Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 21. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΩΚΡΑΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΚΑ΄!!
ΣΩΚΡΑΤΗΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ σῷ κράτει φιλάνθρωπε, ὀ Σωκράτης ῥωννύμενος, μαρτυρίου στάδιον χαίρων ἤνυσε, καὶ ταῖς ῥανίσι τοῦ αἵματος, λαμπρῶς ἐπορφύρωσε, τὴν στολὴν τὴν ἱεράν, καὶ ἀνῆλθε γηθόμενος, πρὸς οὐράνια, οὗ πρεσβείαις ἐλέησον οἰκτίρμον, τοὺς ἐν πίστει ἐκτελοῦντας, αὐτοῦ τὴν μνήμην τὴν ἔνδοξον.

Ἰερεὺς ἐνθεώτατος, Ἀθλοφόρος ἀήττητος, ὡς τοῦ θείου Πνεύματος ἐνδιαίτημα, καὶ οἰκονόμος θεόληπτος, ψυχῶν ἐχρημάτισας, ἀριστεύσας ἱερῶς, ἱερώτατε Σώκρατες· διὰ τοῦτό σε, ἡ Χριστοῦ Ἐκκλησία μακαρίζει, ὡς πρεσβεύοντα ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Ὥσπερ στήλη θεόγραφος, εὐσεβείας καὶ χάριτος, τῶν εἰδώλων ἅπαντα τὰ σεβάσματα, ζήλῳ τῷ θείῳ πυρούμενος, συνέτριψας Ἅγιε, καὶ ἐνήθλησας στεῤῥῶς, καὶ τμηθεὶς τὸν αὐχένα σου, Πάτερ Σώκρατες, τῇ πλημμύρᾳ τῶν θείων σου αἱμάτων, κατεπόντισας τὸ στῖφος, τοῦ πονηροῦ κοσμοκράτορος.

Ἕτερα. Ὁ αυτός. Ἔδωκας σημείωσιν.
Φέγγει θείου Πνεύματος, τῇ καθαρᾷ πολιτείᾳ σου, ἐλλαμφθεὶς τὴν διάνοιαν, θεόληπτε Σώκρατες, τῷ Σωτῆρι πάντων, πίστει ἰερούργεις καὶ μαρτυρίου τὴν ὁδόν, ἀνενδοιάστῳ γνώμῃ διήνυσας, Αὐτοῦ τὸ θεῖον ὄνομα, ομολογήσας μακάριε, διὰ τοῦτο στεφάνῳ σε, τῷ διπλῷ κατεκόσμησε.

Πίστεως στεῤῥότητι, καὶ ψυχικῇ ἀνδρειότητι, καὶ τῷ λόγῳ τῆς χάριτος, κατήσχυνας ἔνδοξε, εἰδώλων τὴν πλάνην, καὶ δι’ ἀσθενείας, σαρκὸς καθεῖλες κραταιῶς, τὸν ἐν κακίᾳ ἰσχυρὸν δράκοντα, Ἰερομάρτυς ἔνδοξε, πάθεσι θείοις ῥωννύμενος· διὰ τοῦτο τὴν μνήμην σου, οἰ πιστοὶ ἐορτάζομεν.

Ἐν βίῳ θεόληπτος, καὶ ἐν ἀθλήσει στεῤῥότατος, ἐχρημάτισας Σώκρατες, ζωῆς καθαρότητι, καὶ ψυχῆς φρονήσει, καὶ δι’ ἀμφοτέρων, εὐαρεστήσας τῷ Χριστῷ, Ἱερομάρτυς ἀξιοθαύμαστε, τὰ ἔπαθλα τῶν πόνων σου, χειρὶ τῇ θείᾳ εἰσδέδεξαι, καὶ τῆς ἄνω λαμπρότητος, ἐπαξίως τετύχηκας.

Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἱερατικὴν ἀμπεχόμενος στολήν, πρὸς ἀθλητικοὺς ἀπεδύσω ἀγῶνας, Ἱερομάρτυς Σώκρατες, τῇ γὰρ θείᾳ ὀμολογίᾳ κραταιωθείς, εἰδωλικῆς μανίας τὴν πλάνην ἤλεγξας, καὶ πρὸς σφαγὴν ἑκούσιον, δέδωκας σαὐτόν, τὸν Σωτῆρα μιμούμενος, καὶ τῷ οἰκείῳ αἵματι, τὴν Ἐκκλησίαν ἀρδεύσας, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, περιφανῶς ἠξιώθης. Ἀλλ’ ὡς ἱερεὺς καὶ Μάρτυς ἀληθής, ἀπαύστως ἰκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἠμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἰλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ὡς θυσίαν εὐπρόσδεκτον, τῇ ἀθλήσει προσήγαγες, σεαυτὸν τῷ Σωτῆρι, Ιερομάρτυς Σώκρατες, τὰ ὰρ θεῖα μυστήρια, θεολήπτῳ γνώμῃ τελῶν, τῷ ἰδίῳ αἵματι, ἀπετελέσθης Χριστῷ, σφαγιασθεὶς ὠς πρόβατον, ὐπὲρ Αὐτοῦ μακάριε· ὅθεν ἀξίως ἀντεδοξάσθης, ἀντιμισθίᾳ δαψιλεῖ, καὶ πρεσβεύεις ἑκάστοτε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Τῇ θείᾳ ψήφῳ ἐκλελεγμένος Κυρίῳ, θεοπρεπῶς διήγαγες, τὴν θείαν ὑπουργίαν, καὶ ἰερατικοῖς ἁγιασμοῖς, τῶν πιστῶν ἁγιάσας τὸ φρόνημα, ἀθλητικαῖς ἀριστείαις ἐδόξασας, τοῦ Σωτῆρος τὸ ὄνομα, περιφανῶς γὰρ ἠνδραγάθησας, κατὰ τῆς πλάνης Σώκρατες, καὶ τῷ κράτει τῆς πίστεως, τῷ κόσμῳ διέλαμψας· διό σε γεραίρομεν, Ἱερομάρτυς ἔνδοξε.

Ἦχος γ΄.
Θεοπρεπεῖ πολιτείᾳ κοσμούμενος, τοῖς τοῦ Σωτῆρος ἐλαμπρύνθης στίγμασιν, Ἱερομάρτυς Σώκρατες, ἐν ἀρεταῖς γὰρ θεοειδὴς ὑπάρχων, ἐν Ἀθλητῶν σκάμμασιν, ὤφθης ἀήττητος, καὶ τοῖς διπλοῖς ἀγῶσι, τῶν εὐσεβῶν παιδεύσας τὸ φρόνημα, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν, τοῖς τιμίοις πόνοις σου ἐφαίδρυνας. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε δεόμεθα, ὐπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τὸν ἐν ἱερεῦσιν Ἀθλητήν, καὶ ἐν Μάρτυσιν ἱερέα, Σωκράτην τὸν ἀοίδιμον, μαρτυρικοῖς εὐφημήσωμεν ὕμνοις, τὸ γὰρ θεῖον Εὐαγγέλιον, ἀμέμπτως ἱερουργῶν, ἀθλητικοῖς πόνοις καὶ αἵμασι, τὸν λόγον τῆς πίστεως ἐσφράγισε, καλῶς γὰρ ἀγωνισάμενος, καὶ ἐν πᾶσιν εὐαρεστήσας Χριστῷ, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, παρ’ Αυτοῦ εδέξατο· ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως, ῥυεσθαι ἡμᾶς πάσης θλίψεως, ὡς Ἱερομάρτυς ἐνθεώτατος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θυσίαν προσάγων τῷ Χριστῷ, πρώην τὴν ἀναίμακτον, ὡς ἱερεὺς ὢν τῆς χάριτος, θεόφρον Σώκρατες, εἶτα προσηνέχθης τούτῳ τῇ ἀθλήσει σου, ὡς θῦμα λογικόν τε καὶ τέλειον· διὸ ἀντέλαβες, οὐρανόθεν δόξαν ἄφραστον, καὶ καμάτων, τῶν σῶν τὴν ἀντίδοσιν.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πανεύφημε Σώκρατες σαὐτόν, τύπον θείων πράξεων, ἐν Ἐκκλησίᾳ παρέστησας, Ὁσίων ἔνδοξε· ὅθεν τῶν εἰδώλων, συντριβὴν πεποίηκας, καὶ τούτων καθελὼν τὰ σεβάσματα, γνώμης στεῤῥότητι, διελήλυθας γηθόμενος, μαρτυρίου τὸν δόλιχον Ἅγιοε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τῷ ξίφει τμηθεὶς τὴν κεφαλήν, πάσας ἐναπέτεμες, τὰς μηχανὰς τοῦ ἀλάστορος, παμμάκαρ Σώκρατες, καὶ τῇ οὐρανίῳ, Ἐκκλησίᾳ Ἅγιε, συνήφθης τὴν θυσίαν τὴν ἄϋλον, φέρων τῷ Κτίσαντι, σὺν Ἀγγέλοις μεθ’ ὧν πρέσβευε, ὑπέρ πάντων τῶν ἀνευφημούντων σε.

Δόξα. Ἦχος πλ. δ΄.
Εὐσεβῶς ἀγωνισάμενος ἐν ἱερεῦσι καὶ Μάρτυσιν, ἀκριβῶς διέπρεψας, Ἱερομάρτυς Σώκρατες· δι’ ἀμφοτέρων γὰρ ἐδόξασας, τὸν τῆς δόξης Κύριον, καὶ τὸ μυστήριον τῆς πίστεως, τοὺς τὴν αἰώνιον ζωὴν ποθοῦντας, καλῶς ἐμυσταγώγησας. Καὶ νῦν Ἀγγέλοις συνών, καὶ τοῦ ἀνεσπέρου φωτὸς κατατρυφῶν, ἱκέτευε μακάριε, ὐπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Αθλήσεως αἵμασι τὴν ἱεράν σου στολήν, ἐνθέως ἐλάμπρυνας, ὑπὲρ τῆς δόξης Χριστοῦ, τμηθεὶς τὸν αὐχένα σου· ὅθεν ὡς ἱερέα, καὶ στεῤῥὸν Ἀθλοφόρον, Σώκρατες σὲ τιμῶμεν, καὶ θερμῶς σοι βοῶμεν· μὴ παύσῃ καθικετεύων, ὐπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῷ κράτει τοῦ Χριστοῦ, κρατυνθεὶς φερωνύμως, ἠγώνισαι στεῤῥῶς, κατὰ τῆς ἀσεβείας, θεόληπτε Σώκρατες, καὶ τὸν δόλιον δράκοντα καταβέβληκας, τοῖς ἱεροῖς σου καμάτοις· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Λόγον τοῦ Πατρός, συλλαβοῦσα ἀφράστως, ἐκύησας Αὐτόν, ἐν διπλῇ τῇ οὐσίᾳ, μίᾳ ὑποστάσει δέ, ὡς ηὐδόκησεν ἄχραντε, καὶ ἐθέωσας, τῶν γηγενῶν τὴν οὐσίαν, τῇ κυήσει Σου, Θεογεννῆτορ Μαρία· διό σε δοξάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βίου λαμπρότητι, καλλωπιζόμενος, λόγον σωτήριον, ἔσχες τῷ στόματι, ὡς ἱερὸς μυσταγωγός, τῆς χάριτος τοῦ Κυρίου· ὅθεν καὶ διήλεγξας, τῶν εἰδώλων τὸ μάταιον, καὶ προθύμως ἤθλησας, δι’ ἀγάπην τοῦ Κτίστου σου, παρ’ οὗ ἐμεγαλύνθης ἀξίως, Σώκρατες θεῖε Ἀθλοφόρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀῤῥήτως τέτοκας, τὸν ὑπερούσιον, σάρκα γενόμενον, ἐκ τῶν αἱμάτων Σου, καὶ μετὰ τόκον τὸν φρικτόν, παρθένος ἔμεινας Κόρη, ὄντως μεγαλεῖά Σοι, ὁ Δεσπότης ἐποίησεν, ὅτι πρὸ αἰώνων Σε, ἐξελέξατο Ἄχραντε, καὶ ὤφθη διὰ Σοῦ τοῖς ἀνθρώποις, σώζων τοὺς Σὲ ὑμνοῦντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὡς ἱερεὺς καὶ λειτουργὸς τῶν ἀῤῥήτων, μαρτυρικῶς ὑπὲρ Χριστοῦ ἠγωνίσω, Ἱερομάρτυς Σώκρατες μακάριε· ὅθεν παριστάμενος, τοῦ Σωτῆρος τῷ θρόνῳ, πρέσβευε δεόμεθα, πάσης βλάβης ῥυσθῆναι, τοὺς τὴν σεπτήν σου μνήμην ἐν χαρᾷ, ἐπιτελοῦντας, καὶ σὲ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς τοῦ Σωτῆρος ἀειπάρθενος Μήτηρ, καὶ ὑπερτέρα πάσης κτίσεως Κόρη, καὶ τῶν Ἀγγέλων λαμπροτέρα πέλουσα, ἀσυγκρίτως ἄχραντε, εὐμενεῖ ὄμματί Σου, ἐπὶ τὴν ταπείνωσιν, τῆς ἀθλίας ψυχῆς μου, ἴδε καὶ ῥῦσαι ταύτην ἀπεχθοῦς, παθῶν δουλείας, πολλῇ Σου χρηστότητι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ματθαῖον, ζήτει τῇ 13ῃ Ὀκτωβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱερομάρτυρος...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐν τῷ φωτὶ τοῦ Χριστοῦ πορευόμενος, ἀπροσκόπτως διώδευσας, τῆς σωτηρίας τὴν ὁδόν, Ἱερομάρτυς Σώκρατες, πρώην μὲν ταῖς ἀρεταῖς, τῇ Ἐκκλησίᾳ ἐκλάμπων, εἶτα δὲ οἰκείῳ αἵματι, πρὸς Χριστὸν ἀναδραμών· ᾯ πρέσβευε ἐκτενῶς ὡς ἔχων παῤῥησίαν, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Σήν, ὦ Σώκρατες, δίδου μοι χάριν. Γερασίμου.
ᾨδη α’. Ἦχος πλ. β΄. Δεῦτε λαοί.
Στέφει ζωῆς, τῆς αἰωνίου κοσμούμενος, καὶ τῷ φωτὶ λαμπόμενος, τοῦ Παντοκράτορος, φῶς μοι αἴτησαι θεῖον, ὦ Σώκρατες ὑμνοῦντι, τὴν θείαν μνήμην σου.
Ἡ σὴ ζωή, ταῖς ἀρεταῖς ὡς ἐξέλαμψε, τῆς εὐσεβείας θεῖόν σε, φωστῆρα ἔδειξε, καὶ μύστην τῶν ἀῤῥήτων, καὶ Μάρτυρα Κυρίου, παμμάκαρ Σώκρατες.
Νόμῳ Χριστοῦ, πολιτευόμενος Ἅγιε, τὴν ἀνομίαν ἤλεγξας, ἐνθέῳ στόματι, καὶ νομίμως ἀθλήσας, λαμπρῶς ἐμεγαλύνθης, θεόθεν Σώκρατες.
Θεοτοκίον.
Ὡς τοῦ Χριστοῦ, Μήτηρ ἁγνὴ ἀδιάφθορος, τὴν ἐκ παθῶν τοῦ σώματος, φθορὰν εἰσρεύσασαν, τῇ ἀθλίᾳ ψυχῇ μου, ἐκκάθαρον Παρθένε, τῇ Σῇ χρηστότητι.

ᾨδὴ γ’. Στερέωσον ἡμᾶς.
Σταγόσι τῶν αἱμάτων σου ἔσβεσας, τὴν φλόγα τῆς πλάνης Ἱερομάρτυς, καὶ πιστῶν πλουσίως ἤρδευσας, τὰς καρδίας πρὸς γνῶσιν τὴν σωτήριον.
Ὡς θεῖος ἱερεὺς πιστῶς ἰέρευσας, Χριστῷ τῷ τυθέντι ἐθελουσίως, καὶ ὡς θῦμα καθαρώτατον, προσηνέχθης Αὐτῷ, ἀθλήσας ἄριστα.
Καθεῖλες τῶν ματαίων τὰ σεβάσματα, καὶ τούτων τὰ ξόανα ἀνέτρεψας, πρὸς ἀγῶνας τῆς ἀθλήσεως, ἀπεδύσω προθύμως, Πάτερ Σώκρατες.
Θεοτοκίον.
Ῥωννύμενοι Παρθένε τῇ Σῇ χάριτι, οὐδόλως τὰ θράση καὶ τὴν μανίαν, δειλιῶμεν τοῦ ἀλάστορος, ἀλλὰ τούτου ἀεὶ περιγινόμεθα.








Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἱερεύσας ὁσίως παμμάκαρ Σώκρατες, τῇ Παναγίᾳ Τριάδι καθαρωτάτῃ ψυχῇ, τὸ ποτήριον πιεῖν Χριστοῦ ἠξίωσαι, ἐναθλήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης ἑαυτοῦ· ἐντεῦθεν μέτοχος ὤφθης, τῆς τῶν Ἀγγέλων εὐκλείας, Ἱερομάρτυς ἀξιάγαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως ἐκ τῶν αἱμάτων Σου, ὁ ὑπερούσιος, Λόγος δι’ ἐυσπλαγχνίαν πολλήν, τὴν οὐσίαν τοῦ Ἀδὰμ ἁγνὴ ἀνέπλασε, καὶ ἀνήγαγεν αὐτήν, πρὸς ζωὴν τὴν ἀληθῆ, καὶ δόξαν τὴν οὐρανίαν· διό Σου τὰ μεγαλεῖα, πίστει ὑμνοῦμεν καὶ δοξάζομεν.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἀθλητὴς ὤφθης ἄριστος, ὑπὲρ Χριστοῦ τὸ αἷμά σου ἐκχέας· διό σε ὑμνοῦμεν, Σώκρατες ἔνδοξε.
Τῶν εἰδώλων τὸ μάταιον, γλώσσῃ τῇ σῇ θεόφρον θριαμβεύσας, τοῦ Χριστοῦ τὸ κράτος, ἄθλοις ὑπέφηνας.
Ἐντολαῖς τοῦ παντάνακτος, τῶν εὐσεβῶν τὸ φρόνημα παιδεύων, λειτουργὸς ὤφθης, τῆς χάριτος πάνσοφος.
Θεοτοκίον.
Σωτηρίας πρὸς τρίβον με, ἐκ τῆς ὁδοῦ ἀνθέλκυσον τῆς πλάνης, ἵνα Σε δοξάζω, μόνη πανύμνητε.

ᾨδὴ ε’. Τῆς νυκτὸς διελθούσης.
Δόξαν τὴν τοῦ Σωτῆρος, ἅπασι καταγγέλων, ἀδοξίαν οἷα ψυχόλεθρον, ἤλεγξας τῶν εἰδώλων, καὶ ἤρθης πρὸς μαρτυρίου, Σώκρατες τὴν δόξαν τὴν ἄϋλον.
Ἴθυνας τοῦ νοός σου, Σώκρατες τὰς κινήσεις, πρὸς τὸ φῶς Χριστοῦ τὸ ὑπέρλαμπρον· ἔνθεν ἐν ἱερεῦσι, καὶ ἐν Ἀθλοφόροις, ἔλαμψας τῷ κόσμῳ μακάριε.
Δύναμιν θείαν ἔχων, ἔνδον ἐν τῇ ψυχῇ σου, ὡς λειτουργὸς ἱερώτατος, πᾶσαν τὴν τοῦ βελίαρ, δύναμιν ὀλεθρίαν, ἄθλοις ἱεροῖς κατεπάλαισας.
Θεοτοκίον.
Ὄμβρησόν μοι Παρθένε, ἔλεος δυσωπῶ Σε τῷ παθῶν κειμένῳ τοῖς βάθεσιν, ὡς ἂν μετανοίᾳ, τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς, διέλθω ὁ δείλαιος.









ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὑπηρέτης Χριστοῦ ἐνθεώτατος, ὤφθης Πάτερ Σώκρατες καὶ ἠνδραγάθησας, μαρτυρικοῖς παλαίσμασι· διὰ τοῦτο ἀξίως δεδόξασαι.
Μαρτυρίου ἀνύσας τὸν δίαυλον, καὶ ἱερωσύνης σου τὸ θεῖον ἔνδυμα, φοινίξας τοῖς σοῖς αἵμασι, πρὸς Χριστὸν γηθοσύνως ἀνέδραμες.
Οἱ κρουνοὶ τῶν αἱμάτων σου Σώκρατες, τῶν ὑπὲρ Χριστοῦ χυθέντων γεγόνασι, δρόσος ἡμῖν οὐράνιος, καὶ ψυχῶν θεοδώρητον ἴαμα.
Ἱερεὺς τοῦ Σωτῆρος θεόληπτος, οἷα καθαρὸς τῇ ψυχῇ ὤφθης Σώκρατες, καὶ Ἀθλητὴς περίδοξος, ὑπὲρ τούτου θανὼν προθυμότατα.
Θεοτοκίον.
Χαρμονὴν τῇ ψυχῇ μου οὐράνιον, τῇ λελυπημένῃ παθῶν ἐπιθέσεσι, παράσχου Θεονύμφευτε, ὡς χαρᾶς τῆς ἀλήκτου θησαύρισμα.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ Χριστοῦ τῇ χάριτι, καθωπλισάμενος, τὸν ἀγῶνα ἤνυσας, τοῦ μαρτυρίου εὐθαρσῶς, καὶ ἐπαξίως δεδόξασαι, Ἱερομάρτυς ἀοίδιμε Σώκρατες.
Ὁ Οἶκος.
Τὸ θεῖον κράτος τοῦ Χριστοῦ, σαφῶς ἐνδεδυμένος, καὶ εὐσεβείας τῷ φωτί, λαμπρῶς πεπυρσευμένος, τῆς Ἐκκλησίας λειτουργός, καὶ ἱερὸς μυσταγωγός, καὶ λαμπαδοῦχος ὁδηγός, ἐδείχθης θεοφόρε· ἐντεῦθεν θείῳ ἀναπτερωθεὶς ἔρωτι, ὡς τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχων, τὴν τῶν εἰδώλων ματαιότητα ἤλεγξας, καὶ τὰ σεβάσματα τούτων κατέλυσας, τῆς τῶν πιστῶν σωτηρίας, ὡς ποιμὴν ἀληθὴς προνοούμενος, καὶ ἀθλητικῶς τὴν ζωήν σου σφραγίσας, ὑπὲρ Χριστοῦ προθύμως τὸ σὸν αἷμα κέχυκας, Ἱερομάρτυς ἀοίδιμε Σώκρατες.

















Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳ.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων.
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύλληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἱλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἱλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Ἱερᾷ Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρούχ.
Bαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.








Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιροῦ πόθῳ,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος , ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνὸς ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρνοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. Τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Εἰκόνος χρυσῆς.
Ἀμέμπτῳ ζωῇ, ἱερῶς κεκοσμημένος θεοφόρε, Μαρτύρων δόξαν ἐπλούτησας, μαρτυρικῶς ἠγώνισαι, καὶ ἐν ἀμφοτέροις ἐμπρέπων, Χριστῷ κραυγάζεις γηθόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥημάτων τῶν σῶν, μὴ ἐνέγκας ὁ παράνομος διώκτης, τὴν διαλάμπουσαν ἀλήθειαν, Πάτερ θεόληπτε Σώκρατες, ξίφει τὴν ἁγίαν σου κάραν, ἀποτέμνει κραυγάζοντος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἰσχὺν θεϊκήν, ἐζωσμένος ἰσχυρῶς Σώκρατες μάκαρ, ψυχῆς στεῤῥότητι διήλεγξας, τὸ τῶν εἰδώλων ἀνίσχυρον, καὶ τῆς τῶν ἐχθρῶν ἀσθενείας, καταπτύσας ἐκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νοός μου ἁγνή, τὰς κινήσεις καὶ τὴν ἔφεσιν πρὸς μόνον, τῶν ἐφετῶν τὸ ἀκρότατον, Χριστὸν τὸ φῶς τὸ ἀπρόσιτον, ἴθυνον τῇ Σῇ εὐσπλαγχνίᾳ, καὶ συνέτισον ψάλλοντα· εὐλογημένος ὁ καρπός, τῆς Σῆς κοιλίας σεμνή.

ᾨδὴ η’. Τὸν ἐν καμίνῳ.
Γνώσει ἐκλάμπων ἀληθεῖ, ἀγνωσίας καταβέβληκας τὸ θράσος, καὶ καλῶς τὸν ἀγῶνα, τετελεκὼς ἐν Χριστῷ, τῆς ἄνω λαμπρότητος μέτοχος, Σώκρατες ἐγένου, σοφὲ Ἱερομάρτυς.
Ἐνδεδυμένος τὴν στολήν, κρίσει θείᾳ, τῆς σεπτῆς ἰερωσύνης, πρὸς ἀθλήσεως πόνους, χωρεῖς γενναίᾳ ψυχῇ, Χριστὸν εὐλογῶν θεῖε Σώκρατες, τὸν σοὶ δεδωκότα, ἐξ ὕψους θεῖον σθένος.
Ῥῦσαι ἡμᾶς παντοδαπῶν, πειρασμῶν καὶ συμφορῶν τῶν ἐν τῷ βίῳ, τῇ θερμῇ σου πρεσβείᾳ, τῇ πρὸς Χριστὸν τὸν Θεόν, καὶ δίδου ἡμῖν Πάτερ Σώκρατες, σταθηρὰν εἰρήνην, καὶ πᾶσαν εὐπραγίαν.
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Χριστόν, συλλαβοῦσα καὶ τεκοῦσα ὑπὲρ λόγον, ἀλογίας τὴν φύσιν, ῥυόμενον τῶν βροτῶν, ὡράθης ἁγνὴ ὑπερέχουσα, πάντων ποιημάτων, ὡς Μῆτερ τοῦ Ὑψίστου.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Στέφανον νίκης ἐδέξω, τὸν ἀγῶνα τελέσας, καὶ ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν, παρὰ Χριστοῦ τοῦ παντάνακτος, καὶ τοῖς ἄνω συνήφθης, Ἱερομάρτυς θείοις λειτουργοῖς, τὸ ἀμήχανον κάλλος, ὁρῶν τοῦ παντοκράτορος.
Ἱερωσύνης τὸ χρῖσμα, τῇ ἀθλήσει σου Πάτερ, λαμπρότερον τελέσας αλθῶς, πρὸς τὸν ναὸν τὸν οὐράνιον, προσεχώρησας χαίρων, καὶ δόξης, τῆς ἀΰλου λειτουργός, σὺν Ἀγγέλοις ἐγένου, Ἱερομάρτυς Σώκρατες.
Μυσταγωγὸς θεοφόρος, καὶ ἐν ἄθλοις Μαρτύρων, περίδοξος ὡράθης Ἀθλητής, καὶ διπλοῖς πόνοις ἐδόξασας, τὸν Σωτῆρα τῶν ὅλων, Ἱερομάρτυς Σώκρατες σοφέ, διὰ τοῦτο τῆς δόξης, τῆς αἰωνίου ἔτυχες.
Ὁλολαμπὴς χρηματίζων, ὡς τὸ φῶς τοῦ Κυρίου, δεχόμενος πλουσίως Ἀθλητά, σκότους παθῶν με ἀπάλλαξον, καὶ φωτὶ ἀτενίζειν, τῷ θείῳ πτέρωσόν μου ψυχήν, τοῦ ὑμνοῦντός σε πόθῳ, Ἱερομάρτυς Σώκρατες.
Θεοτοκίον.
Ὑψίστου ὤφθης καθέδρα, καὶ πυρίμορφος θρόνος, Παρθένε καὶ παλάτιον λαμπρόν, τοῦτον ἀφράστως κυήσασα· Ὃν δυσώπει με ῥῦσαι παθῶν ἀκαθαρσίας ἀπεχθών, Σὲ γὰρ ἄχραντε μόνην, ἐλπίδα ζωῆς κέκτημαι.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ ἱερὸς Σωκράτης, ὕμνοις τιμάσθω ἱεροῖς, ὡς ἱερεὺς θεοφόρος, καὶ Ἀθλητὴς περιφανής· δι’ ἀμφοτέρων γὰρ ὤφθη, εὐαρεστήσας Κυρίῳ,
Θεοτοκίον.
Θεοχαρίτωτε Κόρη, ἁμαρτωλῶν ἡ προσφυγή, καὶ σωτηρία τοῦ κόσμου, λύτρωσαι πάσης ἀπειλῆς, καὶ πειρασμῶν καὶ κινδύνων, τοὺς προσιόντας Σοι πίστει.
















Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας τὴν δόξαν καὶ τὴν λαμπρότητα, ὡς ἱερεὺς Κυρίου, καὶ φωτὸς θείου πλήρης, τοῖς πᾶσιν ὑπεμφαίνων βίῳ τῷ σῷ, ἱερώτατε Σώκρατες, μαρτυρικῶς κατεπάλαισας τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος.

Τὴν συντριβὴν τῶν εἰδώλων ἀπεργασάμενος, ὡς τοῦ Εὐαγγελίου, στηλογράφημα ἔμπνουν, διήνυσας τὸν δρόμον καρτερικῶς, τῆς ἀθλήσεως Σώκρατες, καὶ ἐπαξίως ἐστέφθης παρὰ Χριστοῦ, ἀφθαρσίας διαδήματι.

Τῇ ἐκτομῇ ὑποκλίνας τοῦ ξίφους Ἅγιε, τοῖς τῶν αἱμάτων ῥείθροις, τὴν ἁγίαν στολήν σου, ἐφοίνιξας πλουσίως καὶ πρὸς Χριστόν, νικηφόρος ἀνέδραμες, Ὃν ἐκδυσώπει σωθῆναι τοὺς εὐλαβῶς, Μάρτυς Σώκρατες τιμῶντάς σε.

Ταῖς ὑπὲρ νοῦν λαμπηδόσι καταλαμπόμενος, τῆς ἀρχικῆς Τριάδος, ἐν σκηναῖς οὐρανίαις, Σώκρατες παμμάκαρ ῥῦσαι ἡμᾶς, τοὺς ἐν γῇ σε γεραίροντας, ἐκ σκοτασμοῦ παθημάτων πολυειδῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Δόξα. Ἦχος β΄.
Τῆς ἀληθείας γεηπονῶν τὴν ἄρουραν, καρπὸν πολὺν Χριστῷ ἐξήνεγκας, Ἱερομάρτυς Σώκρατες, τὴν γὰρ ζωήην σου τέθεικας, ὑπὲρ τῆς εὐσεβείας, ἀπαρνησάμενος σαὐτόν, ἐν τῇ ἀπεκδύσει τῶν φθαρτῶν, καὶ νομίμως ἀγωνισάμενος, τῆς θείας ἀγάπης τὸ κράτος, πᾶσιν ὑπέδειξας. Ἀλλ’ ὡς τῆς ἄνω ζωῆς κληρονόμος, καὶ κοινωνὸς τῆς δόξης Κυρίου, ἀπαύστως ἰκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Σωκράτην τὸν θεῖον, εὐφημήσωμεν ἐν ᾠδαῖς, χαίροις ἐκβοῶντες, αὐτῷ ἀπὸ καρδίας, ὁ τὸν Χριστὸν δοξάσας, οἰκείοις αἵμασι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου