μάρθας, καὶ τῆς Μαρίας τε τὸν σύγγονον, τῆς Βηθανίας τὸ θρέμμα, Κύπρου τε τὸ κλέος, Βυζαντίδος τε τὸν φρουρόν, ἡμῶν δὲ συλλήπτορα, καὶ προστάτην καὶ θεῖον πρόμαχον.

Ποίοις εὐωδιῶν ἄνθεσι, τοῦ Χριστοῦ μυρίσωμεν τὸν φίλον; Τὸν ἐν οὐρανοῖς διαιτώμενον, καὶ τοὺς ἐπὶ γῆς κατοπτεύοντα, τοὺς αὐτοῦ τὴν μνήμην ἐκτελοῦντας, τὸν μύστην τῆς ἀληθείας καὶ διδάσκαλον, ὡς τοῦτον καὶ τεθνηκότα ἀνεζώωσεν, ὁ τῆς ζωῆς καὶ θανάτου Κύριος ὑπάρχων, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, ὁ πᾶσι δωρούμενος, θείαν χάριν καὶ μέγα ἔλεος.

Λόγος οὐχ ἰκανοῖ βρότειος, ἀνυμνῆσαί σου τὰ μεγαλεῖα, ἃ παρὰ Χριστοῦ κατεπλούτησας, ὡς εὐγνώμων φίλος καὶ γνήσιος, Λάζαρε αὐτόπτα τοῦ Σωτῆρος· ἐν σοὶ γάρ, τῆς ἀναστάσεως, τὸ κήρυγμα ἐγνώσθη, τὸ ἀπ’ αἰῶνος κηρυττόμενον, τῆς τε κοινῆς ἣν ποιήσῃ, ἐν τῇ συντελείᾳ, τοῦ αἰῶνος ὁ ποιητής, Χριστὸς ὁ Θεὸς ἠμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱερῶς ἱεράτευσας, καὶ ὁσίως ἐποίμανας, Πάτερ ἱερώτατε σοῦ τὸ ποίμνιον, ὡς γὰρ ποιμὴν θεοπρόβλητος, ἀπόστολος ἕτερος, ἱεράρχης ὡς σοφός, τῷ Θεῷ εὐηρέστησας, νῦν καὶ πρότερον· διὰ τοῦτο καὶ τέρασι μεγίστοις, καὶ πολλοῖς ἐθαυμαστώθης, θεομακάριστε Λάζαρε.

Ὁ τῆς δόξης σε Κύριος, νεκρωθέντα ἀνέστησε, οἱ δι’ Αὐτοῦ Ἀπόστολοι, σὲ κατέστησαν Κύπρου ποιμένα καὶ πρόεδρον, ἁγνὴ δὲ ἡ ἄχραντος, ὠμοφόρῳ ἰερῷ, σοῦ κοσμεῖ τὸ ἀξίωμα, καὶ ἡ πόλεων, βασιλεύουσα πόλις σοῦ κατέχει, τὸ πολύτιμόν τε σκῆνος, ὡς καὶ Στεφάνου τοῦ μάκαρος.

Τῇ Θεοῦ θείᾳ χάριτι, σοῦ τὸ πάνσεπτον λείψανον, ἐκ τοῦ τάφου σήμερον, μετεκόμισεν, μετὰ αἰδοῦς καὶ σεμνότητος, εἰς πόλιν βασίλειον, βασιλεὺς ὁ εὐσεβής, ἱερώτατε Λάζαρε, καὶ ἐπέθηκεν, ἐν ναῷ ὅν σοι ἔθετο ἁγίῳ, εἰς τιμὴν τῆς σῆς ἐνδόξου, μνήμης δι’ ἧς σὲ γεραίρομεν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς, ὁ ἰσαπόστολος Χριστοῦ καὶ φίλος γνήσιος, εἰς ἑστίασιν πνευματικὴν καὶ εὐφροσύνην. Δεῦτε οὖν φιλέορτοι, τῆς τοιαύτης εὐωχίας μετασχόντες, καὶ τῆς μνήμης αὐτοῦ γνήσιοι φανέντες θιςῶται, τιμήσωμεν αὐτὴν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, βοῶντες πρὸς αὐτὸν καὶ λέγοντες· ἱεράρχα Χριστοῦ πανένδοξε Λάζαρε, ὁ διὰ τοῦ σοῦ θείου λειψάνου σήμερον, εἰς ἑόρτιον ἡμέραν ἀγαγὼν ἡμᾶς, καὶ τῆς μετὰ σοῦ ἀξίωσον χαρᾶς τῆς ἐν οὐρανοῖς τῇ πρὸς Θεὸν παῤῥησίᾳ σου, Πάτερ ἱερώτατε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τὸν ἐξ ἐώας ὡς ἀστέρα φαεινὸν ἀνατείλαντα, καὶ τὴν κτίσιν τῷ φωτὶ ἅπασαν φαιδρύνανται, φίλον τοῦ Χριστοῦ θεῖόν τε Λάζαρον, ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν· οὗτος ἐστίν, ὃν ὀ Κύριος φίλον Αὐτοῦ ἐκάλεσεν· οὗτος ἐστίν, ᾧ ἡ Θεοτόκος Μαριάμ, ἄμφιον ἱερατικὸν ἐξειργάσατο, ὁ τοῖς πᾶσι ποθητός, καὶ ἐν πᾶσι θαυμαστός, ὃς πρεσβεύει ὑπὲρ ἡμῶν, τῷ ἑαυτοῦ Δεσπότῃ καὶ Θεῷ, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Πρὸ τοῦ τιμίου πάθους Σου Κύριε, καὶ πρὸ τῆς ἐνδόξου Ἀναστάσεώς Σου, Λάζαρον τὸν Δίκαιον καὶ ἄμεμπτον, φίλον ἐκήρυξας τοῖς Μαθηταῖς Σου, καὶ αὐτοῖς τὴν νόσον αὐτοῦ καὶ τὸν θάνατον ἐγνώρισας, καὶ δι’ αὐτοῦ τοῖς πᾶσιν ἐβεβαίωσας, τὴν κοινὴν τῶν ἀνθρώπων ἐξανάστασιν· οὗτός σε ἐδόξασεν ἐπὶ τῆς γῆς, φύλαξ γεγονὼς τῶν θείων ἐντολῶν σου, καὶ ἀντεδοξάσθη παρὰ σοῦ κατ’ ἐξαίρετον, ὡς αὐτὸς ηὐδόκησε περὶ αὐτοῦ, οὗ ταῖς ἱκεσίαις Δέσποτα ἐλέησον ἡμᾶς.

Ἦχος γ΄.
Πῶς μὴ θαυμάσω σου, τὸν ἰσάγγελόν σου βίον θεῖε Λάζαρε; ἢ πῶς μὴ εὐφημήσω σου, τὴν ἡμέραν ταύτην τὴν φαιδράν, ἐν ᾗ ὡς ἐκ παστοῦ ἀνέτειλε, σκῆνός σου τὸ θεῖον ἐκ τοῦ τάφου, καὶ προς βασιλεύουσαν ἀφίκετο, κατὰ κρείττονα βουλὴν τὴν τοῦ Ὑψίστου· ὁ γὰρ ἔνδοξος ἐν βασιλεῦσι Λέων, ὁ τιμήσας ᾄσμασι τὴν ἔγερσίν σου, καὶ αὐτήν σου καθυπούργησεν ἐνθέως, τὴν μετάθεσιν τοῦ θείου σου λειψάνου, δι’ ἧς πᾶσι ἐγνωρίσθη, ἡ πρὸς Θεὸν μεγίστη παῤῥησία σου.

Ἦχος δ΄.
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Λάζαρε θεόφρον Ὅσιε, σὺ ἐν ἰσαγγέλῳ πολιτείᾳ ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, τὸ λογικὸν ἐποίμανας, ποίμνιον Χριστοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πᾶσι· κλῆρον γὰρ τὴν Κύπρον εἰληφώς, ἀποστολικῶς τὸν λαὸν αὐτῆς ἐποίμανας, καὶ ἐξ αὐτῆς πρὸς ὃν ἐπόθεις φίλον ἐξεδήμησας, ᾧ καὶ παριστάμενος ἐν οὐρανοῖς, πρέσβευε καὶ ὑπὲρ ἡμῶν, Πάτερ τῶν τιμώντων σε.




Δόξα. Ἦχος πλ. α΄.
Τῆς Ἐκκλησίας ὁ φωστήρ, καὶ τῆς φαρισαϊκῆς πλάνης καθαιρέτης, Ὅσιε Λάζαρε φανείς, τοῦ Χριστοῦ ἐδείχθης φίλος γνήσιος· σὺ γὰρ ὡς ποιμὴν ἀληθινός, τὸν τῆς ἡμέρας καύσωνα ἐβάστασας, καὶ τὸν παγετὸν ὑπέμεινας τῆς νυκτός· καὶ νῦν ἐν οὐρανοῖς, τὸ δηνάριον σῶον ἐν παντὶ προσείληφας· παριστάμενος τῷ θρόνῳ τῆς μεγαλωσύνης, σὺν τοῖς Ἀποστόλοις ὥσπερ ἰσαπόστολος, καὶ σὺν Ἱεράρχαις ὥσπερ ἱερώτατος, καὶ κατοπτεύων εὐλογεῖς ἡμᾶς, τοὺς τὴν μνήμην σου δοξάζοντας ἐν ᾄσμασι.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, ἐν Ἀποστόλοις Χριστοῦ, ὡς ἰσαπόστολος καὶ φίλος τε γνήσιος, αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων, καὶ ἱεράρχης σεπτός, Λάζαρε θεόφρον πολυθαύμαστε· σὺ γὰρ ἔτη πλείονα, ἱεράτευσας ἄριστα, ἀγγελικῶς τε, βιωσάμενος ἔφθασας, εἰς οὐράνια, τῶν Δικαίων σκηνώματα, ἔνθα περιπολεύουσιν, Ἁγίων τὰ πνεύματα, καὶ τῶν Ἁγγέλων αἱ τάξεις μεθ’ ὧν μὴ παύσῃ δεόμεθα, ἀεὶ τοῦ πρεσβεύειν, ὑπὲρ τῶν ἑορταζόντων τὴν θείαν μνήμην σου.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν εὐσεβῶν ἡ πληθύς, ἐπὶ τῇ μνήμῃ τῇ ἐνδόξῳ σου Λάζαρε, ταύτῌ γὰρ πᾶσα Κύπρος, καὶ Βηθανία σκιρτᾶ, καὶ ἡ Κωνσταντίνου, μεγαλόπολις, ἐν ᾗ τὸ πολύτιμον, τεθησαύρισται σκῆνός σου, ἐν ᾗ ναός σου, ᾠκοδόμητο μέγιστος, ἐν ᾧ θαύματα, ὡς πηγὴν ἀναβρύουσι, ταῦτά σοι διεπράξατο, βουλῆς ἐκ τῆς ἄνωθεν, ὁ εὐσεβέστατος ἄναξ, σοφὸς ὁ Λέων μακάριε· διὸ τοῖς τιμῶσί σε παράσχου, ταῖς λιταῖς σου τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ὤφθη φωτοφανὴς καὶ τερπνή, καὶ ἡ παροῦσα τοῦ σοῦ σκήνους ἀναδειξις, τρισμάκαρ καὶ κατετάχθη, ἀξία μνήμης σεπτῆς, παρὰ θεοφόροις καὶ ἐσφράγισται· διὸ οἱ φιλέορτοι, σοῦ κροτοῦμεν ἑόρτια, καὶ τῷ ναῷ σου, εἰσιόντες δοξάζομεν, τὸν δοξάσαντα, σὲ ἐνδόξως θεάνθρωπον· ὅθεν καὶ ἀσπαζόμενοι, τὴν θείαν εἰκόνα σου, ταύτην τιμῶμεν ἐκ πόθου, ἀντὶ τῆς θείας σου λάρνακος, πιστῶς καὶ βοῶμεν· μὴ ἐλλίπῃς τοῦ πρεσβεύειν, ὑπὲρ τῶν δούλων σου.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἁπάντες πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις τῷ Θεῷ ἀναπέμψωμεν, ὃς πρὸ τῆς Ἀναστάσεως τῆς παγκοσμίου, τὴν αὐτὴν κοινὴν Ἀνάστασιν ἐτεκμήρατο, καὶ τὸν πρὸ τεσσάρων τεθνηκότα ἡμερῶν Λάζαρον, τὸν Δίκαιον ἀνέστησε, καὶ φίλον ἐκάλεσε, δι’ ἱκεσιῶν τῆς Μάρθας καὶ Μαρίας, τῶν συγγόνων αὐτοῦ καὶ πιστῶν πρὸς Κύριον, τούτου τὴν αὐτην δοξάζοντες, καὶ τῆς τοῦ ἁγίου αὐτοῦ λειψάνου, σήμερον μεταθέσεως ἑορτάζοντες, ἐκ βαθέων καρδίας κράξωμεν λέγοντες· Κύριε, ὁ τὸν σὸν θεράποντα ἀναστήσας ἐκ τάφου, καὶ ἡμᾶς ἀνάστησον τοὺς νεκρωθέντας τῇ ἁμαρτίᾳ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα. Ὁ αὐτός Τοῦ λίθου σφραγισθέντος.
Λειψάνου σου τοῦ θείου τὴν μετάθεσιν Λάζαρε, πρὸς τὴν βασιλεύουσαν πόλιν, ἣν ἐκ θείας βουλήσεως, εἰργάσατω μονάρχης ὁ πιστός, τιμῶντες ἑορτάζομεν πιστῶς, καὶ βοῶμέν σοι τῷ οὕτως παρὰ Θεοῦ, μεγάλως ἐνδοξασθέντι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ διὰ σοῦ τε τὴν κοινὴν ἔγερσιν δείξαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Οὓς ἔγνω ὁ Θεός, τούτους δὴ προσκαλεῖται, εἰς αἴνεσιν αὐτοῦ, εἰς υἱότητα θείαν· αὐτὸς καὶ σὲ τὸν Λάζαρον, ἐγνωκὼς προσεκάλεσεν, εἰς υἰότητα, εἰς ἱεράτευμα θεῖον, καὶ θανόντα σε ζωοποιεῖ τεταρταῖον, ὦ θαῦμα παράδοξον.
Δόξα.
Οἱ Μῦσται τοῦ Χριστοῦ, οἱ αὐτόπται τοῦ Λόγου, ποιμένα λογικῶν, σὲ προβάτων τῆς Κύπρου, κατέστησαν σὺ δ’ ἔμεινας, μέχρι τέλος ἀκλόνητος· ὅθεν ἔδειξας, θαυματουργόν σου σκῆνος, ἀφικόμενον, εἰς βασιλεύουσαν πόλιν, θειότατε Λάζαρε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας ἤκουσας, φωνῆς Κυρίου, προσκαλούσης σε, ἐκ τῶν τοῦ ᾅδου, ἀνηλίων ταμείων θεόσοφε· ὄθεν οἱ μὲν ὡς φονεῖς διεπρίοντο, οἱ δ’ ὡς Χριστοῦ φοιτηταὶ συνεχαίροντο, θεῖε Λάζαρε, τὸ θεῖον θαῦμα θεώμενοι, ἐδόξαζον Θεὸν καὶ σὲ ἀνύμνουν.
Δόξα. Ὀ αὐτός. Τὴν ὡραιότητα.
Τὴν γνησιότητα, τὴν πρὸς τὸν Κτίστην Σου, ἔργῳ ὑπέδειξας, βιώσας ἄριστα, ὅτε ἐν Κύπρῳ τὸν λαόν, ἐποίμανας χρόνοις πλείστοις, ἄλλος τρισκαιδέκατος, τοῦ Κυρίου Ἀπόστολος, ὤφθης θεῖε Λάζαρε, θείας δόξης πληρούμενος· διὸ ἐν παῤῥησίᾳ τυγχάνων, πρέσβευε ὑπὲρ τῶν εὐφημούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει πάντα νοῦν, τῷ ἐπὶ σοὶ προτελεσθέν, ἐξ αὐτοῦ τοῦ Λυτρωτοῦ, Λάζαρε ὄντως φαιενέ πῶς διὰ λόγου κατήργησε πᾶσαν τὴν δυναστείαν, ᾅδου τοῦ πικροῦ, ὁ μόνος Κύριος, καὶ φύσεως θεσμοὺς διαλέλυκεν· ὅπου Θεὸς γὰρ βούλεται, νικᾶται φύσεως τάξις ὡς γέγραπται· διὸ καὶ κτίσις, πᾶσα συγχαίρει, συναισθομένη τοῦ θαύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ἰωάννην: Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρε ἐκ νεκρῶν...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Δικαίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, Ἱεράρχα Χριστοῦ καὶ φίλε γνήσιε, αὐτόπτα ἰσάγγελε, καὶ ἰσαπόστολε πανένδοξε Λάζαρε, τοὺς τὴν ἀναζώωσιν τιμῶντάς σου, καὶ τὴν αὖθίς σου μετάστασιν, καὶ τὴν τοῦ θείου σκήνους σου ἀνάδειξιν, λύτρωσαι ἡμᾶς ἐκ παντοίων κινδύνων καὶ δεινῶν, καὶ τῆς ἐκ δεξιῶν τοῦ Σωτῆρος ἀξίωσον κλήσεως, ταῖς πρὸς αὐτὸν θείαις πρεσβείαις σου.















Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
νοίξω τὸ στόμα μου, τοῦ ἀνυμνῆσαί σου Λάζαρε, τὰς θείας βιώσεις σου, νῦν ἐξαιτοῦμαί σου, τὰ σοὶ πρέποντα, μὴ παύσῃ παρασχεῖν μοι, τῇ θείᾳ πρεσβείᾳ σου, μάκαρ τῷ δούλῳ σου.
Λάζαρε τὰς θείας βιώσεις σου, νῦν ἐξαιτοῦμαί σου τὰ σοὶ πρέποντα, μὴ παύσῃ παρασχεῖν μοι, τῇ θείᾳ πρεσβείᾳ σου, μάκαρ τῷ δούλῳ σου.
Βαδίσας εἰς μίμησιν, τῶν προπατόρων σου Λάζαρε, τῶν θείων ὡς ἔνθεος, τοὺ Ἀβραὰμ καὶ λοιπῶν, προεγνώρισας, Θεὸν τὸν σαρκωθέντα, καὶ τοῦτον ἠξίωσαι, ἰδεῖν θεάνθρωπον.
Γεῶδες οὐκ ἔκτησας, ὡς οἱ ἐπάρατοι φρόνημα, Ἑβραῖοι μακάριε, κατὰ τοῦ πλάστου σου, ἀλλ’ ἐπέγνωκας, αὐτὸν καὶ προσεκύνεις, καὶ φίλον ἀπέκτησας, ὦ τῆς ἀξίας σου.
Θεοτοκίον.
Χαράν Σοι ἐκόμισεν, ὁ Γαβριὴλ τὸ ἀντίθετον, ἀρᾶς τῆς προμήτορος, ἐξ οὐρανοῦ ἀσπασμόν, Σὺ γὰρ ἔτεκες, ἡμῖν τὴν εὐλογίαν, καὶ πᾶσιν ἐπήγασας, χαρὰν αἰώνιον.

Ὁ β’ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀντίστροφον ἀλφάβητον, ἄνευ Θεοτοκίων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
ς ἱεράρχης ὡς θεόπτης Λάζαρε, ὡς ἰσαπόστολος, ἔχεις τὸ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε· διὸ τῷ βουλομένῳ σοι, νῦν τιμῆσαι τοῦ θείου, λείψανου σου τὴν φανέρωσιν, λόγον μοι πρυτάνευσον δέομαι.
Ψυχαὶ δικαίων τῷ Θεῷ παρίστανται, καὶ μαρτυροῦσιν αὐτῶν, τὰ ἐν γῇ ἑστῶτα, λείψανα ἐκφέροντα, τὰ παντερπνῆ θαυμάσια, ὡς τοῦ θείου Λαζάρου, τὸ θεοδόξαστον σήμερον, οὗ τῆς θείας μνήμης τρυφήσωμεν.
Χαρὰν συγχαίρει ἥ τε Κύπρος σήμερον, καὶ ἡ βασίλειος, πόλις θεοφόρε, ἡμὲν τῇ τοῦ τάφου σου, ἡ δὲ τῇ τοῦ λειψάνου σου, θείας δόξης πλουτοῦσαι, καὶ τῆς αὐτῆς μνημονεύουσαι, χαίρουσι τῷ Κτίστῃ γηθόμεναι.
Θεοτοκίον.
Ἀκατασχέτοις καθ’ ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο, ἀλλἀ τῷ Σῷ τόκῳ, προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε, ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας.





ᾨδὴ γ΄. Τος σος μνολόγους Θεοτόκε
Δοχεῖον γενόμενος ἐνθέου, τῆς χάριτος Λάζαρε σεπτόν, ἐδείχθης καὶ εὐάρεστος, Θεῷ ἐνανθρωπήσαντι, τῷ δι’ ἡμᾶς καὶ σώσαντι, τοὺς εἰς αὐτὸν πειθαρχήσαντας.
πέστης Θεῷ τῷ σαρκωθέντι, σοφὲ διὰ πίστεως ὀρθῆς, ἀπέστης βδελυττόμενος, Ἑβραίων τὰ συνέδρια· διὸ καὶ φίλος γέγονας, σὺν ταῖς συγγόνοις τῷ Κτίστῃ Σου.
Ζωῆς τῆς προσκαίρου ἐκδημήσας, καὶ τάφῳ δεινῷ περικλεισθείς, μόνῃ τῇ κλίσει ἔσπευσας, Χριστοῦ εἰς ἀναζώωσιν, παλινδρομήσας Λάζαρε, ἀνεμποδίστως ἐν θαύματι.
Θεοτοκίον.
Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσεν μόνον ἡ μοχλούς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ Σου συντρίψασα, χαῖρ εἡ θεία εἴσοδος, τῶν σωζομένων πανύμνητε.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Φωτὸς λυχνία γεγονώς, ὁ Λάζαρος διὰ βίου, τοῦ ἀμέμπτου ἱεράρχης κατέστη, ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ, συναποστόλων ἄριστα, καὶ τὸν λαὸν φωτίζει, ἔργοις καὶ λόγοις καὶ θαύμασι.
πὸ χειρῶν προχειρισθείς, τῶν Ἀποστόλων τρισμάκαρ, Ἱεράρχης τῶν αὐτῶν ἀπεκτήσω, τὰς ἐνθέους ἀρετάς, ἱεραρχῶν γὰρ γέγονας, ὑπογραμμὸς καὶ τύπος· διὰ τῶν θείων χαρίτων Σου.
Τῶν φαεινῶν σου ἀρετῶν, ἡ πάναγνος ἐρασθεῖσα, δι’ ἀμφίου ἱεροῦ σοῦ μιμνήσκει, ἐν τῇ Κύπρῳ ὡς εἰκός, σοῦ παροικοῦντος Λάζαρε, καὶ τὸν Θεὸν ὑμνοῦντος, ὡς ἱεράρχης θεόληπτος.
Θεοτοκίον.
Σωτηριώδους δι’ ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ Σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς, Σὺ γ]ρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς τοῦ Χριστοῦ σε γνησιώτατον φίλον, ὡςἐκ νεκρῶν ἐκ τοῦ αὐτοῦ ἀναστάντα, καὶ ἱεράρχην ὥσπερ ἁγιώτατον, οἱ πιστοὶ ἱκέται σου, εὐφημοῦμέν σε μάκαρ, Λάζαρε θεσπέσιε, καὶ πιστῶς ἐκβοῶμεν· ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἡμᾶς, σῶζε παντοίων κινδύνων καὶ θλίψεων.
Δόξα.
Παλινδρομήσας πρὸς ζωὴν ὡς ἐξ ὕπνου, καὶ μετανάστης γεγονὼς τῆς πατρίδος, ἱεραρχεύσας ἄριστα κεκοίμησαι, πλήρης ἁγιότητος, τῆς πατρώας μὲν πλάνης, χρηματίσας ὄνειδος, καὶ ἐχθρὸς μέγας σφόδρα, τοῖς δὲ πιστοῖς αἰδέσιμος φανείς, τοῦ θεανθρώπου Χριστοῦ ὤφθης γνήσιος.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Τν νεξιχνίαστον θείαν βουλήν
κουσας καλοῦντός σε τοῦ ποιητοῦ, ἐκ μυχῶν τοῦ ᾅδου καὶ ἔσπευσας, παλινδρομῆσαι, πρὸς τὸν βίον ὡς εἰκός, καὶ ἀριστεῦσαι Λάζαρε, κατὰ τοῦ δολίου ἀλάστορος.
Θέλων τὴν Ἀνάστασιν ὁ ποιητής, τὴν κοινὴν τῷ κόσμῳ πιστώσασθαι, σὲ τὸ θανόντα καὶ ταφέντα ἀνιστᾷ, προστακτικῷ φρονήματι, δεῦρο ἔξω Λάζαρε κράξας σοι.
λεων ἀπέργασαι ὑπὲρ ἡμῶν, τὸν αὐτὸν Δεσπότην καὶ Κύριον, ὡς παῤῥησίαν, πρὸς αὐτὸν πεπλουτηκώς, τῶν εὐσεβῶς ὑμνούντων σου, τὴν ἁγίαν μνήμην ἐν ᾄσμασιν.
Θεοτοκίον.
Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ, ὅπερ Ἀββακοὺμ ἐθεάσατο, χαῖρε ἡ θεία, Κιβωτὸς καὶ λογική, ἣν Νῶε προετύπωσε, χαῖρε Θεοτόκε πανύμνητε.

Ἔτερος. Σύ μου ἰσχύς.
Σὺ τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ἐποίμανας, σὺ τὸ αἶσχος, τῶν Ἑβραίων ἔφυγας, καὶ Φαρισαίων αἰρετικῶς Λάζαρε θεόφρον, πιστοῦ λαοῦ τὸ ἐντρύφημα, σὺ Κύπρου θεῖον σθένος, σὺ Βηθανίας πολιοῦχος, σὺ τοῦ θείου ναοῦ σου εὐπρέπεια.
ητορικαί, τέχναι οὐδόλως δυνήσονται, κατ’ ἀξίαν, σοῦ ἐγκωμιάσωσι, τὴν βιοτήν, τὴν ἀγγελικήν, ὁ γὰρ ἐκ τοῦ κόσμου, τοὺς Ἀποστόλους θεάνθρωπος, ἐκλέξας οὗτος μάκαρ, σὲ ἐξελέξατο εἰς τοῦτο, τρισκαιδέκατον ἄλλον Ἀπόστολον.
Πλουτοποιεῖ, τὴν βασιλεύουσαν σήμερον, ὁ μονάρχης, διὰ τοῦ λειψάνου σου, νεύσει Θεοῦ, καὶ τοῦ σοῦ ναοῦ, ἡμεῖς δὲ καὶ ταύτην, ὡς καὶ τὴν πρώτην τελοῦμέν σου· διὸ ὡς Ἱεράρχης, ὡς ἰσαπόστολος καὶ φίλος, τοῦ Δεσπότου Χριστοῦ ἡμᾶς οἴκτειρον.
Θεοτοκίον.
Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν Σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφορῦσα καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον, ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί Σε.







ᾨδὴ ε΄. ξέστη τσύμπαντα
Κοσμεῖται τῷ τάφῳ σου, ἠ Βηθανία ἅπασα, ἔνθα τεταρταῖον ὁδωδότα, ὁ ζωοδότης τῇ ἐξουσίᾳ αὐτοῦ, κείμενον ἀνέστησε νεκρόν, σὲ τὸν φίλον Λάζαρε, καὶ πρὸς βίον ἀνόρθωσε.
Λαζάρου τῷ μνήματι, καὶ Κύπρος ἐπαγάλλεται, ἅπασα καὶ πόλις Κωνσταντίνου, ἐπὶ τῷ σκήνει τῷ κομισθέντι αὐτῇ, καὶ ἐπὶ ναῷ τῷ θαυμαστῷ, ὃν ἀνῳκοδόμησεν, ὁ σοφὸς ἐν τοῖς ἄναξιν.
Μακάριος γέγονας, τῶν μακαρίων Λάζαρε, ὃν γὰρ οὐ κατεῖδον οἱ Προφῆται, σαρκὶ ἐλθόντα, τοῦτον ἑώρακας, καὶ συνανεκλήθης μετ’ αὐτοῦ, καὶ αὐτὸς σὲ ἤγειρε, νεκρωθέντα τοῦ μνήματος.
Θεοτοκίον.
Χαίροις ἡ βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως, χαῖρε ἡ τεκοῦσα τὸν τροφέα, παντὸς τοῦ κόσμου, καὶ γαλουχήσασα, χαῖρε ἱερέων ἡ στολή, καὶ πιστῶν διάδημα, βασιλέων καὶ καύχημα.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
ναός σου ἐνταῦθα, καὶ ἐν ἄλλοις θεσπέσιε Λάζαρε, πλημμυροῖ θαυμάτων, οὐρανόθεν τὴν χάριν δεχόμενος, καὶ καταπλουτίζει, τοὺς ἐν αὐτῷ σοὶ προσιόντας, καὶ τελοῦντας τὴν μνήμην σου Ὅσιε.
Ξένον θαῦμα ὡράθη, ὅτε τοῦ λειψάνου σου Λέων ὁ ἔνσοφος, τὴν σορὸν ἐκ Κύπρου, εἰς βασίλειον πόλιν μετέφερε, τότε δὴ τὰς νόσους, καὶ τῶν δαιμόνων τὰς ἐνέδρας, ἐξ ἀνθρώπων πολλῶν ἀπεδίωξεν.
Νικητὴς τροπαιοῦχος, κατὰ τοῦ ἀλάστορος Λάζαρε γέγονας· διὰ τοῦτο μάκαρ, καὶ τὸ σκῆνός σου βρύει ἰάματα, νῦν καὶ ὀ ναός σου, καὶ ἡ μορφή σου ἐν εἰκόνι, καὶ ἡ κλῆσίς σου μόνη πανένδοξε.
Θεοτοκίον.
Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον τῶν εὐφημούντων Σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τὴν ψυχήν μου διάσωσον πάναγνε.














ᾨδὴ στ΄. Τν θείαν ταύτην καπάντιμον
Νικῆσαι θέλων τὸν θάνατον, καὶ δεῖξαι τοῖς βροτοῖς τὸ μυστήριον, τοῦτο ἐργάζεται, ὁ ζωοδότης καὶ Κύριος, διὰ τοῦ σοῦ θανάτου, καὶ τῆς ἐγέρσεως.
Ξενίζει νοῦν πάντα βρότειον, τὸ ἐπὶ τῷ Λαζάρῳ θαυμάσιον, νεκρὸς γὰρ κείμενος, καὶ ὁδωδὼς τετραήμερος, ἀνέστη λόγῳ μόνῳ, τῷ τοῦ Δεσπόζοντος.
πρὶν ἀνεύσημος Λάζαρος, νῦν εὔσημος ὁρᾶται καὶ δείκνυται, καὶ ὁ μηδέποτε, εἰς νοῦν ἀνθρώπων βαλλόμενος, εἰς πάντα γῆς τὰ πλέθρα, ἤδη φημίζεται.
Θεοτοκίον.
Χαῖρε λαβὶς θείου ἄνθρακος, χαῖρε θυμιατήριον πάγχρυσον, χαῖρε ὀσφράδιον, χαῖρε θυμίαμα εὔοσμον, χαῖρε τοῦ οὐρανίου μύρου ἀλάβαστρον.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Μανεὶς Ἑβραίων λαός, κατὰ Λαζάρου ἐφέρετο, ὁ δὲ προγνοὺς τὰ αὐτοῖς, εἰς Κύπρον ἀφίκετο, ἐνᾗ προχειρίζεται, ἐκ τῶν Ἀποστόλων, Ἱεράρχης ἐνθεώτατος.
Λαμπτὴρ ὁ μέγας φανείς, τῆς Ἐκκλησίας ἀφύπνωσεν, ὁ δὲ σοφὸς βασιλεύς, ἐν θείῳ ὁράματι, αὐτοῦ τὸ πάνσεπτον, προσκομίζει σκῆνος, ἐν πόλει τῇ τῶν πόλεων.
Κανὼν ἐδείχθης ζωῆς, τοῖς ἱεράρχαις καὶ ἅπασι· διὸ καὶ τὰ περὶ σοῦ, πανένδοξε Λάζαρε, ὑπάρχεις ἐξαίσια, καὶ θαυμάτων πλήρη, ὡς θεάρεστος ὁ βίος σου.
Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον παάνγνε, τοὺς προσκαλουμένοςυ, ἐκ κινδύνων Σὲ τὴν Δέσποινα.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν τοῦ Δεσπότου μιμητὴν καὶ φίλον γνήσιον, τὸν τεταρταῖον ὑπ’ αὐτοῦ ἐξανιστάμενον, ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου κατὰ χρέος, Βηθανίας γὰρ ἀνέτειλας ὡς ἥλιος, καὶ τὴν Κύπρον ὡς ἀπόστολος κατηύγασας· διὸ κράζομεν· χαίροις ἔνδοξε Λάζαρε.
Ὁ Οἶκος.
Ἄγγελος ὥσπερ ἄλλος, Λάζαρε ἀνεδείχθης, ἐν γῇ ὡς ἐπὶ πόλου βιώσας, διόπερ μετ’ Ἀγγέλων παρεστώς, καὶ σὺν Ἀποστόλοις ἅμα Ἰεράρχαις εὐφραινόμενος, ἀκούεις παρ’ ἡμῶν βοώντων ταῦτα·
Χαῖρε, τὸ κλέος τὸ τῆς Ἑώας·
χαῖρε, τὸ ἄνθος τῆς Βηθανίας.
Χαῖρε, ἰουδαίων κακίστων ὁ ἔλεγχος·
χαῖρε, Φαρισαίων ἁπάντων τὸ ὄνειδος.
Χαῖρε, ὅτι φίλος γέγονας τοῦ Δεσπότου καὶ Θεοῦ·
χαῖρε, ὅτι χάριν εἴληφας ὑπὲρ πάντας τοῦ λαοῦ.
Χαῖρε, ἀθανασίαν τῆς ψυχῆς ὁ κηρύξας·
χαῖρε, ὁ τὴν ἀξίαν τῆς αὐτῆς ἀποδείξας.
Χαῖρε, υἱὲ Χριστοῦ τῆς ἐγέρσεως·
χαῖρε, αὐγὴ τῆς θείας ἐλλάμψεως.
Χαῖρε, ὀσμὴ τοῦ ἁγίου σου σκήνους·
χαῖρε, τρυφὴ τοῦ ἁγίου ναοῦ σου.
Χαίροις, ἔνδοξε Λάζαρε.

Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου, Δικαίου καὶ Τετραημέρου φίλου τοῦ Χριστοῦ Λαζάρου.
Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας,
«Λάζαρε δεῦρο» χριστομιμήτως λέγει.
Ὁ μακάριος καὶ ἀοίδιμος καὶ ἐν βασιλεῦσιν σοφώτατος καὶ πιστώτατος Λέων, ἐν ἔτει ὀκτακοσιοστῷ ἐννενηκοστῷ, κινηθεὶς ἀπὸ θεῖον ζῆλον, ἢ καὶ ὡς ἀπὸ θείαν ἔμπνευσιν, πρῶτον μὲν ἔκτισε μίαν ἐκκλησίαν, μεγαλωτάτην καὶ ὡραιοτάτην, ἐπ’ ὀνόματι τοῦ Ἁγίου καὶ Δικαίου τούτου Λαζάρου, καὶ μοναστήριον ὁλόκληρον συνέστησε. Μετὰ δὲ ταῦτα ἀπέστειλε καὶ ἔφερεν ἀπὸ τὴν Κύπρον τὸ ἅγιον αὐτοῦ λείψανον, τὸ ὁποῖον εὑρέθη ὑπὸ κάτω εἰς τὴν γῆν, ἐντὸς εἰς ἕνα κιβώτιον μαρμαρένιον, κατὰ τὴν πόλιν τῶν Κιτιαίων, ὕστερον ἀφοῦ παρῆλθον ὀκτακόσιοι τριάκοντα σχεδὸν χρόνοι μετὰ τὸν ἐκεῖ ἐνταφιασμὸν αὐτοῦ· ἦταν δὲ σκαλισμένα εἰς τὸ μάρμαρτον τοῦ κιβωτίου τὰ γράμματα ταῦτα εἰς ἄλλην διάλεκτον· Λάζαρος ὁ τετραήμερος καὶ φίλος τοῦ Χριστοῦ. Ὅταν δὲ ἔφθασε ἐκεῖ εἰς Κωνσταντινούπολιν τὸ ἅγιον τοῦτο λείψανον, ἔβαλεν αὐτὸ ὁ βασιλεὺς εἰς ἑτέραν θήκην ἀργυράν, καὶ οὕτως ἀπεθησαύρισεν αὐτὸ φιλοτίμως, ἐντὸς εἰς τὸ παρ’ αὐτοῦ κτισθέντα ἅγιον ναόν.






Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα,
Ἄλλη παρ' ἡμῖν δείκνυται Βηθανία.
Τὴν αὐτὴν ἀνακομιδὴν εὑρίσκομεν καὶ κατὰ τὴν Δ΄ τοῦ Μαΐου μηνός, ἀλλ’ ὄμως φαίνεται ὅτι ἀφοῦ ὁ αὐτοκράτωρ ᾠκοδόμησε τὸν ναὸν καὶ μετέφερε τὸ ἅγιον αὐτοῦ λείψανον καταθέσας αὐτὸ ἐκεῖ, μετὰ ταῦτα ἀπέστειλε πάλιν καὶ ἔφερεν τὸ ἅγιον λείψανον τῆς ἀδελφῆς αὐτοῦ Μαρίας, κατὰ τὴν αὐτὴν τοῦ Μαΐου ἡμέραν, καὶ ἀπεθησαύρισε καὶ αὐτὸ ἐκεῖ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ὠσηέ.
Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας,
Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις.
Ὃς ἑρμηνεύεται σωζόμενος, ἢ φύλαξ, ἢ σκιάζων. Οὗτος ἦν υἰὸς Βεηρεῖ ἐκ Γαλεμώθ, φυλῆς Ἰσάχαρ· καὶ πολλὰ προφητεύσας κατὰ τοῦ Ἰσραήλ, ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ· καὶ ἔδωκε τέρας ἥξειν τὸν Κύριον ἐπὶ τῆς γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, ὅταν δύῃ ὁ ἥλιος ἐν Σηλώμ, καὶ μερισθῇ εἰς δύο μέρη· καὶ γενήσονται δώδεκα δρύες ἀκολουθοῦσαι καὶ ὑπακούουσαι τῷ ἐπὶ γῆς φανερωθέντι Θεῷ, καὶ δι’ αὐτοῦ σωθήσεται πᾶσα ἡ γῆ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν Κρίσει.
Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα,
Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον.
Οὗτος, γέννημα καὶ θρέμμα γέγονε τῆς εὐνομωτάτης τῶν πόλεων Κρήτης, γονέων εὐσεβῶν καὶ φιλαρέτων· καλῶς δὲ ἀνήγετο ἐν αὐτῇ, καὶ διάπυρος τῶν τοῦ Θεοῦ ἐντολῶν κατέστη ἐργάτης. Ἐπὶ δὲ τῆς βασιλείας Κωνσταντίνου τοῦ Κοπρωνύμου, ὁρῶν τὸ τοῦ Θεοῦ ποίμνιον λυμαινόμενον ὑπὸ τῆς τῶν Εἰκονομάχων αἱρέσεως, ἤγουν ὑπ’ αὐτοῦ τοῦ τυράννου καὶ τῆς συμμορίας αὐτοῦ, ἐλθὼν ἐν Κωνσταντινουπόλει, παῤῥησιάζεται τὴν ἀλήθειαν, καὶ τὴν ἀσέβειαν αὐτοῦ ἀπτοήτως ἐλέγχει. Ὁ δέ, τὴν παῤῥησίαν οὐκ ἐνεγκών, ἐγκόπτει αὐτίκα λέγοντι τῷ γενναίῳ, κὶ συλλαβεῖν αὐτὸν τοῖς παρεστῶσι διακελεύεται. Οὗτοι δὲ ἄρα φονώσαις χερσί, καὶ βαρείαις εὐθὺς ἐφορμήσαντες, οἱ μὲν αὐτοῦ τῆς κεφαλῆς, οἱ δὲ τῶν χειρῶν λαβόμενοι, ἄλλοι τῆς ἐπωμίδος, καὶ τοῦ χιτωνίσκου ἕτεροι, ὑβριστικῶς μάλα, καὶ ὅπως ἂν μάλιστα τῷ κελεύσαντι χαρίσωνται, πρὸς τὴν γῆν καταβάλλουσι τὸν τὴν διάνοιαν ὐψηλόν· καὶ οὐ πρότερον μεθίεσαν ἕλκοντες, ἕως αὐτὸς ὁ βασιλεύς, μετὰ τὸ ἀμύνασθαι ἀποχρώντως τὴν παῤῥησίαν τοῦ Ἀθλητοῦ, ἀνεθῆναι τοῦτον ἐκέλευσε.
Τοῦ δὲ Ἁγίου, πολλὰ μὲν καὶ ἄλλα διεξίοντος τῷ βασιλεῖ περὶ τῶν Ἁγίων Εἰκόνων, καὶ ὅτι: Εἰ τοὺς εἰς τὰς βασιλικὰς στήλας ἐξυβρικότας, προσθέντος, ὦ βασιλεῦ, ὡς εἰς αὐτοὺς ὑμᾶς παροινήσαντας, ἐσχάταις περιβάλλετε τιμωρίαις, πόσης ἀπειλῆς θεϊκῆς ἐν μεθέξει γενήσεσθε οἱ κατὰ τῆς εἰκόνος τοῦ Θεοῦ ἐνυβρίζοντες; Λίαν ἐκκαυθεὶς ὁ τύραννος, γυμνωθῆναι τὸν Ἅγιον κελεύει, καὶ σχοινίοις διαταθέντα, σφοδρῶς μαστίζεσθαι· οὐ γενομένου, τὸ ὑποκείμενον ἔδαφος τοῖς ἐξ αὐτοῦ ῥύαξι τοῦ αἵματος ἐφοινίσσετο.
Ἀνεθεὶς δέ, καὶ μήτε δωρεαῖς, ἢ ἀπειλαῖς ἐνδοὺς ὁ γενναῖος, λίαν ὠμῶς καὶ αὖθυς αἰκίζεται, καὶ τὰς πλευρὰς διορύττεται, καὶ τὸ στόμα λίθοις θλᾶται, καὶ τῇ φυλακῇ παραπέμπεται. Ἔνθεντοι καὶ τῇ ἑξῆς παραστάντα τὸν Ἅγιον, ἐπεὶ εὐτολμότερον ἐθεᾶτο, ταῖς μάστιξι καὶ αὖθις ἐκέλευε παίειν. Οὗ γενομένου κατεξέοντο μὲν αὐτοῦ αἱ σάρκες, καὶ διωρύττοντο ταῖς πληγαῖς, καὶ τὰ πλείω τῶν σαρκῶν ὑφηροῦντο. Τέλος δέ, σχοινίοις τοὺς μακαρίους δεθεὶς πόδας, ἐπὶ τοῦ ἐδάφου κατὰ πάσης ἕλκεται τῆς λεωφόρου, εἰς τὸν τῶν κακούργων τόπον ῥίψαι τῶν ἑλκόντων ἐπειγομένων.
Οὕτω δὲ τοῦ Μάρτυρος ἑλκομένου, ἰχθύας ἄρτι τις τῆς θαλάσσης ζωγρήσας, τοὺς μὲν ὠνίους τῇ ἀγορᾷ προθείς, αὐτὸς δὲ ὑπό τινος κινηθεὶς δαίμονος, καὶ κοπίδα μακκελικὴν ἐκεῖθεν ἁρπάσας, θατέρου ποδὸς τοῦ ἱεροῦ σώματος μέσον κατενεγκών, ἔστησε τὸν τῆς ἀθλήσεως δρόμον τῷ Μάρτυρι, καὶ πρὸς τὰς ἐκεῖθεν μονὰς παραπέμπει· τὸ δὲ τίμιον αὐτοῦ λείψανον εἰς τὸν τῶν κακούργων ἀποῤῥίπτεται τόπον.
Ἀναμὶξ δὲ τῶν ἐκεῖσε σωμάτων ὑπάρχων μέχρι πολλοῦ, δώδεκα τινὲς ἄνδρες, δαίμοσι κάτοχοι, ἐκ διαφόρων τόπων τῆς πόλεως ὡς ἐκ συνθήματος ἀπελθόντες, εὗρον τὸ σῶμα ἀνεπιμέλητον, καὶ ἀτίμως κείμενον, τὸ κομιδῇ τίμιον. Οἵ τινες τούτου προσψαύσαντες, τὴν ἴασιν ἐτρύγησαν αὐθωρόν, μισθὸν τῆς εὑρέσεως, τὴν θεραπείαν δεξάμενοι· καὶ τοῦτο λαβόντες, ἐν ἱερῷ τόπῳ, ᾧ Κρίσις ὄνομα, καταθάπτουσιν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Εἴκοσι Ἀναργύρων· Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἐκ Ῥώμης, Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἐξ Ἀσίας, Κοσμᾶ, Δαμιανοῦ, Εὐτροπίου, Ἀνθίμου καὶ Λεοντίου τῶν ἐξ Ἀραβίας, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Ἰουλιανοῦ, Θαλλελαίου καὶ Τρύφωνος.
Πάντας τιμῶ σθνάμα τοὺς Ἀναργύρους,
ἐν τῷδε ναῷ τῷ σφίσιν ἠγερμένῳ.
Ἡ εἰκοσάριθμος πέλουσα τῶν Ἀναργύρων,
χορεία σῷζε τοὺς δὲ τοὺς σοὺς οἰκέτας.
Ἐκ τοῦ γένους Ἄραβας· ἐκ δὲ τοῦ ξίφους,
θείους ἀριστεῖς οἶδα τοὺς Ἀναργύρους.
Λεοντίου τμηθέντος, ὤλετο πλάνος,
λεοντομήρμυξ ὡς Ἰὼβ βίβλος λέγει.
Ἄνθιμος Εὐτρόπιος ἐκτετμημένοι,
ἀνθοῦσι λαμπρὸν καὶ πανευπορεπὲς μάλα.
Τρεῖς εἰσὶν αἱ συζυγίαι τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, ἀμφοτέρων τοῖς αὐτοῖς ὀνόμασι καλουμένων, καὶ τὴν ἰατρικὴν τέχνην μετερχομένων, καὶ τὴν προσηγορίαν τῆς ἀναργυρίας ἐχόντων. Οἱ μὲν γὰρ ὑπῆρχον υἰοὶ Θεοδότης, γυναικὸς εὐλαβοῦς καὶ πιστῆς, οἵ τινες ἐν εἰρήνῃ ἐκοιμήθησαν, καὶ κατετέθησαν ἐν τόπῳ καλουμένῳ Φερεμᾶν. Οἱ δὲ ἐν τῇ Ῥώμῃ διῆγον, ἔχοντες διδάσκαλον φθονερόν· ὃς μετὰ δόλου ἀναγαγὼν αὐτοὺς εἰς ὄρος, ὡς δῆθεν βοτάνας συλλέξοντας, λίθοις φονεύει.
Οἱ δέ, ὑπῆρχον ἐκ τῆς Ἀραβίας, τῆς ἰατρικῆς ἐπιστημῆς ἐν πείρᾳ ὄντως. Διήρχοντο δὲ κατὰ πᾶσαν πόλιν, ἀναργύρως τοὺς ἀσθενοῦντας θεραπεύοντες, καὶ προφθάσει τῆς τέχνης, τὸν Χριστὸν καταγγέλοντες. Κατὰ δὲ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, παρεγένοντο ἐν Αἰγαῖς, πόλει τῆς Λυκίας, καὶ παραστάντες Λυσίᾳ τῷ ἡγεμόνι, καὶ τυφθέντες ἀνηλεῶς καὶ ἀπανθρώπως, τῷ τῆς θαλάσσης βυθῷ ἀποῤῥίπτονται. Περισωθέντες δὲ θείᾳ ῥοπῇ, καὶ ἐπὶ τῆς ξηρᾶς εὑρεθέντες, αὖθις ἐν καμίνῳ πυρὸς ἀποῤῥίπτονται, καὶ ἀβλαβεῖς διαφυλαχθέντες, σταυρῷ ἀναρτῶνται, καὶ τὰς κεφαλὰς ἀποτέμνονται οἱ μακάριοι οὗτοι πεντάδελφοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Ἀντιγόνου, Λουκιανοῦ, Τερεντίου, Νικομήδους καὶ Θεοφάνους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἰσιδώρας καὶ Νεοφύτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοσμᾶ τοῦ ἐν Γεωργίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἄννης τῆς πριγκίπισσας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ἀγίων τῆς Ἱερᾶς Μητροπόλεως Ὕδρας, Σπετσῶν καὶ Αἰγίνης.
Τοὺς τριάκοντ’εὐκλεεῖς Προστάτας,
καὶ ὧδ’ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οκ λάτρευσαν
Πεφανέρωται, ἡ δόξα σου τοῖς ἄφροσιν, ἔνδοξε Λάζαρε· διὸ μολεῖς εἰς φυγήν, καθά σοι ἐντέταλται, βουλῆς ἐκ κρείττονος, τοῦ Σωτῆρός σου, ὃς τῶν Πατέρων Κύριος, καὶ Θεὸς ὑπάρχεις μόνος.
ητορεύουσα, οὐ σθένει γλῶσσα Ὅσιε, ὑμνολογῆσαί Σου, τὴν ἐν σαρκὶ βιοτήν, καὶ γὰρ εὐηρέστησας, τῷ σαρκωθέντι Θεῷ, τῷ ἐγείραντι, σὲ ἐκ τοῦ τάφου Λάζαρε, τεταρταῖον ὁδωδότα.
Συναγάλλονται, χορῖς καὶ συνευφραίνονται, Ἀγγέλων σήμερον, Ἱεραρχῶν ἀληθῶς, Ὁσίων Δικαίων τε, καὶ Ἀποστόλων Χριστοῦ, ὁ θεσπέσιος, νῦν εὐφημεῖται Λάζαρος, παρ’ ἡμῶν καὶ παρὰ πάντων.
Θεοτοκίον.
Χαῖρε γέφυρα, πιστοὺς πάντας μετάγουσα, πρὸς ἀτελεύτητον, καὶ μακαρίαν ζωήν, χαῖρε στύλε πύρινε, καθοδηγῶν πρὸς Θεόν, τοὺς κραυγάζοντας· εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

Ἕτερος. Παῖδες Ἑβραίων.
να τῆς δόξης σου μετάσχῃ, ἡ τῶν πόλεων πασῶν τιμιωτέρα, τοῦ ναοῦ σοῦ πλουτεῖ, καὶ τοῦ σεπτοῦ λειψάνου, ὡς καὶ τοῦ Πρωτομάρτυρος, προεπλούτησε Στεφάνου.
Θείας τῆς δόξης ἠξιοῦτι, σοῦ πρεσβεύοντος Θεῷ τῷ σῷ ἑταίρῳ, θεοφόρε πᾶς τίς, ὁ κτήσας σε προστάτην, καὶ πρεσβευτὴν πρὸς Κύριον, ὃν ὑμνοῦμεν εἰς αἰῶνας.
σκησας Λάζαρε ἐν βίῳ, σιωπὴν καὶ σεμνότητα καὶ πένθος, καὶ τὰς πάσα ςὁμοῦ, τὰς θείας ἀντιδόσεις, ἐπὶ πολλοῖς τοῖς ἔτεσι, τῆς δευτέρας βιοτῆς σου.
Θεοτοκίον.
Ὕμνοις γεραίρω Σε Παρθένε, τὴν τιμήσασαν τὸ γένος τῶν ἀνθρώπων, ἀτιμίᾳ δεινῇ, τὸ πρὶν κατακριθεῖσαν, εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.







ᾨδὴ η΄. Παδας εαγες ν τκαμίν
Τέτρωται λαὸς τῶν Ἰουδαίων, τῷ φθόνῳ κατασχεθεὶς ὁ κακομήχανος, οὗτος γὰρ μὴ φέρων σου, δόξαν ἣν ἀπέκτησας, παρὰ Χριστοῦ βουλεύεται, καινὰ καὶ μάταια, κατά, τοῦ Ζωοδότου ποιῆσαι, Λάζαρε θεόφρον, καὶ κατὰ σοῦ τοῦ ἀναστάντος.
μνοις καὶ ᾠδαῖς σου καταστέφει, τὴν μνήμην ἡ Βηθανία καὶ ἡ ἅπασα, πόλις ἡ βασίλειος, Κύπρος καὶ αἱ σύμπασαι, τῶν εὐσεβῶν θεόσοφε, συνάξεις Λάζαρε· διό σου, τὴν χαρμόσυνον πάντες, ἔγερσιν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Φῶς σου καθωράθης ἐν τῷ μέσῳ, θεόφρον τῶν Ἰουδαίων Φαρισαίων τε, ὃν γὰρ προεκήρυξαν, οἱ Προφῆται ἅπαντες, Θεὸν σαρκὶ φαινόμενον, τοῦτον οὐκ ἔγνωσαν, ὡς μάταιοι, Ἑβραίων οἱ παῖδες, ὡς σὺ τοῦτον ἔγνως, Θεὸν σεσαρκωμένον.
Θεοτοκίον.
Χαίροις οὐρανῶν ὑψηλοτέρα, καὶ πάντων τιμιωτέρα θείων τάξεων, χαῖρε βάθος ἄπειρον, ὕψος ἀκατάληπτον, χαῖρε ἡλίου ὄχημα, καὶ ἐνδιαίτημα, τὸ κλέος, καὶ κειμήλιον χαῖρε, τῶν ὑμνολογούντων, Σὲ Κόρη εἰς αἰῶνας.

Ἕτερος. Τὸν Βασιλέα.
Ζέων τῷ Πνεύματι, ὡς ὁ Παῦλος ἐδείχθη, ἄξιος τῆς ποίμνης τῶν λογικῶν προβάτων, Λάζαρος ὁ θεῖος, Χριστοῦ τε ἱεράρχης.
πὶ τῇ θείᾳ, τοῦ σκήνους σου καταθέσει, ὁ Μέδων χαίρει σὺν τῷ λαῷ Κυρίου, καὶ ἐπικροτεῖ σου, ἑόρτια καὶ θείους ὕμνους.
Δοξολογεῖται, καὶ αὕτη σου ἡ μνήμη, θεῖε Λάζαρε ἐν ᾗ τὸ σὸν ἐφάνη, σκῆνος πεπλησμένον, ἁγιασμοῦ καὶ δόξης.
Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.














ᾨδὴ θ΄. πας γηγενής
Χαίρει καὶ σκιρτᾷ, Λάζαρε ἡ σύμπασα, σοῦ ἑορτάζουσα, ἣν αὐτὸς ὁ Κύριος, θαυματουργίαν σοὶ ἐποιήσατο, ἐν Βηθανίᾳ Ὅσιε, τῇ σῇ γεννήτριᾳ, οἱ δὲ ταύτης, ἐπὶ πλεῖον χαίρουσι, σοῦ τρυφῶντες τοῦ τάφου οἱ τρόφιμοι.
Ψάλλει καὶ κροτεῖ, ἑόρτια σήμερον, σοφὲ ἠ ποίμνη σου, ἐπὶ τῇ ἐξόδῳ σου, καὶ ταύτης μνείαν ποιοῦσα Λάζαρε, τῆς πρώτης οὐκ ἀφίσταται, τελεῖν μνημόσυνα, καὶ δοξάζει, τὸν τῆς δόξης Κύριον, καὶ ζωῆς καὶ θανάτου ὑπάρχοντα.
τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν, ὧν κατηξίωσαι, Λάζαρε θεσπέσιε, Θεὸν γὰρ φίλον ἐνταῦθα ἔκτησας, καὶ ὃν ἡ κτίσις ἅπασα χωρεῖν οὐ δύναται, τοῦτον ἔσχες, ὡς ξενοδοχούμενον, ἐν ἰδίῳ σοφέ σου οἰκήματι.
Θεοτοκίον.
Χαῖρε ἡ χρυσή, λυχνία καὶ τράπεζα, πιστοὺςν ἐκτρέφουσα, χαῖρε ἀγεώργητε, γῆ ζωηφόρον στάχυν βλαστήσασα, χαῖρε βροτῶν διάσωσμα, καὶ θεῖον καύχημα, τῶν βοώντων· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἔτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Γευσάμενος θανάτου φθοροποιοῦ, οὐκ ἐφθάρης τὸ συνολον Λάζαρε, ἀλλ’ ἀνστάς, παρὰ τοῦ τῶν ὅλων Δημιουργοῦ, κατέστης ὅλος εὔθετος, ποίμνης τῆς ἐν Κύπρῳ θεῖος ποιμήν, παρὰ τῶν Ἀποστόλων, ἐν ᾗ ἡ Θεοτόκος, σοῦ τῆς ἀξίας ἐμνημόνευσεν.
Βασίλειος ἡ πόλις σοῦ τῆς σοροῦ, πλουτησθεῖσα ἐξόχως ἀγάλλεται, ὥσπερ ποτέ, προηγαλλιάσατο ἡ αὐτή, ἐπὶ τοῦ πρωτομάρτυρος, οἷς ὁ πολυέλεος τὰ αὐτοῦ, ἐλέη οὐρανόθεν, κατέπεμψε πλουσίως, ὡς αὐτοῦ μύστας καὶ θεράποντας.
νάγνοις ἡμῶν χείλεσιν τὴν ᾠδήν, τῶν ἐν σοὶ προσφερόντων ὑπόδεξαι, καὶ τῷ Χριστῷ, Λάζαρε μὴ παύσῃ ὡς φίλῳ σῷ, πρεσβεύων τοῦ δωρήσασθαι, πᾶσι τὴν εἰρήνην καὶ ἱλασμός, γενέσθαι καὶ παρέξει, τοῖς πᾶσιν σωτηρίαν, ὡς ἀγαθὸς καὶ παντοδύναμος.
Θεοτοκίον.
Ὡράθης ὦ Παρθένε Μῆτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἐρεύξατο, πάντων πρὸ αἰώνων ὁ ἀγαθός, ὃ νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.






Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῖς Μαθηταῖς συνέχαιρες, καθορῶν τὸν Δεσπότην, σὺν τούτοις ἀνακείμενον, ἐν οἰκίᾳ πατρώᾳ, οἷς καὶ σὺ μετὰ πότμον, δαιτυμὼν καθωράθης, τοῖς πᾶσί τε πιστούμενος, ἀληθῶς ὡς ἠγέρθης, ἐκ τῶν νεκρῶν, μετὰ τετραμέριαν ἐν τῷ τάφῳ, θανὴν θεόφρον Λάζαρε, τῶν πιστῶν ἠ τερπνότης.
Ἕτερον.
Ὡς φίλος τοῦ Δεσπότου σου, καὶ Ἱεράρχης ἔνθεος, ὡς πλήρης ἁγιότητος, ἐν παῤῥησίᾳ ἵστασαι, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, ἐν οὐρανοῖς θεῖε Πάτερ, μεθ’ ὧν δυσώπει Ὅσιε, τὸν Δεσπότην ἀπαύστως, ὑπὲρ ἡμῶν, τῶν πιστῶς τιμώντων σου νῦν τὴν μνήμην, καὶ τῶν προσερχομένων σου, τῷ ἁγίῳ τεμένει.
Θεοτοκίον.
Τριάδος Κόρη τέτοκας, ἀποῤῥήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει, τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει Σε, προσκυνούντων ἐκ πάσης, ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι ὅτι πάντες, πρὸς Σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὐψίστου κληθείς.
Πρὸ τῆς κοινῆς ἀναστάσεως ὁ Κτίστης, τὴν αὐτὴν πιστώσασθαι θέλων ἀνάστασιν, τοῖς εἰς τὸ θεῖον πιστεύουσι, τῶν Ἀποστόλων, κήρυγμα Πάτερ, θεόφρον Λάζαρε, ταύτην ἐβεβαίωσεν ἔργῳ ὁ Κύριος, διὰ τῆς σῆς ἀναστάσεως· ὅθεν ἐδείχθης υἱὸς πρωτότοκος τοῦ κηρύγματος, καὶ τῇ αἰρέσει ἀνθιστάμενος, τοῖς ἐθέλουσι στῆσαι τὰ ἄνομα, τοῖς δ’ εὐθέσι προστάτης, τῇ καρδίᾳ καὶ ὑπέρμαχος.

Ἱερατεύων ὁ μέγας ἐν Κυρίῳ, Λάζαρος πεπλούτηκε τῆς θείας χάριτος, καὶ ἀρετὰς πάσας ἤρδευσε, χερσομανούσας, τὰς τῶν ἀνθρώπων ψυχὰς τῷ καύσωνι, τῷ τῆς ἀθεότητος, καὶ ματαιότητος, καὶ γὰρ αὐτὸς ὡς ἐπάξιον, Θεοῦ δοχεῖον, θεομαρτύρητος ὅλος γέγονεν· ὅθεν ὡς φίλος ὥσπερ γνήσιος, τοῦ αὐτοῦ καὶ τοῖς μύσταις γενόμενος, καὶ Μητρὸς τῆς Παρθένου, ὑπὲρ πάντων εὐμενίζεται.

Ἱερατεύων ὁ θεῖος θεαρέστως, Λάζαρος ἐν πλείοσι χρόνοις κεκοίμηται, καὶ ἐν μνημείῳ ἐνθάπτεται, πολλὰς τελέσας, τὰς περιόδους ἐκτὸς τῆς λάρνακος, τότε θείῳ θαύματι μετακομίζεται, παρὰ σοφοῦ αὐτοκράτορος, ἡ θεία λάρναξ, ἔκ τε τῆς Κύπρου εἰς Βασιλεύουσαν, καὶ κατετέθη ἐν σκηνώματι, τῷ οἰκείῳ ὡς ὄλβος πολύτιμος, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, ἐν ψαλμοῖς καὶ ἀλαλάγμασιν.

Διὰ τῆς θείας μορφῆς καὶ τοῦ ναοῦ σου, καὶ τῆς πρὸς τὸν Κύριον θείας πρεσβείας σου, οἱ σὲ τιμῶντες καυχώμεθα, προστάτην σχόντες, καὶ θεῖον ὅρμον, καὶ πύργον ἄσειστον· ὅθεν ὡς ἰσάγγελος, ὡς ἰσαπόστολος, καὶ τοῦ Δεσπότου ὡς γνήσιος, καὶ Θεοτόκου, Λάζαρε θεῖε πολλῆς τετύχηκας, τῆς παῤῥησίας· διὸ αἴτησαι, ταῖς ψυχαῖς ἡμῶν θείαν παράκλησιν, καὶ εἰρήνην καὶ πᾶσαν, τῶν πταισμάτων θείαν ἄφεσιν.

Δόξα. Ἦχος πλ. α΄.
Ἔπρεπε τῇ Βασιλίδι τῶν πόλεων, καὶ τῆς τοῦ θείου σου λειψάνου κατατρυφῆσαι ἁγιότητος, Λάζαρε θεόπτα καὶ θεομαρτύρητε Ὅσιε· Βηθανία γὰρ ὡς πατριὸς καυχᾶται τῷ τάφῳ σου, καὶ ἡ Κύπρος μετ’ αὐτῆς· πόλις δ’ ἡ βασίλειος, οὐδαμῶς ὑπάρχει ἐλαχίστη ἀμφοτέρων, τοῦ αὐτοῦ λειψάνου σου πλουτήσασα, δι’ αὐτῶν καὶ πᾶς ὁ λαὸς ἐν πάσῃ πόλει καὶ χώρᾳ, σοῦ τιμᾷ τὴν μνήμην ἱεράρχα, ὡς ἰσάγγελον καὶ ἰσαπόστολον, καὶ φίλον γνήσιον Χριστοῦ, καὶ ὡς τετραήμερον ἐξαναστάντα τοῦ μνήματος, παρ’ αὐτοῦ τοῦ Σωτῆρος, τοῦ σώζοντος διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου