Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 23. ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΥΣΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ


ΟΚΤΩΒΡΙΟΥ ΚΓ´
ΑΝΥΣΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννίτου)

Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν εὐφροσύνῃ καρδίας πάντες συνδράμωμεν, τῶν Θεσσαλονικέων, οἱ χοροὶ ἐκτελοῦντες, τὴν μνήμην τῶν λειψάνων τῶν ἱερῶν, Ἀνυσίας τῆς Μάρτυρος, ἃ θείᾳ νεύσει ὡς κρίνα ἐαρινά, ἐκ τῆς γῆς ἡμῖν ἐφάνησαν.

Ὥσπερ παρθένος φρονίμη Χριστῷ νενύμφευσαι, θεόφρον Ἀνυσία, καὶ ἐδόξασας τοῦτον, ἀγῶσι μαρτυρίου γνώμῃ στεῤῥᾷ, νῦν ἡμᾶς χαρᾶς ἔπλησας, τῇ ἀνευρέσει λειψάνων σου τῶν σεπτῶν, ἃ ἐν πίστει προσπτυσσόμεθα.

Ὑπὸ τὴν γῆν κεκρυμμένα πολλοῖς ἐν ἔτεσι, τὰ θεία λείψανά σου, Ἀνυσία θεόφρον, ἀρτίως ἐφανέρωσας τοῖς πιστοῖς, ὥσπερ θεῖον θησαύρισμα, ἁγιασμὸν ἀναβλύζοντα μυστικόν, τοῖς ἐν πίστει καταφεύγουσι.

Τὴν ἄθλησίν σου μὲν πρώην Μάρτυς ὑμνήσαντες, νῦν δὲ τῇ τῶν λειψάνων, ἀνευρέσει Ἁγία, θείαν συγκροτοῦμέν σοι ἑορτήν, Ἀνυσία κραυγάζοντες· Θεσσαλονίκην πατρίδα σου τὴν κλεινήν, ἀσινῆ ἀπαύστως φύλαττε.

Δόξα. Ἦχος α´.
Τῇ παρθενικῇ λαμπρότητι, ἀρετῶν περιουσίαν γεωργήσασα, ἀθλητικὸν στάχυν ἐξένεγκας, Ἀνυσία καλλιπάρθενε· καὶ τῷ Σωτῆρι Χριστῷ συναφθεῖσα, ἐν ἀκηράτῳ ἑνώσει, ὡς κιβωτὸν ἁγιασμοῦ ἡμῖν δέδωκας, τὴν τῶν λειψάνων σου σορόν· ὧν τὴν εὕρεσιν τιμῶντες, ὑπὲρ ἡμῶν πρεσβεύειν Κυρίῳ, δυσωποῦμέν σε πανεύφημε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.


Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλη ὤφθης καλή, Χριστῷ τῷ σῷ νυμφίῳ, θεόφρον Ἀνυσία, ἀσκήσεως ἀγῶσι, καὶ ἄθλοις διαλάμψασα.

Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Χαίρει ἡ σὴ πατρίς, Θεσσαλονίκη Μάρτυς, τὰ θεία λείψανά σου, κατέχουσα ἐν κόλποις, ὡς πλοῦτον ἀδαπάνητον.

Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Δίδου ταῖς σαῖς λιταῖς, ὑγείαν καὶ εἰρήνην, τοῖς πίστει προσιοῦσι, τρισμάκαρ Ἀνυσία, τῇ θήκῃ τῶν λειψάνων σου.

Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ μία θεαρχία, λιταῖς τῆς Ἀνυσίας, εἰρήνευσον τὸν κόσμον σου.

Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, λαβὼν ἀνερμηνεύτως, ἀνύψωσε Παρθένε, ἡμᾶς πρὸς τὰ οὐράνια.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ὑπὸ γῆν κεκρυμμένα πολλοῖς ἐν ἔτεσι, τὰ σὰ λείψανα Μάρτυς τὰ χαριτόβρυτα, ἐφανέρωσας ἡμῖν ὡς πλοῦτον ἔνθεον· οἷς προερχόμενοι πιστῶς, ἐκβοῶμεν ἐν χαρᾶ· χαῖρε σεμνὴ Ἀνυσία, Ὁσιομάρτυς Κυρίου, Θεσσαλονίκης θεῖον βλάστημα.
Δόξα. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ὑπὸ γῆν κεκρυμμένα τὰ σὰ πάντιμα λείψανα, ὡς ἐαρινὰ ἡμῖν κρίνα Ἀνυσία ἐφάνησαν· διὸ Θεσσαλονίκη ἐν ᾠδαῖς, γεραίρουσα τὴν εὕρεσιν αὐτῶν, ὡς κλεινὴν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τιμᾷ σὲ ἀνακράζουσα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.


Ἀπόλυσις.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Μνήμην συγκροτοῦμέν σοι λαμπράν, ἐν τῇ ἀνευρέσει τῶν θείων, Μάρτυς λειψάνων σου, Ἀνυσία πάνσεμνε, Ὁσιομάρτυς Χριστοῦ, καὶ πιστῶς ἐκβοῶμέν σοι· Θεσσαλονικέων, ὤφθης ἐγκαλλώπισμα, καὶ θεῖον καύχημα· ὅθεν ἐκ σεισμοῦ βαρυτάτου, καὶ πάσης ἁπάλλαττε βλάβης, τὴν Θεσσαλονίκην ταῖς πρεσβείαις σου.

Ὅλην ἀνατέθεικας σαυτήν, Μάρτυς ἐν ἀγάπῃ τελείᾳ, τῷ σῷ νυμφίῳ Χριστῷ, πλοῦτον τὸν φθειρόμενον, καὶ πᾶσαν σχέσιν φθαρτῶν, ὁλικῶς ἀποῤῥίψασα, καὶ ἐγκρατείας, σκεῦος πολυτίμητον, ὤφθης τῆς χάριτος· ἔνθεν Ἀνυσία νομίμως, τὸν τοῦ μαρτυρίου ἀγῶνα, ἤνυσας αἰσχύνασα τὸν δράκοντα.

Χρόνοις κεκρυμμένα ὑπὸ γῆν, πλείστοις τὰ σεπτὰ λείψανά σου, ὄντα καὶ ἄγνωστα, ἄρτι ἐπεγνώσθησαν, φανερωθέντα ἡμῖν, ἐπινεύσει τῇ ἄνωθεν, Μάρτυς Ἀνυσία, πάντας ἁγιάζοντα, τοὺς προσιόντας πιστῶς· ὅθεν ἐν τῇ τούτων εὑρέσει, Θεσσαλονικέων χορεῖαι, ὕμνον σοι καινὸν συμφώνως ᾄδομεν.

Πλοῦτον τὸν προσόντα σοι σεμνή, νόμῳ πειθαρχοῦσα τῷ θείῳ, πένησι δέδωκας , καὶ κατηκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι, καὶ τὸ τούτου ποτήριον, πέπωκας προθύμως, δι’ αὐτὸν τὸ αἷμά σου, Μάρτυς ἐκχέασα· ὅθεν τῶν λειψάνων σου γῆθεν, τὴν σορὸν ὡς ἄσυλον πλοῦτον, τῇ Θεσσαλονίκῃ ἐφανέρωσας.

Ὅτε κατετρώθης τὴν πλευράν, Μάρτυς Ἀνυσία τῷ ξίφει, στεῤῥῶς ἀθλήσασα, τότε ὤφθης σύμμορφος, τοῦ σου νυμφίου Χριστοῦ, καὶ τῆς δόξης συμμέτοχος, ἀξίως ἐδείχθης· ὅθεν σου τὸ λείψανον, ἡμῖν κατέλιπες, χάριν ἰαμάτων πηγάζον, τοῖς εἰλικρινῶς προσιοῦσι, καὶ τοὺς σοὺς ἀγῶνας μακαρίζουσι.

Ὤφθης ἀρετῶν ὑπογραμμός, ἄνθος παρθενίας εὐῶδες, καὶ εὐποιΐας λαμπάς, Ἀνυσία πάνσεμνε, Ὁσιομάρτυς Χριστοῦ, διὰ τοῦτο τὴν θείαν σου, ἄθλησιν τιμῶμεν, πίστει παριστάμενοι, τῇ σῇ ἁγίᾳ σορῷ· ἥνπερ κεκρυμμένην χρονίως, ἡμῖν ἐφανέρωσας ἄρτι, εἰς χαρὰν πιστῶν καὶ περιποίησιν.



Δόξα. Ἦχος πλ. β´.
Τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἐνστερνισμένη τὴν πρᾶξιν, τῆς θείας ἀγάπης τοὺς καρποὺς ἐγεώργησας, Ἀνυσία θεόφρον· καὶ δι᾿ ἀσκητικῆς ἀγωγῆς, τῷ σῷ νυμφίῳ εὐαρεστήσασα, ἀθλητικῶς αὐτῷ προσηνέχθης, καταβαλοῦσα τὸν ἐχθρόν. Ὅθεν τὴν τῶν λειψάνων σου σορόν, εὐλαβῶς περικυκλοῦντες, ἑόρτιόν σοι αἶνον ᾄδομεν, ἐν τῇ ταύτης εὐρέσει, καὶ πιστῶς βοῶμεν· Ἀπὸ πάσης προσβολῆς, ἐναντίας φύλαττε, τὴν σὲ τιμῶσαν πόλιν, εἰρήνην αἰτουμένη ἡμῖν, καὶ θεῖον ἔλεος, Ὁσιομάρτυς ἔνδοξε.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Τὴν παρθενικήν σου στολήν, οἰκείοις αἵμασι πορφυρώσασα, λαμπαδηφόρος εἰσελήλυθας, εἰς νυμφῶνα τὸν οὐράνιον, Ὁσιομάρτυς Ἀνυσία. Ὅθεν Θεσσαλονίκη ἡ πατρίς σου , καυχωμένη τῇ δόξῃ σοῦ, τὴν τῶν λειψάνων σου σορόν, ὡς χρυσίον πολύτιμον, καὶ δῶρον θεῖον πεπλούτηκεν· ὧν τὴν εὕρεσιν γεραίροντες, ἐν ἐτησίῳ ἑορτῇ, πανδήμως βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύουσα, διδόναι ἡμῖν ἱλασμὸν παρὰ Χριστοῦ καὶ μέγα ἔλεος.

Ἦχος β´.
Τῇ τοῦ Σωτῆρος τετρωμένη ἀγάπῃ, τῶν γεηρῶν ὑπερεῖδες τὴν σχέσιν, οὐρανίῳ φρονήματι, Ἀνυσία καλλιπάρθενε, καὶ τὸν ῥέοντα πλοῦτον, ταῖς τῶν πενήτων ἐναπέθου χερσί, τὸν πλοῦτον τῆς χάριτος, μυστικῶς εἰσποιουμένη, καὶ τῶν Μαρτύρων διακονήσασα ταῖς χρείαις, μαρτυρικὸν ἀπηνέγκω γέρας, γυναικείας ἐπιλαθομένη ἀσθενείας, διὸ τιμῶντες τοὺς ἄθλους σου, τοῖς τιμίοις λειψάνοις σου, πίστει προσπίπτομεν.

Ἦχος γ´.
Ὥσπερ κρίνα τοῦ ἀγροῦ, κατὰ τὴν θείαν ῥῆσιν, μετὰ πολυχρόνιον κατάκρυψιν, ἐκ λαγόνων γῆς ἀνεφάνησαν, ἡμῖν τὰ θεία σοῦ λείψανα, Ἀνυσία πανεύφημε, καὶ τὴν ὀσμὴν τῆς χάριτος παρέχοντα τῶν μαρτυρικῶν σοῦ ἀγώνων τὴν δόξαν ὑπεμφαίνουσι, καὶ τὴν θείαν ἀνταπόδοσιν· ἠγιασμένα γὰρ πέλουσιν , ἐπιφοιτήσει τοῦ Παρακλήτου, καὶ ἁγιασμὸν νέμουσι, ψυχῆς ὁμοῦ καὶ σώματος.

Δόξα. Ἦχος δ´.
Ἀπεριτρέπτῳ νοΐ, τὸν τῆς ἀθλήσεως ἀγῶνα ἀνύσασα, ἀθλητικῶν ἐπάθλων ἐπαξίως ἡξίωσαι, Ἀνυσία Ὀσιομάρτυς, τῷ γὰρ νυμφίῳ σου Χριστῶ, νικηφόρος παρέστηκας, καὶ τὸν καρπὸν τῆς θεώσεως, ἐπιτηδείως ἐτρύγησας, οὗ τῆς κοινωνίας καὶ τὰ σὰ μετασχόντα λείψανα, χάριν θείαν παρέχουσι, καὶ παθῶν ἀπολύτρωσιν, τοῖς πίστει ἑορτάζουσι, τὴν θείαν τούτων εὕρεσιν.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, Θεσσαλονίκης ἐνθεώτατον βλάστημα, ἁγνείας ἡ μυροθήκη, τῶν ἀρετῶν ἡ λαμπάς, εὐποιΐας πλοῦτος καὶ χρηστότητος, ἠθῶν καθαρότητος, ὁ λειμὼν ὁ μυρίπνοος, Ὁσίων δόξα, καὶ Μαρτύρων ἀγλάϊσμα, καὶ πρὸς Κύριον, ἡμῶν πρέσβυς εὐπρόσδεκτος. Ὅθεν τῇ τῶν λειψάνων σου, προσπίπτοντες λάρνακι, ἀπὸ ψυχῆς σοι βοῶμεν, ὦ Ἀνυσία θεόνυμφε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Χαίροις ἡ τὸν Σωτῆρα Χριστόν, ἀπὸ νεότητος θερμῶς ἀγαπήσασα, καὶ τούτῳ βίῳ ἀμέμπτῳ, ἀκολουθοῦσα σεμνή, δεομένων ὤφθης ἐπικούρησις· πτωχοῖς γὰρ ἐπήρκεσας, ἐν πλούσιᾳ χρηστότητι, καὶ τοῖς Ἁγίοις, ἐν εἱρκταῖς διηκόνησας, ὧν τὴν ἄθλησιν, στεῤῥοψύχως ἐζήλωσας. Ὅθεν τὴν τῶν λειψάνων σου, γεραίροντες εὕρεσιν, Ὁσιομάρτυς Κυρίου, ἀπὸ ψυχῆς ἐκβοῶμέν σοι, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ἡ γυναικείαν παριδοῦσα ἀσθένειαν, καὶ γνώμῃ ἀπεριτρέπτῳ, πρὸς ἀνδρικοὺς ἀληθῶς, πόνους καὶ ἀγῶνας προσχωρήσασα· ἐντεῦθεν διέπρεψας, ἐν ἀσκήσει τὸ πρότερον, καὶ ἐν ἀθλήσει, θριαμβεύσασα ὕστερον, τὸν ἀντίπαλον, τὸν Χριστὸν ὡμολόγησας. Ὅθεν τῇ τῶν λειψάνων σου, σορῷ παριστάμενοι, ἀπεκδεχόμεθα Μάρτυς, τὴν σὴν ταχεῖαν βοήθειαν, σεμνὴ Ἀνυσία, ἥν ἀπαύστως ἡμῖν δίδου, τοῖς εὐφημοῦσί σε.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντα Θεσσαλονικέων τὰ συστήματα, τοῖς τιμίοις λειψάνοις προσπέσομεν, Ἀνυσίας τῆς Ὁσιομάρτυρος · Μαρτύρων γὰρ τὰ λείψανα, πεπληρωμένα εἰσὶ χάριτος, τῇ ἐπισκιάσει τοῦ Ἁγίου Πνεύματος, ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσαντες, μυρίων ἀγαθῶν ἡμῖν πρόξενοι ὤφθησαν· καὶ εὐλαβῶς βοήσωμεν, Δέσποτα Κύριε, ταῖς τῆς σῆς Μάρτυρος πρεσβείαις, δίδου τῷ λαῷ σου, τῶν οἰκτιρμῶν σου τὰς δωρεὰς ὡς μόνος φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ὑπὸ γῆν κεκρυμμένα πολλοῖς ἐν ἔτεσι, τὰ σὰ λείψανα Μάρτυς τὰ χαριτόβρυτα, ἐφανέρωσας ἡμῖν ὡς πλοῦτον ἔνθεον· οἷς προερχόμενοι πιστῶς, ἐκβοῶμεν ἐν χαρᾶ· χαῖρε σεμνὴ Ἀνυσία, Ὁσιομάρτυς Κυρίου, Θεσσαλονίκης θεῖον βλάστημα.
Δόξα. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ὑπὸ γῆν κεκρυμμένα τὰ σὰ πάντιμα λείψανα, ὡς ἐαρινὰ ἡμῖν κρίνα Ἀνυσία ἐφάνησαν· διὸ Θεσσαλονίκη ἐν ᾠδαῖς, γεραίρουσα τὴν εὕρεσιν αὐτῶν, ὡς κλεινὴν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τιμᾷ σὲ ἀνακράζουσα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.


Ἀπόλυσις.






Εἰς τὸν Ὄρθρον.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἀθλήσασα στεῤῥῶς, δι᾿ἀγάπην Κυρίου, ἐδέξω παρ᾿αὐτοῦ, ἀφθαρσίας τὸ στέφος, διὸ σὲ μακαρίζομεν, Ἀνυσία θεόνυμφε , καὶ προσπίπτοντες, τῇ τῶν λειψάνων σου θήκῃ, ἐκβοῶμέν σοι· Διὰ παντὸς ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας Κόρη, καὶ ἔμεινας ὡς ἧς, πρὸ τοῦ τόκου παρθένος· διὸ τὰ μεγαλεία σου, Θεοτόκε δοξάζομεν, καὶ βοῶμεν σοι· ῥῦσαι ἡμᾶς τῆς μανίας, τοῦ ἀλάστορος, τῇ σῇ θερμῇ προστασίᾳ, Παρθένε Πανάμωμε.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἀρεταῖς ἀσκητικαῖς, καὶ εὐποιΐαις ἱεραῖς, καὶ χρηστότητι πολλῇ, τὴν σὴν ἀνύουσα ζωήν, ὑπὲρ Χριστοῦ τὸ σὸν ἔχεας Μάρτυς αἷμα· ὅθεν τὸ σεπτόν, σῶμά σου πάνσεμνε, χεῖρες εὐσεβεῖς, σεμνῶς ἐκήδευσαν, ὁ νῦν εὑρόντες ὑπὸ γῆν πέλον ἄγνωστον, λαμπροφανῶς ἑορτάζομεν, ὦ Ἀνυσία, ἀνευφημοῦντες, τῆς πολιτείας σου τὰ σκάμματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Δεσπότην τοῦ παντός, ἀνακαινίζοντα ἡμᾶς, διὰ πλῆθος οἰκτιρμῶν, προήγαγες μετὰ σαρκός, ἀναλλοιώτως Παρθένε καὶ ἀσυγχύτως, ὅθεν τὴν φρικτήν, κυοφορίαν σου, μέλπομεν ἀεί, καὶ ἐκβοῶμέν σοι· χαῖρε βροτῶν σωτηρία καὶ στήριγμα, καὶ ἡμῖν ἀψευδὲς καταφύγιον, χαῖρε ἡ πᾶσιν αἰτοῦσα, τὴν τῶν πταισμάτων συγχώρησιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῶν σεπτῶν σου λειψάνων τὴν θείαν εὕρεσιν, Ὁσιομάρτυς Κυρίου καὶ καλλιπάρθενε, ἑορτάζοντες φαιδρῶς ἀνευφημοῦμέν σε, ὅτι ηὐδόκησας ἡμῖν, κεκρυμμένα ὑπὸ γῆν, ἀρτίως φανερωθῆναι, εἰς δόξαν τοῦ σου Νυμφίου, τοῦ Ἀνυσία σὲ δοξάσαντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀποῤῥήτως Παρθένε δι’ ἀγαθότητα, τὸν Θεὸν τῶν ἁπάντων καὶ Βασιλέα Χριστόν, μετὰ σώματος ἡμῖν κυοφορήσασα, ἐκ τῆς κατάρας τοῦ Ἀδάμ, ἠλευθέρωσας ἡμᾶς· διὸ σὲ ὑμνολογοῦμεν, ὡς σωτηρίας αἰτίαν, καὶ αἰωνίου ζωῆς πρόξενον.







Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον τῶν δέκα Παρθένων. (Ζήτει αὐτὸ τῷ ιζ΄ Σαββάτῳ τοῦ Ματθαίου).
Ὁ Ν´.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ.: Ἐλεῆμων, Ἐλέησόν με ὁ Θεός...
Ἀσκητικῶς Χριστῷ εὐαρεστήσασα, ἀθλητικῷ τέλει αὐτῷ προσηνέχθης, ὡς θῦμα ἄμωμον, καὶ προσφορὰ λογική, Ὁσιομάρτυς Ἀνυσία, καὶ τὴν μαρτυρικήν σου χάριν, τὰ σὰ λείψανα δηλοῦντα, πρόκεινται πᾶσιν εἰς προσκύνησιν, ἁγιάζοντα τοὺς πίστει ἁπτομένους. Ἀλλὰ πρέσβευε δεόμεθα, τῷ σῷ νυμφίῳ Χριστῷ, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Ἀνυσίας τὴν χάριν γεραίρω. Γερασίμου.
ᾨδὴ α´. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσε πότε.
Ἀνωτέραν ἔχουσα ζωήν, πόθῳ τοῦ νυμφίου σου, τῶν γεηρῶν ὡς φθαρτῶν κατεφρόνησας, καὶ φωτὶ τοῦ Πνεύματος, κατηγλάϊσαι, Ἀνυσία πανθαύμαστε. Ὅθεν λάμπρυνόν με, ἄδοντά σοι ὕμνον ἐπινίκιον.
Νεκρωθεῖσα πᾶσι τοῖς ἐν γῇ, τὴν ζωὴν τὴν ἔνθεον, τὴν ἐν Χριστῷ κεκρυμμένην ἐβίωσας, προσευχαῖς σχολάζουσα, καὶ ἐν πράξεσιν, οἰκτιρμῶν καὶ χρηστότητος· ὅθεν Ἀνυσία, πρὸς μαρτυρικὴν ἤχθης λαμπρότητα.
Ὑπελθοῦσα σθένει θεϊκῷ, πόνους τῆς ἀθλήσεως, τῶν ὑπὲρ φύσιν ἐπάθλων ἠξίωσαι, καὶ ὡς πλοῦτον ἄσυλον, τὰ σὰ πάντιμα, ἐφανέρωσας λείψανα, Μάρτυς Ἀνυσία, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.
Θεοτοκίον.
Σαρκωθεὶς ἀτρέπτως ἐκ τῶν σῶν, αἱμάτων δι᾿ ἔλεος, ὁ Ὑπερούσιος Λόγος καὶ Κύριος, Κόρη Ἀπειρόγαμε, νύμφην ἄμωμον, Ἀνυσίαν τὴν Μάρτυρα, ἑαυτῷ Παρθένε, ὁ ζωὴν πηγάζων ἐπηγάγετο.










ᾨδὴ γ´. Ἐξήνθησεν ἡ ἔρημος.
Ἰθύνασα πρὸς Κύριον, πᾶσαν σοῦ τὴν ἔφεσιν, ζωὴν ὁσίαν ἔσχηκας, Ἀνυσία καὶ τοῖς σοῖς αἱμασιν, ἁγνείας σου τὸ ἔνδυμα ἐφοίνιξας.
Ἀσκήσει διαλάμπουσα, ἐναρέτων πράξεων, τὸ μαρτυρίου στάδιον, Ἀνυσία στεῤῥῶς διήνυσας, καὶ τῆς πλάνης τὸ φρύαγμα κατῄσχυνας.
Σορὸν τὴν τῶν λειψάνων σου, πίστει προσπτυσσόμεθα, ἃ ἡμῖν ἐφανέρωσας, κεκρυμμένα ὑπὸ γῆν πρότερον, Ἀνυσία ὑμνοῦντες τοὺς ἀγῶνάς σου.
Θεοτοκίον.
Τὴν μόνην παρθενεύουσαν, μετὰ τόκον Δέσποιναν, ὡς τὸν Θεὸν κυήσασαν, Θεοτόκε δοξολογοῦμέν σε, οἷα δόξαν ἡμῶν καὶ καταφύγιον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν ἀσκήσει διέλαμψας ἀρετῶν, ἐν ἀθλήσει ἐδόξασας τὸν Χριστόν, καὶ ὤφθης ἀμφιδέξιος, ἀμφοτέρωθεν πάνσεμνε, τοῦ θήλεος τὸ χαῦνον, τῇ πίστει νευρώσασα, καὶ τοῦ ἐχθροῦ τὸ κράτος, εἰς χοῦν ταπεινώσασα. Ὅθεν τὴν σορόν σου, τῶν τιμίων λειψάνων, κυκλοῦντες λαμβάνομεν, ἐξ αὐτῆς τὰ ἰάματα, Ἀνυσία πανεύφημε. Πρέσβευε Χριστῷ τῳ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, σαρκωθέντα βουλήσει δίχα τροπῆς, ἐκ σοῦ Παναμώμητε, ἀποῤῥήτως γεγέννηκας, καὶ μετὰ τόκον πάλιν, Παρθένος μεμένηκας, καὶ τῆς φθορᾶς τὸν ἄνθρωπον, ἐῤῥύσω τῷ τόκῳ σου. Ὅθεν ὡς πηγήν σε, ἀφθαρσίας ὑμνοῦμεν, καὶ πύλην σωτήριον, καὶ οὐράνιον κλίμακα, Θεοτόκε βοῶντές σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν δόξαν σου Ἄχραντε.

ᾨδὴ δ΄. Ἐλήλυθας, ἐκ Παρθένου.
Ἠγώνισαι, ἐν ἀσκήσει Ὁσία τὸ πρότερον, καὶ πτωχοῖς ἐπήρκεσας, φιλελεήμονι γνώμῃ σου · ὅθεν σὲ ἀνήγαγεν, ὁ μόνος Κύριος, πρὸς μαρτυρικὴν τελειότητα.
Νεκρώσασα, τῆς σαρκὸς Ἀνυσία πᾶν φρόνημα, τὴν ζωὴν τὴν ἔνθεον, ἔσχες ἐν σοι διαλάμπουσαν, καὶ θανατωθεῖσα, διὰ Κύριον, πρὸς ζωὴν ἀγήρω ἀνέδραμες.
Χαρίσματα, ἰαμάτων ἡ θήκη σου βλύζουσα, ἄρτι πεφανέρωται, Ὁσιομάρτυς πανεύφημε , ἧς τὴν θείαν εὕρεσιν, πανηγυρίζοντες, ὕμνον σοι ἑόρτιον ᾄδομεν.
Θεοτοκίον.
Ἀπείρανδρε, Θεοτόκε Παρθένε Πανύμνητε, τὴν ψυχήν μου λύτρωσαι, μεθοδειῶν τοῦ ἀλάστορος, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος, ἵνα σεσῳσμένος δοξάζω σε.
ᾨδή ε´. Μεσίτης Θεοῦ.
Ῥημάτων τῶν σῶν, Ἀνυσία Μάρτυς ὡς ἀκήκοεν, ἐχθρὸς ὁ πολέμιος, λόγχη σου τὸ σῶμα διεκέντησε, δι᾿ἧς ἔτρωσας πᾶσαν, τὴν δύναμιν τοῦ δράκοντος.
Ἰδὼν ὁ ἐχθρός, τῆς ψυχῆς σου Μάρτυς τὴν στεῤῥότητα , οἵα περ μαινόμενος, πότμῳ σὲ βιαίῳ καθυπέβαλεν, Ἀνυσία λογχεύσας, τὸ ἁπαλὸν σαρκίον σου.
Νυμφῶνι ζωῆς, τῆς ἀλήκτου χαίρουσα ἀνέδραμες, Ἀνυσία πάνσεμνε , καὶ Θεσσαλονίκῃ τῇ πατρίδι σου, τὸ σὸν Ἅγιον σκῆνος, ὡς θησαυρὸν κατέλιπες.
Θεοτοκίον.
Γαλήνην ψυχῆς, καὶ νοὸς εἰρήνην Κόρη δίδου μοι, ὡς ἂν τοῖς θελήμασι, τοῦ Υἱοῦ καὶ Κτίστου σου πορεύσωμαι, καὶ ζωῆς τῆς ἀλήκτου, μετὰ τὸ τέλος τύχοιμι.

ᾨδὴ ς´. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἑορτὴν ἱερὰν συγκροτοῦμέν σοι, ἐπὶ τῇ εὑρέσει τῶν θείων λειψάνων σου, καὶ τὸν Χριστὸν δοξάζομεν, Ἀνυσία τὸν σὲ μεγαλύναντα.
Ῥαντισμῷ τῶν αἱμάτων σου πάνσεμνε, τὴν τῆς παρθενίας σοῦ στολὴν ἐφοίνιξας, καὶ τῷ Χριστῷ παρέστηκας, Ἀνυσία ὡς Μάρτυς ἀήττητος.
Ἀνδρικῶς τῇ βουλῇ τοῦ ἀλάστορος, ἀντικαταστάσα τὸ σῶμά σου τέτρωσαι, τῇ λόγχη καλλιπάρθενε, καὶ Χριστῷ νικηφόρος ἀνέδραμες.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον, καὶ Δημιουργὸν τῶν ὅλων κυήσασα, Εὐλογημένη Δέσποινα, τῇ αὐτοῦ μὲ καταύγασαν χάριτι.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν σεπτῶν λειψάνων σου ἐν τῇ εὑρέσει, ἑορτὴν συστήσασα, Θεσσαλονίκη ἱεράν, ἀνευφημεῖ τοὺς ἀγῶνάς σου, Ὁσιομάρτυς Ἀνυσία ἔνδοξε.
Ὁ Οἶκος.
Φερωνύμως τὸν δρόμον ἀνύσασα, εὐσεβείσς ἀνδρείῳ φρονήματι, ὑπερέβης τοὺς ὅρους τῆς φύσεως, ὡς τρωθεῖσα τῷ πόθῳ τοῦ Κτίσαντος, Παρθενομάρτυς τοῦ Χριστοῦ, Θεσσαλονίκης ἱερώτατον βλάστημα, τὸν γὰρ προσόντα σοι πλοῦτον καλῶς διανείμασα, μυστικῶς τῷ Σωτῆρι νενύμφευσαι, ὑπὲρ οὗ καὶ τὸ αἷμὰ σοῦ προθύμως κέχυκας· καὶ νῦν εὐφροσύνης πολλῆς ἡμᾶς ἔπλησας, φανερώσασα ἡμῖν τὰ θεία σοῦ λείψανα, τὰ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένα, καὶ ἄγνωστα πᾶσι τελοῦντα, ὡς γὰρ κρίνα ἐαρινὰ τῇ σῇ πόλει ταῦτα ἐφάνησαν, ὧν τῇ εὑρέσει ἑορτὴν συγκροτούσα ἱεράν, ἀνευφημει τοὺς ἀγῶνάς σου, Ὁσιομάρτυς Ἀνυσία ἔνδοξε.


Συναξάριον.
Τῇ κγ΄ τοῦ αὐτοῦ μηνός, ἑορτάζομεν τὴν εὕρεσιν τῶν τιμίων λειψάνων τῆς Ἁγίας ἐνδόξου Ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ.
Ἐκ γῆς τὰ σὰ λείψανα Μάρτυς φανέντα,
Πᾶσι τὴν οὐράνιον φαίνουσι χάριν.
Ἀμφὶ τετάρτην Ἀνυσίης φαάνθη ὀστέα γῆθεν.
Αὕτη ἣν ἐκ πόλεως Θεσσαλονίκης, ἐν τοῖς χρόνοις Μαξιμιανού, θυγάτηρ εὐσεβῶν καὶ σφόδρα πλουσίων γονέων· ὧν τελευτησάντων, ἀφιέρωσεν ἑαυτὴν τῇ Χριστῷ, διανείμασα τοῖς πάσχουσι καὶ ἐνδεέσι τὴν προσοῦσαν οὐσίαν, καὶ προσευχαῖς καὶ νηστείαις σχολάζουσα. Ἡμέραν τινὰ ἀπερχομένη τῷ ναῷ, συνήντησε στρατιώτῃ τινί, τοῖς εἰδώλοις λατρεύοντι, παρ᾿οὗ βιασθεῖσα ἀρνηθῆναι τὸν Σωτῆρα Χριστόν, καὶ μὴ πεισθεῖσα, ἀλλ᾿ ὁμολογήσασα τὸ ἅγιον αὐτοῦ ὄνομα, λόγχη διαπαρεῖσα τὸ σῶμα, τετέλεκε τὸν ἀγῶνα.
Τὸ δὲ τίμιον αὐτῆς σῶμα ἔκειτο ὑπὸ γῆν, χρόνοις πολλοῖς τεθαμμένον καὶ ἄγνωστον τελοῦν· τῇ δὲ δ΄ τοῦ μηνὸς Ἰουλίου, τοῦ σωτηρίου ἔτους 1980, διανοιγομένης ὁδοῦ δι’ ἐκσκαφέων, νεύσει θείᾳ, ἀνεκαλύφθη ὁ τάφος αὐτῆς, παρὰ πᾶσαν ἐλπίδα, ἔνθα τὰ σεπτὰ ὀστᾶ αὐτῆς, ἅτινα εὐλαβῶς ἀνακομισθέντα κατετέθησαν ἐν τῷ ναῷ τοῦ Μεγαλομάρτυρας Δημητρίου. Τούτου οὖν τὴν μνείαν ἑορτάζοντες, ἄγομεν ἐτήσιον ἑορτήν, δοξάζοντες τὸν θαυμαστὸν ἐν Ἁγίοις Κύριον, καὶ ὑμνοῦντες τὴν αὐτοῦ Ὁσιομάρτυρα Ἀνυσίαν. Κέκριται δὲ ἵνα ἡ ἑορτὴ αὕτη τελεῖται τῇ κγ΄ τοῦ μηνὸς Ὀκτωβρίου.
Ἐγένετο ἡ εὕρεσις αὕτη, ἀρχιερατεύοντος ἐν τῇ Ἀποστολικῇ τῶν Θεσσαλονικέων Ἐκκλησίᾳ τοῦ μακαριστοῦ Μητροπολίτου κυροῦ Παντελεήμονος τοῦ Β΄, τοὐπίκλην Χρυσοφάκη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.
Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ
Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ.
Οὗτος ὁ ἅγιος Ἰάκωβος ὁ Ἀδελφόθεος, πρῶτος Ἐπίσκοπος ἐν Ἱεροσολύμοις ἐγένετο, παρ᾿ αὐτοῦ τοῦ Κυρίου χειροτονηθείς, καὶ πρῶτος τὴν θείαν Λειτουργίαν ἔγραψε καὶ ἐξέθετο, παρ᾿ αὐτοῦ τοῦ Χριστοῦ ταύτην διδαχθείς· ἥν τινα Λειτουργίαν ὕστερον συντομωτέραν ἐποίησεν ὁ μέγας Βασίλειος καὶ μετ᾿ αὐτὸν ὁ θεῖος Χρυσόστομος, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ποιμαίνων δὲ τὴν ἐν Ἱεροσολύμοις Ἐκκλησίαν καὶ πολλοὺς διδάσκων ἐκ τῶν Ἰουδαίων καὶ Ἑλλήνων καὶ ἐπιστρέφων αὐτοὺς ἐπὶ τὸν Κύριον, εἰς ὀργὴν ἐκίνησε τοὺς Ἰουδαίους. Κρατήσαντες οὖν αὐτόν, ἔῤῥιψαν ἀπὸ τοῦ ἄκρου τοῦ Ἱεροῦ, καὶ ἀπέκτειναν.
Περὶ δὲ τοῦ λέγεσθαι Ἀδελφόθεος, φέρεται τοιοῦτος λόγος ἐκ παραδόσεως. Τοῦ μνήστορος Ἰωσήφ, μερίζοντος τὴν γῆν αὑτοῦ τοῖς ἐκ τῆς προτέρας γυναικὸς παισὶ καὶ βουλομένου μερίδα ποιήσασθαι καὶ τῷ ἐκ τῆς ἁγίας Παρθένου Υἱῷ καὶ Θεῷ, οἱ μὲν ἄλλοι οὐ κατεδέξαντο· ὁ δὲ Ἰάκωβος, λαβὼν αὐτὸν εἰς τὴν μερίδα συγκληρονόμον, ἐκλήθη οὐ μόνον Ἀδελφόθεος, ἀλλὰ καὶ Δίκαιος.










Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν,
Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰγνάτιος, υἱὸς μὲν γέγονε Μιχαὴλ βασιλέως καὶ Προκοπίας τῆς βασιλίσσης, ἀδελφὸς δὲ Θεοφίλου καὶ ἔγγονος Νικηφόρου τοῦ βασιλέως. Εὐνοῦχος δὲ γενόμενος, εἶτα καὶ Μοναχὸς ἀποκαρεὶς καὶ Ἡγούμενος τῆς τοῦ Ἀρχαγγέλου Μονῆς, τοῦ τότε μὲν ἐπικαλουμένου Ἀνατέλλοντος, νῦν δὲ Σατύρου, προεχειρίσθη ἔπειτα Πατριάρχης Κωνσταντινουπόλεως καὶ ἐκράτησεν ἔτη ἕνδεκα καὶ μῆνας πέντε· καὶ μετὰ ταῦτα ἐξεβλήθη ὑπὸ Μιχαὴλ βασιλέως, ἀντ᾿ αὐτοῦ Πατριάρχην προβαλλομένου Φώτιον τὸν πρωτοσπαθάριον καὶ πρωτασηκρίτην, γενόμενον πρότερον Μοναχόν. Εἶτα ἐξεβλήθη καὶ αὐτὸς ὑπὸ Βασιλείου βασιλέως, καὶ ἀποκατέστη πάλιν Ἰγνάτιος· καὶ ἐκράτησεν ἔτη δέκα· καὶ πάλιν ἐξεβλήθη· καὶ ἐγένετο Στέφανος ὁ ἐν Ἁγίοις. Ὁ δὲ ἅγιος Ἰγνάτιος, ἀπελθὼν ἐν τῇ Σατύρου Μονῇ, ἐν εἰρήνῃ ἀνεπαύσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου.
Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ,
Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ.
Τρεῖς τινες ἡγιασμένοι γέροντες, Σέργιος καὶ Ὑγῖνος καὶ Θεόφιλος, ἐκ τῆς Μονῆς τοῦ Ἁγίου Ἀσκληπιοῦ, τοῦ ἐν τῇ Μεσοποταμίᾳ τῆς Συρίας, ὁμονοήσαντες ἐπ᾿ ἀγαθῷ ποτε λογισμῷ, σκοπὸν ἔσχον ἄχρι τέλους τὴν περίγειον ταύτην διελθεῖν· καὶ τῆς πορείας ἀρξάμενοι, ἀλλεπάλληλα εὕρισκον δεινά, πῇ μὲν ἐξ ἀνθρώπων, πῇ δὲ ἐκ θηρίων· θλιβόμενοι, κακουχούμενοι καὶ αὐτῆς ἔστιν ὅτε τῆς ἐκ τῶν ἀγρίων βοτανῶν τροφῆς ὑστερούμενοι.
Τέως ὁδὸν ἡμερῶν οὐκ ὀλίγων διαβιβάσαντες, κατέλαβον τόπον τινά, πορείαν ἀνθρώπου μηνύοντα· δι᾿ ἧς καὶ ὡδηγήθησαν εἰς σπήλαιον ἀπελθεῖν, φαινόμενον ἐγκάτοικον ἔχειν ἄνθρωπον, διὰ τὸ κεκοσμημένον εὑρεθῆναι· ᾧ εἰσελθόντες, προσεκαρτέρουν ἰδεῖν τὸν τούτου οἰκήτορα. Μετὰ μικρὸν δέ, εὐωδίας τινὸς αἰσθόμενοι, εἶδον ὁμοίωμα ἀνδρὸς ἐστολισμένον ταῖς οἰκείαις θριξίν. Οὗτος δὲ ἦν ὁ ὅσιος τοῦ Θεοῦ Μακάριος ὁ Ῥωμαῖος.
Ἐρχόμενος δὲ οὗτος ἐπὶ τὸ σπήλαιον, ᾔσθετο μακρόθεν αὐτῶν· καὶ ῥίψας ἑαυτὸν ὁ γέρων χαμαί, προσηύξατο· καὶ κράξας φωνῇ μεγάλῃ, λέγει· Εἰ ἀπὸ Θεοῦ ἐστε, ἐμφανίσθητέ μοι· εἰ δὲ ἀπὸ τοῦ δαίμονος, ἀπόστητε ἀπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ταπεινοῦ. Ἐκεῖνοι δὲ ἀπεκρίναντο· Εὐλόγησον ἡμᾶς, δοῦλε τοῦ Θεοῦ· χριστιανοί ἐσμεν καὶ τῷ διαβόλῳ ἀπεταξάμεθα. Τότε ὁ γέρων ἀναστάς, ἔρχεται πρὸς αὐτούς· καὶ διαχωρίσας τὰς τρίχας ἀπὸ τῆς ὄψεως αὑτοῦ, εὐλόγησεν αὐτούς.
Ἦσαν δὲ αἱ τρίχες αὐτοῦ λευκαὶ ὡσεὶ χιών, τὸ δὲ σῶμα αὐτοῦ ὡς δέρμα χελώνης· ἐκ δὲ τοῦ πολλοῦ γήρως, κεχαλασμέναι ἦσαν αἱ ὀφρύες αὐτοῦ ἐπάνω τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ οἱ ὄνυχες τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ πλεῖον εἶχον τῆς σπιθαμῆς· αἱ δὲ τρίχες τοῦ πώγωνος αὐτοῦ, μέχρι τῶν ποδῶν αὐτοῦ.
Ἤρξατο οὖν ἐρωτᾶν αὐτοὺς καὶ λέγειν· Πόθεν ἐστέ, τεκνία μου; καὶ διὰ τί ἐληλύθατε ἐνταῦθα; Οἱ δὲ εἶπον αὐτῷ πάντα τὸν σκοπὸν αὐτῶν. Ἀπεκρίθη δὲ ἐκεῖνος· Τεκνία μου, οὐκ ἔστιν ἐν γεννητοῖς τις δυνάμενος κατανοῆσαι τὴν δύναμιν τοῦ Θεοῦ. Ἐγὼ γὰρ ὁ ἀνάξιος ἐσπούδασα τοῦτο ποιῆσαι, καὶ διὰ νυκτὸς ἐφάνη μοί τις, λέγων· Μὴ θελήσῃς πειράσαι τὸν πλάσαντά σε. Οὐ δύνασαι γὰρ πλέον διελθεῖν τοῦ τόπου τούτου. Ταῦτα ἀκούσαντες ἐκεῖνοι, ἐφοβήθησαν φόβον μέγαν.
Καὶ ἦν λοιπὸν πρὸς ἑσπέραν, καὶ λέγει αὐτοῖς· Τεκνία μου, ὑποχωρήσατε μικρόν· ἔχω γὰρ δύο παιδία ἐνταῦθα, πρὸς ἑσπέραν ἐρχόμενα· μήπως ξενισθέντα ἐν ὑμῖν, ἀδικήσωσιν ὑμᾶς. Καὶ ἰδοὺ δύο λέοντες, ἐλθόντες ἐκ τῆς ἐρήμου δρομαῖοι, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ ὠρυόμενοι· ἐκεῖνοι δὲ πάλιν ἀπὸ τοῦ φόβου ἔπεσον χαμαί. Ὁ δὲ γέρων, ἐπιθεὶς τὰς χεῖρας τοῖς θηρίοις, λέγει πρὸς αὐτά· Τεκνία μου, ἐκ τῆς γῆς τῶν ἀνθρώπων ἐληλύθασί τινες πρός με, ἀλλὰ μηδὲν αὐτοὺς βλάψητε. Καὶ εὐθὺς στραφεὶς πρὸς τοὺς Μοναχούς, λέγει· Δεῦτε ποιήσωμεν, ἀδελφοί, ἑσπερινὸν ὕμνον. Καὶ ὡς ἀνέστησαν οὗτοι περιδεεῖς, δραμόντες οἱ λέοντες, περιέλειχον τοὺς πόδας αὐτῶν.
Τῇ δὲ ἑξῆς λέγουσι τῷ Ἁγίῳ· Εἰπὲ ἡμῖν, τίμιε Πάτερ, πῶς ἐνταῦθα ἐλήλυθας; Ὁ δὲ ἀποκριθείς, εἶπεν· Ἐγὼ υἱὸς ἐγενόμην Ἰωάννου τινὸς Ῥωμαίου Συγκλητικοῦ, καὶ ἐμνηστεύσαντό μοι οἱ γονεῖς γυναῖκα, ἐμοῦ μὴ βουλομένου, καὶ ἐγένοντο οἱ γάμοι· καὶ ὅτε ἡμᾶς ἐγκλείειν ἔμελλον εἰς τὸν κοιτῶνα, τοῦ λαοῦ παίζοντος καὶ ὀχλοῦντος οὐ μικρῶς, ἐξῆλθον μόνος ἐγὼ σιωπηλῶς καὶ ἐκρύβην ἐν οἰκήματι γυναικὸς χήρας ἐφ᾿ ἡμέρας ἑπτά, θρηνούντων ἐκείνων καὶ ζητούντων με. Μετὰ δὲ ταῦτα, μέσης νυκτὸς ἀναστάς, ἦλθον παρὰ τὴν ὁδόν· καὶ εὑρών τινα γηραιόν, εἶπον πρὸς αὐτόν· Ποῦ πορεύῃ, Πάτερ; Ὁ δὲ ἀποκριθεὶς εἶπέ μοι· Ὅπου αὐτὸς ἔχεις τὸν νοῦν σου, ἐκεῖ πορεύομαι. Καὶ ἠκολούθησα αὐτῷ· καὶ διὰ τριῶν ἐτῶν ἦλθον ἐνθάδε σὺν αὐτῷ.
Πρό τινων οὖν ἡμερῶν τῆς πρὸς τὰ ἐνταῦθα ἀφίξεώς μου, κοιμωμένων ἡμῶν, ἅμα τῷ διυπνισθῆναί με, ἀπῆλθεν ἐξ ὀφθαλμῶν μου καὶ ἠρξάμην κλαίειν καὶ λυπεῖσθαι. Ὁ δὲ εὐθέως ἐφάνη μοι, λέγων· Ἐγώ εἰμι Ῥαφαὴλ ὁ Ἀρχάγγελος· μὴ οὖν δειλιάσῃς, ἀλλὰ δὸς δόξαν τῷ Θεῷ· ἤδη γὰρ διῆλθες τὰ σκοτεινὰ καὶ ἐλήλυθας εἰς τὸ φῶς· καὶ ταῦτα εἰπών, ἤρθη ἐξ ὀφθαλμῶν μου. Ἐγὼ δὲ εὐθέως ἠρξάμην ὁδεύειν καὶ μετὰ πέντε ἡμέρας ἦλθον ἐνθάδε καὶ εὗρον ἐν τῷ σπηλαίῳ τούτῳ λέαιναν νεκρὰν καὶ τὰ δύο λεοντάρια ἐπ᾿ αὐτῇ κλαίοντα καὶ κοπτόμενα, μὴ εὑρίσκοντα θηλάσαι· καὶ λαβών, ἔθρεψα αὐτὰ ἐκ τῶν ἀκροδρύων, ὡς γνήσιά μου τέκνα· τὴν δὲ λέαιναν ὀρύξας, κατέχωσα ὑπὸ τὴν γῆν.
Καὶ μετὰ τὸ ποιῆσαί με χρόνους δύο, ἐξελθὼν ὥραν ἑβδόμην, ἐκάθησα μετὰ τῶν σκυμνίων τούτων καὶ ἰδοὺ σουδάριον ἐν τῇ γῇ εἶδον κείμενον, ψιλώτατον πάνυ καὶ ἀέριον καὶ ἐξέστην ἐν τῇ διανοίᾳ μου καὶ εἶπον· Πόθεν ἐστὶ τοῦτο; Τῇ δὲ ἑξῆς εὑρίσκω πάλιν πέδιλα σηρικά, καὶ ἐπ᾿ ἀμφοτέροις ἐκπλαγεὶς καὶ περιβλεψάμενος, εἶδον γυναῖκα καθεζομένην ἐπάνω πέτρας, καὶ ἱματισμῷ χρυσέῳ καὶ πολυτελεῖ κεκοσμημένην καὶ εὐειδῆ οὖσαν, καὶ λέγω αὐτῇ· Πόθεν παραγέγονας; καὶ τί ἐστι τὸ διαβολικὸν τοῦτο σχῆμα; Ἡ δὲ ἔκλαιε πικρῶς, λέγουσα. Ἐγὼ ἡ ταλαίπωρος θυγάτηρ εἰμὶ Ῥωμαίου τινὸς Συγκλητικοῦ καὶ ἠνάγκασάν με οἱ γονεῖς μου γάμῳ συζευχθῆναι, ἐμοῦ μὴ βουλομένης· καὶ ἐκφυγοῦσα ἀπὸ τοῦ συνδέσμου, τούτων μηδενὸς ἐπιγινώσκοντος τὴν φυγήν, πλανῶμαι ἐν ὄρεσι καὶ σπηλαίοις. Ἀλλὰ καὶ νῦν ἐν τοῖς ἐρήμοις τόποις πάρειμι, μὴ γινώσκουσα, ποῦ ἀπέρχομαι. Μὴ οὖν βδελύξῃ με τὴν δούλην σου, ὅτι κἀγὼ οὐκ ᾔδειν. Εἶπον δὲ πρὸς αὐτήν. Ποῦ βούλει ἀπελθεῖν; ἐπειδὴ κἀγὼ οὐκ ἐῶ σε ὧδε εἶναι μετ᾿ ἐμοῦ. Ἡ δὲ εἶπεν· Ἐν τῇ ἐρήμῳ ταύτῃ ἦλθον κατοικῆσαι. Καὶ λαβὼν αὐτήν, ἐν τῷ σπηλαίῳ ἤγαγον καὶ δέδωκα αὐτῇ φαγεῖν ἐκ τῶν ἀκροδρύων ὧν ἤσθιον, καὶ τὰ δάκρυα αὐτῆς κρουνηδὸν ἔῤῥεον, κἀμοῦ ἡ ψυχὴ σύντρομος γέγονεν.
Ὁπηνίκα δὲ ἡ ἑσπέρα κατέλαβε καὶ τὴν ἑσπερινὴν τελέσας εὐχήν, ἀνεκλίθην εἰς τὴν γῆν ὀλίγον ἡσυχάσαι, ἤρξατό με ταράσσειν ὁ Σατανᾶς· καὶ ὁ μηδέποτε ἐπιθυμήσας τινὸς ἁμαρτίας σαρκικῆς, ἠράσθην τῆς γυναικὸς καὶ ἠβουλήθην συγγενέσθαι αὐτῇ· καὶ ἰδοὺ ἄφνω ἀφανὴς ἐγένετο ἀπ᾿ ἐμοῦ. Γνοὺς δέ, ὅτι ἥμαρτον ἐνώπιον τοῦ Θεοῦ, εἶπον· Ἥμαρτον ἐνώπιόν σου, Κύριε, ἐλέησόν με· καὶ τελείως εἰς ἐμαυτὸν ἐλθών, εὗρον τὴν ἁμαρτίαν μου, ὅτι πολλὴ ἦν σφόδρα· καὶ γὰρ οὐδὲ τὰ λεοντάρια ταῦτα, ἤρχοντο πρός με ἐπὶ ἡμέρας δέκα, καθὼς πρῴην ἐποίουν.
Ἐσκόπησα οὖν μετανάστης γενέσθαι, μήπως πάλιν πλανηθῶ καὶ ἀποῤῥιφῶ ἀπὸ προσώπου Κυρίου· καὶ ἀναστάς, ἐξῆλθον τοῦ σπηλαίου τούτου· καὶ περιπατήσαντός μου ὁδὸν ἡμερῶν δύο, ἐπέστη μοι Ἄγγελος Κυρίου λέγων· Ποῦ πορεύῃ, Μακάριε; καὶ εἶπον αὐτῷ· Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου ἀποδιδράσκω. Καὶ εἶπέ μοι ὁ Ἄγγελος· Ἕνα πειρασμὸν βαστάσαι οὐκ ἠδυνήθης; Ἀποστράφηθι εἰς τὸ κελλίον σου. Καὶ εἶπον αὐτῷ· Τίς εἶ Κύριε; Καὶ εἶπεν· Ἐγώ εἰμι Ῥαφαήλ, ὁ ὁδηγήσας σε ἐν τῇ ὁδῷ· καὶ ταῦτα εἰπών, ἐφανὴς ἐγένετο ἀπ᾿ ἐμοῦ.
Ἐγὼ δὲ ὑποστρέψας ἐν τῷ κελλίῳ τούτῳ ἔκλινα γόνυ πρὸς Κύριον, τεσσαράκοντα νυχθήμερα νῆστις τελέσας· καὶ ἀναστάς, εἶδον τὸ σπήλαιον τοῦτο, ἔχον φῶτα εἰς τὰς τέσσαρας γωνίας, καὶ ἄνδρα ἠμφιεσμένον πορφύραν καὶ στέφανον χρυσοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐκ λίθων πολυτίμων, καὶ ἔψαλλεν ᾠδὴν παράδοξον, καὶ ἡ φωνή αὐτοῦ, ὡς ὄχλου πολλοῦ ψάλλοντος· καὶ ὁπηνίκα τὴν ᾠδὴν ἐπλήρωσεν, εὐωδία γέγονε φοβερά· καὶ εὐθέως ἀφανής μοι ἐγένετο ὁ φανείς. Ἀνερχομένου δὲ αὐτοῦ εἰς τὸν οὐρανόν, ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ σεισμοί. Κἀγὼ ἐκπλαγείς, ἄφωνος ἐγενόμην, τεκνία μου, ἐπὶ ἡμέρας ἑβδομήκοντα· Ἤμην δὲ τότε τεσσαράκοντα ὀκτὼ χρόνων.
Ἰδοὺ ταῦτα ἠκούσατε, ἀδελφοί. Ἐὰν δύνησθε ὑπομεῖναι, μείνατε πρὸς ἡμᾶς· εἰδ᾿ οὔ, ὁ Κύριος ἡμᾶς ὁδηγήσει. Καὶ ἀπέλυσεν, εἰπών· Σῴζεσθε ἐν εἰρήνῃ, πνευματικὰ τέκνα, ὑπὲρ ἐμοῦ εὐχόμενοι. Καὶ διέσωσαν αὐτοὺς οἱ λέοντες ἡμέρας τρεῖς· οἳ καὶ καταφιλήσαντες τὰ ἴχνη τῶν ποδῶν αὐτῶν, ὑπέστρεψαν πρὸς τὸν γέροντα.
Οἱ δὲ Μοναχοί, ὁδεύσαντες πρὸς τὴν οἰκουμένην ἡμέρας τινὰς καὶ ποταμὸν καταλαβόντες καὶ μικρὸν ἀφυπνώσαντες, ἡρπάγησαν ὑπὸ θείων Ἀγγέλων καὶ ἀπετέθησαν ἐν Ἱερουσαλήμ. Ἔξυπνοι δὲ γενόμενοι καὶ κατανοήσαντες, ὁποῖον καὶ πόσον διάστημα ὡς ἐν ὀνείρῳ διῆλθον, ἐδόξαζον τὸν Θεόν. Καὶ προσευξάμενοι ἐν συντόμῳ καὶ προσκυνήσαντες ἅπαντας τοὺς ἁγίους τόπους, ὑπέστρεψαν εἰς τὴν μονὴν αὑτῶν, ἐκδιηγούμενοι πρὸς τοῖς ἄλλοις οἷς ἔπαθον καὶ εἶδον καὶ τὰ κατὰ τὸν ἅγιον Μακάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, τοῦ ἱδρυτοῦ τὴν ἐν Χαρσιανῷ Μονῆς.
Μονὴν ἐγείρας ἱερὰν Νικηφόρος,
ἔσπευδεν εἶναι καὶ βίον Νικηφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται.
Πέτρᾳ σκεπασθεὶς Μωϋσῆς Θεὸν βλέπει,
Καὶ Πετρώνιος, εἰς ἄϋλον στὰς πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται.
Δυσὶ δρομεῦσι παιδίοις δὸς τὰ στέφη,
ὀλύμπια δραμοῦσι τοῦ πυρός, Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ἰακώβου τοῦ Βοροβίας καὶ θαματουργοῦ Νοβορογοδίας τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ωδή ζ´. Ἀντίθεον πρόσταγμα.
Ῥωσθεῖσα τῇ χάριτι, τοῦ Παρακλήτου, ἐχθρὸν τὸν πολέμιον, ἐν γυναικείῳ σώματι, εἰς γῆν καταβέβληκας, ἀνδρειοτάτῃ ψυχῇ, καὶ χαίρουσα ἐκραύγαζες· ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Ὡς κρίνα πανεύοσμα, τὰ λείψανά σου, ὀσμὴν διαπνέοντα, τῆς χάριτος ἐφάνησαν, ὧν νῦν τὴν φανέρωσιν, πανηγυρίζοντες, Ὁσιομάρτυς μέλπομεν, θεόφρον Ἀνυσία καινόν σοι μέλισμα.
Γαλήνην καὶ ἴασιν, καὶ σωτηρίαν, τοῖς πίστει προσπίπτουσι , τῇ θήκῃ τῶν λειψάνων σου, Ὁσιομάρτυς ἔνδοξε, αἴτει δεόμεθα, καὶ τῶν πταισμάτων ἄφεσιν, παρὰ Χριστοῦ καὶ λύσιν πάσης στενώσεως.
Θεοτοκίον.
Ἐκ σοῦ σεσωμάτωται, οἶδε, Θεὸς ὁ ἀσώματος, καὶ μόνος Ὑπερένδοξος. Παρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἁγνὴν, ὅθεν , μεγαλύνομεν , Παρθένε Θεοτόκε τὰ σὰ θαυμάσια.


ᾨδὴ η΄. Κάμινός ποτε.
Ῥώμη θεϊκῆ, τὴν γυναικείαν φύσιν, ἐπιῤῥωσθεῖσα καλλιπάρθενε, οὐδόλως ἐπτόησαι, τῶν ἀσεβῶν τὴν δύναμιν, ἀλλ᾿ ἀπτοήτως ἔδραμες, δρόμον τοῦ μαρτυρίου, δοξολογούσα τὸν Κύριον.
Ἅπαντα τὸν σόν, τοῖς δεομένοις πλοῦτον, πλούσια γνώμη διεσκόρπισας, Ἀνυσία πάνσεμνε, πλοῦτον δὲ τὸν ἐπουράνιον, ἐφεῦρες δι᾿ ἀθλήσεως, ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Σώματος τοῦ σου, τὴν εὕρεσιν ὑμνοῦντες, ὕμνον καινόν σοι προσκομίζομεν, Ἀνυσία ἔνδοξε, Θεσσαλονίκης καύχημα, καὶ πίστει ἐκβοῶμέν σοι· φύλαττε τὴν σὴν πόλιν, πάσης ὀργῆς καὶ κακώσεως.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, νοσοῦσαν τὴν ψυχήν μου, ταῖς μεθοδείαις τοῦ ἀλάστορος, καὶ δίδου μοι δέομαι, μετανοίας τρόπον ἄτρεπτον, καὶ ἦθος εὐκατάνυκτον, ἵνα Θεοκυῆτορ, τῆς ἄνω τύχω λαμπρότητος.

ᾨδὴ θ´. Ἀνάρχου Γεννήτορος.
Μαρτύρων λαμπρότησι, κεκοσμημένη πάνσεμνε, ὡς παρθένος φρόνιμη καὶ Μάρτυς ἔνδοξος, ἔνδον τῆς ζωῆς τοῦ νυμφῶνος, ὦ Ἀνυσία περιπολούσα, ἀπαύστως ἱκέτευε, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Οἱ πίστει προστρέχοντες, τῇ θήκῃ τῶν λειψάνων σου, θεϊκῆς εὐφροσύνης πληροῦνται πάνσεμνε, καὶ καθαγιάζονται Μάρτυς, τῇ εὐλαβεῖ τούτων προσκυνήσει· διὸ Ἀνυσία σε, ἐν αἰνέσει μεγαλύνομεν.
Ὑμνούσα τοὺς ἄθλους σου, ἀνευφημεῖ τὴν εὕρεσιν, Ἀνυσία θεόφρον τὴν τῶν λειψάνων σου, Θεσσαλονικέων ἡ πόλις, ἡ εὐκλεὴς καὶ λαμπρὰ πατρίς σου, ἥν φύλαττε πάντοτε, ἀπὸ πάσης περιστάσεως.
Θεοτοκίον.
Ὑμνοῦμεν τὸν τόκον σου, Ἁγνὴ τὸν ἀκατάληπτον, δι᾿ οὗ σέσῳσται κόσμος τῆς παραβάσεως, καὶ σὲ ὡς ἀρχὴν σωτηρίας, δοξολογοῦμεν δεδοξασμένη. Ἀλλ᾿ ὦ πολυύμνητε, κἀμὲ σῶσον τὸν ἱκέτην σου.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐν τῇ εὑρέσει πάνσεμνε, τῶν σεπτῶν σου λειψάνων, λαμπρῶς πανηγυρίζουσα, Ἀνυσία θεόφρον, Θεσσαλονίκη ἡ πόλις , τῇ στεῤῥᾷ σοῦ ἀθλήσει, καυχάται καὶ σεμνύνεται, καὶ θερμῶς ἐκβοᾷ σοι ἀπὸ ψυχῆς· Ἀπὸ πάσης ῥύου μὲ δυσπραγίας, Ὁσιομάρτυς ἔνδοξε, θεοδέκτοις λιταῖς σου.
Θεοτοκίον.
Μετὰ σαρκὸς κυήσασα, τὸν Ὑπέρθεον Λόγον, ἀτρέπτως ὑπὲρ ἔννοιαν, καὶ ἀφύρτως Παρθένε, ἀνακαλούμενον κόσμον, τῆς ἀρχαίας κατάρας, πάσης φθορᾶς καὶ θλίψεως, καὶ κακίας δαιμόνων ῥῦσαι Ἁγνή, τὴν ψυχήν μου δέομαι Θεοτόκε, καὶ αἰωνίου δόξης με, ποίησον κληρονόμον.

Εἰς τοῦς Αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Θεσσαλονίκη χορεύει πανηγυρίζουσα, ἐν τῇ εὑρέσει Μάρτυς, τῶν σεπτῶν σου λειψάνων, Χριστὸν δοξολογούσα τὸν ἀσινή, ὑπὸ γῆν πολλοῖς ἔτεσι, διαφυλάξαντα ταῦτα καὶ νῦν ἡμῖν, θείᾳ νεύσει φανερώσαντα.

Ἐν εὐσεβείᾳ ἁπάσῃ καὶ εὐποιΐαις πολλαῖς, σχολάζουσα Ἁγία, μαρτυρίου τὸν δρόμον, διήνυσας προθύμως καὶ πρὸς Χριστόν, νικηφόρος ἀνέδραμες, ὑπὲρ᾿ἡμῶν Ἀνυσία διὰ παντός, δυσωπούσα τῶν τιμώντων σε.

Λόγχιῃ τρωθεῖσα τὸ σῶμα Ὁσιομάρτυς Χριστοῦ, κατέτρωσας καιρίως, τὴν ἰσχὺν τῆς ἀπάτης, θεόφρον Ἀνυσία καὶ τοῖς χοροῖς, τῶν Μαρτύρων ἠρίθμησαι, μεθ᾿ ὧν δυσῶπει διδόναι πᾶσιν ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

Τοῖς προσιούσιν ἐν πίστει Ὁσιομάρτυς Χριστοῦ, τῇ θήκῃ Ἀνυσία, τῶν σεπτῶν σου λειψάνων, δίδου οὐρανόθεν ταῖς σαῖς λιταῖς, παθημάτων τὴν λύτρωσιν, καὶ τῇ πατρίδι σου ταύτῃ αἴτει σεμνή, ἐκ Θεοῦ τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. α´.
Τῶν ἀρετῶν τῷ φωτί, τὴν ζωὴν κατακοσμοῦσα, ἀθλητικοῖς καμάτοις ἐδόξασας, τὸν σὸν νυμφίον Χριστόν· ὡς γὰρ θῦμα λογικόν, καὶ προσφορὰ καθαρωτάτη, τούτῳ προσενήνεξαι, ὑπὲρ αὐτοῦ τὸ αἷμα ἐκχέασα καὶ ὡς δῶρον ἅγιον, τὴν σὴν σορὸν ἡμῖν δέδωκας, ταύτην φανερώσασα, ἐκ τῶν τῆς γῆς λαγόνων. Ἀλλ’ ὦ Ἀνυσία σεμνή, Ὁσιομάρτυς Χριστοῦ, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Πάλαι κεκρυμμένα χρόνοις πολλοῖς, Μάρτυς Ἀνυσία, τὰ σὰ λείψανα ὑπὸ γῆν, ὤφθησαν ἀρτίως, ἡμῖν φανερωθέντα, εὐφραίνοντα τοὺς πόθῳ, σὲ μακαρίζοντας.
Χαίροις Ἀνυσία νύμφη Χριστοῦ, Ὁσιομαρτύρων, ἐγκαλλώπισμα ἱερόν· χαίροις πανευῶδες, Θεσσαλονίκης ἄνθος, καὶ πάντων προστασία, τῶν εὐφημούντων σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου