Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 21. ΟΣΙΟΣ ΦΙΛΟΘΕΟΣ ΑΓΙΟΡΕΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ 21.
ΦΙΛΟΘΕΟΣ ΟΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Φιλόθεε τὴν σήν, κλῆσιν ἀληθεύουσαν, τῇ πολιτείᾳ σου ἔδειξας, ἀπὸ νεότητος, τοῦ Θεοῦ γὰρ φίλος, ὤφθης ἐνθεώτατος, καὶ σκεῦος ἀρετῆς δι’ ἀσκήσεως, διὸ τὴν μνήμην σου, τὴν ἁγίαν, ἑορτάζοντες, ἀνυμνοῦμεν τὸν σὲ θαυμαστώσαντα.

Πάτερ Φιλόθεε ῥυσθείς, ἐμφανείᾳ κρείττονι, τῆς τοῦ Χριστοῦ Μητρὸς Ὅσιε, δεινῆς καθείρξεως, καὶ καθυπακούσας, ταύτης θείων ῥήσεων, ἀσκήσεως ἀγῶνι διέλαμψας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Φιλόθεε τρωθείς, οὐρανίῳ ἔρωτι, καθάπερ Ἄγγελος ἔζησας, βίου λαμπρότητι, ἐν Μονῇ μὲν πρώην, τοῦ Προδρόμου Ὅσιε, καὶ εἶτα ἡσυχίας τοῖς σκάμμασι, Χριστὸν ἐδόξασας, καταισχύνας τὸν ἀλάστορα, ἐπελθόντας ὑπούλως σοι Ὅσιε.

Πάτερ Φιλόθεε Χριστοῦ, μιμητὴς γενόμενος, εἰς ἀπαθείας ἀνέδραμες, ὕψος ἀκρότατον, ταπεινοφροσύνης, χάριτι κοσμούμενος, ἐντεῦθεν ἐνετείλω τὸ σῶμά σου, εἰς ἄλσος ἄταφον, ἀποῤῥίψαι, μετὰ θάνατον, ἀθανάτου τιμῆς ἐφιέμενος.

Πάτερ Φιλόθεε φωτί, οὐρανίῳ λάμπουσα, καθάπερ ἄστρον πολύφωτον, ὤφθη ἡ Κάρα σου, ἔνδοθεν τοῦ δάσους, ἣν πιστῶς κομίσαντες, ὡς θεῖον θησαυρὸν καὶ πολύτιμον, χαρᾶς ἐπλήσθησαν, ἣν ἡμεῖς νῦν προσπτυσσόμενοι, θείαν χάριν, ἐξ αὐτῆς λαμβάνομεν.

Πάτερ Φιλόθεε ὡς ὢν, φίλος Θεοῦ γνήσιος, καὶ πρὸς Αὐτὸν πολλὴν Ὅσιε, πλουτῶν οἰκείωσιν, ἐκτενῶς δυσώπει, δοῦναι ἡμῖν ἄφεσιν, πταισμάτων καὶ παθῶν ἀπολύτρωσιν, τοῖς τὴν ἁγίαν σου, ἐορτάζοντες, πανήγυριν, καὶ τιμῶσι τὴν πάνσεπτον Κάραν σου.




Δόξα. Ἦχος β΄.
Ὑπελθὼν τὸν ζυγὸν τοῦ Χριστοῦ Ὅσιε, τῇ τῆς Θεοτόκου κλήσει, ἀπὸ νεότητος ἀνάθημα θεῖον, καὶ προσφορὰ εὐπρόσδεκτος, τῷ Σωτῆρι ὤφθης, ὅλη γὰρ ψυχῇ καὶ καρδίᾳ, ἀνετέθης τῷ Θεῷ τὴν φιλίαν τῆς σαρκὸς ἀποῤῥίψας, καὶ ἐναρέτοις πράξεσι, τὸ ἐν σοὶ προτυπωθέν, εἰς ἔργον ἀγαγών. Διὸ ἐν σοὶ ἐπανεπαύσετο, ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ὡς καθαρωτάτῳ καὶ πράῳ, καὶ ταπεινῷ τῇ καρδίᾳ. Ἀλλ’ ὦ Πάτερ Φιλόθεε, παῤῥησίαν ἔχων πρὸς Χρισόν, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.














Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι΄ 32-ια΄ 12)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Εὐφραίνονται ἐνθέως, ἡ σὲ ἀνθήσασα πόλις, καὶ ἠ Βαπτιστοῦ θεία Μάνδρα, καυχώμεναι τῇ δόξῃ σου Πάτερ, ἡ μὲν γὰρ ὡς μήτηρ καλλίγονος, εὐσεβῶς σε ἐβλάστησεν, ἡ δὲ ὡς δῶρον εὐπρόσδεκτον δι’ ἀσκητικῶν καμάτων, Χριστῷ σε προσήγαγε, καὶ ἀμφότεραι τῶν πρεσβειῶν σου, τὰς δωρεὰς καρπούμεναι, τῆς θεϊκῆς χρηστότητος ἀξιοῦνται, καὶ παθῶν καὶ θλίψεων ῥύονται, τὴν σὴν τελοῦσαι μνήμην. Ἀλλ’ ὦ Φιλόθεε μακάριε, τὸν θεῖον ἡμῖν αἴτει, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ἀσκητικῶς ἀγωνισάμενος Ὅσιε, θεοσδότων χαρισμάτων ἐτρύφησας, ἀνακαθάρας σεαυτόν, πάσης γηΐνης σχέσεως, ἀνενδότως γὰρ Χριστῷ ἠκολούθησας, τὸν Σταυρὸν ἀράμενος, καὶ τὴν μὲν σάρκα ἐνέκρωσας, τὴν δὲ ψυχὴν ἐπτέρωσας, τῇ τῶν κρειττόνων ἐφέσει, καὶ ἀρετῶν δοχεῖον γενόμενος, τῆς ταπεινώσεως τὴν χάριν, καὶ τὴν ἐκ ταύτης λαμπρότητα, πᾶσιν ὑπέδειξας, καὶ νῦν Πάτερ Φιλόθεε, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν προσπελάζων, ἱκέτευε δεόμεθα ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Τὴν πολλήν σου ταπείνωσιν, ὁ τοὺς ταπεινοὺς ἀνυψῶν δοξάζων Κύριος, οὐρανίῳ φωτὶ ἐμεγάλυνε, τὴν Κάραν σου Ὅσιε, καὶ τῆς θείας χάριτος κατοικητήριον ταύτην δείξας, ἡμῖν ἐδωρήσατο, ὡς ἅναιον δώρημα, καὶ θησαυρὸν πολύτιμον, ἧ εὐλαβῶς προσπίπτοντες μετὰ πόθου βοῶμέν σοι· χαίροις Πάτερ Φιλόθεε τοῦ Παρακλήτου σκήνωμα, καὶ ἀπαθείας λειμὼν εὐωδέστατε καὶ πρεσβευτὰ πρὸς Θεὸν ἡμῶν ἐνθεώτατε




Δόξα. Ἦχος δ΄.
Τῆς φιλοθέου ζωῆς σου αἱ ἀρεταί, ὡς στήλη θεοτύπως πρόσκεινται ἡμῖν, θεοφόρε Φιλόθεε, ἁγιασθεὶς γὰρ ἐν Ἁγίῳ Πνεύματι, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, Θεῷ ἐλάτρευσας, ὅθεν ἐν σοὶ ὁρῶμεν, πτωχείαν πνεύματος, ὑπακοὴν ἀνυπόκριτον, ὑπομονὴν καὶ ἀνδρείαν, καὶ ζῆλον ἔνθεον, πρὸς πᾶσαν ἄλλην ὁσίαν, καὶ ἐνάρετον ἐπίδοσιν, δι’ ὧν ἔξω κόσμου καὶ σαρκὸς γενόμενος, τοῖς ἀπ’ αἰῶνος Ἁγίοις συνήφθης, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης. Αὐτοῦ καὶ ἡμᾶς ἀξίωσον, θεοδέκτοις λιταῖς σου Πάτερ ἁγιώτατε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐκ παιδὸς τῷ Θεῷ, ἀνατεθεὶς τῇ ὁδηγίᾳ Φιλόθεε, Παρθένου τῆς Παναγίας, ὑφ’ ἧς ῥυσθεὶς φυλακῆς, τῷ Χριστῷ ἀμέμπτως ἠκολούθησας, καὶ βίου λαμπρότητι, και ὁσίοις παλαίσμασι, Αὐτὸν δοξάσας, οὐρανίου ἠξίωσαι, δόξης κρείττονος, καὶ φωτὸς ὑπὲρ ἔννοιαν, ὅθεν σὲ μακαρίζομεν, ὁσίως βιώσαντα, καὶ τὴν ἁγίαν σου μνήμην, ἐπιτελοῦντες βοῶμέν σοι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ φερωνύμως Θεοῦ, φίλος γενόμενος Φιλόθεε Ὅσιε, φιλίαν σαρκὸς μισήσας, καὶ δι’ ἀγάπης Αὐτοῦ, γεωργήσας Πάτερ τὴν λαμπρότητα, ἐντεῦθεν πεπλήρωσαι, οὐρανίων ἐλλάμψεων, καὶ μυροθήκη, ἀνεδείχθης τῆς χάριτος, τῇ τῶν τρόπων σου θεοφόρε ἁπλότητι, ὅθεν καὶ κατηξίωσαι, προλέγειν τὰ μέλλοντα, ἐκ θεϊκῆς ἐπιπνοίας, καὶ προορᾶν τὰ ἐσόμενα. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Βίῳ, ἀγγελικῷ δοξασθείς, ἐμεγαλύνθης τῇ τοῦ Πνεύματος χάριτι, Φιλόθεε θεοφόρε, οἷα θεράπων Θεοῦ, καὶ Αὐτῷ ἐν πᾶσιν οἰκειότατος, ἐντεῦθεν ἡ Κάρα σου, ὥσπερ ἄστρον πολύφωτον, ἔνδον τοῦ δάσους, καθωράθη καὶ δέδοται, τοῖς ποθοῦσί σε, οἷ δῶρον πολύτιμον, ἣνπερ νῦν ἀσπαζόμενοι, βοῶμέν σοι Ὅσιε· δίδου ἠμῖν οὐρανόθεν, τὴν πατρικὴν εὐλογίαν σου, ἡμᾶς ἐνισχύων, κατὰ πάσης μεθοδείας τοῦ παναλάστορος.





Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πυρὶ τῆς ἀσκήσεως, τὸ τῆς σαρκὸς ἀναλώσας φρόνημα, τὴν ψυχὴν ἐλάμπρυνας θείῳ Πνεύματι Ὅσιε, ὡς γὰρ Ἄγγελος ἐν γῇ, ὤφθης βιοτεύων, καὶ ἀγγελικοῖς χαρίσμασι, τὴν ἐν σοὶ κεκρυμμένην χάριν, πᾶσιν ἐξέφηνας. Καὶ νῦν Ἄγγελοι συνών, σὺν αὐτοῖς ἱκέτευε, Φιλόθεε Πάτερ, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείᾳ χάριτι, τῆς Θεοτόκου, ὡς λελύτρωσαι, χειρῶν ἀπίστων, ἐν Νεαπόλει ὁσίως ἐμόνασας, καὶ ἐν τῷ Ἄθῳ ἀσκήσας Φιλόθεε, φίλος Θεοῦ φερωνύμως γεγένησαι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς φίλος θερμότατος τοῦ τῶν ἁπάντων Θεοῦ, Φιλόθεε Ὅσιε, τῇ σῇ ἁγίᾳ ζωῇ, ἐνθέως δεδόξασαι· ὅθεν τὴν τῶν θαυμάτων, δωρεὰν κεκτημένος, νέμεις τοῖς σὲ τιμῶσι, δαψιλῶς τὴν σὴν χάριν, πρεσβεύων τῷ Σωτῆρι ὐπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χρυσουπόλεως γόνος καὶ τοῦ Ἄθω ὡράϊσμα, καὶ Μονῆς τοῦ Προδρόμου δένδρον ὤφθης κατάκαρπον, βιώσας ὥσπερ Ἄγγελος ἐν γῇ, Φιλόθεε θεράπον τοῦ Θεοῦ, διὰ τοῦτο σὲ τιμῶμεν ἀσματικῶς, ἀπὸ ψυχῆς βοῶντές σοι· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σου πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τοῦ Γαριῆλ φθεγξαμένου Σοὶ Παρθένε τὸ χαῖρε...

Ἀπόλυσις.











ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς φίλον σὲ Θεοῦ, καὶ θεράποντα θεῖον, καὶ μύστην ἀρετῆς, καὶ ἀσκήσεως κρίνον, γεραίρομεν Φιλόθεε, ἐκτελοῦντες τὴν μνήμην σου, ἐν ἧ βράβευσον, ἡμῖν τὴν σὴν εὐλογίαν, διδοὺς ἅπασι, ἰσχὺν κατὰ τοῦ Βελίαρ, ταῖς σαῖς ἀντιλήψεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς φέρουσα χερσί, τὸν Ὑπέρθεον Λόγον, τεχθέντα ὑπὲρ νοῦν, ἐξ ἁγνῶν Σου αἱμάτων, καθέδρα ὑπερένδοξος, τοῦ Θεοῦ ὤφθης Ἄχραντε, Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς προστρέχοντας, τῇ κραταιᾷ Σου πρεσβείᾳ, καὶ Σὲ μεγαλύνοντας.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς ἐῤῥύσθης τῆς εἱρκτῆς, ἐπιστασίᾳ τῇ φρικτῇ, τῆς Παρθένου καὶ Ἁγνῆς, ἐπιφανείσης σοι σοφέ, τῇ τῆς μητρός σου μορφή τε καὶ σχήματι, προθύμως τῷ Χριστῷ κατηκολούθησας, καὶ Ἄγγελος ἐν γῇ, ὤφθης ἐν σώματι, καὶ νῦν Ἀγγέλων χοροῖς συνὼν Ἅγιε, καὶ τῶν Ἁγίων συστήμασιν, ἀεὶ δυσώπει, δίδοσθαι πᾶσιν, ἀπὸ Θεοῦ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ γαστρός Σου προελθών, ὁ τῶν ἁπάντων συνοχεύς, ἐκαινούργησεν  ἡμῶν, παλαιωθεῖσαν τῇ ἀρᾷ, Θεογεννῆτορ τὴν φύσιν δι’ εὐσπλαγχνίαν, ὅθεν Σὲ πιστῶς μακαρίζομεν, ὡς βλύσασα ἡμῖν, ζωὴν αἰώνιον, τῷ ὑπὲρ νοῦν τοκετῷ Σου Θεόνυμφε, καὶ ἐκτενῶς ἐκβοῶμέν Σοι· ἀεὶ δυσώπει, διδόναι λύσιν, ἡμῖν πταισμάτων τοῖς Σὲ δοξάσουσι.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείᾳ νεκρώσας σαρκὸς τὸ φρόνημα, ἀπαθείας ἀκτῖσι τὴν σὴν λαμπρύνεις ψυχήν, καὶ δοχεῖον καθαρὸν ὤφθης τοῦ Πνεύματος, παρ’ Οὗ τὰ πόῤῥῳ προορᾶν, εἰληφὼς τὴν δωρεάν, Φιλόθεε θεοφόρε, διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τοῦ Ἀδὰμ τὴ κατάραν Ἁγνὴ ανέτρεψας, καὶ εὐλογίαν καὶ ζωὴν ἡμῖν ἐπήγασας, διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος Σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦμέν Σε Πανύμνητε.







Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεήμων, ἐλέησόν με ὁ Θεός...
Ὡς τῆς ἀλήκτου ζωῆς κληρονόμος καὶ τῆς χαρᾶς τῶν ἐκλεκτῶν κοινωνός, Φιλόθεε Ὅσιε, ἐκ θανάτου ἁμαρτίας ἡμᾶς λύτρωσαι, καὶ ἀκλινῶς ἐνίσχυσον, τὴν ὁδὸν βαδίζεις τῆς ζωῆς, ὡς ἄν τῆς οὐρανίου παστάδος ἐπιτύχωμεν.

Οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Φίλον Θεοῦ με ποίησον Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Φωτὸς τοῦ θείου κληρονόμος Ὅσιε δι’ ἐναρέτου ζωῆς, ἀληθῶς ἐγένου, καὶ τὴν ὑπὲρ ἔννοιαν, ὁρῶν Θεοῦ λαμπρότητα, φωτισμόν μοι παράσχου, ὅπως ὑμνήσω Φιλόθεε, τὰ τῆς πολιτείας σου σκάμματα.
σχὺν τὴν θείαν ἐνεδύσω Ὅσιε ὡς ἐλυτρώθης εἱρκτῆς, τῇ ἐπιφανείᾳ, τῆς Ἁγνῆς Θεόπαιδος, καὶ μοναστῶν συστήματι, προσεχώρησας χαίρων, ἀσκητικῶς γυμναζόμενος, καὶ θεοειδὴς γνωριζόμενος.
Λελαμπρυσμένῃ διανοίᾳ Ὅσιε ὁδηγηθεῖς ἀσφαλῶς, πρὸς Μονὴν ἁγίαν, προμηθείᾳ κρείττονι, ὑπὸ τῆς Θεομήτορος, ἐνεδύσω τὸ σχῆμα, τῶν μοναζόντων Φιλόθεε, καὶ Θεῷ ὁσίως ἐδούλευσας.
Θεοτοκίον.
τῶν αἰώνων Ποιητὴς καὶ Κύριος δι’ εὐσπλαγχνίαν πολλήν, ἐκ τῶν Σῶν αἱμάτων, σάρκα περιθέμενος, ἀναλλοιώτως Πάναγνε, προστασίαν Σε κόσμου, καὶ ἀσφαλὲς καταφύγιον.














ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νεκρώσας ἅπαν τῆς σαρκός, τὸ φρόνημα ἐγκρατείᾳ, καθυπέταξας ἐχθρὸν τοῖς ποσί σου, τῇ στεῤῥᾷ ὑποταγῇ, καὶ πόνων ἐπιδόσεσι, ζωῆς τῆς μακαρίας, Πάτερ θεόφρον Φιλόθεε.
Θεοῦ θεράπων ἀληθής, καὶ φίλος τε καὶ οἰκεῖος, φερωνύμως ἀρετῶν τῇ ἀσκήσει, ἀναδέδειξαι σοφέ. Φιλίας τῆς τοῦ χείρονος, ὁλοσχερῶς μακρύνας, νοΐ τελείῳ Φιλόθεε.
χθρὸς ὀ βάσκανος ὁρῶν, τὴν σὴν σεμνὴν πολιτείαν, καὶ ψυχῆς τὸ ἀκηλίδωτον Πάτερ, δι’ αἰσχρᾶς σοι μοναχῆς, μολύναι ἐπιτέθειται, ἀλλ’ ἥττηται εἰς τέλος, τῇ σῇ ἐνστάσει Φιλόθεε.
Θεοτοκίον.
οὐρανὸς ὀ λογικός, ἐξ οὗ ἀνέτειλε κόσμῳ, ὁ τῆς δόξης καὶ ζωῆς τῆς ἀλήκτου, Ἥλιος ὀ παμφαής, Σὺ εἶ Παρθένε Ἄχραντε, διὸ οὐράνωσόν μου, τὴν γεωθεῖσαν διάνοιαν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡσύχως διήνυσας τὴν σὴν ἁγίαν ζωήν, νοὸς καθαρότητι καὶ ἀενάῳ εὐχῇ, Φιλόθεε Ὅσιε, ὅθε τῆς οὐρανίου, ἠξιώθης παστάδος, κάλλος τὸ τοῦ Σωτῆρος, καθορῶν σὺν Ἀγγέλοις, μεθ’ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν τὸν Ἀσώματον σωματωθέντα ἐκ Σοῦ, ἀφράστως κυήσασα καὶ μετὰ τόκον φρικτόν, ὡς ἦς πρὸ κυήσεως, ἄφθορος τηρηθεῖσα, Θεοτόκε Παρθένε, πάσης φθορᾶς με ῥῦσαι, καὶ παθῶν ἁμαρτίας, ὡς ἄν τὴν Σὴν δοξάζω πλουσίαν βοήθειαν.

ᾨδὴ δ΄ Σύ μου ἰσχύς.
δωρ ζωῆς, ἐν τῇ ψυχῇ σου δεξάμενος, σωτηρίου, ἐκ πηγῆς ὠς γέγραπται, ῥείθροις δακρύων ἐκκαθαρθείς, μολυσμῶν γηΐνων, ἔνθεν βλυστάνεις Φιλόθεε, τῆς χάριτος τῆς θείας, τὸν γλυκασμὸν τοῖς πᾶσι, τῶν παθῶν τὴν πικρίαν ἐξαίροντα.
Μετὰ σπουδῆς, Πνεύματι θείῳ κινούμενος, ἐν τῷ Ὄρει, τῷ τοῦ Ἄθῳ ἔδραμες, καὶ τὴν Μονὴν τὴν περιφανῆ, τοῦ Προδρόμου μάκαρ, καταλαβών, ἐνδιέπρεψας, καμάτοις ἐναρέτοις, ἀφορῶν νοΐ ὅλῳ, πρὸς τὰ ἄνω Φιλόθεε Ὅσιε.
πιφανῶς, τῇ ἐγκρατείᾳ Φιλόθεε, καὶ συντόνῳ, προσευχῇ καὶ ἅπασι, τοῖς πρακτικοῖς τρόποις ἀρετῆς, ὄντως διαλάμπων, τῶν Μοναστῶν γέγονας, Μονῇ τῇ τοῦ Προδρόμου, πρὸς ζωὴν ἀνωτέραν, καὶ ἀνάβασιν Πάτερ τὴν κρείττονα.
Θεοτοκίον.
Πύλη ζωῆς, κλίμαξ πρὸς ὕψος ἀνάγουσα, Θεοτόκε, τοὺς Σὲ μεγαλύνοντας, ὤφθης τεκοῦσα ὑπερφυῶς, τὸν ἐκ τῆς κατάρας, ἡμᾶς τῆς πάλαι ῥυσάμενον, Χριστὸν τὸν Ζωοδότην, διὸ ζώωσον Κόρη, τὴν θανοῦσαν ψυχήν μου τοῖς πταίσμασι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
λικῶς ἀνανεύων, Ὅσιε Φιλόθεε νοὸς λαμπρότητι, πρὸς τὸν Νοῦν τὸν πρῶτον, τὴν πολλῶν συντυχίαν κατέλιπες, καὶ τὴν ἡσυχίαν, μεταδιώξας θερμῷ πόθῳ, θεωρίας εἰς ὕψος ἀνέδραμες.
σχὺν Πάτερ τὴν θείαν, περιεζωσμένος καρδίας στεῤῥότητι, τῆς σαρκὸς παρεῖδες, ἀσθένειαν πᾶσαν Φιλόθεε, καὶ τῆς τῶν δαιμόνων, ἐπιβουλῆς περιεγένου, ἡσυχίας ἐμπρέπων τοῖς σκάμμασιν.
δρασμένος ἐν πέτρᾳ, τῆς ὑπομονῆς Φιλόθεε Ὅσιε, καὶ ἐνατενίζων, πρὸς Χριστὸν τὸν δυνάμενον σώζειν σε, ἀῤῥαγὴς ἐδείχθης, ταῖς τῶν δαιμόνων ἐπηρείαις, καὶ τὸ θράσος αὐτῶν ἐθριάμβευσας.
Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὀ ἀπεριόριστος φύσει Θεότητος, ἐκ τῶν Σῶν αἰμάτων, ἀνωτέραν Σε πάντων ἀνεδειξε, Κόρη τῶν κτισμάτων, διὸ ἀνώτερον τὸν νοῦν μου, τῆς φθαρτῶν προσπαθείας ἀνάδειξον.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
σίως καὶ καθαρῶς, ἐν ἡσυχίᾳ ἐβίωσας, καὶ σκεῦος πανευπρεπές, τῆς χάριτος γέγονας, Φιλόθεε Ὅσιε, καὶ Ἁγίων πάντων κοινωνὸς καὶ ἰσοστάσιος.
Νοός σου τὸ ὀπτικόν, ἀνακαθάρας Φιλόθεε, δι’ ἐγκρατείας πολλῆς, καὶ πάσης ἀσκήσεως, καθορᾶν ἠξίωσαι, τὰ κρυπτὰ θεόφρον, ἐπιπνοίᾳ θείου Πνεύματος.
Πλήρης ὢν θείου φωτός, τοῦ ἱερέως ἑώρακας, τὸν ἐν ψυχῇ μολυσμόν, καὶ τοῦτον τοῖς λόγοις σου, διορθώσας Ὅσιε, ὡς Θεοῦ θεράπων, πρὸς μετάνοιαν ὡδήγησας.
Θεοτοκίον.
πειρογάμως Ἁγνή, τὸν Ποιητὴν πάσης κτίσεως, συνέλαβες ἐν γαστρί, καὶ τοῦτον ἐκύησας, ὑπὲρ νοῦν ὡς ἄνθρωπον, ἐπ’ ἀνακαινίσει, τῆς ἀνθρώπων φθαρτῆς φύσεως.











Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῆς φιλίας τῆς ἐν κόσμῳ ξένον πέλοντα, καὶ τῆς ἐνθέου οἰκειώσεως μετέχοντα, ὁ Θεός σε ἐμεγάλυνε θεοφόρε. Ἀλλ’ ὡς φίλος τοῦ Σωτῆρος γνησιώτατος, τῆς φιλίας τῶν χειρόνων ἀπολύτρωσαι, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ Φιλόθεε.
Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, ἀληθῶς ἀνεδείχθης, Φιλόθεε θεράπον Κυρίου, καὶ νῦν Ἀγγέλων δήμοις συνών, σὺν αὐτοῖς διὰ παντὸς καθικέτευε, πταισμάτων δοῦναι ἄφεσιν, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·
Χαῖρε, Ὁσίων τὸ ἐκμαγεῖον·
χαῖρε, ὁ ξένος τῶν ἐπιγείων.
Χαῖρε, τῆς φιλίας τοῦ κόσμου ὑπέρτερος·
χαῖρε, τῆς ἀγάπης Κυρίου ὁ ἔμπλεως.
Χαῖρε, δένδρον εὐθαλέστατον, ἀρετῶν ἀσκητικῶν·
χαῖρε, ἄνθος εὐωδέστατον, δωρεῶν πνευματικῶν.
Χαῖρε, ὅτι ἐν Ἄθῳ, ὡς ἀστὴρ διαλάμπεις·
χαῖρε, ὅτι καρδίας, Μοναστῶν καταυγάζεις.
Χαῖρε, Χριστοῦ τῆς δόξης, ὁ μέτοχος·
χαῖρε, ἡμῶν μεσίτης, ὁ ἔνθεος.
Χαῖρε, φωτὸς κοινωνὲ οὐρανίου·
χαῖρε, ἐχθροῦ καθαιρέτα δολίου.
Χαίροις Πάτερ Φιλόθεε.





















Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἠμῶν, Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Ἱερᾷ Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρούχ.
Bαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν, Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠμῶν Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳμ τῆς Πέλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μονάχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.








Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιρού πόθω,
Ζωήν έθυσας ω Iωάννη μάκαρ.
Οὗτος , ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τὴν πάντιμον Κάραν σου, περικυκλοῦντες Πάτερ Φιλόθεε, ἀσπαζόμεθα ταύτην, ἐν κατανύξει καὶ ἐκβοῶμέν σοι· δίδου ἡμῖν ἰκεσίαις σου Ἅγιε, ἀποτροπὴν καὶ ἰσχύν, κατὰ παντοίων παθῶν.
νθέως τελέσας σου, τὸν τῆς ἀσκήσεως δρόμον Ἅγιε, ἐκοιμήθης ὀσίως, καὶ τῶν Ἁγίων δήμοις συντέταξαι, τὸ δὲ σεπτόν σου καὶ ἅγιον σκήνωμα, ἐῤῥίφθη ἐν τῷ δρυμῷ, τῇ σῇ σεπτῇ ἐντολῇ.
ημάτων τῆς γλώττης σου, οἱ φοιτηταί σου Πάτερ Φιλόθεε, πληρωταὶ γεγονότες, τὸ θεῖον σκῆνός σου ἐναπέῤῥιψαν, ἔνδον τοῦ δάσους βοῶντες σὺν δάκρυσι· μὴ καταλίπῃς ἡμᾶς, Πάτερ τὰ τέκνα σου.
Θεοτοκίον.
Γενοῦ μοι Πανάμωμε, τεῖχος καὶ σκέπη καὶ καταφύγιον, τὰς πικρὰς ἐπιθέσεις, τοῦ παναλάστορος ἀποτρέπουσα, τὰς κατ’ ἐμοῦ τοῦ ἀχρείου ἱκέτου Σου, δι’ ὧν πειρᾶται Ἁγνή, τοῦ ἀπολέσαι με.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
ν τῷ πυρὶ Φιλόθεε, τῆς συντόνου ἀσκήσεως, ἅπασαν τὴν ὕλην τῶν παθῶν ἠνάλωσας, καὶ φέγγος οὐράνιον, τῆς ἀπαθείας δέδεξαι, ἐν τῇ σῇ ψυχῇ, ὡς καθαρὸς τῇ καρδίᾳ, καὶ ἔλαμψας ἐν Ἄθῳ, ὡς ἀστὴρ ἑωσφόρος, τοὺς Μοναστὰς πρὸς κτῆσιν, προτρέπων τῶν κρειττόνων.
ήσεσι τῶν χειλέων σου, πειθαρχοῦντες Φιλόθεε, οἱ σοὶ φοιτηταὶ τὸ θεοφόρον σκῆνός σου, εἰς ἄλσος ἀπέῤῥιψαν, ἵνα τιμῆς τῆς κρείττονος, ἐν τοῖς οὐρανοῖς, καὶ μειζοτέρας εὐκλείας, συνόμιλος ὀφθήσῃ, ὃ καὶ γέγονε Πάτερ, λαμπρῶς γὰρ ἐδοξάσθης, ἐν γῇ καὶ ἐν πόλῳ.
γιασμὸν πηγάζουσα, τῇ τοῦ Πνεύματος χάριτι, καὶ φωτὶ ἁγίῳ Πάτερ ἀπαστράπτουσα, ἡ πάντιμος Κάρα σου, ἔνδον τοῦ δάσους εὕρηται, καὶ ὡς θησαυρός, τοῖς μαθηταῖς σου ἐδόθη, ἣν πίστει προσκυνοῦντες, λαμβάνομεν ἐκ ταύτης, ἰσχὺν καὶ εὐλογίαν, καὶ θέρμην οὐρανίαν.
Θεοτοκίον.
Σεσαρκωμένον τέτοκας, ἐξ ἀχράντων αἱμάτων Σου, τὸν Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, δίχα τροπῆς καὶ φύρσεως, σώζοντα ἡμᾶς, τοὺς εὐλαβῶς Σοι βοῶντας, Παρθένε Θεοτόκε· χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
σχύϊ δυναμούμενος θεϊκῇ, τὸ ἀνίσχυρον θράσος κατέβαλες, τοῦ δυσμενοῦς, Πάτερ καὶ ἀσκήσεως τὸν καλόν, ἀγῶνα ὡς ἐτέλεσας, ἤρθης πρὸς τὰ ἄνω διαμονάς, καὶ σύσκηνος Ἁγίων, Φιλόθεε ἐγένου, ὡς μιμητὴς αὐτῶν ἐν ἅπασι.
Μὴ παύσῃ περιέπων καὶ εὐλογῶν, ἐκ τῶν ἄνω δωμάτων Φιλόθεε, ὡς συμπαθής, μετὰ τὸν Προφήτην καὶ Βαπτιστήν, ταύτην τὴν Μάνδραν Ὅσιε, ἧς φυτὸν τυγχάνεις πανευθαλές, ὁμοῦ δὲ τῇ πατρίδι, τῇ σῇ αἴτει ἀπαύστως, παρὰ Κυρίου θεῖον ἔλεος.
φίλος φερωνύμως καὶ ἐκλεκτός, τοῦ Σωτῆρος θεράπων Φιλόθεε, τῆς τῶν παθῶν, ῥῦσαί με φιλίας τῆς μοχθηρᾶς, καὶ φίλον με ἀνάδειξον, πάσης ἐναρέτου διαγωγῆς, δεχόμενος ὡς δῶρον, μικρὸν τὸν ὕμνον τοῦτον, ὃν ἐκ καρδίας σοι προσήγαγον.
Θεοτοκίον.
ψίστου ἐνδιαίτημα φωταυγές, Θεοτόκε Παρθένε Πανύμνητε, Μῆτερ Θεοῦ, οἶκόν με ἀνάδειξον ἀρετῶν, ἰλύος ἐκκαθάρασα, πάσης τῆς καρδίας μου σαρκικῆς, καὶ σῶσόν με μανίας, ἐχθροῦ τοῦ καθ’ ἑκάστην, ἐκπολεμοῦντός μοι πρὸς ὄλεθρον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς ἐν Ἄθωνι, Φιλόθεε διέλαμψας, ἐν ἐγκρατείᾳ ἀπάσῃ, καὶ προσευχῇ καὶ νηστείᾳ, καὶ φίλος ἐχρημάτισας, Θεοῦ τοῦ Παντοκράτορος, Ὃν ἐκδυσώπει Ὅσιε, ὑπὲρ ἡμῶν  τῶν τιμώντων, τὴν φωτοφόρον σου μνήμην.
Θεοτοκίον.
Ἀφράστως ἀπεκύησας, τὸν Ποιητὴν τῆς κτίσεως, καὶ μετὰ τόκον Παρθένος, διέμεινας ὡς πρὸ τόκου, Παρθένε Ἀειπάρθενε, ἀνθρώπων ἀνακαίνισις, διὸ τὰ μεγαλεῖά Σου, χρεωστικῶς ἀνυμνοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι.











Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὅσιε, Πάτερ Φιλόθεε, κλήσει τῇ σῇ προδηλῶν, ὅπερ γέγονας ὕστερον, βίου καθαρότητι, ἐν ἀσκήσει διέπρεψας, καὶ φίλος ὤφθης Ὃνπερ ἠγάπησας, καὶ δι’ Ὃν πάντα κόσμον κατέλιπες, ὅθεν ἱκέτευε, δοῦναι ἡμῖν ἄφεσιν ἁμαρτιῶν, τοῖς πανηγυρίζουσι, τὴν θείαν  μνήμην σου.

Ὅσιε, Πάτερ Φιλόθεε, ἐν ταπεινώσει πολλῇ, τὸν σὸν βίον διήνυσας, καὶ φωτὶ διέλαμψας, ἀπαθείας ἐν Ἄθωνι, ὅθεν ὡς πλοῦτον τῆς θείας χάριτος, τὴν σὴν ἁγίαν, Κάρα κατέχοντες, ταύτῃ προσπίπτομεν, καθαγιαζόμενοι τῇ ἐξ αὐτῆς, προϊούσῃ χάριτι, ψυχὰς καὶ σώματα.

Ὅσιε, Πάτερ Φιλόθεε, Ἀγαρηνῶν τῆς χειρός, θαυμαστῶς σε ἐῤῥύσατο, ἡ Παρθένος Δέσποινα, ἐμφανῶς ἐποφθεῖσά σοι, ὅθεν Κυρίῳ ἀπὸ νεότητος, ἐνθέῳ γνώμῃ κατηκολούθησας, βίον ἰσάγγεον, μετελθὼν ἐν σώματι ὅθεν ζωῆς, τῆς ἀλήκτου μέτοχος ἄξιος γέγονας.

Ὅσιε, Πάτερ Φιλόθεε, σὲ ὡς φυτὸν εὐθαλές, ἡ Χρυσούπολις ἤνεγκε, τοὺς καρποὺς τοῦ Πνεύματος, μυστικῶς προβαλλόμενον, ὅθεν Καβάλα ἡ πόλις σήμερον, ἀγαλλιᾶται τῇ θείᾳ μνήμῃ σου, ἣν ἀεὶ φύλαττε, πάσης περιστάσεως ταῖς σαῖς λιταῖς, ταύτῃ παρεχόμενος τὴν εὐλογίαν σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τῇ φερωνύμῳ κλήσει, νουνεχῶς ἑπόμενος, φίλος ἐδείχθης Θεοῦ, τῇ ἐναρέτῳ ζωῇ σου Φιλόθεε Ὅσιε, ἐν ἀρεταῖς γὰρ διέλαμψας, δι’ ἀσκητικῆς πολιτείας, τῆς σαρκὸς νεκρώσας τὸ φρόνημα, καὶ τῶν ὐπὲρ νοῦν δωρεῶν ἐπληρώθης, ἀνακαθάρας τὸν νοῦν, τῆς τῶν παθῶν ἀχλύος καὶ συγχύσεως. Διὸ Καβάλα ἡ φιλόχριστος πόλις, καυχωμένῃ τῇ δόξῃ σου, φαιδρῶς ἑορτάζει τὴν μνήμην σου, δοξάζουσα Χριστόν, τὸν παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Χρυσουπόλεως ὁ βλαστός, καὶ Μονῆς Προδρόμου τῆς ἐν Ἄθῳ ἄνθος σεπτόν, χαίροις ὁ Κυρίῳ, ἀσκητικῶς δουλεύσας, Φιλόθεε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.



ΠΑΡΑΚΛΗΣΙΣ
(Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπεγνωκὼς τὴν τοῦ Κυρίου ἀγάπην, καὶ ἐκ ψυχῆς σου ταύτην θείως τηρήσας, τῶν μοναστῶν ταῖς τάξεσι προσῆλθες σπουδῇ·ζήσας ἐν τῷ Ἄθωνι, ὥσπερ ἄσαρκος Πάτερ, νοῦν καὶ τὴν καρδίαν σου, τῇ ἀσκήσει καθάρας, καὶ ἐν φωτὶ Φιλόθεε ὀφθείς, τοῦ Παρακλήτου, ἐκλάμπεις τὰς χάριτας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄθωνος τὸ κλέον, Φιλόθεον, ᾄδω. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγνείας λειμῶνα τὸν εὐανθῆ, ἀσκήσεως ῥόδον, ἐγκρατείας τὸν γλυκασμόν, Φιλόθεον ὕμνοις εὐαρέστοις, ἐν εὐλαβείᾳ ψυχῆς μακαρίσωμεν.
Θυσίαν εὐπρόσδεκτον τῷ Θεῷ, προσῆξας σὸν βίον, ὦ Φιλόθεε ἱερέ, νεκρώσας σαρκός σου τὰς κινήσεις, καὶ τὰς δυνάμεις ζωώσας τοῦ Πνεύματος.
Ὡς ὄρθρος ἀνέτειλας τηλαυγής, Φιλόθεε μάκαρ, Χρυσουπόλεως ἐκ λαμπρᾶς, καὶ πᾶσαν ἐφαίδρυνας τὴν κτίσιν, χρυσοειδέσιν ἀκτῖσι τῶν ἔργων σου.
Θεοτοκίον.
Ναὸς καὶ παλάτιον τοῦ Θεοῦ, ἐγένου Παρθένε, ἀπειρόγαμε Μαριάμ, ὡς τοῦτον χωρήσασα ἐν μήτρᾳ, τὸν ἐν Ἁγίοις ἀεὶ δοξαζόμενον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐδαμῶς σοῖς βλεφάροις ὕπνον σοφὲ δέδωκας, μηδὲ νυσταγμὸν ἀμελείας, ἐν τοῖς κροτάφοις σου, ἕως Θεοῦ ἐν αὐλαῖς, εὗρες Φιλόθεε τόπον, ἔνθα χαίρων ᾤκησας, δόξης πληρούμενος.
Σῆς μητρὸς τῇ δεήσει σκότος εἱρκτῆς ἔφυγες, καὶ πρὸς Μοναστήριον Πάτερ, ταχὺ ἀνέδραμες, τῆς Θεομήτορος, καὶ παναχράντου Μαρίας, ἧς τὴν θέαν ἔβλεψας, μάκαρ Φιλόθεε.
Τεχνηέντως τοῦ πλάνου τὰς μηχανὰς ὤλεσας, ἐν ὑπακοῇ ἀπροσκόπτως, πολιτευόμενος, καὶ τὴν ταπείνωσιν, καὶ προσευχὴν ἀγαπήσας, τῷ Θεῷ Φιλόθεε, ὅλως συνήρμοσαι.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα Κόρη ἁγνὴ γέγονας, τῶν ἀγγελικῶν στρατευμάτων, τιμιωτέρα τε, ἐν ταῖς χερσί Σου καὶ γάρ, τὸν Βασιλέα τῶν ὅλων, μητρικῶς ἐβάστασας, σῶσαι τὸν ἄνθρωπον.

Στερέωσον, ἐν τῆς ἀγάπης τῇ πέτρᾳ τῇ ἀσαλεύτῳ, τοὺς τιμῶντας πανευλαβῶς σὴν μνήμην Φιλόθεε, ὡς μέτοχος θείας μεγαλωσύνης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπης Θεοῦ τὸν λύχνον τὸν πολύφωτον, ἐλπίδος χρηστῆς, λαμπάδα τὴν ἀκοίμητον, τὴν αὐγὴν τὴν φαίνουσαν, τρισηλίου δόξης τὰς χάριτας, καὶ δᾳδουχοῦσα πάντων τὰς ψυχάς, ἐν πίστει τιμήσωμεν Φιλόθεον.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κραταιότατον ἔσχηκας, ὅπλον ἐν ἐρήμῳ σοφὲ Φιλόθεε, καρτερίαν καὶ ἐγκράτειαν, προσευχὴν καὶ νῆψιν τῆς καρδίας σου.
Λυτρωθεὶς ὦ Φιλόθεε, τῶν δεινῶν σκανδάλων τοῦ πολεμήτορος, τὸν Θεόν σου ἐπευλόγησας, Ἰωσὴφ τὸν σώφρονα μιμούμενος.
Ἑκουσίως προσέδραμες, τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθωνος, ὥσπερ ἔλαφος Φιλόθεε, εἰς πηγὴν ὑδάτων τὴν ἀθόλωτον.
Θεοτοκίον.
Ὁδηγὸς ἀσφαλέστατος, τοῖς ἐν γῇ βαδίζουσι Κόρη γέγονας, Παναγία ὡς κυήσασα, τῆς ζωῆς ὁδὸν Χριστὸν τὸν Κύριον

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήσας εἰς Χριστοῦ, θεῖον νόμον ὦ Φιλόθεε, τῆς καρδίας σου τὰς βάσεις ἀσφαλῶς, εἰς Παραδείσου, τὰς ὑψώσεις ἀναβέβηκας.
Φόβον τὸν ἁγνόν, ἐκ νεότητος κτησάμενος, ἀπεκόμισας τὸν ἄφθαρτον καρπόν, τῆς σωτηρίου, ἀγαπήσεως Φιλόθεε.
Ἴσχυσας ἐχθρῷ, συμπλεκόμενος Φιλόθεε, τῇ πραότητι ὁπλίσας σεαυτόν, καὶ τῇ ἀγάπῃ, συναρμόσας τὴν ταπείνωσιν.
Θεοτοκίον.
Λῦσον τὰς σειράς, τῶν πταισμάτων μου Θεόνυμφε, ὡς κυήσασα τῷ κόσμῳ τὸν Θεόν, τὸν τοῦ θανάτου, τὸ βασίλειον συντρίψαντα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁλόκληρον, σεαυτὸν προσήνεγκας, τῷ Κυρίῳ σου Φιλόθεε δῶρον, ἐν τῶν Γραφῶν, ταῖς μελέταις σχολάζων, καὶ τῆς σαρκός σου νεκρώσας τὸ φρόνημα, εὑρὼν εἰσόδους δὲ ζωῆς, τὰς εὐθείας δυνάμει τοῦ Πνεύματος.
Θυμίαμα, ἱερὸν καὶ εὔοσμον, ἐν λατρείᾳ μυστικῇ ἀνεδόθης, τὰς σὰς εὐχάς, τῷ Θεῷ ἀναθέτων, καὶ τούτῳ κράζων ἀπαύστως Φιλόθεε, Ἀγγέλων φθάσας τοὺς χορούς, καὶ Ὁσίων κοσμήσας τὰ τάγματα.
Ἐπίτροπον, ὁ Θεός σε ὥρισεν, ἡγεμόνα λογικῶν τε προβάτων, ἐπὶ ζωῆς, τοὺς λειμῶνας ποιμάνας, τῶν μοναζόντων χορείαν Φιλόθεε, καὶ τούτων χάριν σὴν ψυχήν, εὐαρέστως θυσίαν ποιούμενος.
Θεοτοκίον.
Ὁ ἄχρονος, ὑπὸ χρόνον γέγονεν, ἐν νηδύϊ Σου Παρθένε Μαρία, τὴν τοῦ Ἀδάμ, περιστείλας ὀδύνην, καὶ τὴν κατήφειαν Εὔας εἰς ἄληκτον, καὶ θείαν τρέψας χαρμονήν, τῇ Αὐτοῦ ἀνεκφράστῳ χρηστότητι.
Στερέωσον, ἐν τῆς ἀγάπης τῇ πέτρᾳ τῇ ἀσαλεύτῳ, τοὺς τιμῶντας πανευλαβῶς σὴν μνήμην Φιλόθεε, ὡς μέτοχος θείας μεγαλωσύνης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μαρτυρίας ἀγαθοπρεποῦς τὸν ἐκφάντορα, κοινωνίας τῆς ἀγγελικῆς τὸν συμμέτοχον, τὸν ἀμέμπτως τῶν μοναστῶν τὴν δύσβατον ὁδόν, ψυχῆς στέρξαντα ἐν πλατυσμῷ, καὶ Παραδείσου τὰς σκηνάς, ἐν φωτὶ κατοικήσαντα, στέψωμεν ἐν ᾀσμάτων, τοῖς ἄνθεσι θεοφρόνως, καὶ μεγαλύνομεν πιστοί, τὸν τοῦ Ἄθωνος Φιλόθεον.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἄθως ἐπαγάλλεται, τῇ σῇ Φιλόθεε μνήμῃ, ἐν Αὐτῷ τὸ στάδιον, ἱερῶς γὰρ ἤνυσας τῆς ἀσκήσεως, καὶ καινοῖς ᾄσμασι, τοῦ Χριστοῦ ἡ νύμφη, Ἐκκλησία συνευφραίνεται, αὐτῆς γὰρ γέγονας, γνήσιος υἱὸς καὶ διδάσκαλος, στεφθεὶς ἐν ὁσιότητι, καὶ διακριθεὶς ταῖς λαμπρότησι· ταύταις κοινωνῆσαι, ἀξίωσον τοὺς πίστει ἀληθεῖ, τὴν σὴν τιμῶντας πανήγυριν, καὶ σὲ μακαρίζοντας.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νηπιόφρονα γνώμην τοῦ ἐχθροῦ τοῦ δολίου ἐναπεμώρανας, σοφίᾳ τῶν σῶν λόγων, καὶ δόξῃ τῶν σῶν ἔργων, διαπρέψας Φιλόθεε· καὶ τὸν Θεὸν ἐκτενῶς, ὑμνῶν εἰς τοὺς αἰῶνας.
Ἀκορέστῳ σου πόθῳ τῷ Θεῷ σου ἐγγίζων ἀεὶ Φιλόθεε, ἐν γνώμῃ σου τελείᾳ, Αὐτῷ κατηκολούθεις, ὁμιλῶν μετὰ πίστεως, Σὴν Βασιλείαν Σωτήρ, δοξάζω εἰς αἰῶνας.
Διακρίσεως λύχνος καὶ λαμπὰς τῆς ἀγάπης καὶ φῶς τῆς πίστεως, ἐλπίδος τε ταμεῖον, καὶ στῦλος ἐγκρατείας, τελειότητος μέτρον τε, καὶ προσευχῆς ἐραστής, Φιλόθεε ἐδείχθης.
Θεοτοκίον.
Ὡς ὡραία ἡ ὄψις τῆς μορφῆς Σου Παρθένε Θεογεννήτρια, ἐκπλήττουσα Ἀγγέλους, βροτούς τε ἐξιστῶσα, ὁμοφώνως Σοι ψάλλοντας· μετ’ ἐγκωμίων ἁγνή, τὸν αἶνον εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδὼν ψυχῆς σου, τῆς καθαρᾶς ὁ Δεσπότης, τὴν τελείαν Φιλόθεε γνώμην, ἔστεψε τιμῇ σε, καὶ δόξῃ οὐρανίᾳ.
Σκεῦος ἐδείχθης, τῆς ἐκλογῆς ὡς ὁ Πῦλος, ἀναβὰς μυστικῇ θεωρίᾳ, ἔνθα κάλλη θεῖα, Φιλόθεε ἑώρας.
Ἰδού σοι Ἄθως, μῆτερ Σιὼν ἀνακράζει, ἐν τοῖς κόλποις φωτὸς ἀπροσίτου, λάβε τὸν υἱόν μου, Φιλόθεον τὸν πάνυ.
Θεοτοκίον.
Δικαιοσύνης, τῆς ἀληθοῦς Σὺ ὑπάρχεις, ἰσοστάθμιον Κόρη Παρθένε, μόνη ὡς τεκοῦσα, Χριστὸν τὸν νομοδότην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ὄρθρος φαεσφόρος, ἔλαμψας τῷ κόσμῳ, ἀποδιώκων τῆς πλάνης νυκτώδη ἀχλύν, καὶ ἀληθείας ἐδείχθης, τέκνον Φιλόθεε.
Ῥανάτωσαν νεφέλαι, θείαν εὐφροσύνην, καὶ γλυκασμὸν σωτηρίας ἀνθείτω ἡ γῆ, ὁ τῶν Ὁσίων γὰρ δῆμος, μέλπει Φιλόθεον.
Ἀῤῥήτου εὐωδίας, χάριτός τε πλήρης, καὶ φωταυγείας ἀΰλου ὡράθη ἐν γῇ, ὁ τῶν λειψάνων σου πλοῦτος, θεῖε Φιλόθεε.
Θεοτοκίον.
Σκηνὴ τοῦ θείου Λόγου, γέγονας Παρθένε, ὅτι ἐκ Σοῦ σαρκοφόρος προῆλθε ἑκών, ὁ Βασιλεὺς τῶν ἁπάντων, σῶσαι τὸν ἄνθρωπον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ἐγκρατείας θεῖος κανών, πίστεως τὸ μέτρον, τῆς ἐλπίδος ὁ γλυκασμός· χαίροις τῆς ἀμέμπτου, ἀγάπης δαδουχία, Φιλόθεε ἡ δόξα, Ὄρους τοῦ Ἄθωνος.
Ἄνθεσιν ᾀσμάτων δεῦτε πιστοί, στέψωμεν ἀξίως, τὸν Φιλόθεον τὸν σεπτόν, φίλτρον γὰρ τελείας, ἀγάπης κεκτημένος, ἐπλήρωσε Κυρίου, νόμον τὸν ἅγιον.
Ἰλύος με λύτρωσαι τῶν παθῶν, εἰς ὕψος ἀνάγων, ἀπαθείας ταῖς σαῖς εὐχαῖς, ὁ ἐν τῇ ἐρήμῳ, δουλεύσας τῷ Κυρίῳ, καὶ Ἄθωνα κοσμήσας, Πάτερ Φιλόθεε.
Ῥώμην οὐρανόθεν ἀναλαβών, ἔπαρσιν καθεῖλες, ὦ Φιλόθεε τοῦ ἐχθροῦ, καὶ τῇ ταπεινώσει, προκόψας εἰς τὰ κρείττω, ὑψώθης ἐν Κυρίῳ, δόξαν θεώμενος.
Ὅμιλος Ὁσίων χαίρει ἐν σοί, δῆμος τῶν Ἀγγέλων, συναγάλλεται καὶ σκιρτᾷ, πᾶσά τε δοξάζει, Χριστοῦ ἡ Ἐκκλησία, τὴν θείαν ἑορτήν σου, μάκαρ Φιλόθεε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ἀπαθείας ὁ λειμών· χαίροις ἐγκρατείας ὁ λύχνος, ὑπακοῆς ἡ εἰκών, μέτρον τῆς ἀσκήσεως, εὐχῆς τὸ πλήρωμα, τῆς ἀγάπης θησαύρισμα, ἐλπίδος ὁ ὅρος, πίστεως ἐκσφράγισμα, ἐν τελειότητι· χαίροις, ὦ Φιλόθεε μάκαρ, ὁ ἐν τῇ σκοτίᾳ τῆς λήθης, φῶς Χριστοῦ ἐκφαίνων ἱλαρώτατον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου