Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 12. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΠΡΟΒΟΣ, ΤΑΡΑΧΟΣ & ΑΝΔΡΟΝΙΚΟΣ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΒ΄!!
ΠΡΟΒΟΣ, ΤΑΡΑΧΟΣ & ΑΝΔΡΟΝΙΚΟΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς Παναγίας Τριάδος τοὺς τρεῖς συμμάρτυρας, τοὺς μαρτυρίους ἄθλοις, ἀνατείλαντας κόσμῳ, καὶ πάντας καταυγάζοντας μυστικῶς, τῶν θαυμάτων ταῖς λάμψεσι, σὺν Ἀνδρονίκῳ νῦν Τάραχον τὸν κλεινόν, καὶ τὸν Πρόβον μακαρίσωμεν.

Εἰς μαρτυρίου προβάντες στεῤῥῶς τὸ στάδιον, ὡς τῶν ἐν γῇ ἡδέων, ἀλογήσαντες πάντων, τὸ σῶμα ἐμελίσθητε ἀπηνῶς, Ἀθλοφόροι ἀήττητοι, καὶ πρὸς τρυφὴν τὴν ἀείζωον οὐρανῶν, εὐκλεῶς ἐξεδημήσατε.

Τῶν αἰκισμῶν καὶ βασάνων σοφοὶ τὸν τάραχον, ἐν ἀταράχῳ γνώμῃ, ὑπελθόντες προθύμως, ἰσχύσατε τρισάριθμοι κατ’ ἐχθρῶν, νοητῶν ὁρωμένων τε, καὶ τῆς θεώσεως χάριτι θεϊκῇ, τῆς γαλήνης ἠξιώθητε.

Ἐπαναβάσεις ἀνδρείως τὰς τῶν κολάσεων, τοῦ φθειρομένου σκεύους, τῆς σαρκὸς ὑμῶν θέντες, ὡς κλίμακα ἐφθάσατε ἀσφαλῶς, πρὸς ζωῆς ὕψος Μάρτυρες, ἔνθα τῆς νίκης ἐδέξασθε ἐκ Θεοῦ, τὸ ἀμάραντον διάδημα.

Δόξα. Ἦχος δ΄.
Τρισάριθμοι Μάρτυρες τῆς ἀληθείας, σὺν Ἀνδρονίκῳ, Πρόβε καὶ Τάραχε, τῶν παρόντων τῆς ματαίας σχέσεως, ὡς νουνεχεῖς ἀποῤῥαγέντες, τοῦ μαρτυρίου τὸν δίαυλον, ἀκλινῶς ἐπορεύθητε, καὶ τῶν εἰδώλων τὴν πλάνην, εἰς τέλος κατησχύνατε· ὅθεν Χριστῷ συναρμοσθέντες, ἐν συναφείᾳ χάριτος, Αὐτὸν ἐκτενῶς ἱκετεύετε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν τριφεγγῆ, χορείαν τῶν Μαρτύρων, τιμήσωμεν συμφώνως, αὐτῶν ταῖς ἀγλαΐαις, λαμπρῶς καταυγαζόμενοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πρόβος ὁ εὐκλεής, καὶ Τάραχος ὁ θεῖος, σὺν Ἀνδρονίκῳ πάσας, ἐχθρῶν μηχανουργίας, διέλυσαν ἀθλήσαντες.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τραύμασι τῆς σαρκός, τομαῖς μελῶν ἁπάντων, βιαίῳ τε θανάτῳ, τρυφῆς ἀλήκτου ἔνδον, γεγόνατε ὦ Μάρτυρες.

Δόξα. Τριαδικόν.
Κράτος τῆς ἑνικῆς, καὶ παντουργοῦ Τριάδος, τριὰς ἡ τῶν Μαρτύρων, ἐτράνωσε τοῖς ἄθλοις, τῆς πίστεως ἐμπρέψασα.

Καὶ νῦν. Θεοτοκίον.
Φεῖσαί μου ὁ Θεός, φεῖσαι τοῦ πλάσματός Σου, ὁ ἄρχων τοῦ ἐλέους, εὐχαῖς τῆς Θεοτόκου, καὶ τῶν τριῶν Μαρτύρων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὠς τρισόκλεον δῶρον ἱερῶς προσηνέχθητε, τῇ ὁμοουσίῳ Τριάδι, καρτερῶς ἐναθλήσαντες, σὺν Πρόβῳ Ἀνδρόνικε σοφέ, καὶ Τάραχε Μαρτύρων οἱ πυρσοί· διὰ τοῦτο καὶ θαυμάτων ἀεὶ πηγάς, ἐκβλύζετε τοῖς βοῶσι· δόξα τῷ ἐνισχυσάντι ὑμᾶς, δόξα τῷ καταστέψαντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν πᾶσι τὰ κρείττονα.
Δόξα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἰσχὺν τὴν ἄμαχον, περιζωσάμενοι, κατεπαλαίσατε, ἐχθρῶν τᾶς φάλαγγας, καὶ ἐδοξάσατε Χριστόν, ἀθλήσεως τοῖς ἀγῶσι, Πρόβε παναοίδιμε, ὁ πρόβας πρὸς τὰ κρείττονα, ἔνδοξε Ἀνδρόνικε, Ἐκκλησίας ἐκνίκημα, καὶ Τάραχε πιστῶν ἡ γαλήνη, ὁ τρισαυγὴς Μαρτύρων δῆμος.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Μαρτύρων. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Οἱ Ἅγιοι Μάρτυρες οἱ τρεῖς, ἐν ἑνὶ φρονήματι, τῇ τρισαγίῳ θεότητι, ἀεὶ λατρεύοντες, ἀπειλὰς τυράννων, καὶ πληγὰς αἰκίσεων, ὑπέμειναν τῇ πίστει ῥωννύμενοι, Πρόβος καὶ Τάραχος, καὶ ὁ σύναθλος Ἀνδρόνικος, καὶ τῆς νίκης, στεφάνους ἐδέξαντο. 

Χριστὸν ἐνδυσάμενοι Σταυρόν, ὡς ὅπλον δὲ φέροντες, ἐν ταῖς χερσὶν ὑμῶν Ἅγιοι, στερρῶς καθείλετε, τῶν ἐχθρῶν τὰ θράση, καὶ τῆς νίκης ἔνδοξοι, βραβεῖα ἐκ Θεοῦ ἐκομίσασθε, αὐτῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. 

Τῷ πόθῳ φλεγομενοι Χριστοῦ, Ἀθλοφόροι ἔνδοξοι, ἀκαταγώνιστοι ὤφθητε, ξίφος οὐ κάμινος, οὐ θυμὸς τυράννων, οὐ ποιναὶ κολάσεων, οὐ θάνατος ὑμᾶς ἐξεφόβησεν, ἀλλ' ἐκτελέσαντες, τὸν ἀγῶνα τῆς ἀθλήσεως, ἐπαξίως, στεφάνους ἐδέξασθε. 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς Τριάδος ὑπέρμαχοι, γεγονότες ἀήττητοι, ὡς ὁμονοήσαντες ἀληθέστατα, πίστει τῇ θείᾳ τρισάριθμοι, στεῤῥῶς ὑπεμείνατε, τὰς συνθλάσεις τῶν μελῶν, τοῦ πυρὸς τὴν κατάφλεξον, τάς τε μάστιγας, καὶ τὸν θάνατον χαίροντες ἐλπίσι, τῆς ζωῆς τῆς ἀκηράτου, ἧς νῦν τρυφᾶτε γηθόμενοι.

Ἀταράχως προέβητε, τῇ γαλήνῃ τῆς χάριτος, Μάρτυρες τρισάριθμοι κυβερνώμενοι, πρὸς μαρτυρίου τὸ στάδιον, ἐν ᾧ ἀριστεύσαντες, κατ’ ἐχθρῶν τῶν νοητῶν, νίκης τρόπαια ἤρατε, Πρόβε ἔνδοξε, σὺν Ταράχῳ, Ἀνδρόνικε γενναῖε, καὶ παρέστητε ἐνδόξως, τῷ Βασιλεῖ τῶν δυνάμεων.

Τὸν μακάριον Τάραχον, καὶ τὸν θεῖον Ἀνδρόνικον, Πρόβον τὸν πολύαθλον καὶ θεόφρονα, ὡς ἀηττήτους συμμάρτυρας, ᾠδαῖς τε καὶ ᾄσμασι, στεφανώσωμεν σεπτῶς, πρὸς αὐτοὺς ἀνακράζοντες· ὡς πρὸς Κύριον, παῤῥησίαν πλουτοῦντες δυσωπεῖτε, ὑπὲρ πάντων τῶν τιμώντων, ὑμῶν τὴν θείαν πανήγυριν.






Δόξα. Ἦχος δ'. Ἀνατολίου
Στρατευθέντες τῷ Χριστῷ, τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε, καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες, διὰ βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε, καὶ ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν, μὴ ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ βραβεῖα τῆς νίκης ἐδέξασθε, τὰς κεφαλὰς ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ ψυχῇ, φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν συνεληλύθατε. Πρόβε, τὸ κλέος τῶν Μαρτύρων, Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά, καὶ Ἀνδρόνικε, νίκη τῶν πιστῶν, παρρησίαν ἔχοντες, τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τοὺς γενναίους στρατιώτας, τοῦ Βασιλέως τοῦ μεγάλου, Τάραχον Πρόβον καὶ Ἀνδρόνικον, δεῦτε πιστοὶ ἀξιοχρέως τιμήσωμεν. Οὗτοι γάρ, τρεῖς ὄντες τῷ ἀριθμῷ, καὶ γένει μόνῳ καὶ πατρίδος διαφορᾷ μεριζόμενοι, τῇ δὲ πρὸς Θεὸν ἀγάπῃ καὶ πίστει, ἓν εἶναι διαφανῶς γνωριζόμενοι, τῆς Παναγίας Τριάδος ὑπέρμαχοι γεγόνασι, καὶ τῶν ἐχθρῶν τὰς νοητὰς μυριάδας, μαρτυρικοῖς ἀγῶσιν ἐνίκησαν. Διὸ αὐτοὺς ὁ Θεὸς ἐστεφάνωσε, καὶ θαυμάτων ταῖς δωρεαῖς ἐμεγάλυνεν, εἰς παράδειγμα ἡμῶν τῶν βοώντων· ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου Μάρτυσι, παντοδύναμε Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Εἰς τῆς ἀθλήσεως προβάς, φερωνύμως Πρόβε τὸ στάδιον, καὶ τῶν εἰδώλων τὴν πλάνην κωμωδήσσας, νευρῶν βοείων ὑπέστης τὰς μάστιγας, πεπυρωμένοις τε ὀβελοῖς τὰ μέλη κατεκαύθης, καὶ ὀφθαλμῶν τὴν ἀφαίρεσιν ὑπήνεγκας, ἐν πᾶσι τούτοις ἀγαλλόμενος καὶ κραυγάζων· ψυχῆς, ὦ ἄθεε ἡγεμών, ἀγών ἐστι τὸ μαρτύριον, διὰ μέσων τῶν ἐπιπόνων τοῦ σώματος, ἀλλ’ ἐδιδάχθην ἐκ τοῦ μόνου Θεοῦ, μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· ὅθεν, τῇ ἀθλήσει δόκιμος φανείς, διὰ θανάτου ἐπέρασας πρὸς ζωήν, τὴν ἐσαεὶ ἀληθῶς διαμένουσαν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε πρεσβεύων, ἵνα ῥυσθῶμεν κινδύνων χαλεπῶν, καὶ τῆς πικρᾶς μανίας τοῦ δράκοντος.

Ἦχος γ΄.
Νεανικὴν ἄγων τὴν ἡλικίαν, τοὺς τῶν εἰδώλων πλάνῃ καταγηράσαντας, εἰς τέλος κατήσχυνας Ἀνδρόνικε· λοιδορούμενος γὰρ καὶ αἰκιζόμενος, τὴν τοῦ θεοκήρυκος Παύλου, ἐβόας μακαρίαν φωνήν, οὐκ ἄξια παῤῥησίᾳ λέγων, τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν, ἀποκαλυφθῆναι εἰς ἡμᾶς· ὅθεν πάντα ὑπομείνας τε καὶ ἰσχύσας, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, τὸν διὰ ξίφους καταψηφισθέντα σοι θάνατον, ὥσπερ τὸ χρῆμα ποθούμενον ὑπεδέξω, καὶ τὴν κεφαλὴν ἀποτμηθείς, πρὸς τὴν ἀληθῆ ζωὴν μετέβης, τῶν τῆς ἀθανασίας βραβείων, καὶ τῆς ἐκεῖθεν μακαριότητος, σὺν τοῖς συναθληταῖς σου ἀπολαύων. Μετ’ αὐτῶν οὖν πολύαθλε, ἱκέτευε ἀεὶ τὸν Θεόν, ἵνα ὡς εὔσπλαγχνος δωρήσηται ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.








Δόξα. Ἦχος δ΄.
Τρισάριθμοι Μάρτυρες τῆς εὐσεβείας, ἀστὴρ τὸν ἀστέρα μιμούμενος, τὸν ἐπὶ τῇ τοῦ Κυρίου γεννήσει, τοὺς ἐκ Περσίδος Μάγους μετακαλέσαντα, καὶ πρὸς αὐτὸν ὁδηγήσαντα, τὸν γνωρισμὸν τῶν λειψάνων ὑμῶν διεφώτισεν, ἐξ οὐρανοῦ πρόσγεια λάμπων, καὶ ἐφ’ ἑκάστῳ αὐτῶν ἱστάμενος· ὧν τῆς δωρεᾶς οἱ πιστοὶ εὐμοιρήσαντες, ταφῇ νομίμῳ ἐτίμησαν, ἐν κοίλῃ πέτρᾳ αὐτὰ κατακρύψαντες· ὅθεν καὶ ἡμεῖς ἐξ αὐτῶν, παραδόξως μέρος κομισάμενοι, κατ’ ἄμφω ὑποκλίνοντες γόνατα, τὸν ἁγιασμὸν ἐξ αὐτῶν ἀρυόμεθα, δοξάζοντες Χριστὸν τὸν Θεόν, τὸν θαυμαστὸν ἐν τοῖς Ἁγίοις ὡς γέγραπται.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄.  Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλομάρτυρες πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, τοὺς χριστομάρτυρας, Τάραχον Ἀνδρόνικον, καὶ Πρόβον σήμερον, ἱερῶς μακαρίσωμεν, τοὺς ἐν συμφωνίᾳ, τῆς ἁγίας πίστεως, καλῶς ἀθλήσαντας· τούτων γὰρ ἡ πάνσεπτος μνήμη, ὥσπερ ἑωσφόρος ἐκλάμπει, χάριτος θαυμάτων ἀπαυγάσμασι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δόξαν, ὦ τρισάριθμοι σαφῶς, τῆς ὁμοουσίου Τριάδος, ἐνεφανίσατε, καθομολογήσαντες, Χριστοῦ τὸ ὄνομα, καὶ ἀνδρείως ἀθλήσαντες, μετὰ πολυτρόπους, ἀλγηδόνας Ἅγιοι, θείῳ ἐν ἔρωτι· ὅθεν, εἰς αἰῶνας αἰώνων, μένει ὥσπερ γέγραπται ὄντως, τὸ ὑμῶν σεβάσμιον μνημόσυνον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄντως, ἐπληρώθη ἐφ’ ὑμᾶς, ἡ τοῦ Προφητάνακτος ῥῆσις, θεῖοι συμμάρτυρες· ἄθλοις γὰρ τῆς πίστεως, Θεὸν δοξάσαντες, θαυμαστοὶ ἀνεδείχθητε, καὶ ἐκ τῶν λειψάνων, των ὑμῶν ἐκβλύζετε, ῥεῖθρα ἰάσεων, Πρόβε καὶ Ἀνδρόνικε μάκαρ, σὺν τῷ ἀηττήτῳ Ταράχῳ, ὡς πιστῶν ἁπάντων ἀντιλήπτορες.





Δόξα. Ἦχος α'. Ἀνδρέου Ἱεροσολυμίτου
Τὸ τριστέλεχον ἄθροισμα, οἱ ἰσάριθμοι τῆς Ἁγίας Τριάδος,ὥσπερ ἀστέρες φαεινοὶ ἐκ τῆς Ἑῴας φανέντες, τὴν κτίσιν συγκαλοῦσι, πρὸς ἱερὰν πανήγυριν, Πρόβος, καὶ Τάραχος σὺν Ἀνδρονίκῳ τῷ σοφῷ· τὰς γὰρ σάρκας αὐτῶν θηρίοις παρέδωκαν, καὶ τῷ αἵματι τὴν γῆν πορφυρώσαντες, στεφηφόροι ἐν οὐρανοῖς, μέτ' Ἀγγέλων χορεύουσιν, αἰτούμενοι ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Θεόν, πλημμελημάτων ἄφεσιν δωρηθῆναι, καὶ τὸ μέγα ἔλεος. 

Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὠς τρισόκλεον δῶρον ἱερῶς προσηνέχθητε, τῇ ὁμοουσίῳ Τριάδι, καρτερῶς ἐναθλήσαντες, σὺν Πρόβῳ Ἀνδρόνικε σοφέ, καὶ Τάραχε Μαρτύρων οἱ πυρσοί· διὰ τοῦτο καὶ θαυμάτων ἀεὶ πηγάς, ἐκβλύζετε τοῖς βοῶσι· δόξα τῷ ἐνισχυσάντι ὑμᾶς, δόξα τῷ καταστέψαντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν πᾶσι τὰ κρείττονα.
Δόξα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἰσχὺν τὴν ἄμαχον, περιζωσάμενοι, κατεπαλαίσατε, ἐχθρῶν τᾶς φάλαγγας, καὶ ἐδοξάσατε Χριστόν, ἀθλήσεως τοῖς ἀγῶσι, Πρόβε παναοίδιμε, ὁ πρόβας πρὸς τὰ κρείττονα, ἔνδοξε Ἀνδρόνικε, Ἐκκλησίας ἐκνίκημα, καὶ Τάραχε πιστῶν ἡ γαλήνη, ὁ τρισαυγὴς Μαρτύρων δῆμος.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.






ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Δεσμούμενοι δεσμῷ, τοῦ Χριστοῦ τῆς ἀγάπης, καὶ ἔχοντες αὐτόν, ὥσπερ ἔφη ἐν μέσῳ, ὑμῶν ὦ τρισάριθμοι, μαρτυρίου τὸ στάδιον, τὸ οὐράνιον, συνεπορεύθητε πόθῳ, καὶ πρὸς ἄληκτον, συνεληλύθατε δόξαν, πιστῶν προϊστάμενοι.
Δόξα.
Κηρύξας τὸν Χριστόν, ἀπτοήτως Σωτῆρα, καὶ πεῖραν ἐνεγκών, πολυτρόπων βασάνων, μαχαίρᾳ πρὸς κρείττονα, βιοτὴν καὶ ἀπόλαυσιν, Πρόβε ἔνδοξε, σὺ φερωνύμως προέβης· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν θείαν σου ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τοῦ Θεοῦ, ἡ ἀμόλυντος νύμφη, καὶ μόνη τῶν πιστῶν, πρὸς Θεὸν μεσιτεία, παθῶν μου τὸν κλύδωνα, χάριτί Σου κατεύνασον, καὶ ὁδήγησον, πρὸς σωτηρίας με ὅρμον, ἵνα πάντοτε, ὑμνολογῶ γηθοσύνως, τὸν ἄφραστον τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν πόθον τὸν ἔμπυρον, τοῦ ἐπὶ πάντων Θεοῦ, σαφῶς εἰσδεξάμενοι, τὴν φθειρομένην ζωήν, σοφοὶ ἀπηρνήσασθε· ὅθεν διὰ θανάτου, ἀτελεύτητον σχόντες, ἐν τοῖς ἐπουρανίοις, τὴν ζωὴν Ἀθλοφόροι, ὑπὲρ ἡμῶν ἀπαύστως, Χριστὸν ἱκετεύετε.
Δόξα.
Λαμπρὰν ἐπετέλεσας κατὰ βλασφήμων ἀνδρῶν, τὴν νίκην τὸ σῶμά σου κατατμηθεὶς μεληδόν, θεόφρον Ἀνδρόνικε· ὅθεν τῷ ἀμαράντῳ, ἐστεμμένος στεφάνῳ, στέφανος εὐσεβείας, φωτοφόρος ὑπάρχεις, καὶ κλέος τῶν τιμώντων, ἐν ὕμνοις τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ἡ κυήσασα τὸν τοῦ παντὸς Ποιητήν, παγίδων με λύτρωσαι, τοῦ ἀρχεκάκου ἐχθροῦ, τῇ θείᾳ Σου χάριτι, ἵνα ἐν κατανύξει, Θεοτόκε Μαρία, κράζω Σοι εὐχαρίστως, τοῦ Ἀγγέλου τὸ Χαῖρε· Χαῖρε κεχαριτωμένη, χαῖρε Θεόνυμφε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἔχων ἀτάραχον, ψυχῆς τὸ φρόνημα, φρικτῶν κολάσεων, σαρκὸς τὸν τάραχον, ἐν τῇ γαλήνῃ ἀληθῶς, Κυρίου τῆς προσδοκίας, Τάραχε ὑπέμεινας, ὥς τινος ἄλλου πάσχοντος, καὶ κατετραυμάτισας, τὸν ἀρχέκακον δράκοντα, οὗ ῥῦσαι καὶ ἡμᾶς τῶν ἀρκύων, ταῖς εὐπροσδέκτοις σου πρεσβείαις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπαναστάσεσι, κλυδωνιζόμενον, παθῶν τοῦ σώματος, τὸν ἀθλιώτατον, καὶ χειμαζόμενον δεινῶς, τῶν θλίψεων τρικυμίᾳ, σῶσόν με πανάχραντε, ὡς συμπάθειαν ἔχουσα, ἵνα ἀνακράζω Σοι, ἐν καρδίᾳ εὐγνώμονι, τῇ νύμφῃ καὶ Μητρὶ τοῦ Θεοῦ μου· χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε τὸ τρισάριθμον ἄθροισμα, τῶν Μαρτύρων ἀνυμνήσωμεν πιστοί, σὺν Ταράχῳ Ἀνδρόνικον καὶ Πρόβον, ὅτι πολυειδεῖς βασάνους καθυποστάντες, καὶ αἵματα ἀθλήσεως δόντες, κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γεγόνασιν, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν. Αὐτοῖς οὖν ἐκβοήσωμεν· Ἀθλοφόροι ἀήττητοι, τῆς Τριάδος ὑπέρμαχοι, ὑπὲρ ἡμῶν μὴ παύσητε ἱκετεύοντες, ἵνα εὕρωμεν δι’ ὑμῶν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων δύο.
Ὁ α’ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς: Μέλψοιμι τῶν σῶν Μαρτύρων Σῶτερ κλέος. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Μαρτυρικαῖς ἠγλαϊσμένοι χάρισι, τῷ στεφοδότῃ Χριστῷ, ἐν οὐρανοῖς πόθῳ, Μάρτυρες παρίστασθε, φωτὶ καταυγαζόμενοι, τρισηλίου λαμπάδος, καὶ πάντας καταφωτίζετε, πίστει τοὺς ὑμᾶς μακαρίζοντας.
ν διωγμῷ τῆς εὐσεβείας ὤφθητε, πᾶσαν διώκοντες, τὴν δυσσεβῆ πλάνην, Μάρτυρες ἀήττητοι, γενναίοις ἀγωνίσμασιν, ὡς καλοὶ στρατιῶται, ὡς Ἐκκλησίας ἐρείσματα, καὶ τῆς ἀληθείας κραταίωμα.
Λελογισμένῃ διανοίᾳ Πάνσοφοι, ἀποκρουσάμενοι, τὴν πονηρὰν ζάλην, καὶ τὴν ἀγριαίνουσαν, τῆς ἀσεβείας θάλασσαν, ταῖς τοῦ Πνεύματος αὔραις, πρὸς τοὺς λιμένας ἐφθάσατε, τοὺς ἐπουρανίους γηθόμενοι.
Ψυχαῖς Μαρτύρων τὰ ὑμῶν συγχαίρουσι, Μάρτυρες πνεύματα, ἐν οὐρανοῖς ὄντως, Πρόβε καὶ Ἀνδρόνικε, καὶ Τάραχε μακάριε· ἀνδρικῶς γὰρ τοὺς πόνους, τῆς μαρτυρίας ἠνύσατε, νίκαις θεϊκαῖς κλεϊζόμενοι.
Θεοτοκίον
τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, Λόγος συνάναρχος, Παρθενικὴν μήτραν, βουληθεὶς κατῴκησε, καὶ σάρξ ἀτρέπτως γέγονε· καὶ παθῶν ἑκουσίως, Μαρτύρων θεῖα στρατεύματα, πίστει ἐναθλεῖν παρεσκεύασεν. 

Ὁ β’ Κανών. Ποίημα Ἁγίου Ἀνδρέου Κρήτης.
ᾨδὴ α’. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Τριάδος ὑπέρμαχοι, τῆς Παναγίας, στεῤῥοὶ ἀνεδείχθησαν, οἱ γενναῖοι Μάρτυρες, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ, νικήσαντες τὰς μηχανάς, τοῦ ἀρχεκάκου ἐχθροῦ.
Τρισσώνυμον στράτευμα, τῆς Παναγίας, Τριάδος ἀνεδείχθησαν, οἱ στεῤῥοὶ ἀδάμαντες, Πρόβος καὶ Τάραχος, σὺν Ἀνδρονίκῳ τὸν ἐχθρόν, καταπατήσαντες.
Ἀτάραχος γέγονας, ἐν τῇ ἀθλήσει, ἀοίδιμε Τάραχε, τὰς πλευρὰς ξεόμενος, καὶ μὴ καμπτόμενος, εἰδώλοις θῦσαι τοῖς γλυπτοῖς, ἀλλὰ τῷ ζῶντι Θεῷ.
Προέβης ἐν Πνεύματι, ὡς ἐν ἐκστάσει, προβλέπων τὸν Κύριον, ἀφειδῶς στρεβλούμενος, Πρόβε μακάριε, ταῖς τῶν τυράννων προσβολαῖς, καὶ μὴ αἰσθόμενος.
Τῆς νίκης ἐπώνυμος, καὶ τῆς ἀνδρείας, ὑπάρχων Ἀνδρόνικε, ἀνδρικῶς ἐνίκησας, τοὺς πολεμοῦντας ἐχθρούς, καὶ στέφος νίκης ἐκ Θεοῦ, Μάρτυς ἀπέλαβες.
Τριαδικόν.
Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, Σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ Σοὶ βοῶμεν ἐκτενῶς· σῶσον ἡμᾶς ὁ Θεός.
Θεοτοκίον
Βοήθειαν ἔχομεν, σκέπην καὶ τεῖχος, ἀεὶ τὴν πρεσβείαν Σου, Θεομῆτορ ἔνδοξε, Χριστιανοὶ δι’ αὐτῆς, λυτρούμενοι τῶν δυσχερῶν, καὶ πάσης θλίψεως.

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
σχυρῶς τῷ διώκτῃ, ἀντιταχθεὶς Τάραχε, καὶ τὴν συντριβὴν τοῦ προσώπου, φέρων στερρότατα, μύλας συνέθλασας, τῶν νοουμένων λεόντων, ἀριστεὺς γενόμενος, σθένει τοῦ Πνεύματος.
Μεγαλόφρονι γνώμῃ, τοὺς αἰκισμοὺς ἤνεγκας, νώτου καὶ γαστρὸς Μάρτυς Πρόβε, διατεινόμενος, καὶ συμφλεγόμενος, τοῖς ὀβελίσκοις τὰ στέρνα, καὶ τὸ θεολόγον σου, στόμα τυπτόμενος.
ερεῖον καθάπερ, ἀναρτηθεὶς ἔφερες, πόνους δριμυτάτων μαστίγων, Μάρτυς Ἀνδρόνικε, πυρὸς κατάφλεξιν, ἐκρίζωσιν τῶν ὀδόντων, καὶ τῆς θεολόγου σου, γλώσσης ἀφαίρεσιν.
Τριφεγγεῖς ἀστέρες, ταῖς νοηταῖς λάμψεσιν, ἅπασαν ἐν δόξῃ τὴν κτίσιν, καταφωτίζετε, σκότος διώκοντες, τῆς πολυθέου ἀπάτης, ἀθλοφόροι Μάρτυρες, θεοειδέστατοι.
Θεοτοκίον
ς καλὴν ὡς ὡραίαν, ὡς ἐκλεκτὴν ἄχραντε, Λόγος ὁ τὸ πᾶν οὐσιώσας, σὲ ἐκλεξάμενος, σοῦ τὴν ἀμόλυντον, καὶ θεοδόχον γαστέρα, βουληθεὶς κατῴκησεν ὁ ὑπερούσιος.

Ἕτερος. Λίθον ὃν ἀπεδοκίμασαν.
Πρόβος εὐφημείσθω σήμερον, ὁ Χριστοῦ ὁπλίτης, Τάραχος ὑμνείσθω, ὡς Ἀθλητὴς γενναῖος, Ἀνδρόνικος τιμάσθω, ὡς πρὶν ἀνδρειότατος, ἐν τῇ ἀθλήσει γεγονώς, εἷς γὰρ οἱ τρεῖς γνώμῃ ἐδείχθησαν.
Ἔστη Τάραχος ὁ γέραστος, πρὸς τὸ βῆμα χαίρων, πίστει τοῦ τυράννου, καταφρονῶν γενναίως, οὐ πῦρ γὰρ οὐδὲ ξίφος, οὐ θῆρες κατίσχυσαν, αὐτὸν οὐ θάνατος πικρός, ὅλως χωρίσαι τῆς ἀγάπης Χριστοῦ.
Πρόβος ἔστη πρὸ τοῦ βήματος, ὁ γενναῖος Μάρτυς, φέρων ἐν καρδίᾳ, τὸν τοῦ Κυρίου φόβον, Μαξίμου τοῦ τυράννου, μηδόλως πτοούμενος, τὰς ἀπειλὰς καὶ τὰς ποινάς, ἔχων ἐλπίδα τῆς ἀφθάρτου ζωῆς.
Θείαν τοῦ Χριστοῦ Ἀνδρόνικε, ἔχων πανοπλίαν, στρέψας τοοῦ τυράννου, δαιμονικὴν στρατείαν, ἀνδρείως καὶ γενναίως, ἐν ξύλῳ κρεμάμενος, οὐ τοῖς εἰδώλοις προσκυνῶ, ἔφης αὐτῷ ἀλλὰ τῷ ζῶντι Θεῷ.
Τριαδικόν.
Ἅμα τῷ Πατρὶ δοξάσωμεν, τὸν Υἱὸν καὶ Πνεῦμα, μίαν Βασιλείαν, καὶ μίαν ἐξουσίαν, πιστῶς ἀνυμνοῦντες, ἁγίαν Θεότητα, ἐν ὑποστάσεσι τρισίν, ἣν προσκυνεῖ ὁ οὐρανὸς καὶ ἡ γῆ.
Θεοτοκίον
Σάρκα τὴν ἡμῶν προσέλαβε, τοῦ Θεοῦ ὁ Λόγος, ἄσαρκος ὑπάρχων, ὡς καὶ Θεὸς τῇ φύσει, δι’ ἄκραν εὐσπλαγχνίαν, τεχθεὶς ὡς ηὐδόκησεν, ἐξ ἀπειράνδρου γυναικός, σώζων ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν.
Τῆς Ἁγίας Τριάδος τὴν κραταιάν, ὁπλισάμενοι πίστιν νεανικῶς, Ἀνδρόνικος, Πρόβος τε, καὶ ὁ πάνσοφος Τάραχος, τῆς πολυθέου πλάνης, τὸ κράτος διέλυσαν, καὶ λαοὺς πρὸς θείαν, ἀγάπην συνέδησαν· ὅθεν τὰ τῆς νίκης, κομισάμενοι γέρα, χοροῖς συνευφραίνονται, ἀσωμάτων Δυνάμεων, οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα...
Τῶν Μαρτύρων τὴν μνήμην θεοπρεπῶς, εὐφημήσωμεν πάντες οἱ γηγενεῖς, Πρόβου Ταράχου τε, καὶ Ἀνδρονίκου ἐν ᾄσμασιν, ὡς φωστῆρες γὰρ ὄντες, ἐν ὕψει τῆς πίστεως, διαλάμπουσι κόσμῳ, ἀκτῖνας τῆς χάριτος· ὅθεν ἰαμάτων, εἰληφόρες τὴν χάριν, ναμάτων προχέουσι, ποταμοὺς τοῖς αἰτοῦσιν, οἷς ἐν πίστει βοήσωμεν· πρεσβεύετε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, ὑμῶν τὸ μνημόσυνον.
Καὶ νῦν ... Θεοτοκίον
Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν πανάγιον τόκον σου.















ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε.
Νόμον τὸν σόν, Λόγε τηροῦντες οἱ Μάρτυρες, τῶν ἀνόμων νόμους ἑβδελύξαντο, τοὺς ἀθετεῖν σε τὸν Ποιητήν, ἐγκελευομένους, δαιμόνων ἐπιτηδεύμασι, καὶ πᾶσαν ὑποστάντες, τρικυμίαν βασάνων, οὐρανίου γαλήνης ἐπέτυχον.
Στέργων Χριστοῦ, φέρειν ζυγὸν ἐπαυχένιον, τὸν αὐχένα χαίρεις συντριβόμενος, τὸν δὲ Σταυρόν, ῥάβδον κραταιᾶς, Τάραχε παμμάκαρ, δυνάμεως ἐπαγόμενος, τῶν ῥάβδων τὰς νιφάδας, ὑποφέρεις κραυγάζων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
ς δυνατός, θείῳ γενόμενος Πνεύματι, τῶν κνημῶν σου, φέρεις τὴν ἐπώδυνον, καρτερικῶς, Πρόβε συντριβήν, καὶ τὴν τῶν ὀμμάτων, ἀφαίρεσιν φωτιζόμενος, τῇ γνώσει τῆς Τριάδος, τελεώτατον Μάρτυς, καὶ τοῖς ἄνω χοροῖς συναπτόμενος.
Νεανικῶς, Μάρτυς Ἀνδρόνικε ἵστασο, πρὸ βημάτων, ἀνταγωνιζόμενος, τῷ δυσμενεῖ, λίαν καρτερῶς· ὅθεν κατατέμνων, τὰς κνήμας σου εὐτονώτερον, εἰργάζετό σε κάραν, τὴν αὐτοῦ συμπατοῦντα, καὶ πορείαν τὴν ἄνω στελλόμενον.
Θεοτοκίον
Μόνη Θεόν, φέρεις ἐν μήτρᾳ σαρκούμενον, τὸν τὸ εἶναι, πᾶσι παρεχόμενον, ὃν ἐν σταδίῳ οἱ ἀκλινεῖς, καθομολογοῦντες, ἐνήθλησαν θεῖοι Μάρτυρες. Παρθένε Θεοτόκε, τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ δαιμόνων τὸ τραῦμα πανύμνητε. 

Ἕτερος. Εἰσακήκοα Κύριε.
Τῶν Ἁγίων Μαρτύρων Σου, ἐπιτελοῦντες τὴν θείαν μνήμην, ἀνυμνοῦμέν Σε Σωτὴρ ἡμῶν, τὸν αὐτοὺς δοξάσαντα, καὶ στεφάνοις νίκης κοσμήσαντα.
Ὡς φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας οἱ Ἀθλοφόροι, τὰς ψυχὰς ἡμῶν φωτίζουσιν, ἀστραπαῖς τῆς χάριτος, τῶν πιστῶς τιμώντων τὴν μνήμην αὐτῶν.
Πυρπολούμενος Τάραχε, ἔρωτι θείῳ τοῦ ἐραστοῦ σου, οὐκ ἐφλέχθης τὴν διάνοιαν, τῷ πυρὶ καυσάμενος, πλημμυρῶν τῇ δρόσῳ τοῦ Πνεύματος.
Τὰς βασάνους οὐκ ἔπτηξας, Πρόβε τρισμάκαρ τοῦ ἡγεμόνος, καὶ εἰδώλοις οὐκ ἐλάτρευσας, τῷ Χριστῷ προθύμως δέ, προσηνέχθης θῦμα εὐπρόσδεκτον.
Ἀνδρειόφρον Ἀνδρόνικε, τίς κατ’ ἀξίαν ἐγκωμιάσει, τὸ γενναῖον τῆς ἀνδρείας σου, καὶ στεῤῥὸν τῆς πίστεως; Τοῖς ἐχθροῖς γὰρ ὤφθης ἀήττητος.
Τριαδικόν.
Τὸν Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα θεολογοῦντες, ὡς μονάδα τρισυπόστατον, καὶ Τριάδα ἄκτιστον, τῇ μορφῇ ἁπλὴν καὶ ἀΐδιον.
Θεοτοκίον
Ἰακὼβ ὁ προπάτωρ Σε, Παρθενομῆτορ προεῖδε πάλαι, ἐν τῷ ὕπνῳ ὥσπερ κλίμακα, δι’ ἧς μόνος ὁ Κύριος, καταβὰς ἐφάνη ὡς ἄνθρωπος.

ᾨδὴ ε'. Ἴνα τί με ἀπώσω.
κλινεῖς ὁδοιπόροι, τρίβου τῆς στενῆς καὶ τραχείας γεγόνατε, πειρασμῶν νιφάδας, ὡς ἀφροὺς θαλαττίους ὠθούμενοι, ἀρραγεῖς ὡς πύργοι, ὡς ἐπὶ πέτραν τὴν καρδίαν, Ἀθλοφόροι ἑδράσαντες πίστεως.
ητορεύων τὰ θεῖα, καὶ θεολογῶν τὰ σωτήρια δόγματα, τῶν χειλέων φέρεις, τὰ σπαράγματα γνώμης στερρότητι, ἀποφράττων στόμα, κατὰ Θεοῦ Τάραχε μάκαρ, βλασφημίαν λαλοῦν τοῦ ποιήσαντος.
Τετραχῶς τεταμένος, καὶ ταῖς ἐκ μαστίγων πληγαῖς συνεχόμενος, τῆς ψυχῆς ἐδήλου, τὸ γενναῖον ὁ Πρόβος ἀνάστημα, στεφηφόρος· ὅθεν, ἀναδειχθεὶς σὺν τοῖς συνάθλοις, Βασιλεῖ τῶν αἰώνων παρίσταται.
Θεοτοκίον
περτέρα τῶν ἄνω, πέφυκας Δυνάμεων, Λόγον κυήσασα, τοῦ Πατρὸς Παρθένε, τὸν συνάναρχον καὶ συναΐδιον, οὗ ταῖς φρυκτωρίαις, οἱ Ἀθληταὶ καταυγασθέντες, ἀθεΐας τὴν νύκτα παρέδραμον. 

Ἕτερος. Καταύγασον τὸν νοῦν.
Ἀκράδαντον τὸν νοῦν, καρδίαν στεῤῥάν, καὶ φιλόθεον τὴν γνώμην, κεκτημένοι οἱ Ἀθλοφόροι, τυράννου τοῦ δεινοῦ τὸν θυμόν, μὴ πτοηθέντες, ἐνίκησαν τοῦ ἐχθροῦ, τὰς ἐπινοίας πάσας.
Ὡς ἄκακος ἀμνός, ὡς θῦμα δεκτόν, προαιρέσει ταῖς βασάνοις, ὁ Τάραχος ἐνεκαρτέρει, Κυρίῳ τῷ Θεῷ εἰς ὀσμήν, πρὸς εὐωδίαν, γενόμενος εὐσεβῶς, ἀθλητικοῖς ἀγῶσιν.
Ἐν μέσῳ τῶν δεινῶν, ὁ Πρόβος ἑστώς, καὶ ξεόμενος τὰς σάρκας, τῷ Μαξίμῳ ἐβόα λέγων· οὐ ξίφος οὐδὲ πῦρ ἀπειλοῦν, ἐκ τῆς ἀγάπης, χωρίσει με τοῦ Χριστοῦ· Αὐτὸν γὰρ μόνον σέβω.
Ἀνδρείαν τὴν ψυχήν, τὸν νοῦν καθαρόν, καὶ τὸ φρόνημα γενναῖον, κεκτημένος ὁ Ἀθλοφόρος, Ἀνδρόνικος πυρὸς ἀπειλήν, οὐκ ἐπτοήθη, τροπούμενος τὸν ἐχθρόν, διὰ τῆς καρτερίας.
Τριαδικόν.
Τριάδα προσκυνῶ, μονάδα ὑμνῶ, τοῖς προσώποις καὶ οὐσία, ἡνωμένην διῃρημένως, δοξάζω σὺν Πατρὶ τὸν Χριστόν, καὶ θεῖον Πνεῦμα, τὴν ἄναρχον ἐξουσίαν, καὶ θεότητα.
Θεοτοκίον
Λελύτρωται τῆς πρίν, κατάρας Ἀδάμ, καὶ ἡ Εὔα τῶν ὠδίνων, ἐν τῷ τόκῳ Σου Θεομῆτορ, Θεὸς γὰρ ὁ ἐκ Σοῦ σαρκωθείς, ἀῤῥήτῳ λόγῳ, ἀνέπλασε τῶν ἀνθρώπων, τὴν πεσοῦσαν φύσιν.




ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.
ομφαία τοῦ δυνατοῦ, γενόμενοι διὰ πίστεως, καρδίας τῶν ἀσεβῶν, ἀνδρείως ἐτρώσατε, ἀνταγωνισάμενοι, κατ' αὐτῶν γενναίως, Ἀθλοφόροι μεγαλώνυμοι.
ς πάλαι τὸν Δανιήλ, ἐν λάκκῳ θῆρες ἠδέσθησαν· οὕτω καὶ νῦν τοὺς στερρούς, ὁπλίτας τῆς χάριτος, ἐν σταδίῳ ἔπτηξαν, κατευλαβηθέντες, τὰ σεπτὰ τούτων παθήματα.
Νυγεῖσάν σου τὴν πλευράν, ἐξεικονίζων ὁ Τάραχος, εἰσδέχεται ταῖς πλευραῖς, κεντὴματα Δέσποτα, καὶ ὄξος ποτίζεται, καὶ πυρὶ τὴν κάραν, ὠμοτάτως καταφλέγεται.
Θεοτοκίον
Συνέλαβες ἐν γαστρί, τὸν προαιώνιον ἄχραντε, καὶ τέτοκας ἐν σαρκί, τὸν φύσει ἀπρόσιτον, καὶ γάλα ἐπότισας, τὸν τροφέα πάντων, Θεομῆτορ ἀπειρόγαμε.

Ἕτερος. Ὡς Ἰωνᾶν τὸν Προφήτην.
Τῆς ἀφθαρσίας τὴν δόξαν, οἱ Ἅγιοί Σου πίστει Χριστέ, καὶ τῆς Σῆς Βασιλείας, τὸν πλοῦτον ποθήσαντες, στεφανηφόροι ἐδείχθησαν, ἀθλητικῶς διαλάμψαντες.
Τῇ τοῦ τυράννου προστάξει, ὁ Τάραχος τὰ ὦτα ξυρῷ, ἀπετμήθη πυρὶ δέ, τὴν κάραν φλεγόμενος, τῇ διανοίᾳ ὡς ἔνδροσος, διὰ Χριστοῦ ὡραΐζεται.
Ὁ γενναιότατος Πρόβος, τὰ ὄμματα δεινῶς κεντηθείς, ἀπετμήθη τὴν γλῶσσαν, τὴν ὄψιν συντέθλασται, ἀλλὰ Χριστὸν προορώμενος, προθύμως πάντα ὑπέμεινεν.
Πρὸς τὰς βασάνους ἀνδρείως, Ἀνδρόνικε Χριστοῦ Ἀθλητά, ἀντετάξω καὶ νίκης, βραβεῖον ἀράμενος, οὐρανοδρόμος τῷ πνεύματι, σὺν τοῖς Ἀγγέλοις εὐφραίνῃ ἀεί.
Τριαδικόν.
Ἕνα Θεὸν ἐν Τριάδι δοξάσωμεν, Πατέρα καὶ Υἱόν, καὶ τὸ Ἅγιον Πνεῦμα, τῇ φύσει ἀδιαίρετον, καὶ ἀσυγχύτως τὰ πρόσωπα, τρισοφεγγῆ προσκυνήσωμεν.
Θεοτοκίον
Ἐκ τῶν ἀχράντων αἱμάτων, τὴν σάρκα προσελάβου Χριστέ, τῆς Παρθένου Μαρία, γενόμενος ἄνθρωπος, καὶ ἐν αὐτῇ συνεκάλυψας, τοῦ πρωτοπλάστου τὴν γύμνωσιν.







Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Τριάδος ἡμῖν, τὴν δόξαν ἐμφανίσαντες, γενναῖοι Χριστοῦ, ὁπλῖται θεῖοι Μάρτυρες, σὺν Ταράχῳ Πρόβος τε καὶ Ἀνδρονικος, ἤλεγξαν ἅπασαν, τῶν τυράννων ἀθεότητα, τῇ πίστει γενναίως ἐναθλήσαντες. 
Ὁ Οἶκος
Του Ἰησοῦ τὰ πάθη γενναίως μιμησάμενοι, ἅμα σὺν Ταράχῳ τῷ σοφῷ, ὁ Πρόβος τε καὶ Ἀνδρόνικος, χαίροντες ἤχθησαν ἐν σταδίῳ, παρανόμων ἐλέγχοντες ἀθεΐαν. Ὅθεν ἡμεῖς οἱ ἐκ πόθου τιμῶντες τὴν μνήμην αὐτῶν, ἐν ὕμνοις ἀνευφημοῦμεν, καὶ πιστῶς τοὺς ἀγῶνας κηρύττομεν· ἐθαυμάστωσε γὰρ ὁ Κύριος, ὡς φωστῆρας ἐν κόσμῳ, τῇ πίστει γενναίως ἐναθλήσαντες. 

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου.
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.
Τμήθη δωδεκάτῃ Πρόβος, Ἀνδρόνικος, Τάραχός τε.
Οὗτοι ὑπῆρχον ἐν ὑπατείᾳ Διοκλητιανοῦ, καὶ Φλαβιανοῦ ἡγεμόνος. Καὶ ὁ μὲν Τάραχος προβεβηκὼς ἦν τὴν ἡλικίαν, Ῥωμαῖος τὸ γένος, στρατιώτης τὴν τύχην. Ὁ δὲ Πρόβος, ἐκ Σίδης τῆς Παμφιλίας. Ὁ δὲ Ἀνδρόνικος, πόλεως Ἐφεσίων τῆς Ἰωνίας.
Καὶ ὁ μὲν Τάραχος θλᾶται λίθοις τὰς σιαγόνας καὶ τὸν αὐχένα· τὰς χεῖρας πυρὶ καταφλέγεται, καὶ ἀναρτᾶται ἐπὶ ξύλου, καὶ καπνῷ πνιγηρῳ ὑποβάλλεται· ὄξος ἐπὶ τῶν ῥινῶν δέχεται· καὶ ὀβελίσκοις πεπυρακτωμένοις τοὺς μαστοὺς ὑποκαίεται· ξηρῷ τὰ ὦτα ἐκτέμνεται· τὸ δέρμα τῆς κεφαλῆς ἀποσύρεται· θηρίοις ἐκδίδοται, καὶ τελευταῖον μαχαίρᾳ κατακοπεὶς μεληδόν, τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.
Ὁ δὲ γενναῖος Πρόβος νεύροις ὠμοῖς τύπτεται· σιδήροις πεπυρακτωμένοις τοὺς πόδας κατακαίεται· ξύλῳ ἀναρτᾶται· τὸν νῶτον καὶ τὰς πλευρὰς πυρωθεῖσιν ὀβελίσκοις κατακαίεται, καὶ ἑτέραις σούβλαις τὰς κνήμας διατέμνεται. Καὶ τελευταῖον, μαχαίραις καὶ αὐτὸς κατακοπείς, τὸ μακάριον τέλος ἀπηνέγκατο.
Ἀνδρόνικος δὲ ὁ θεῖος ξύλῳ ἀναρτᾶται, καὶ σιδήροις ὀξέσι τὰς κνήμας χαράσσεται, καὶ τὰς πλευρὰς κατακεντᾶται· ἅλατι τὰς ὠτειλὰς ἀνατρίβεται· τὴν γλῶσσαν καὶ τὰ χείλη ἐκτέμνεται· καὶ σχεδὸν ὅλον τὸ σῶμα κατακοπεὶς μαχαίραις καὶ αὐτός, τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρατίθησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐκ δεξιῶν συσταυρωθέντος εὐγνώμονος Ληστοῦ, οὗ τοὔνομα Δημᾶς, γεγονότος πρώτου πολίτου τοῦ Παραδείσου.
Ἤστραψε Θεοῦ φωτί, ληστὴς εὐγνώμων,
ἐν Σταυρῷ τρανῶς εἰπὼν Κυρίῳ· μνήσθητί μου.
Ὁ δεξιόθεν συσταυρούμενος τῷ Κυρίῳ Ληστής, καλούμενος Δημᾶς, ἀνδρωθεὶς ἐγένετο ὁμόφρων τῷ πατρὶ αὐτοῦ ταῖς κακουργίαις, παρὰ τὸ ὅτι ἐθήλασε τοῦτον, ὡς ὀλιγοήμερον ἀλλ’ ἀνήσυχον βρέφος ἡ Κυρία Θεοτόκος, κατερχομένη σὺν τῷ μνήστορι καὶ τῷ Ἰησοῦ εἰς τὴν Αἴγυπτον, καὶ ἐν τῇ πατρῷα οἰκίᾳ φιλοξενηθέντες· διὸ συλληφθεὶς καὶ καὶ φυλακισθείς, κατεδικάσθη ὑπὸ τῶν Ἰουδαίων εἰς τὸν διὰ τοῦ Σταυροῦ ἀτιμωτικὸν θάνατον.
Μικρὸν χρόνον προτοῦ ἐκπνεύσει, ἐπετίμησε τὸν ἐξ εὐωνύμων βλάσφημον, λέξας: «Οὐδὲ φοβεῖ σε τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ. Ἡμεῖς γὰρ δικαίως, ἄξια ὧν ἐπράξαμεν ἀπολαμβάνομεν, οὗτος δὲ ὁ Δίκαιος, οὐδὲν ἄτοπον ἔπραξε». Καὶ εἶπεν ἐν συνεχείᾳ τῷ παντάνακτι, μεταγνοὺς δι’ ὅσα ἐγκλήματα ἐπεπράχει, ὁμολογήσας καὶ θεολογήσας Τοῦτον ὡς Θεόν τε καὶ ἄνθρωπον ὁμοῦ, ἀληθῆ καὶ ἀναμάρτητον: «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου»· ὁ δὲ Σωτήρ, μικρὸν πρὸ τοῦ τέλους, ἀντέφησεν αὐτῷ: «Ἀμήν, ἀμήν, λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ».

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης.
Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.
Αὕτη ἠγωνίσατο ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως· καὶ παραστᾶσα Λυσίᾳ τῷ ἡγεμόνι, ἐν τῇ Ἀναζαρβέων πόλει, τύπτεται ἐν πρώτοις βουνεύροις ὠμοῖς, καὶ σιδήροις πυρωθεῖσι τοὺς πόδας καταφλέγεται. Εἶθ’ οὕτω θλᾶται ῥάβδοις, καὶ ἐξαρθροῦται τὰς ἁρμονίας· καὶ τῇ εἱρκτῇ ἀποῤῥιφεῖσα, τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Ἀναστασίας.
Ἡγεῖτο λαιμοῦ τὴν τομὴν ἀσπασίαν,
ἡ καλλίνικος Μάρτυς Ἀναστασία.
Αὕτη, ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Δεκίου καὶ Οὐαλλεριανοῦ, ἐκ πόλεως Ῥώμης· ἦν δὲ μονάζουσα μετὰ ἑτέρων παρθένων ἐν μοναστηρίῳ τινί. Διαβληθεῖσα οὖν τῷ ἡγεμόνι, καὶ παραστᾶσα ἔμπροσθεν αὐτοῦ μετὰ κλοιοῦ σιδηροῦ, τύπτεται εἰς τὸ πρόσωπον, καὶ γυμνοῦται, καὶ ὑπὸ πυρὸς κατακαίεται, ἐπιῤῥαινομένων ἐπάνω αὐτῆς, πίσσης, καὶ ἐλαίου, καὶ τειάφης. Εἶτα κρεμᾶται ἐπὶ ξύλου, καὶ τοὺς μαστοὺς τέμνεται, καὶ τοὺς ὄνυχας ἀνασπᾶται. Καὶ μετὰ ταῦτα, τὰς χεῖρας κόπτεται, καὶ τοὺς πόδας· εἶτα τοὺς ὀδόντας ἐκριζοῦται. Καὶ τελευταῖον τὸ διὰ ξίφους τέλος δέχεται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
θνήσκειν ἑτοίμων εἰ δέοι καὶ πολλάκις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου, ἐπισκόπου Ἐφέσσου.
Ὁ Θεόδοτος γήϊνον λιπὼν θρόνον,
τὸν λαμπρὸν εὗρε τῆς ἄνω δόξης θρόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαλφεθᾶ, βέλεσι τοξευθεὶς τελειοῦται.
Οὐ μαλθακόν τι Μαλφεθᾶ βλέπειν ἔχει,
τόξου κατ’ αὐτῆς εὐτόνως τεταμμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθίας, βληθεῖσα εἰς πύρινον χάλκινον βοῦν, τελειοῦται.
Εἰς βοῦν ἀπανθεὶς ἔμπυρον βεβλημένη,
ἐν οὐρανῷ δὲ λαμπρὸν ἀνθεὶς Ἀνθία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουβεντῖνος καὶ Μάξιμος, ξίφει τελειοῦνται.
Ἰουβεντῖνος Μαξίμῳ τμηθεὶς ἅμα,
χορῷ συνήφθη Μαρτύρων σὺν Μαξίμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰάσωνος, ἐπισκόπου Δαμασκοῦ.
Παθὼν Ἰάσων τὰς βάρεις καταστρέφει,
πύργους ἐγείρας ἀρετῶν πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόμαχος καὶ Διόδωρος, πυρὶ τελειοῦνται.
Μάχου πρὸς ἐχθροὺς Ἀνδρόμαχε Κυρίου,
κᾂν τοῦ πυρὸς σύνθνησκε τῷ Διοδώρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐΐλφριντ τῆς Ὑόρκης Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀλαμάνων τῶν ἐν Κύπρῳ· Βαλαντίου, Βαρλαάμ, Βαρνάβα τοῦ μοναχοῦ, Βασιλείου ἐπισκόπου τοῦ Βαβατσινιώτη, Γεωργίου τοῦ ἐπιτηδειώτου, Γεωργίου τοῦ περαχωρίτου, Γεωργίου τοῦ Σαλαμάνου, Δημητριανοῦ τοῦ ἐπισκόπου, Εἰρηνικοῦ, Ἐλπιδίου, Ἐπαφροδίτου καὶ Ἐπίκτητου τοῦ θαυματουργοῦ.
Θείαν κτησάμενος, Ἐπίκτητος, χάριν,
πιστοὺς πρὸς οὐράνιον προτρέπει κτῆσιν.
Οὗτος ὁ Ὅσιος Ἐπίκτητος, εἷς ἦν τῶν 300 Ὀρθοδόξων τῶν ἔξωθεν ἐλθόντων καὶ διασπαρέντων εἰς ἀπομεμονωμένους χώρους τῆς Κύπρου, ἵνα ἀσκηθῶσι κατὰ μόνας εἰς τὸν πνευματικὸν βίον. Ὁ Ἐπίκτητος κατέφυγεν εἰς ὀρεινὴν περιοχὴν τῆς βορείου Κύπρου, ἀνατολικῶς τῆς Κυρηνείας, ἔνθα εὑρὼν σπήλαιον διέμενεν ἐν αὐτῷ, προσευχόμενος ἀδιαλείπτως, μελετῶν τὰς θείας βουλάς, νηστεύων, ἀσκούμενος εἰς χαμευνίας, ἔχων στρῶμα ἐκ λίθων καὶ προσκέφαλον λίθον εἰς σχῆμα ἀνθρωπίνης κεφαλῆς. Ἡ φήμη τῆς ἁγιότητός του διεδόθη εἰς ἅπασαν τὴν νῆσον καὶ πολλοὶ συνέῤῥεον ἵνα διδαχθῶσιν ὑπ’ αὐτοῦ καὶ θεραπευθῶσιν ἐκ τῶν νόσων αὐτῶν. Ὁ Ὅσιος ἐκοίμηθη ἐν βαθεῖ γῆρας, ἐν τῷ σπηλαίῳ τῆς ἀσκήσεως αὐτοῦ. Ἄνωθεν τοῦ τάφου αὐτοῦ ἀνηγέρθη ναὸς ἀφιερωμένος εἰς αὐτόν. Πέριξ τοῦ ναοῦ ἐδημιουργήθη κώμη φέρουσα τὸ ὄνομα τοῦ ἁγίου. Μετὰ τὴν εἰς Κύπρον εἰσβολὴν τοῦ στρατοῦ τῶν Τούρκων, ἐν ἔτει 1974, ὁ ναὸς τοῦ Ὁσίου μετετράπη εἰς μουσουλμανικὸν τέμενος, οἱ δὲ κάτοικοι τῆς ὁμωνύμου κοινότητος προσφυγοποιηθέντες, διεσκορπίσθησνα εἰς τὰ πέρατα τῆς Κύπρου καὶ εἰς χώρας τοῦ ἐξωτερικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοσεβίου καὶ τῆς Συμβίας αὐτοῦ, τῶν ἐν Ἀρσινόῃ.
Σέβας ὑπάρχεις Ὁσίων Ἀρσινόης,
Θεοσέβιε σὺν θείᾳ σου Συμβίᾳ.
Ὁ Ὅσιος Θεοσέβιος, ὁ ἐγκωμιασθεὶς ὑπὸ τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, κατήγετο ἐκ τῆς Μελάνδρας τῆς Ἀρσινόης καὶ ἦτο ἀδελφὸς κατὰ σάρκα τοῦ Ἁγίου Ἀρκαδίου, ἐπισκόπου Ἀρσινόης. Ἔγγαμος ὢν κοινῇ συνενέσει μετὰ τῆς Ὁσίας αὐτοῦ Συμβίας ἐν παρθενίᾳ ἐβίωσαν. Βόσκων ὁ Θεοσέβιος τὰ αὐτοῦ πρόβατα ἐν τοῖς λειμῶσι καὶ ταῖς νάπαις τῆς πατρίδος αὐτοῦ ἀδιαλείπτως προσηύχετο καὶ μὴ φεισάμενος τῆς νεότητος αὐτοῦ, τὴν σάρκα κατέτηκε νυχθημέροις πόνοις καὶ ἀτρύτοις σκληραγωγίαις. Ὁμοίως καὶ ἡ Συμβία αὐτοῦ ἐν ἁγνείᾳ καὶ παρθενίᾳ διάγουσα θεοπρεπῶς τὸ ζῆν ἐξεμέτρησε. Ἐκοιμήθησαν ἀμφότεροι ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀπελευθερώσεως τῆς πόλης τῶν Ἀθήνων ἐκ τοῦ Γερμανικοῦ ζυγοῦ, ἐν ἔτει 1944, Σύναξις πάντων τῶν ἐν Ἀθήναις Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.
τίων ἀφαίρεσιν, ὑπέστης χαίρων Τάραχε ἔνδοξε, ὡς εὐήκοος δοῦλος, τοῦ κλίναντός σοι οὓς εὐμενέστατον, καὶ τὰς εὐχάς σου πληρώσαντος, κράζοντος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τεινόμενοι Μάρτυρες, καὶ ταῖς βασάνοις καταικιζόμενοι, σταθηρᾷ διανοίᾳ, τοῖς παρανόμοις ἀντικατέστητε· καὶ νικηφόροι γενόμενοι ψάλλετε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
πλήσθη τὸ πνεῦμά σου, ἐνθέου δρόσου καὶ ἀναψύξεως, ὁπηνίκα τὰς χεῖρας, πυρὶ καὶ κάραν καταφλεγόμενος, ὥσπερ οἱ Παῖδες ἐκραύγαζες Τάραχε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
αντίσματι Ἅγιοι, σεπτῶν αἱμάτων πλάνης τοὺς ἄνθρακας, κατασβέσαντες, δρόσον ἡμῖν ἐνθέου βλύζετε χάριτος, καὶ ἰαμάτων προχέετε νάματα, τοῖς εὐφημοῦσιν ὑμῶν, τὴν μνήμην πάντοτε.
Θεοτοκίον
Κενοῦται ἐν μήτρᾳ σου, πατρῴων κόλπων μὴ ἀφιστάμενος, ὁ πληρέστατος Λόγος, καὶ σάρξ ὁρᾶται, καὶ βρέφος τίκτεται, ᾧ μελῳδοῦμεν Παρθένε γηθόμενοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. 

Ἕτερος. Ἡ κάμινος Σωτήρ.
Τιμήσωμεν Ταράχου τὸ εὔτονον, ὑμνήσωμεν τοῦ Πρόβου τὴν ἔνστασιν, καὶ Ἀνδρονίκου πάντες, τὴν ἀνδρείαν μακαρίσωμεν.
Τὰ σώματα ἀθλήσει πυρούμενοι, ὑπέρλαμπροι τῷ πνεύματι ὤφθητε, στεφανηφόροι ἅμα, τοῖς Ἀγγέλοις συγχορεύοντες.
Ψυχρὸν ὑμῖν τὸ πῦρ ἀπεδείκνυτο, τὸ ξίφος δ’ ἑωρᾶτο ἀνίσχυρον, καὶ τῶν βασάνων εἴδη, Ἀθλοφόροι οὐκ ἐπτήξατε.
Τρισόλβιοι τρισάγιον στράτευμα, πρεσβεύσατε Τριάδα τὴν ἄκτιστον, τὸν Ποιητὴν τῶν ὅλων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τριαδικόν.
Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν ἁγίαν Θεότητα, σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Πνεῦμα τὸ πανάγιον.
Θεοτοκίον
Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ἀνυμνούντων Σε.

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Λελαμπρυσμένοι στίγμασι, καὶ ὡραῖοι ἐν κάλλεσι, τῆς καλλοποιοῦ Μακάριοι ἀθλήσεως, Κυρίῳ παρίστασθε, στεφανηφόροι πάντοτε, αἴγλης τῆς ἐκεῖθεν, πεμπομένης πλουσίως, πληρούμενοι, καὶ πόθῳ, μελῳδοῦντες ἀπαύστως, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ν ἑαυτῷ μαινόμενος, ὁ παράφορος τύραννος, ὡς νενικημένος ταῖς ὑμῶν ἐνστάσεσι, τομῶς ἀποφαίνεται, θανατωθῆναι ξίφει ὑμᾶς· Τὸν Δημιουργὸν καὶ Λυτρωτὴν μελῳδοῦντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ τῆς Τριάδος πρόμαχοι, οἱ καλλίνικοι Μάρτυρες, οἱ τῆς ἀθεΐας τὸν κρυμὸν σκεδάσαντες, τῇ θέρμῃ τῆς πίστεως, τὰ τῶν πιστῶν προπύργια, ἄνθη τὰ τερπνὰ τοῦ νοητοῦ Παραδείσου, λιμένες τῶν ἐν ζάλῃ, οἱ ἀκλόνητοι στῦλοι, Ἀνδρόνικος καὶ Πρόβος, καὶ Τάραχος τιμάσθωσαν.
Θεοτοκίον
Σὺν Ἀσωμάτων τάξεσι, σὺν Μαρτύρων στρατεύμασι, σὺν τοῖς Ἀποστόλοις, καὶ Προφήταις ἅπαντες, τὴν πάντων δεσπόζουσαν, τῶν ποιημάτων Δέσποιναν, ὡς τῶν Χερουβίμ, ἁγιωτέραν καὶ μόνην, Θεοῦ ἁγνὴν Μητέρα, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ὃν φρίττουσιν Ἄγγελοι.
Σταυρῷ ὁπλισάμενοι, οἱ Μάρτυρες Χριστοῦ, ἀνίκητοι ὤφθησαν, τυράννων προσβολαῖς, στεφάνου τῆς νίκης, οὐρανόθεν οἱ τρεῖς, λαβόντες ἀξίους, τριπλοῦς τῆς ἀφθαρσίας.
Γενναίῳ φρονήματι, στεῤῥότητι ψυχῆς, εἰδώλων τὸ ἄθεον, τυράννων τὴν ὀφρύν, καὶ τοῦ διαβόλου, τὸν ὑψάχευνα νοῦν, ἀνδρείως καθεῖλον, Χριστοῦ οἱ Ἀθλοφόροι.
Τὴν γῆν ἡγιάσατε, τοῖς αἵμασιν ὑμῶν, τῇ πίστει φωτίσαντες, ἀνθρώπων τὰς ψυχάς, Ἀγγέλων χοροὺς δέ, Ἀθλοφόροι Χριστοῦ, ἠθροίσατε δόξης, ὑμῶν πρὸς εὐφημίαν.
Τιμήσωμεν Τάραχον, καὶ Πρόβον τὸν στεῤῥόν, σὺν τούτοις Ἀνδρόνικον, τὸν νέον Ἀθλητήν, οὐ πῦρ γὰρ οὐ ξίφος, οὐδὲ θῆρες αὐτούς, Χριστοῦ τῆς ἀγάπης, κατίσχυσαν χωρίσαι.
Τριαδικόν.
Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ Ἅγιον, ἀμέριστος μονάς, ἡ μία Θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι’ ἄκραν εὐσπλαγχνίαν.


ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή.
σχυσαν σώματι φθαρτοῖς ἀφθαρσίαν τοῖς ἀγῶσι προσκτήσασθαι, οἱ γενναιότατοι, καὶ τοῖς Ἀγγέλοις ἐξωμοιώθησαν, τὴν βασιλείαν τοῦ Θεοῦ, λαβόντες ἀσάλευτον, Πρόβος καὶ Τάραχος, καὶ Ἀνδρόνικος Χριστοῦ οἱ θεράποντες.
φθητε ἄνθρακες πυρί, τῷ ἀϋλῳ μυστικῶς ἀναπτόμενοι, καὶ κατεφλέξατε, ὑλώδη πλάνην Μεγαλομάρτυρες, καὶ ἀναλάμψαντες ὡς φῶς, τὴν κτίσιν αὐγάζετε, καὶ περισώζετε, ἐκ κινδύνων καὶ παθῶν τὰς ψυχὰς ἡμῶν.
Σήμερον ἄγει ἑορτήν, ἐτησίαν καὶ λαμπρὰν καὶ χαρμόσυνον, ἡ Ἐκκλησία Χριστοῦ, τὴν θείαν ταύτην ὑμῶν πανήγυριν, καὶ συναγάλλονται ὑμῖν, Προφῆται Ἀπόστολοι, καὶ πάντες Μάρτυρες, Ἀθλοφόροι νικηταὶ μεγαλώνυμοι.
ρθητε πρὸς φωτοειδῆ Παραδείσου Ἀθλοφόροι σκηνώματα, περιβαλλόμενοι λαμπρὰν ἐσθῆτα, ἣν ἐξυφάνατε, πολυειδέσιν αἰκισμοῖς, καὶ θρόνῳ παρίστασθε, τοῦ Παντοκράτορος, ὑπὲρ πάντων ἐκτενῶς ἱκετεύοντες.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.

Ἔτερος. Τὴν φωτοφόρον νεφέλην.
Ἐν ταῖς βασάνοις ἀνδρείως, παραταξάμενοι ἅμα, τὰς ἀφαιρέσεις τῶν μελῶν, ἐν στεῤῥότητι γνώμης, καὶ καρτερίας λογισμῷ, ὁρῶντες οἱ Ἅγιοι ὑπέμειναν, τῷ τυράννῳ βοῶντες· τοῖς εἰδώλοις οὐ λατρεύομεν ποτέ.
Πρόβον καὶ Τάραχον πάντες, σὺν Ἀνδρονίκῳ τιμῶντες, πανηγυρίσωμεν αὐτῶν, τὴν ἐτήσιον μνήμην, δοξολογοῦντες ἐν αὐτῇ, Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν δείξαντα, ἐπιγείους φωστῆρας, τοὺς Ἁγίους διαλάμποντας ἡμᾶς.
Ἐν τῷ ξηρῷ ἀπετμήθη, Τάραχος χαίρων τὰ ὦτα, Πρόβος τὸ φῶς τῶν ὀφθαλμῶν, ἐστερεῖτο προθύμως, καὶ ὁ Ἀνδρόνικος στεῤῥῶς, ἐν ξύλῳ κρεμάμενος ἐξέετο, καὶ οἱ τρεῖς ἐν βασάνοις, τῇ Τριάδι λειτουργοῦσι μυστικῶς.
Ξίφους πυρὸς καὶ θηρίων, καὶ τῶν ποινῶν τῶν βασάνων, καταφρονήσαντες στεῤῥῶς, ἐν ξύλῳ κρεμάμενοι, Ἀθληταὶ τοῦ Σωτῆρος, τῶν οὐρανίων ἀγαθῶν, τυχεῖν ἠξιώθητε πανόλβιοι· διὸ καὶ προσκυνοῦμεν, τὰς εἰκόνας καὶ τὰ λείψανα ὑμῶν.
Τριαδικόν.
Τὴν τρισυπόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνοῦντες ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.
Θεοτοκίον
Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα· χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι’ ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς.
Πολυειδεῖς οἱ Μάρτυρες, αἰκισμοὺς ἐνεγκόντες, πολλῶν ἐπάθλων ἔτυχον, καὶ βραβείων τῆς νίκης, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Τάραχος ὁ θεόφρων καὶ Πρόβος καὶ Ἀνδρόνικος, οἱ στερροί, Ἀθλοφόροι, ὧν τὴν σεπτήν, ἐκτελοῦντες μνήμην, τούτους τιμῶμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας, τοῦ ῥυσθῆναι πταισμάτων. 
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τάραχον θεῖον καὶ Πρόβον, σὺν Ἀνδρονίκῳ τῷ σοφῷ, τοὺς πρὸς γαλήνην προβάντας, ὡς νικηταὶ τὴν ὑπὲρ νοῦν, δεῦτε ὑμνήσωμεν πάντες, αὐτῶν τὴν μνήμην τελοῦντες.
Θεοτοκίον
Τῷ ἔρωτι τῷ ἐνθέῳ, τοῦ σαρκωθέντος ὑπὸ Σοῦ, ὑπήνεγκαν τὰς βασάνους, Μῆτερ οἱ Μάρτυρες οἱ τρεῖς, Ἀνδρόνικος ὁ γενναῖος, σὺν Πρόβῳ τε καὶ Ταράχῳ.






















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυρες Χριστοῦ τρισάριθμοι, καταυγασθέντες Φωτός, τρισηλίου ταῖς λάμψεσι, σκότος τὸ καχέσπερον, τῶν εἰδώλων ἐλύσατε, καὶ ὥσπερ φῶτα ἐξανατείλατε, τῇ Ἐκκλησίᾳ πόνοις ἀθλήσεως, καταπυρσεύοντες, τοὺς ὑμᾶς γεραίροντας χαρμονικῶς, ὡς Κυρίου Μάρτυρας, ἀειμακάριστοι.

Μάρτυρες Χριστοῦ τρισάριθμοι, ἐν τῇ ἀγάπῃ Χριστοῦ, καὶ τῷ πόθῳ νευρούμενοι, φάλαγγας ἐτρέψατε, τῆς ἀπάτης στεῤῥότατα, καὶ δυσσεβούντων ἀνδρῶν τὸ φρύαγμα, Μαρτύρων ἄθλοις ἐταπεινώσατε, καὶ ὑπερήρθητε, πρὸς ἀχειροποίητον ὄντως σκηνήν, τῷ Θεῷ πρεσβεύοντες, ὑπὲρ ὧν ἔπλασε.

Μάρτυρες Χριστοῦ τρισάριθμοι, ὑπὸ τοὺς πόδας ὑμῶν, ὑποθέντες τὸν δράκοντα, τὸν Ἐδὲμ ἐξώσαντα, τοὺς προπάτορας πρόπαλαι, αὐτὸν εἰς τέλος ἐξενευρίσατε, Χριστοῦ τῇ πίστει ὑπεραθλήσαντες, καὶ τὸ τῆς πίστεως, τρόπαιον ἐγείρατε περιφανῶς, Τάραχε Ἀνδρόνικε, καὶ Πρόβε μέγιστοι.

Μάρτυρες Χριστοῦ τρισάριθμοι, διαδραμόντες καλῶς, τῶν βασάνων τοῦ σώματος, δρόμον τὸν ἐπίπονον, ὡς ῥωννύμενοι χάριτι, ἔνθα πολίτευμα τὸ ἀείζωον, Θεοῦ ὑπάρχει προσεπελάσατε, καὶ κατεστέφθητε, ἀμαράντοις στέμμασιν ὡς νικηταί, ἔνδοξε Ἀνδρόνικε, σὺν Πρόβῳ Τάραχε.

Δόξα. Ἦχος δ'. Ἀνατολίου
Στρατευθέντες τῷ Χριστῷ, τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε, καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες, διὰ βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε, καὶ ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν, μὴ ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ βραβεῖα τῆς νίκης ἐδέξασθε, τὰς κεφαλὰς ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ ψυχῇ, φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν συνεληλύθατε· Πρόβε, τὸ κλέος τῶν Μαρτύρων, Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά, καὶ Ἀνδρόνικε, νίκη τῶν Πιστῶν,παρρησίαν ἔχοντες, τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ἡ ξυνωρίς, Τάραχε καὶ Πρόβε, καὶ Ἀνδρόνικε θαυμαστέ, οἱ τρεῖς τῆς Ἁγίας, ὑπέρμαχοι Τριάδος, καὶ τῶν πιστῶν προστάται, ἀκαταγώνιστοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου